BIBLIOTHECA AUGUSTANA

 

Oppianos

floruit 180 p. Chr. n.

 

Βίος Ὀππιανοῦ

 

Textus:

Oppiani poetae cilicis De venatione libri IV

et De piscatione libri V. cum paraphrasi

graeca librorum de Aucupio.

Graece et latine. Curavit Johann Gottlob Schneider

Sumptibus Amandi Konig, bibliopolae, 1776

Facsimile: Google

 

__________________________________________________________________________________

 

 

 

ππιανὸς ὁ ποιητὴς πατρὸς μὲν ἦν Ἀγησιλάου, μητρὸς δὲ Ζηνοδότης· τὸ δὲ γένος ἀπὸ Κωρύκου ἢ Ἀναζάρβου τῆς Κιλικίας. ῾Ο δὲ τούτου πατὴρ Ἀγησίλαος τά τε ἄλλα πλούσιος ὤν, καὶ τῶν ἐν τῆι πολιτείαι τῆς πατρίδος αὐτοῦ πρῶτος νενομισμένος, παιδείαι τε διαπρέπων, καὶ φιλόσοφον βίον ζῶν, ἐν τοῖς αὐτοῖς ἤσκησε τὸν υἱὸν παιδεύμασι, τὴν ἐγκύκλιον ἅπασαν παίδευσιν, μουσικήν τε καὶ γεωμετρίαν, καὶ τὰ λοιπὰ τῶν μαθημάτων ἐκπαιδεύσας, μάλιστα δὲ γραμματικήν. Ἤδη δὲ Ὀππιανοῦ περὶ τριάκοντα ἔτη γενόμενου, ἐπεδήμησε τῆι Ἀναζάρβωι, ἢ τῆι τῶν Κωρυκίων Πόλει, Σεβῆρος ό Ῥωμαίων βασιλεύς· ἐπειδὴ δὲ πάντας τοὺς πολιτευομένους ἀπαντᾶιν ἔδει τῶι βασιλεῖ, ἀμελήσαντα τοῦ ἀπαντᾶιν Ἀγησίλαον, ὡς δὴ φιλοσόφως ζῶντα, καὶ κενοδοξίας καταφρονοῦντα, χαλεπήινας ὁ βασιλεὺς ἐξώρισεν εἰς Μελίτην νῆσον τοῦ Ἁδρίου· οὗ δὴ συνὼν τῶι πατρὶ ὁ ποιητής, ἔγραψε ταῦτα τὰ ποιήματα ἀξιολογώτατα ὄντα. Ἐλθὼν δὲ εἰς Ῥώμην ἐπὶ Ἀντωνίνου τοῦ υἱοῦ Σεβήρου, (ὁ γὰρ Σεβῆρος ἐτεθνήκει) καὶ παρεξελθὼν αὐτά, ἠξιώθη αἰτεῖν ὅ τι ἂν βούλοιτο· ὁ δὲ κάθοδον τῶι πατρὶ ἤιτηισεν· τυχὼν δὲ προσέλαβε ἐπὶ ἑκάστωι ἔπει χρυσοῦν νόμισμα. Ἐπανελθὼν δὲ ἅμα τῶι πατρί, λοιμοῦ ἐμπεσόντος τῆι Ἀναζάρβωι, ἢ Κωρύκωι, μετ᾽ ὀλίγον τριακονταέτης ὢν τελευτᾶι, καταλιπὼν τοὺς γονεῖς ἔτι περιόντας. Οἱ δ` πολῖται θάψαντες αὐτόν, ἄγαλμα πολυτελὲς αὐτῶι ἀνέστησαν, ἐπιγράψσαντες τάδε·

 

Ὀππιανὸς κλέος εἷλον ἀείδιον· ἀλλά με Μοίρης

βάσκανος ἐξήρπαξε μίτος, κρυερός τ᾽ Αΐδας με

καὶ νέον ὄντα κάτεχε τὸν εὐεπίης ὑποφήτην.

εἰ δὲ πολύν με χρόνον ζωιὸν μίμνειν φθονὸς αἰνὸς

εἴασεν, οὖκ ἄν τίς μοι ἴσον γέρας ἔλλαχε φωτῶν.

 

Ἔγραψσε δὲ καὶ ἀλλὰ ποιήματα θαυμαστὰ παῖς ὢν ἔτι, τάτε Ἰξευτικὰ καὶ Κυνητικά, ἑκάτερα ἐν πέντε βιβλίοις παρὰ μέρος περιλαβών. ἐν τούτοις δὲ μάλιστα διέπρεψεν, ἅτε δὴ περὶ τὴν ἀκμὴν τοῦ φρονεῖν γεγενημένος. Πολὺ δὲ τὸ ἀνθηρὸν ἔχει καὶ λεῖον· μετὰ τοῦ πυκνοῦ τε καὶ ἁδροῦ, ὅπερ ἔστι δυχερέσταλον· τυγχάνει δέ μάλιστα ὲν ταῖς γνωμολογίαις καὶ παραβολαῖς.