BIBLIOTHECA AUGUSTANA

 

Marcus Aurelius

121 - 180

 

Τὰ εἰς ἑαυτόν

 

Βιβλίον βʹ

ca. 171/72

 

___________________________________________________

 

 

 

Βιβλίον βʹ

[Τὰ ἐν Κουάδοις πρὸς τῶι Γρανούαι α΄]

 

1.

[1] Ἕωθεν προλέγειν ἑαυτῶι· συντεύξομαι περιέργωι, ἀχαρίστωι, ὑβριστῆι, δολερῶι, βασκάνωι, ἀκοινωνήτωι· [2] πάντα ταῦτα συμβέβηκεν ἐκείνοις παρὰ τὴν ἄγνοιαν τῶν ἀγαθῶν καὶ κακῶν. [3] ἐγὼ δὲ τεθεωρηκὼς τὴν φύσιν τοῦ ἀγαθοῦ ὅτι καλόν, καὶ τοῦ κακοῦ ὅτι αἰσχρόν, καὶ τὴν αὐτοῦ τοῦ ἁμαρτάνοντος φύσιν ὅτι μοι συγγενής, οὐχὶ αἵματος ἢ σπέρματος τοῦ αὐτοῦ ἀλλὰ νοῦ καὶ θείας ἀπομοίρας μέτοχος, οὔτε βλαβῆναι ὑπό τινος αὐτῶν δύναμαι· αἰσχρῶι γάρ με οὐδεὶς περιβαλεῖ· οὔτε ὀργίζεσθαι τῶι συγγενεῖ δύναμαι οὔτε ἀπέχθεσθαι αὐτῶι. [4] γεγόναμεν γὰρ πρὸς συνεργίαν ὡς πόδες, ὡς χεῖρες, ὡς βλέφαρα, ὡς οἱ στοῖχοι τῶν ἄνω καὶ τῶν κάτω ὀδόντων. [5] τὸ οὖν ἀντιπράσσειν ἀλλήλοις παρὰ φύσιν· ἀντιπρακτικὸν δὲ τὸ ἀγανακτεῖν καὶ ἀποστρέφεσθαι.

2.

[1] Ὅ τί ποτε τοῦτό εἰμι, σαρκία ἐστὶ καὶ πνευμάτιον καὶ τὸ ἡγεμονικόν. [2] ἄφες τὰ βιβλία· μηκέτι σπῶ· οὐ δέδονται. ἀλλ᾽ ὡς ἤδη ἀποθνήισκων τῶν μὲν σαρκίων καταφρόνησον· λύθρος καὶ ὀστάρια καὶ κροκύφαντος, ἐκ νεύρων, φλεβίων, ἀρτηριῶν πλεγμάτιον. [3] θέασαι δὲ καὶ τὸ πνεῦμα ὁποῖόν τί ἐστιν· ἄνεμος, οὐδὲ ἀεὶ τὸ αὐτό, ἀλλὰ πάσης ὥρας ἐξεμούμενον καὶ πάλιν ῥοφούμενον. [4] τρίτον οὖν ἐστι τὸ ἡγεμονικόν. ὧδε ἐπινοήθητι· γέρων εἶ· μηκέτι τοῦτο ἐάσηις δουλεῦσαι, μηκέτι καθ᾽ ὁρμὴν ἀκοινώνητον νευροσπαστηθῆναι, μηκέτι τὸ εἱμαρμένον ἢ παρὸν δυσχερᾶναι ἢ μέλλον ὑπιδέσθαι.

3.

[1] Τὰ τῶν θεῶν προνοίας μεστά, τὰ τῆς τύχης οὐκ ἄνευ φύσεως ἢ συγκλώσεως καὶ ἐπιπλοκῆς τῶν προνοίαι διοικουμένων. πάντα ἐκεῖθεν ῥεῖ· [2] πρόσεστι δὲ τὸ ἀναγκαῖον καὶ τὸ τῶι ὅλωι κόσμωι συμφέρον, οὗ μέρος εἶ. παντὶ δὲ φύσεως μέρει ἀγαθόν, ὃ φέρει ἡ τοῦ ὅλου φύσις καὶ ὃ ἐκείνης ἐστὶ σωστικόν. σώιζουσι δὲ κόσμον, ὥσπερ αἱ τῶν στοιχείων, οὕτως καὶ αἱ τῶν συγκριμάτων μεταβολαί. [3] ταῦτά σοι ἀρκείτω· ἀεὶ δόγματα ἔστω. τὴν δὲ τῶν βιβλίων δίψαν ῥῖψον, ἵνα μὴ γογγύζων ἀποθάνηις, ἀλλὰ ἵλεως ἀληθῶς καὶ ἀπὸ καρδίας εὐχάριστος τοῖς θεοῖς.

4.

[1] Μέμνησο ἐκ πόσου ταῦτα ἀναβάλληι καὶ ὁποσάκις προθεσμίας λαβὼν παρὰ τῶν θεῶν οὐ χρᾶι αὐταῖς. [2] δεῖ δὲ ἤδη ποτὲ αἰσθέσθαι τίνος κόσμου μέρος εἶ καὶ τίνος διοικοῦντος τὸν κόσμον ἀπόρροια ὑπέστης καὶ ὅτι ὅρος ἐστί σοι περιγεγραμμένος τοῦ χρόνου, ὧι ἐὰν εἰς τὸ ἀπαιθριάσαι μὴ χρήσηι, οἰχήσεται καὶ οἰχήσηι καὶ αὖθις οὐκ ἐξέσται.

5.

[1] Πάσης ὥρας φρόντιζε στιβαρῶς ὡς Ῥωμαῖος καὶ ἄρρην τὸ ἐν χερσὶ μετὰ τῆς ἀκριβοῦς .. καὶ ἀπλάστου σεμνότητος καὶ φιλοστοργίας καὶ ἐλευθερίας καὶ δικαιότητος πράσσειν καὶ σχολὴν ἑαυτῶι ἀπὸ πασῶν τῶν ἄλλων φαντασιῶν πορίζειν. [2] ποριεῖς δέ, ἂν ὡς ἐσχάτην τοῦ βίου ἑκάστην πρᾶξιν ἐνεργῆις, ἀπηλλαγμένος πάσης εἰκαιότητος καὶ ἐμπαθοῦς ἀποστροφῆς ἀπὸ τοῦ αἱροῦντος λόγου καὶ ὑποκρίσεως καὶ φιλαυτίας καὶ δυσαρεστήσεως πρὸς τὰ συμμεμοιραμένα. [3] ὁρᾶις πῶς ὀλίγα ἐστίν, ὧν κρατήσας τις δύναται εὔρουν καὶ θεουδῆ βιῶσαι βίον· καὶ γὰρ οἱ θεοὶ πλέον οὐδὲν ἀπαιτήσουσι παρὰ τοῦ ταῦτα φυλάσσοντος.

6.

[1] Ὑβρίζεις, ὑβρίζεις ἑαυτήν, ὦ ψυχή· τοῦ δὲ τιμῆσαι σεαυτὴν οὐκέτι καιρὸν ἕξεις· ἀκαριαῖος ὁ βίος ἑκάστωι, [2] οὗτος δέ σοι σχεδὸν διήνυσται, μὴ αἰδουμένηι σεαυτήν, ἀλλ᾽ ἐν ταῖς ἄλλων ψυχαῖς τιθεμένηι τὴν σὴν εὐμοιρίαν.

7.

[1] Περισπᾶι τί σε τὰ ἔξωθεν ἐμπίπτοντα; καὶ σχολὴν πάρεχε σεαυτῶι τοῦ προσμανθάνειν ἀγαθόν τι καὶ παῦσαι ῥεμβόμενος. [2] ἤδη δὲ καὶ τὴν ἑτέραν περιφορὰν φυλακτέον· ληροῦσι γὰρ καὶ διὰ πράξεων οἱ κεκμηκότες τῶι βίωι καὶ μὴ ἔχοντες σκοπόν, ἐφ᾽ ὃν πᾶσαν ὁρμὴν καὶ καθάπαξ φαντασίαν ἀπευθύνουσιν.

8.

[1] Παρὰ μὲν τὸ μὴ ἐφιστάνειν, τί ἐν τῆι ἄλλου ψυχῆι γίνεται, οὐ ῥαιδίως τις ὤφθη κακοδαιμονῶν· τοὺς δὲ τοῖς τῆς ἰδίας ψυχῆς κινήμασι μὴ παρακολουθοῦντας ἀνάγκη κακοδαιμονεῖν.

9.

[1] Τούτων ἀεὶ μεμνῆσθαι, τίς ἡ τῶν ὅλων φύσις καὶ τίς ἡ ἐμὴ καὶ πῶς αὕτη πρὸς ἐκείνην ἔχουσα καὶ ὁποῖόν τι μέρος ὁποίου τοῦ ὅλου οὖσα καὶ ὅτι οὐδεὶς ὁ κωλύων τὰ ἀκόλουθα τῆι φύσει, ἧς μέρος εἶ, πράσσειν τε ἀεὶ καὶ λέγειν.

10.

[1] Φιλοσόφως ὁ Θεόφραστος ἐν τῆι συγκρίσει τῶν ἁμαρτημάτων, ὡς ἄν τις κοινότερον τὰ τοιαῦτα συγκρίνειε, φησὶ βαρύτερα εἶναι τὰ κατ᾽ ἐπιθυμίαν πλημμελούμενα τῶν κατὰ θυμόν. [2] ὁ γὰρ θυμούμενος μετά τινος λύπης καὶ λεληθυίας συστολῆς φαίνεται τὸν λόγον ἀποστρεφόμενος· ὁ δὲ κατ᾽ ἐπιθυμίαν ἁμαρτάνων, ὑφ᾽ ἡδονῆς ἡττώμενος ἀκολαστότερός πως φαίνεται καὶ θηλύτερος ἐν ταῖς ἁμαρτίαις. [3] ὀρθῶς οὖν καὶ φιλοσοφίας ἀξίως ἔφη μείζονος ἐγκλή ματος ἔχεσθαι τὸ μεθ᾽ ἡδονῆς ἁμαρτανόμενον ἤπερ τὸ μετὰ λύπης· ὅλως τε ὁ μὲν προηδικημένωι μᾶλλον ἔοικε καὶ διὰ λύπης ἠναγκασμένωι θυμωθῆναι· ὁ δὲ αὐτόθεν πρὸς τὸ ἀδικεῖν ὥρμηται, φερόμενος ἐπὶ τὸ πρᾶξαί τι κατ᾽ ἐπιθυμίαν.

11.

[1] Ὡς ἤδη δυνατοῦ ὄντος ἐξιέναι τοῦ βίου, οὕτως ἕκαστα ποιεῖν καὶ λέγειν καὶ διανοεῖσθαι. [2] τὸ δὲ ἐξ ἀνθρώπων ἀπελθεῖν, εἰ μὲν θεοὶ εἰσίν, οὐδὲν δεινόν· κακῶι γάρ σε οὐκ ἂν περιβάλοιεν· εἰ δὲ ἤτοι οὐκ εἰσὶν ἢ οὐ μέλει αὐτοῖς τῶν ἀνθρωπείων, τί μοι ζῆν ἐν κόσμωι κενῶι θεῶν ἢ προνοίας κενῶι; [3] ἀλλὰ καὶ εἰσὶ καὶ μέλει αὐτοῖς τῶν ἀνθρωπείων καὶ τοῖς μὲν κατ᾽ ἀλήθειαν κακοῖς ἵνα μὴ περιπίπτηι ὁ ἄνθρωπος, ἐπ᾽ αὐτῶι τὸ πᾶν ἔθεντο· τῶν δὲ λοιπῶν εἴ τι κακὸν ἦν, καὶ τοῦτο ἂν προείδοντο, ἵνα ἐπὶ παντὶ ἦι τὸ μὴ περιπίπτειν αὐτῶι. [4] (ὃ δὲ χείρω μὴ ποιεῖ ἄνθρωπον, πῶς ἂν τοῦτο βίον ἀνθρώπου χείρω ποιήσειεν;) [5] οὔτε δὲ κατ᾽ ἄγνοιαν οὔτε εἰδυῖα μέν, μὴ δυναμένη δὲ προφυλάξασθαι ἢ διορθώσασθαι ταῦτα ἡ τῶν ὅλων φύσις παρεῖδεν ἄν, οὔτ᾽ ἂν τηλικοῦτον ἥμαρτεν ἤτοι παρ᾽ ἀδυναμίαν ἢ παρ᾽ ἀτεχνίαν, ἵνα τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἐπίσης τοῖς τε ἀγαθοῖς ἀνθρώποις καὶ τοῖς κακοῖς πεφυρμένως συμβαίνηι. [6] θάνατος δέ γε καὶ ζωή, δόξα καὶ ἀδοξία, πόνος καὶ ἡδονή, πλοῦτος καὶ πενία, πάντα ταῦτα ἐπίσης συμβαίνει ἀνθρώπων τοῖς τε ἀγαθοῖς καὶ τοῖς κακοῖς, οὔτε καλὰ ὄντα οὔτε αἰσχρά. οὔτ᾽ ἄρ᾽ ἀγαθὰ οὔτε κακά ἐστι.

12.

[1] Πῶς πάντα ταχέως ἐναφανίζεται, τῶι μὲν κόσμωι αὐτὰ τὰ σώματα, τῶι δὲ αἰῶνι αἱ μνῆμαι αὐτῶν· οἷά ἐστι τὰ αἰσθητὰ πάντα καὶ μάλιστα τὰ ἡδονῆι δελεάζοντα ἢ τῶι πόνωι φοβοῦντα ἢ τῶι τύφωι διαβεβοημένα, πῶς εὐτελῆ καὶ εὐκαταφρόνητα καὶ ῥυπαρὰ καὶ εὔφθαρτα καὶ νεκρά· – νοερᾶς δυνάμεως ἐφιστάναι. [2] τί εἰσιν οὗτοι, ὧν αἱ ὑπολήψεις καὶ αἱ φωναὶ τὴν εὐδοξίαν <καὶ τὴν ἀδοξίαν παρέχουσι>. [3] τί ἐστι τὸ ἀποθανεῖν, καὶ ὅτι, ἐάν τις αὐτὸ μόνον ἴδηι καὶ τῶι μερισμῶι τῆς ἐννοίας διαλύσηι τὰ ἐμφανταζόμενα αὐτῶι, οὐκέτι ἄλλο τι ὑπολήψεται αὐτὸ εἶναι ἢ φύσεως ἔργον· φύσεως δὲ ἔργον εἴ τις φοβεῖται, παιδίον ἐστί· τοῦτο μέντοι οὐ μόνον φύσεως ἔργον ἐστίν, ἀλλὰ καὶ συμφέρον αὐτῆι. [4] πῶς ἅπτεται θεοῦ ἄνθρωπος καὶ κατὰ τί ἑαυτοῦ μέρος καὶ ὅταν πῶς [ἔχηι] διακέηται τὸ τοῦ ἀνθρώπου τοῦτο μόριον.

13.

[1] Οὐδὲν ἀθλιώτερον τοῦ πάντα κύκλωι ἐκπεριερχομένου καὶ «τὰ νέρθεν γᾶς (φησὶν) ἐρευνῶντος» καὶ τὰ ἐν ταῖς ψυχαῖς τῶν πλησίον διὰ τεκμάρσεως ζητοῦντος, μὴ αἰσθομένου δέ, ὅτι ἀρκεῖ πρὸς μόνωι τῶι ἔνδον ἑαυτοῦ δαίμονι εἶναι καὶ τοῦτον γνησίως θεραπεύειν. [2] θεραπεία δὲ αὐτοῦ, καθαρὸν πάθους διατηρεῖν καὶ εἰκαιότητος καὶ δυσαρεστήσεως τῆς πρὸς τὰ ἐκ θεῶν καὶ ἀνθρώπων γινόμενα. [3] τὰ μὲν γὰρ ἐκ θεῶν αἰδέσιμα δι᾽ ἀρετήν· τὰ δὲ ἐξ ἀνθρώπων φίλα διὰ συγγένειαν, ἔστι δὲ ὅτε καὶ τρόπον τινὰ ἐλεεινὰ δι᾽ ἄγνοιαν ἀγαθῶν καὶ κακῶν· οὐκ ἐλάττων ἡ πήρωσις αὕτη τῆς στερισκούσης τοῦ διακρίνειν τὰ λευκὰ καὶ μέλανα.

14.

[1] Κἂν τρὶς χίλια ἔτη βιώσεσθαι μέλληις, καὶ τοσαυτάκις μύρια, ὅμως μέμνησο ὅτι οὐδεὶς ἄλλον ἀποβάλλει βίον ἢ τοῦτον ὃν ζῆι, οὐδὲ ἄλλον ζῆι ἢ ὃν ἀποβάλλει. [2] εἰς ταὐτὸν οὖν καθίσταται τὸ μήκιστον τῶι βραχυτάτωι. [3] τὸ γὰρ παρὸν πᾶσιν ἴσον καὶ τὸ ἀπολλύμενον οὖν ἴσον καὶ τὸ ἀποβαλλόμενον οὕτως ἀκαριαῖον ἀναφαίνεται. [4] οὔτε γὰρ τὸ παρωιχηκὸς οὔτε τὸ μέλλον ἀποβάλοι ἄν τις· ὃ γὰρ οὐκ ἔχει, πῶς ἄν τις τοῦτο αὐτοῦ ἀφέλοιτο; [5] τούτων οὖν τῶν δύο ἀεὶ μεμνῆσθαι· ἑνὸς μέν, ὅτι πάντα ἐξ ἀιδίου ὁμοειδῆ καὶ ἀνακυκλούμενα καὶ οὐδὲν διαφέρει, πότερον ἐν ἑκατὸν ἔτεσιν ἢ ἐν διακοσίοις ἢ ἐν τῶι ἀπείρωι χρόνωι τὰ αὐτά τις ὄψεται· ἑτέρου δέ, ὅτι καὶ ὁ πολυχρονιώτατος καὶ ὁ τάχιστα τεθνηξόμενος τὸ ἴσον ἀποβάλλει. [6] τὸ γὰρ παρόν ἐστι μόνον οὗ στερίσκεσθαι μέλλει, εἴπερ γε ἔχει καὶ τοῦτο μόνον καὶ ὃ μὴ ἔχει τις οὐκ ἀποβάλλει.

15.

[1] Ὅτι πᾶν ὑπόληψις. δῆλα μὲν γὰρ τὰ πρὸς τὸν Κυνικὸν Μόνιμον λεγόμενα· δῆλον δὲ καὶ τὸ χρήσιμον τοῦ λεγομένου, ἐάν τις αὐτοῦ τὸ νόστιμον μέχρι τοῦ ἀληθοῦς δέχηται.

16.

[1] Ὑβρίζει ἑαυτὴν ἡ τοῦ ἀνθρώπου ψυχὴ μάλιστα μέν, ὅταν ἀπόστημα καὶ οἷον φῦμα τοῦ κόσμου, ὅσον ἐφ᾽ ἑαυτῆι, γένηται· [2] τὸ γὰρ δυσχεραίνειν τινὶ τῶν γινομένων ἀπόστασίς ἐστι τῆς φύσεως, <ὑφ᾽> ἧς ἐν μέρει ἕκασται τῶν λοιπῶν φύσεις περιέχονται. [3] ἔπειτα δέ, ὅταν ἄνθρωπόν τινα ἀποστραφῆι ἢ καὶ ἐναντία φέρηται ὡς βλάψουσα, οἷαί εἰσιν αἱ τῶν ὀργιζομένων. [4] τρίτον ὑβρίζει ἑαυτήν, ὅταν ἡσσᾶται ἡδονῆς ἢ πόνου. [5] τέταρτον, ὅταν ὑποκρίνηται καὶ ἐπιπλάστως καὶ ἀναλήθως τι ποιῆι ἢ λέγηι. [6] πέμπτον, ὅταν πρᾶξίν τινα ἑαυτῆς καὶ ὁρμὴν ἐπ᾽ οὐδένα σκοπὸν ἀφιῆι, ἀλλ᾽ εἰκῆι καὶ ἀπαρακολουθήτως ὁτιοῦν ἐνεργῆι, δέον καὶ τὰ μικρότατα κατὰ τὴν ἐπὶ τὸ τέλος ἀναφορὰν γίνεσθαι· τέλος δὲ λογικῶν ζώιων τὸ ἕπεσθαι τῶι τῆς πόλεως καὶ πολιτείας τῆς πρεσβυτάτης λόγωι καὶ θεσμῶι.

17.

[1] Τοῦ ἀνθρωπίνου βίου ὁ μὲν χρόνος στιγμή, ἡ δὲ οὐσία ῥέουσα, ἡ δὲ αἴσθησις ἀμυδρά, ἡ δὲ ὅλου τοῦ σώματος σύγκρισις εὔσηπτος, ἡ δὲ ψυχὴ ῥόμβος, ἡ δὲ τύχη δυστέκμαρτον, ἡ δὲ φήμη ἄκριτον· [2] συνελόντι δὲ εἰπεῖν, πάντα τὰ μὲν τοῦ σώματος ποταμός, τὰ δὲ τῆς ψυχῆς ὄνειρος καὶ τῦφος, ὁ δὲ βίος πόλεμος καὶ ξένου ἐπιδημία, ἡ δὲ ὑστεροφημία λήθη. [3] τί οὖν τὸ παραπέμψαι δυνάμενον; ἓν καὶ μόνον φιλοσοφία· [4] τοῦτο δὲ ἐν τῶι τηρεῖν τὸν ἔνδον δαίμονα ἀνύβριστον καὶ ἀσινῆ, ἡδονῶν καὶ πόνων κρείττονα, μηδὲν εἰκῆι ποιοῦντα μηδὲ διεψευσμένως καὶ μεθ᾽ ὑποκρίσεως, ἀνενδεῆ τοῦ ἄλλον ποιῆσαί τι ἢ μὴ ποιῆσαι· ἔτι δὲ τὰ συμβαίνοντα καὶ ἀπονεμόμενα δεχόμενον ὡς ἐκεῖθέν ποθεν ἐρχόμενα, ὅθεν αὐτὸς ἦλθεν· ἐπὶ πᾶσι δὲ τὸν θάνατον ἵλεωι τῆι γνώμηι περιμένοντα ὡς οὐδὲν ἄλλο ἢ λύσιν τῶν στοιχείων, ἐξ ὧν ἕκαστον ζῶιον συγκρίνεται. [5] εἰ δὲ αὐτοῖς τοῖς στοιχείοις μηδὲν δεινὸν ἐν τῶι ἕκαστον διηνεκῶς εἰς ἕτερον μεταβάλλειν, διὰ τί ὑπίδηταί τις τὴν πάντων μεταβολὴν καὶ διάλυσιν; κατὰ φύσιν γάρ· οὐδὲν δὲ κακὸν κατὰ φύσιν.