BIBLIOTHECA AUGUSTANA

 

Longos

ca. 200 p. Chr. n.

 

Ποιμενικῶν τῶν κατὰ

Δάφνιν καὶ Χλόην λόγοι Δ

 

Προοίμιον

 

___________________________________________________

 

 

 

Προοίμιον

 

[2] ν Λέσβωι θηρῶν ἐν ἄλσει Νυμφῶν θέαμα κάλλιστον ὧν εἶδον· εἰκόνα, γραφήν, ἱστορίαν ἔρωτος. Καλὸν μὲν καὶ τὸ ἄλσος, πολύδενδρον, ἀνθηρόν, κατάρρυτον· μία πηγὴ πάντα ἔτρεφε, καὶ τὰ ἄνθη καὶ τὰ δένδρα· ἀλλ̓ ἡ γραφὴ τερπνοτέρα καὶ τέχνην ἔχουσα περιττὴν καὶ τύχην ἐρωτικήν· ὥστε πολλοὶ καὶ τῶν ξένων κατὰ φήμην ἤιεσαν, τῶν μὲν Νυμφῶν ἱκέται, τῆς δὲ εἰκόνος θεαταί. [2] Γυναῖκες ἐπ̓ αὐτῆς τίκτουσαι καὶ ἄλλαι σπαργάνοις κοσμοῦσαι· παιδία ἐκκείμενα, ποίμνια τρέφοντα· ποιμένες ἀναιρούμενοι, νέοι συντιθέμενοι· ληιστῶν καταδρομή, πολεμίων ἐμβολή. Πολλὰ ἄλλα καὶ πάντα ἐρωτικὰ ἰδόντα με καὶ θαυμάσαντα πόθος ἔσχεν ἀντιγράψαι τῆι γραφῆι· [3] καὶ ἀναζητησάμενος ἐξηγητὴν τῆς εἰκόνος τέτταρας βίβλους ἐξεπονησάμην, ἀνάθημα μὲν Ἔρωτι καὶ Νύμφαις καὶ Πανί, κτῆμα δὲ τερπνὸν πᾶσιν ἀνθρώποις, ὃ καὶ νοσοῦντα ἰάσεται, καὶ λυπούμενον παραμυθήσεται, τὸν ἐρασθέντα ἀναμνήσει, [4] τὸν οὐκ ἐρασθέντα προπαιδεύσει. Πάντως γὰρ οὐδεὶς ἔρωτα ἔφυγεν ἢ φεύξεται, μέχρι ἂν κάλλος ἦι καὶ ὀφθαλμοὶ βλέπωσιν. Ἡμῖν δ̓ ὁ θεὸς παράσχοι σωφρονοῦσι τὰ τῶν ἄλλων γράφειν.

.