BIBLIOTHECA AUGUSTANA

 

Longos

ca. 200 p. Chr. n.

 

Ποιμενικῶν τῶν κατὰ

Δάφνιν καὶ Χλόην λόγοι Δ

 

Λόγος δʹ

 

___________________________________________________

 

 

 

Λόγος δʹ

 

 

1. κων δέ τις ἐκ τῆς Μυτιλήνης ὁμόδουλος τοῦ Λάμωνος ἤγγειλεν ὅτι ὀλίγον πρὸ τοῦ τρυγητοῦ ὁ δεσπότης ἀφίξεται μαθησόμενος μή τι τοὺς ἀγροὺς ὁ τῶν Μηθυμναίων ἐπίπλους ἐλυμήνατο. [2] Ἤδη οὖν τοῦ θέρους ἀπιόντος καὶ τοῦ μετοπώρου προσιόντος παρεσκεύαζεν αὐτῶι τὴν καταγωγὴν ὁ Λάμων εἰς πᾶσαν θέας ἡδονήν. [3] Πηγὰς ἐξεκάθαιρεν, ὡς τὸ ὕδωρ καθαρὸν ἔχοιεν· τὴν κόπρον ἐξεφόρει τῆς αὐλῆς, ὡς ἀπόζουσα μὴ διοχλοίη· τὸν παράδεισον ἐθεράπευεν, ὡς ὀφθείη καλός.

2. Ἦν δὲ ὁ παράδεισος πάγκαλόν τι χρῆμα καὶ κατὰ τοὺς βασιλικούς. Ἐξετέτατο μὲν εἰς σταδίου μῆκος, ἐπέκειτο δὲ ἐν χώρωι μετεώρωι, τὸ εὖρος ἔχων πλέθρων τεττάρων. [2] Εἴκασεν ἄν τις αὐτὸν πεδίωι μακρῶι. Εἶχε δὲ πάντα δένδρα, μηλέας, μυρρίνας, ὄχνας καὶ ῥοιὰς καὶ συκῆν καὶ ἐλαίας· ἑτέρωθι ἄμπελον ὑψηλήν· καὶ ἐπέκειτο ταῖς μηλέαις καὶ ταῖς ὄχναις περκάζουσα, καθάπερ περὶ τοῦ καρποῦ αὐταῖς προσερίζουσα. [3] Τοσαῦτα τὰ ἥμερα. Ἦσαν δὲ καὶ κυπάριττοι καὶ δάφναι καὶ πλάτανοι καὶ πίτυς. Ταύταις πάσαις ἀντὶ τῆς ἀμπέλου κιττὸς ἐπέκειτο· καὶ ὁ κόρυμβος αὐτοῦ μέγας ὢν καὶ μελαινόμενος βότρυν ἐμιμεῖτο. [4] Ἔνδον ἦν τὰ καρποφόρα φυτά, καθάπερ φρουρούμενα· ἔξωθεν περιειστήκει τὰ ἄκαρπα, καθάπερ θριγκὸς χειροποίητος· ταῦτα μέντοι λεπτῆς αἱμασιᾶς περιέθει περίβολος. [5] Ἐτέτμητο καὶ διακέκριτο πάντα καὶ στέλεχος στελέχους ἀφειστήκει, ἐν μετεώρωι δὲ οἱ κλάδοι συνέπιπτον ἀλλήλοις καὶ ἐπήλλαττον τὰς κόμας· ἐδόκει μέντοι καὶ ἡ τούτων φύσις εἶναι τέχνη. [6] Ἦσαν καὶ ἀνθῶν πρασιαί, ὧν τὰ μὲν ἔφερεν ἡ γῆ, τὰ δὲ ἐποίει τέχυη· ῥοδωνιὰ καὶ ὑάκινθοι καὶ κρίνα χειρὸς ἔργα· ἰωνιὰς καὶ ναρκίσσους καὶ ἀναγαλλίδας ἔφερεν ἡ γῆ. Σκιά τε ἦν θέρους καὶ ἦρος ἄνθη καὶ μετοπώρου ὀπώρα καὶ κατὰ πᾶσαν ὥραν τρυφή.

 

 

3. Ἐντεῦθεν εὔοπτον μὲν ἦν τὸ πεδίον καὶ ἦν ὁρᾶν τοὺς νέμοντας, εὔοπτος δ̓ ἡ θάλαττα καὶ ἑωρῶντο οἱ παραπλέοντες· ὥστε καὶ ταῦτα μέρος ἐγίνετο τῆς ἐν τῶι παραδείσωι τρυφῆς. Ἵνα τοῦ παραδείσου τὸ μεσαίτατον ἐπὶ μῆκος καὶ εὖρος ἦν, νεὼς Διονύσου καὶ βωμὸς ἦν· περιεῖχε τὸν μὲν βωμὸν κιττός, τὸν νεὼν δὲ κλήματα. [2] Εἶχε δὲ καὶ ἔνδοθεν ὁ νεὼς Διονυσιακὰς γραφάς· Σεμέλην τίκτουσαν, Ἀριάδνην καθεύδουσαν, Λυκοῦργον δεδεμένον, Πενθέα διαιρούμενον· ἐπῆσαν καὶ Ἰνδοὶ νικώμενοι καὶ Τυρρηνοὶ μεταμορφούμενοι· πανταχοῦ Σάτυροι πατοῦντες, πανταχοῦ Βάκχαι χορεύουσαι· οὐδὲ ὁ Πὰν ἠμέλητο· ἐκαθέζετο δὲ καὶ αὐτὸς συρίττων ἐπὶ πέτρας, ὅμοιος ἐνδιδόντι κοινὸν μέλος καὶ τοῖς πατοῦσι καὶ ταῖς χορευούσαις.

4. Τοιοῦτον ὄντα τὸν παράδεισον ὁ Λάμων ἐθεράπευε, τὰ ξηρὰ ἀποτέμνων, τὰ κλήματα ἀναλαμβάνων. Τὸν Διόνυσον ἐστεφάνωσε· τοῖς ἄνθεσιν ὕδωρ ἐπωχέτευσε. Πηγή τις ἦν, ἣν εὗρεν ἐς τὰ ἄνθη Δάφνις· ἐσχόλαζε μὲν τοῖς ἄνθεσιν ἡ πηγή, Δάφνιδος δὲ ὅμως ἐκαλεῖτο πηγή. [2] Παρεκελεύετο δὲ καὶ τῶι Δάφνιδι ὁ Λάμων πιαίνειν τὰς αἶγας ὡς δυνατὸν μάλιστα, πάντως που κἀκείνας λέγων ὄψεσθαι τὸν δεσπότην ἀφικόμενον διὰ μακροῦ. [3] Ὁ δὲ ἐθάρρει μὲν ὡς ἐπαινεθησόμενος ἐπ̓ αὐταῖς· διπλασίονάς τε γὰρ ὧν ἔλαβεν ἐποίησε καὶ λύκος οὐδὲ μίαν ἥρπασε, καὶ ἦσαν πιότεραι τῶν οἰῶν· βουλόμενος δὲ προθυμότερον αὐτὸν γενέσθαι πρὸς τὸν γάμον πᾶσαν θεραπείαν καὶ προθυμίαν προσέφερεν, ἐξάγων τε αὐτὰς πάνυ ἕωθεν καὶ ἀπάγων τὸ δειλινόν. [4] Δὶς ἡγεῖτο ἐπὶ πότον· ἀνεζήτει τὰ εὐνομώτατα τῶν χωρίων· ἐμέλησεν αὐτῶι καὶ σκαφίδων καινῶν καὶ γαυλῶν πολλῶν καὶ ταρσῶν μειζόνων· τοσαύτη δὲ ἦν κηδεμονία, ὥστε καὶ τὰ κέρατα ἤλειφε καὶ τὰς τρίχας ἐθεράπευε. [5] Πανὸς ἄν τις ἱερὰν ἀγέλην ἔδοξεν ὁρᾶν. Ἐκοινώνει δὲ παντὸς εἰς αὐτὰς καμάτου καὶ ἡ Χλόη, καὶ τῆς ποίμνης παραμελοῦσα τὸ πλέον ἐκείναις ἐσχόλαζεν, ὥστε ἐνόμιζεν ὁ Δάφνις δἰ ἐκείνην αὐτὰς φαίνεσθαι καλάς.

 

 

5. Ἐν τούτοις οὖσιν αὐτοῖς δεύτερος ἄγγελος ἐλθὼν ἐξ ἄστεος ἐκέλευεν ἀποτρυγᾶν τὰς ἀμπέλους ὅτι τάχιστα, καὶ αὐτὸς ἔφη παραμενεῖν ἔστ̓ ἂν τοὺς βότρυς ποιήσωσι γλεῦκος, εἶτα οὕτως κατελθὼν εἰς τὴν πόλιν ἄξειν τὸν δεσπότην ἤδη τῆς μετοπωρινῆς τρύγης. [2] Τοῦτόν τε οὖν τὸν Εὔδρομον ῾οὕτω γὰρ ἐκαλεῖτο, ὅτι ἦν αὐτῶι ἔργον τρέχειν̓ ἐδεξιοῦντο πᾶσαν δεξίωσιν καὶ ἅμα τὰς ἀμπέλους ἀπετρύγων, τοὺς βότρυς ἐς τὰς ληνοὺς κομίζοντες, τὸ γλεῦκος εἰς τοὺς πίθους φέροντες, τῶν βοτρύων τοὺς ἡβῶντας ἐπὶ κλημάτων ἀφαιροῦντες, ὡς εἴη καὶ τοῖς ἐκ τῆς πόλεως ἐλθοῦσιν ἐν εἰκόνι καὶ ἡδονῆι γενέσθαι τρυγητοῦ.

6. Μέλλοντος δὲ ἤδη σοβεῖν ἐς ἄστυ τοῦ Εὐδρόμου καὶ ἄλλα μὲν οὐκ ὀλίγα αὐτῶι Δάφνις ἔδωκεν, ἔδωκε δὲ καὶ ὅσα ἀπ̓ αἰπολίου δῶρα, τυροὺς εὐπαγεῖς, ἔριφον ὀψίγονον, δέρμα αἰγὸς λευκὸν καὶ λάσιον, ὡς ἔχοι χειμῶνος ἐπιβάλλεσθαι τρέχων. [2] Ὁ δὲ ἥδετο καὶ ἐφίλει τὸν Δάφνιν καὶ ἀγαθόν τι ἐρεῖν περὶ αὐτοῦ πρὸς τὸν δεσπότην ἐπηγγέλλετο. Καὶ ὁ μὲν ἀπήιει φίλα φρονῶν, ὁ δὲ Δάφνις ἀγωνιῶν τῆι Χλόηι συνένεμεν. Εἶχε δὲ κἀκείνην πολὺ δέος· μειράκιον γὰρ εἰωθὸς αἶγας βλέπειν καὶ οἶς καὶ γεωργοὺς καὶ Χλόην πρῶτον ἔμελλεν ὄψεσθαι δεσπότην, οὗ πρότερον μόνον ἤκουε τοὔνομα. [3] Ὑπέρ τε οὖν τοῦ Δάφνιδος ἐφρόντιζεν, ὅπως ἐντεύξεται τῶι δεσπότηι καὶ περὶ τοῦ γάμου τὴν ψυχὴν ἐταράττετο, μὴ μάτην ὀνειροπολοῦσιν αὐτόν. Συνεχῆ μὲν οὖν τὰ φιλήματα καὶ ὥσπερ συμπεφυκότων αἱ περιβολαί· καὶ τὰ φιλήματα δειλὰ ἦν καὶ αἱ περιβολαὶ σκυθρωπαί, καθάπερ ἤδη παρόντα τὸν δεσπότην φοβουμένων ἢ λανθανόντων. Προσγίνεται δέ τις αὐτοῖς καὶ τοιόσδε τάραχος.

7. Λάμπις τις ἦν ἀγέρωχος βουκόλος. Οὗτος καὶ αὐτὸς ἐμνᾶτο τὴν Χλόην παρὰ τοῦ Δρύαντος καὶ δῶρα ἤδη πολλὰ ἐδεδώκει σπεύδων τὸν γάμον. [2] Αἰσθόμενος οὖν ὡς, εἰ συγχωρηθείη παρὰ τοῦ δεσπότου, Δάφνις αὐτὴν ἄξεται, τέχνην ἐζήτει, δἰ ἧς τὸν δεσπότην αὐτοῖς ποιήσει πικρόν· καὶ εἰδὼς πάνυ αὐτὸν τῶι παραδείσωι τερπόμενον, ἔγνω τοῦτον ὅσον οἷός τέ ἐστι διαφθεῖραι καὶ ἀποκοσμῆσαι. [3] Δένδρα μὲν οὖν τέμνων ἔμελλεν ἁλώσεσθαι διὰ τὸν κτύπον· ἐπεῖχε δὲ τοῖς ἄνθεσιν, ὥστε διαφθεῖραι αὐτά. Νύκτα δὴ φυλάξας καὶ ὑπερβὰς τὴν αἱμασιὰν τὰ μὲν ἀνώρυξε, τὰ δὲ κατέκλασε, [4] τὰ δὲ κατεπάτησεν ὥσπερ σῦς. Καὶ ὁ μὲν λαθὼν ἀπεληλύθει· Λάμων δὲ τῆς ἐπιούσης παρελθὼν εἰς τὸν κῆπον ἔμελλεν ὕδωρ αὐτοῖς ἐκ τῆς πηγῆς ἐπάξειν. [5] Ἰδὼν δὲ πᾶν τὸ χωρίον δεδηιωμένον καὶ ἔργον οἷον ἄν ἐχθρός, οὐ ληιστὴς ἐργάσαιτο, κατερρήξατο μὲν εὐθὺς τὸν χιτωνίσκον, βοῆι δὲ μεγάληι θεοὺς ἀνεκάλει, ὥστε καὶ ἡ Μυρτάλη τὰ ἐν χερσὶ καταλιποῦσα ἐξέδραμε καὶ ὁ Δάφνις ἐάσας τὰς αἶγας ἀνέδραμε· καὶ ἰδόντες ἐβόων καὶ βοῶντες ἐδάκρυον.

8. Ἀλλ̓ οἱ μὲν πτοούμενοι τὸν δεσπότην ἔκλαον· ἔκλαυσε δ̓ ἄν τις καὶ ξένος ἐπιστάς· ἀπεκεκόσμητο γὰρ ὁ τόπος καὶ ἦν λοιπὸν γῆ πηλώδης. Τῶν δὲ εἴ τι διέφυγε τὴν ὕβριν, ὑπήνθει καὶ ἔλαμπε καὶ ἦν ἔτι καλὸν καὶ κείμενον. [2] Ἐπέκειντο δὲ αὐτοῖς καὶ μέλιτται συνεχὲς καὶ ἄπαυστον βομβοῦσαι καὶ θρηνούσαις ὅμοιον. Ὁ μὲν οὖν Λάμων ὑπ̓ ἐκπλήξεως κἀκεῖνα ἔλεγε «Φεῦ τῆς ῥοδωνιᾶς, ὡς κατακέκλασται· [3] φεῦ τῆς ἰωνιᾶς, ὡς πεπάτηται· φεῦ τῶν ὑακίνθων καὶ τῶν ναρκίσσων, οὓς ἀνώρυξέ τις πονηρὸς ἄνθρωπος. Ἀφίξεται τὸ ἦρ, τὰ δὲ οὐκ ἀνθήσει· ἔσται τὸ θέρος, τὰ δὲ οὐκ ἀκμάσει· τὸ μετόπωρον, τὰ δὲ οὐδένα στεφανώσει. [4] Οὐδὲ σύ, δέσποτα Διόνυσε, τὰ ἄθλια ταῦτα ἠλέησας ἄνθη, οἷς παρώικεις, ἃ ἔβλεπες, ἀφ̓ ὧν ἐστεφάνωσά σε πολλάκις; Πῶς δείξω νῦν τὸν παράδεισον τῶι δεσπότηι; Τίς ἐκεῖνος θεασάμενος ἔσται; Κρεμᾶι γέροντα ἄνθρωπον ἐκ μιᾶς πίτυος ὡς Μαρσύαν· τάχα δὲ καὶ Δάφνιν, ὡς τῶν αἰγῶν ταῦτα εἰργασμένων.»

9. Δάκρυα ἦν ἐπὶ τούτοις θερμότερα, καὶ ἐθρήνουν τὰ ἄνθη λοιπόν, ἀλλὰ τὰς αὑτῶν συμφοράς. Ἐθρήνει καὶ Χλόη Δάφνιν εἰ κρεμήσεται καὶ εὔχετο μηκέτι ἐλθεῖν τὸν δεσπότην αὐτῶν καὶ ἡμέρας διήντλει μοχθηράς, ὡς ἤδη Δάφνιν βλέπουσα μαστιγούμενον. [2] Καὶ δὴ νυκτὸς ἀρχομένης ὁ Εὔδρομος αὐτοῖς ἀπήγγελλεν ὅτι ὁ μὲν πρεσβύτερος δεσπότης μεθ̓ ἡμέρας ἀφίξεται τρεῖς, ὁ δὲ παῖς αὐτοῦ τῆς ἐπιούσης πρόσεισι. [3] Σκέψις οὖν ἦ περὶ τῶν συμβεβηκότων καὶ κοινωνὸν εἰς τὴν γνώμην τὸν Εὔδρομον παρελάμβανον· ὁ δὲ εὔνους ὢν τῶι Δάφνιδι παρήινει τὸ συμβὰν ὁμολογῆσαι πρότερον τῶι νέωι δεσπότηι καὶ αὐτὸς συμπράξειν ἐπηγγέλλετο, τιμώμενος ὡς ὁμογάλακτος· καὶ ἡμέρας γενομένης οὕτως ἐποίησαν.

 

 

10. Ἧκε μὲν ὁ Ἀστύλος ἐπὶ ἵππου καὶ παράσιτος αὐτοῦ, καὶ οὗτος ἐπὶ ἵππου· ὁ μὲν ἀρτιγένειος, ὁ δὲ Γνάθων ῾τουτὶ γὰρ ἐκαλεῖτὀ τὸν πώγωνα ξυρώμενος πάλαι· ὁ δὲ Λάμων ἅμα τῆι Μυρτάληι καὶ τῶι Δάφνιδι πρὸ τῶν ποδῶν αὐτοῦ καταπεσὼν ἱκέτευεν οἰκτεῖραι γέροντα ἀτυχῆ καὶ πατρώιας ὀργῆς ἐξαρπάσαι τὸν οὐδὲν ἀδικήσαντα, ἅμα τε αὐτῶι καταλέγει πάντα. [2] Οἰκτείρει τὴν ἱκεσίαν ὁ Ἀστύλος καὶ ἐπὶ τὸν παράδεισον ἐλθὼν καὶ τὴν ἀπώλειαν τῶν ἀνθέων ἰδὼν αὐτὸς ἔφη παραιτήσεσθαι τὸν πατέρα καὶ κατηγορήσειν τῶν ἵππων, ὡς ἐκεῖ δεθέντες ἐξύβρισαν καὶ τὰ μὲν κατέκλασαν, τὰ δὲ κατεπάτησαν, τὰ δὲ ἀνώρυξαν λυθέντες. [3] Ἐπὶ τούτοις εὔχοντο μὲν αὐτῶι πάντα τὰ ἀγαθὰ Λάμων καὶ Μυρτάλη· Δάφνις δὲ δῶρα προσεκόμισεν ἐρίφους, τυρούς, ὄρνιθας καὶ τὰ ἔκγονα αὐτῶν, βότρυς ἐπὶ κλημάτων, μῆλα ἐπὶ κλάδων. Ἦν ἐν τοῖς δώροις καὶ ἀνθοσμίας οἶνος Λέσβιος, ποθῆναι κάλλιστος οἶνος.

11. Ὁ μὲν δὴ Ἀστύλος ἐπήινει ταῦτα καὶ περὶ θήραν εἶχε λαγῶν, οἷα πλούσιος νεανίσκος καὶ τρυφῶν ἀεὶ καὶ ἀφιγμένος εἰς τὸν ἀγρὸν εἰς ἀπόλαυσιν ξένης ἡδονῆς. [2] Ὁ δὲ Γνάθων, οἷα μαθὼν ἐσθίειν ἄνθρωπος καὶ πίνειν εἰς μέθην καὶ λαγνεύειν μετὰ τὴν μέθην καὶ οὐδὲν ἄλλο ὢν ἢ γνάθος καὶ γαστὴρ καὶ τὰ ὑπὸ γαστέρα, οὐ παρέργως εἶδε τὸν Δάφνιν τὰ δῶρα κομίσαντα, ἀλλὰ καὶ φύσει παιδεραστὴς ὢν καὶ κάλλος οἷον οὐδὲ ἐπὶ τῆς πόλεως εὑρών, ἐπιθέσθαι ἔγνω τῶι Δάφνιδι καὶ πείσειν ὤιετο ῥαιδίως ὡς αἰπόλον. [3] Γνοὺς δὲ ταῦτα θήρας μὲν οὐκ ἐκοινώνει τῶι Ἀστύλωι, κατιὼν δὲ ἵνα ἔνεμεν ὁ Δάφνις, λόγωι μὲν τῶν αἰγῶν, τὸ δὲ ἀληθὲς Δάφνιδος ἐγίνετο θεατής· μαλθάξων δὲ αὐτὸν τάς τε αἶγας ἐπήινει καὶ συρίσαι τὸ αἰπολικὸν ἠξίωσε καὶ ἔφη ταχέως ἐλεύθερον θήσειν τὸ πᾶν δυνάμενος.

12. Ὡς δὲ εἶχε χειροήθη, νύκτωρ λοχήσας ἐκ τῆς νομῆς ἐλαύνοντα τὰς αἶγας πρῶτον μὲν ἐφίλησε προσδραμών, εἶτα ὄπισθεν παρασχεῖν τοιοῦτον οἷον αἱ αἶγες τοῖς τράγοις. [2] Τοῦ δὲ βραδέως νοήσαντος καὶ λέγοντος, ὡς αἶγας μὲν βαίνειν τράγους καλόν, τράγον δὲ οὐπώποτε εἶδέ τις βαίνοντα τράγον οὐδὲ κριὸν ἀντὶ τῶν οἰῶν κριὸν οὐδὲ ἀλεκτρυόνας ἀντὶ τῶν ἀλεκτορίδων ἀλεκτρυόνας, οἷος ἦν ὁ Γνάθων βιάζεσθαι τὰς χεῖρας προσφέρων· [3] ὁ δὲ μεθύοντα ἄνθρωπον καὶ ἑστῶτα μόλις παρωσάμενος ἔσφηλεν εἰς τὴν γῆν καὶ ὥσπερ σκύλαξ ἀποδραμὼν κείμενον κατέλιπεν ἀνδρός, οὐ παιδὸς πρὸς χειραγωγίαν δεόμενον· καὶ οὐκέτι προσίετο ὅλως, ἀλλ̓ ἄλλοτε ἄλληι τὰς αἶγας ἔνεμεν, ἐκεῖνον μὲν φεύγων, Χλόην δὲ τηρῶν. [4] Οὐδὲ ὁ Γνάθων ἔτι περιειργάζετο, καταμαθὼν ὡς οὐ μόνον καλός, ἀλλὰ καὶ ἰσχυρός ἐστιν· ἐπετήρει δὲ καιρὸν διαλεχθῆναι περὶ αὐτοῦ τῶι Ἀστύλωι καὶ ἤλπιζε δῶρον αὐτὸν ἕξειν παρὰ τοῦ νεανίσκου πολλὰ καὶ μεγάλα χαρίζεσθαι θέλοντος.

13. Τότε μὲν οὖν οὐκ ἠδυνήθη, προσήιει γὰρ ὁ Διονυσοφάνης ἅμα τῆι Κλεαρίστηι, καὶ ἦν θόρυβος πολὺς κτηνῶν, οἰκετῶν, ἀνδρῶν, γυναικῶν· μετὰ δὲ τοῦτο συνέταττε λόγον καὶ ἐρωτικὸν καὶ μακρόν. [2] Ἦν δὲ ὁ Διονυσοφάνης μεσαιπόλιος μὲν ἤδη, μέγας δὲ καὶ καλὸς καὶ μειρακίοις ἁμιλλᾶσθαι δυνάμενος· ἀλλὰ καὶ πλούσιος ἐν ὀλίγοις καὶ χρηστὸς ὡς οὐδεὶς ἕτερος. [3] Οὗτος ἐλθὼν τῆι πρώτηι μὲν ἡμέραι θεοῖς ἔθυσεν, ὅσοι προεστᾶσιν ἀγροικίας, Δήμητρι καὶ Διονύσωι καὶ Πανὶ καὶ Νύμφαις, καὶ κοινὸν πᾶσι τοῖς παροῦσιν ἔστησε κρατῆρα· ταῖς δὲ ἄλλαις ἡμέραις ἐπεσκόπει τὰ τοῦ Λάμωνος ἔργα. [4] Καὶ ὁρῶν τὰ μὲν πεδία ἐν αὔλακι, τὰς δὲ ἀμπέλους ἐν κλήματι, τὸν δὲ παράδεισον ἐν κάλλει ῾περὶ γὰρ τῶν ἀνθέων Ἀστύλος τὴν αἰτίαν ἀνελάμβανεν̓ ἥδετο περιττῶς καὶ τὸν Λάμωνα ἐπήινει καὶ ἐλεύθερον θήσειν ἐπηγγέλλετο. [5] Κατῆλθε μετὰ ταῦτα καὶ εἰς τὸ αἰπόλιον τάς τε αἶγας ὀψόμενος καὶ τὸν νέμοντα.

14. Χλόη μὲν οὖν εἰς τὴν ὕλην ἔφυγεν, ὄχλον τοσοῦτον αἰδεσθεῖσα καὶ φοβηθεῖσα· ὁ δὲ Δάφνις εἱστήκει δέρμα λάσιον αἰγὸς ἐζωσμένος, πήραν νεορραφῆ κατὰ τῶν ὤμων ἐξηρτημένος, κρατῶν ταῖς χερσὶν ἀμφοτέραις τῆι μὲν ἀρτιπαγεῖς τυρούς, τῆι δὲ ἐρίφους γαλαθηνούς. [2] Εἴ ποτε Ἀπόλλων Λαομέδοντι θητεύων ἐβουκόλησε, τοιόσδε ἦν, οἷος τότε ὤφθη Δάφνις. Αὐτὸς μὲν οὖν εἶπεν οὐδέν, ἀλλὰ ἐρυθήματος πλησθεὶς ἔνευσε κάτω, προτείνας τὰ δῶρα· ὁ δὲ Λάμων «οὗτος» [3] εἶπε «σοί, δέσποτα, τῶν αἰγῶν αἰπόλος. Σὺ μὲν ἐμοὶ πεντήκοντα νέμειν δέδωκας καὶ δύο τράγους, οὗτος δέ σοι πεποίηκεν ἑκατὸν καὶ δέκα τράγους. Ὁρᾶις ὡς λιπαραὶ καὶ τὰς τρίχας λάσιαι καὶ τὰ κέρατα ἄθραυστοι. Πεποίηκε δὲ αὐτὰς καὶ μουσικάς· σύριγγος γοῦν ἀκούουσαι ποιοῦσι πάντα.»

 

 

15. Παροῦσα δὲ τοῖς λεγομένοις ἡ Κλεαρίστη πεῖραν ἐπεθύμησε τοῦ λεχθέντος λαβεῖν καὶ κελεύει τὸν Δάφνιν ταῖς αἰξὶν οἷον εἴωθε συρίσαι καὶ ἐπαγγέλλεται συρίσαντι χαριεῖσθαι χιτῶνα καὶ χλαῖναν καὶ ὑποδήματα. [2] Ὁ δὲ καθίσας αὐτοὺς ὥσπερ θέατρον, στὰς ὑπὸ τῆι φηγῶι κἀκ τῆς πήρας τὴν σύριγγα προκομίσας πρῶτα μὲν ὀλίγον ἐνέπνευσε· καὶ αἱ αἶγες ἔστησαν τὰς κεφαλὰς ἀράμεναι· εἶτα ἐνέπνευσε τὸ νόμιον, καὶ αἱ αἶγες ἐνέμοντο νεύσασαι κάτω· αὖθις λιγυρὸν ἐνέδωκε, [3] καὶ ἀθρόαι κατεκλίνησαν· ἐσύρισέ τι καὶ ὀξὺ μέλος, αἱ δὲ ὥσπερ λύκου προσιόντος εἰς τὴν ὕλην κατέφυγον· μετ̓ ὀλίγον ἀνακλητικὸν ἐφθέγξατο, καὶ ἐξελθοῦσαι τῆς ὕλης πλησίον αὐτοῦ τῶν ποδῶν συνέδραμον. [4] Οὐδὲ ἀνθρώπους οἰκέτας εἶδεν ἄν τις οὕτω πειθομένους προστάγματι δεσπότου. Οἵ τε οὖν ἄλλοι πάντες ἐθαύμαζον καὶ πρὸ πάντων ἡ Κλεαρίστη καὶ τὰ δῶρα ἀποδώσειν ὤμοσε καλῶι τε ὄντι αἰπόλωι καὶ μουσικῶι· καὶ ἀνελθόντες εἰς τὴν ἔπαυλιν ἀμφὶ ἄριστον εἶχον καὶ τῶι Δάφνιδι ἀφ̓ ὧν ἤσθιον ἔπεμψαν.

16. Ὁ δὲ μετὰ τῆς Χλόης ἤσθιε καὶ ἥδετο γευόμενος ἀστικῆς ὀψαρτυσίας καὶ εὔελπις ἦν τεύξεσθαι τοῦ γάμου, πείσας τοὺς δεσπότας. Ὁ δὲ Γνάθων προσεκκαυθεὶς τοῖς κατὰ τὸ αἰπόλιον γεγενημένοις καὶ ἀβίωτον νομίζων τὸν βίον, εἰ μὴ τεύξεται Δάφνιδος, περιπατοῦντα τὸν Ἀστύλον ἐν τῶι παραδείσωι φυλάξας καὶ ἀναγαγὼν εἰς τὸν τοῦ Διονύσου νεὼν πόδας καὶ χεῖρας κατεφίλει. [2] Τοῦ δὲ πυνθανομένου τίνος ἕνεκα ταῦτα δρᾶι, καὶ λέγειν κελεύοντος καὶ ὑπουργήσειν ὀμνύοντος, «οἴχεταί σοι Γνάθων» ἔφη «δέσποτα. Ὁ μέχρι νῦν μόνης τραπέζης τῆς σῆς ἐρῶν, ὁ πρότερον ὀμνὺς ὅτι μηδέν ἐστιν ὡραιότερον οἴνου γέροντος, ὁ κρείττους τῶν ἐφήβων τῶν ἐν Μυτιλήνηι τοὺς σοὺς ὀψαρτυτὰς λέγων, μόνον λοιπὸν καλὸν εἶναι Δάφνιν νομίζω. [3] Καὶ τροφῆς μὲν τῆς πολυτελοῦς οὐ γεύομαι, καίτοι τοσούτων παρασκευαζομένων ἑκάστης ἡμέρας κρεῶν, ἰχθύων, μελιτωμάτων, ἡδέως δ̓ ἂν αἲξ γενόμενος πόαν ἐσθίοιμι καὶ φύλλα, τῆς Δάφνιδος ἀκούων σύριγγος καὶ ὑπ̓ ἐκείνου νεμόμενος. Σὺ δὲ σῶσον Γνάθωνα τὸν σὸν καὶ τὸν ἀήττητον ἔρωτα νίκησον. [4] Εἰ δὲ μή, σὲ ἐπόμνυμι, τὸν ἐμὸν θεόν, ξιφίδιον λαβὼν καὶ ἐμπλήσας τὴν γαστέρα τροφῆς ἐμαυτὸν ἀποκτενῶ πρὸ τῶν Δάφνιδος θυρῶν· σὺ δὲ οὐκέτι καλέσεις Γναθωνάριον, ὥσπερ εἰώθεις παίζων ἀεί.»

17. Οὐκ ἀντέσχε κλάοντι καὶ αὖθις τοὺς πόδας καταφιλοῦντι νεανίσκος μεγαλόφρων καὶ οὐκ ἄπειρος ἐρωτικῆς λύπης, ἀλλ̓ αἰτήσειν αὐτὸν παρὰ τοῦ πατρὸς ἐπηγγείλατο καὶ κομιεῖν εἰς τὴν πόλιν αὑτῶι μὲν δοῦλον, ἐκείνωι δὲ ἐρώμενον. [2] Εἰς εὐθυμίαν δὲ καὶ αὐτὸν ἐκεῖνον θέλων προαγαγεῖν ἐπυνθάνετο μειδιῶν εἰ οὐκ αἰσχύνεται Λάμωνος υἱὸν φιλῶν, ἀλλὰ καὶ σπουδάζει συγκατακλινῆναι νέμοντι αἶγας μειρακίωι· καὶ ἅμα ὑπεκρίνετο τὴν τραγικὴν δυσωδίαν μυσάττεσθαι. [3] Ὁ δέ, οἷα πᾶσαν ἐρωτικὴν μυθολογίαν ἐν τοῖς τῶν ἀσώτων συμποσίοις πεπαιδευμένος, οὐκ ἀπὸ σκοποῦ καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τοῦ Δάφνιδος ἔλεγεν «οὐδεὶς ταῦτα, δέσποτα, ἐραστὴς πολυπραγμονεῖ· ἀλλ̓ ἐν οἵωι ποτε ἂν σώματι εὕρηι τὸ κάλλος, [4] ἑάλωκε. Διὰ τοῦτο καὶ φυτοῦ τις ἠράσθη καὶ ποταμοῦ καὶ θηρίου. Καίτοι τίς οὐκ ἂν ἐραστὴν ἠλέησεν, ὃν ἔδει φοβεῖσθαι τὸν ἐρώμενον; Ἐγὼ δὲ σώματος μὲν ἐρῶ δούλου, κάλλους δὲ ἐλευθέρου. [5] Ὁρᾶις ὡς ὑακίνθωι μὲν τὴν κόμην ὁμοίαν ἔχει, λάμπουσι δὲ ὑπὸ ταῖς ὀφρύσιν οἱ ὀφθαλμοὶ καθάπερ ἐν χρυσῆι σφενδόνηι ψηφίς; Καὶ τὸ μὲν πρόσωπον ἐρυθήματος μεστόν, τὸ δὲ στόμα λευκῶν ὀδόντων ὥσπερ ἐλέφαντος. [6] Τίς ἐκεῖθεν οὐκ ἂν εὔξαιτο λαβεῖν ἐραστὴς γλυκέα φιλήματα; Εἰ δὲ νέμοντος ἠράσθην, θεοὺς ἐμιμησάμην. Βουκόλος ἦν Ἀγχίσης, καὶ ἔσχεν αὐτὸν Ἀφροδίτη· αἶγας ἔνεμε Βράγχος, καὶ Ἀπόλλων αὐτὸν ἐφίλησε· ποιμὴν ἦν Γανυμήδης, καὶ αὐτὸν ὁ Ζεὺς ἥρπασε. [7] Μὴ καταφρονῶμεν παιδός, ὧι καὶ αἶγας ὡς ἐρώσας πειθομένας εἴδομεν· ἀλλὰ ὅτι μένειν ἐπὶ γῆς ἐπιτρέπουσι τοιοῦτον κάλλος χάριν ἔχωμεν τοῖς Διὸς ἀετοῖς.»

18. Ἡδὺ γελάσας ὁ Ἀστύλος ἐπὶ τούτωι μάλιστα τῶι λεχθέντι καὶ ὡς μεγάλους ὁ Ἔρως ποιεῖ σοφιστὰς εἰπὼν ἐπετήρει καιρόν, ἐν ὧι τῶι πατρὶ περὶ Δάφνιδος διαλέξεται. Ἀκούσας δὲ τὰ λεχθέντα κρύφα πάντα ὁ Εὔδρομος καὶ τὰ μὲν τὸν Δάφνιν φιλῶν ὡς ἀγαθὸν νεανίσκον, τὰ δὲ ἀχθόμενος εἰ Γνάθωνος ἐμπαροίνημα γενήσεται τοιοῦτον κάλλος, αὐτίκα καταλέγει πάντα κἀκείνωι καὶ Λάμωνι. [2] Ὁ μὲν οὖν Δάφνις ἐκ. πλαγεὶς ἐγίνωσκεν ἅμα τῆι Χλόηι τολμῆσαι φυγεῖν ἢ ἀποθανεῖν, κοινωνὸν κἀκείνην λαβών· ὁ δὲ Λάμων προκαλεσάμενος ἔξω τῆς αὐλῆς τὴν Μυρτάλην «οἰχόμεθα» εἶπεν «ὦ γύναι. Ἥκει καιρὸς ἐκκαλύπτειν τὰ κρυπτά. [3] Ἔρρει μοι καὶ αἱ αἶγες καὶ τὰ λοιπὰ πάντα· ἀλλ̓ οὐ μὰ τὸν Πᾶνα καὶ τὰς Νύμφας, οὐδ̓ εἰ μέλλω βοῦς, φασίν, ἐν αὐλίωι καταλείπεσθαι, τὴν Δάφνιδος τύχην ἥτις ἐστὶν οὐ σιωπήσομαι, ἀλλὰ καὶ ὅτι εὗρον ἐκκείμενον ἐρῶ καὶ ὅπως τρεφόμενον μηνύσω καὶ ὅσα εὗρον συνεκκείμενα δείξω. Μαθέτω Γνάθων ὁ μιαρὸς οἷος ὢν οἵων ἐρᾶι. Παρασκεύαζέ μοι μόνον εὐτρεπῆ τὰ γνωρίσματα.»

19. Καὶ οἱ μὲν ταῦτα συνθέμενοι ἀπῆλθον εἴσω πάλιν· ὁ δὲ Ἀστύλος σχολὴν ἄγοντι τῶι πατρὶ προσρυεὶς αἰτεῖ τὸν Δάφνιν εἰς τὴν πόλιν καταγαγεῖν ὡς καλόν τε ὄντα καὶ ἀγροικίας κρείττονα καὶ ταχέως ὑπὸ Γνάθωνος καὶ τὰ ἀστικὰ διδαχθῆναι δυνάμενον. [2] Χαίρων ὁ πατὴρ δίδωσι καὶ μεταπεμψάμενος τὸν Λάμωνα καὶ τὴν Μυρτάλην εὐηγγελίζετο μὲν αὐτοῖς ὅτι Ἀστύλον θεραπεύσει λοιπὸν ἀντὶ αἰγῶν καὶ τράγων Δάφνις, ἐπηγγέλλετο δὲ δύο ἀντ̓ ἐκείνου δώσειν αὐτοῖς αἰπόλους. [3] Ἐνταῦθα ὁ Λάμων, πάντων ἤδη συνερρυηκότων καὶ ὅτι καλὸν ὁμόδουλον ἕξουσιν ἡδομένων, αἰτήσας λόγον ἤρξατο λέγειν «ἄκουσον, ὦ δέσποτα, παῤ ἀνδρὸς γέροντος ἀληθῆ λόγον· ἐπόμνυμι δὲ τὸν Πᾶνα καὶ τὰς Νύμφας ὡς οὐδὲν ψεύσομαι. [4] Οὐκ εἰμὶ Δάφνιδος πατήρ, οὐδ̓ εὐτύχησέ ποτε Μυρτάλη μήτηρ γενέσθαι. Ἄλλοι πατέρες ἐξέθηκαν τοῦτο τὸ παιδίον, ἴσως παιδίων πρεσβυτέρων ἅλις ἔχοντες· ἐγὼ δὲ εὗρον ἐκκείμενον καὶ ὑπὸ αἰγὸς ἐμῆς τρεφόμενον, ἣν καὶ ἀποθανοῦσαν ἔθαψα ἐν τῶι περικήπωι φιλῶν ὅτι ἐποίησε μητρὸς ἔργα. [5] Εὗρον αὐτῶι καὶ γνωρίσματα συνεκκείμενα ὁμόλογα, ὦ δέσποτα, καὶ φυλάττω· τύχης γάρ ἐστι μείζονος ἢ καθ̓ ἡμᾶς σύμβολα. Ἀστύλου μὲν οὖν εἶναι δοῦλον αὐτὸν οὐχ ὑπερηφανῶ, καλὸν οἰκέτην καλοῦ κἀγαθοῦ δεσπότου· παροίνημα δὲ Γνάθωνος οὐ δύναμαι περιιδεῖν γενόμενον, ὃς ἐς Μυτιλήνην αὐτὸν ἄγειν ἐπὶ γυναικῶν ἔργα σπουδάζει.»

 

 

20. Ὁ μὲν Λάμων ταῦτα εἰπὼν ἐσιώπησε καὶ πολλὰ ἀφῆκε δάκρυα· τοῦ δὲ Γνάθωνος θρασυνομένου καὶ πληγὰς ἀπειλοῦντος, ὁ Διονυσοφάνης τοῖς εἰρημένοις ἐκπλαγεὶς τὸν μὲν Γνάθωνα σιωπᾶν ἐκέλευσε, σφόδρα τὴν ὀφρὺν εἰς αὐτὸν τοξοποιήσας, τὸν δὲ Λάμωνα πάλιν ἀνέκρινε καὶ παρεκελεύετο τἀληθῆ λέγειν μηδὲ ὅμοια πλάττειν μύθοις ἐπὶ τῶι κατέχειν τὸν υἱόν. [2] Ὡς δ̓ ἀτενὴς ἦν καὶ κατὰ πάντων ὤμνυε θεῶν καὶ ἐδίδου βασανίζειν αὑτόν, εἴ τι ψεύδεται, παρακαθημένης τῆς Κλεαρίστης ἐβασάνιζε τὰ λελεγμένα. «Τί δ̓ ἂν ἐψεύδετο Λάμων, μέλλων ἀνθ̓ ἑνὸς δύο λαμβάνειν αἰπόλους; Πῶς δ̓ ἂν καὶ ταῦτ̓ ἔπλασσεν ἄγροικος; Οὐ γὰρ εὐθὺς ἦν ἄπιστον ἐκ τοιούτου γέροντος καὶ μητρὸς εὐτελοῦς υἱὸν καλὸν οὕτω γενέσθαι;»

21. Ἐδόκει μὴ μαντεύεσθαι ἐπὶ πλέον, ἀλλὰ ἤδη τὰ γνωρίσματα σκοπεῖν εἰ λαμπρᾶς καὶ ἐνδοξοτέρας τύχης. Ἀπήιει μὲν Μυρτάλη κομιοῦσα πάντα φυλαττόμενα ἐν πήραι παλαιᾶι· [2] κομισθέντα δὲ πρῶτος Διονυσοφάνης ἐπέβλεπε καὶ ἰδὼν χλαμύδιον ἁλουργές, πόρπην χρυσήλατον, ξιφίδιον ἐλεφαντόκωπον, μέγα βοήσας «ὦ Ζεῦ δέσποτα» καλεῖ τὴν γυναῖκα θεασομένην. [3] Ἡ δὲ ἰδοῦσα μέγα καὶ αὐτὴ βοᾶι «φίλαι Μοῖραι· οὐ ταῦτα ἡμεῖς συνεξεθήκαμεν ἰδίωι παιδί; Οὐκ εἰς τούτους τοὺς ἀγροὺς κομιοῦσαν Σωφροσύνην ἀπεστείλαμεν; Οὐκ ἄλλα μὲν οὖν, ἀλλ̓ αὐτὰ ταῦτα. Φίλε ἄνερ, ἡμέτερόν ἐστὶ τὸ παιδίον· σὸς υἱός ἐστι Δάφνις, καὶ πατρώιας ἔνεμεν αἶγας.»

22. Ἔτι λεγούσης αὐτῆς καὶ τοῦ Διονυσοφάνους τὰ γνωρίσματα φιλοῦντος καὶ ὑπὸ περιττῆς ἡδονῆς δακρύοντος ὁ Ἀστύλος συνεὶς ὡς ἀδελφός ἐστι, ῥίψας θοιμάτιον ἔθει κατὰ τοῦ παραδείσου, πρῶτος τὸν Δάφνιν φιλῆσαι θέλων. [2] Ἰδὼν δὲ αὐτὸν ὁ Δάφνις θέοντα μετὰ πολλῶν καὶ βοῶντα «Δάφνι,» νομίσας ὅτι συλλαβεῖν αὐτὸν βουλόμενος τρέχει, ῥίψας τὴν πήραν καὶ τὴν σύριγγα πρὸς τὴν θάλατταν ἐφέρετο ῥίψων ἑαυτὸν ἀπὸ τῆς μεγάλης πέτρας. [3] Καὶ ἴσως ἄν, τὸ καινότατον, εὑρεθεὶς ἀπωλώλει Δάφνις, εἰ μὴ συνεὶς ὁ Ἀστύλος ἐβόα πάλιν «στῆθι, Δάφνι, μηδὲν φοβηθῆις· ἀδελφός εἰμί σου, καὶ γονεῖς οἱ μέχρι νῦν δεσπόται. [4] Νῦν ἡμῖν Λάμων τὴν αἶγα εἶπε καὶ τὰ γνωρίσματα ἔδειξεν· ὅρα δὲ ἐπιστραφεὶς πῶς ἐπίασι φαιδροὶ καὶ γελῶντες. Ἀλλ̓ ἐμὲ πρῶτον φίλησον· ὄμνυμι δὲ τὰς Νύμφας ὡς οὐ ψεύδομαι.»

23. Μόλις μετὰ τὸν ὅρκον ἔστη καὶ τὸν Ἀστύλον τρέχοντα περιέμεινε καὶ προσελθόντα κατεφίλησεν. Ἐν ὧι δὲ ἐκεῖνον ἐφίλει, πλῆθος τὸ λοιπὸν ἐπιρρεῖ θεραπόντων, θεραπαινῶν, αὐτὸς ὁ πατήρ, ἡ μήτηρ μετ̓ αὐτοῦ. Οὗτοι πάντες περιέβαλλον, κατεφίλουν, χαίροντες κλάοντες. [2] Ὁ δὲ τὸν πατέρα καὶ τὴν μητέρα πρὸ τῶν ἄλλων ἐφιλοφρονεῖτο, καὶ ὡς πάλαι εἰδὼς προσεστερνίζετο καὶ ἐξελθεῖν τῶν περιβολῶν οὐκ ἤθελεν· οὕτω φύσις ταχέως πιστοῦται. Ἐξελάθετο καὶ Χλόης πρὸς ὀλίγον· καὶ ἐλθὼν εἰς τὴν ἔπαυλιν ἐσθῆτά εἰς τὴν ἔπαυλιν ἐσθῆτά τε ἔλαβε πολυτελῆ καὶ παρὰ τὸν πατέρα τὸν ἴδιον καθεσθεὶς ἤκουεν αὐτοῦ λέγοντος οὕτως·

24. «Ἔγημα, ὦ παῖδες, κομιδῆι νέος. Καὶ χρόνου διελθόντος ὀλίγου πατήρ, ὡς ὤιμην, εὐτυχὴς ἐγεγόνειν· ἐγένετο γάρ μοι πρῶτος υἱὸς καὶ δευτέρα θυγάτηρ καὶ τρίτος Ἄστυλος. Ὤιμην ἱκανὸν εἶναι τὸ γένος, καὶ γενόμενον ἐπὶ πᾶσι τοῦτο τὸ παιδίον ἐξέθηκα, οὐ γνωρίσματα ταῦτα συνεκθείς, ἀλλ᾽ ἐντάφια. [2] Τὰ δὲ τῆς Τύχης ἄλλα βουλεύματα. Ὁ μὲν γὰρ πρεσβύτερος παῖς καὶ ἡ θυγάτηρ ὁμοίαι νόσωι μιᾶς ἡμέρας ἀπώλοντο· σὺ δέ μοι προνοίαι θεῶν ἐσώθης, ἵνα πλείους ἔχωμεν χειραγωγούς. [3] Μήτ᾽ οὖν σύ μοι μνησικακήσηις ποτὲ τῆς ἐκθέσεως- ἑκὼν γὰρ οὐκ ἐβουλευσάμην-, μήτε σὺ λυπηθῆις, Ἄστυλε, μέρος ληψόμενος ἀντὶ πάσης τῆς οὐσίας-κρεῖττον γὰρ τοῖς εὖ φρονοῦσιν ἀδελφοῦ κτῆμα οὐδέν-, ἀλλὰ φιλεῖτε ἀλλήλους καὶ χρημάτων ἕνεκα καὶ βασιλεῦσιν ἐρίζετε. [4] Πολλὴν μὲν γὰρ ἐγὼ ὑμῖν καταλείψω γῆν, πολλοὺς δὲ οἰκέτας δεξιούς, χρυσόν, ἄργυρον καὶ ὅσα ἄλλα εὐδαιμόνων κτήματα. Μόνον ἐξαίρετον τοῦτο Δάφνιδι τὸ χωρίον δίδωμι καὶ Λάμωνα καὶ Μυρτάλην καὶ τὰς αἶγας, ἃς αὐτὸς ἔνεμεν.»

25. Ἔτι αὐτοῦ λέγοντος Δάφνις ἀναπηδήσας «καλῶς με» εἶπε «ταῦτα, πάτερ, ἀνέμνησας. Ἄπειμι τὰς αἶγας απἄξων ἐπὶ ποτόν, αἵ που νῦν διψῶσαι περιμένουσι τὴν σύριγγα τὴν ἐμήν· ἐγὼ δὲ ἐνταυθοῖ καθέζομαι.» [2] Ἡδὺ πάντες ἐξεγέλασαν ὅτι δεσπότης γεγενημένος ἔτι θέλει εἶναι αἰπόλος· κἀκείνας μὲν θεραπεύσων ἐπέμφθη τις ἄλλος, οἱ δὲ θύσαντες Διὶ Σωτῆρι συμπόσιον συνεκρότουν. Εἰς τοῦτο τὸ συμπόσιον μόνος οὐχ ἧκε Γνάθων, ἀλλὰ φοβούμενος ἐν τῶι νεὼι τοῦ Διονύσου καὶ τὴν ἡμέραν ἔμεινε καὶ τὴν νύκτα, ὥσπερ ἱκέτης. [3] Ταχείας δὲ φήμης εἰς πάντας ἐλθούσης ὅτι Διονυσοφάνης εὗρεν υἱόν, καὶ ὅτι Δάφνις ὁ αἰπόλος δεσπότης τῶν ἀγρῶν εὑρέθη, ἅμα ἕωι συνέτρεχον ἄλλος ἀλλαχόθεν, τῶι μὲν μειρακίωι συνηδόμενοι, τῶι δὲ πατρὶ αὐτοῦ δῶρα κομίζοντες· ἐν οἷς καὶ ὁ Δρύας πρῶτος ὁ τρέφων τὴν Χλόην. 6

26. Ὁ δὲ Διονυσοφάνης κατεῖχε πάντας, κοινωνοὺς μετὰ τὴν εὐφροσύνην καὶ τῆς ἑορτῆς ἐσομένους. Παρεσκεύαστο δὲ πολὺς μὲν οἶνος, πολλὰ δὲ ἄλευρα, ὄρνιθες ἕλειοι, χοῖροι γαλαθηνοί, μελιτώματα ποικίλα· καὶ ἱερεῖα δὲ πολλὰ τοῖς ἐπιχωρίοις θεοῖς ἐθύετο. [2] Ἐνταῦθα ὁ Δάφνις συναθροίσας πάντα τὰ ποιμενικὰ κτήματα διένειμεν ἀναθήματα τοῖς θεοῖς. Τῶι Διονύσωι μὲν ἀνέθηκε τὴν πήραν καὶ τὸ δέρμα, τῶι Πανὶ δὲ τὴν σύριγγα καὶ τὸν πλάγιον αὐλόν, τὴν καλαύροπα ταῖς Νύμφαις καὶ τοὺς γαυλοὺς οὓς αὐτὸς ἐτεκτήνατο. [3] Οὕτως δὲ ἄρα τὸ σύνηθες ξενιζούσης εὐδαιμονίας τερπνότερόν ἐστιν, ὥστε ἐδάκρυεν ἐφ᾽ ἑκάστωι τούτων ἀπαλλαττόμενος· καὶ οὔτε τοὺς γαυλοὺς ἀνέθηκε πρὶν ἀμέλξαι, οὔτε τὸ δέρμα πρὶν ἐνδύσασθαι, οὔτε τὴν σύριγγα πρὶν συρίσαι· [4] ἀλλὰ καὶ ἐφίλησεν αὐτὰ πάντα καὶ τὰς αἶγας προσεῖπε καὶ τοὺς τράγους ἐκάλεσεν ὀνομαστί. Τῆς μὲν γὰρ πηγῆς καὶ ἔπιεν, ὅτι πολλάκις καὶ μετὰ Χλόης. Οὔπω δὲ ὡμολόγει τὸν ἔρωτα καιρὸν παραφυλάττων.

27. Ἐν ὧι δὲ Δάφνις ἐν θυσίαις ἦν, τάδε γίνεται περὶ τὴν Χλόην. Ἐκάθητο κλάουσα, λέγουσα, οἷα εἰκὸς ἦν· «Ἐξελάθετό μου Δάφνις. Ὀνειροπολεῖ γάμους πλουσίους. [2] Τί γὰρ αὐτὸν ὀμνύειν ἀντὶ τῶν Νυμφῶν τὰς αἶγας ἐκέλευον; Κατέλιπε ταύτας ὡς καὶ Χλόην. Οὐδὲ θύων ταῖς Νύμφαις καὶ τῶι Πανὶ ἐπεθύμησεν ἰδεῖν Χλόην. Εὗρεν ἴσως παρὰ τῆι μητρὶ θεραπαίνας ἐμοῦ κρείττονας. Χαιρέτω· ἐγὼ δὲ οὐ ζήσομαι.»

28. Τοιαῦτα λέγουσαν, τοιαῦτα ἐννοοῦσαν ὁ Λάμπις ὁ βουκόλος μετὰ χειρὸς γεωργικῆς ἐπιστὰς ἥρπασεν αὐτήν, ὡς οὔτε Δάφνιδος ἔτι γαμήσοντος καὶ Δρύαντος ἐκεῖνον ἀγαπήσοντος. Ἡ μὲν οὖν ἐκομίζετο βοῶσα ἐλεεινόν, τῶν δέ τις ἰδόντων ἐμήνυσε τῆι Νάπηι κἀκείνη τῶι Δρύαντι καὶ ὁ Δρύας τῶι Δάφνιδι. [2] Ὁ δὲ ἔξω τῶν φρενῶν γενόμενος οὔτε εἰπεῖν πρὸς τὸν πατέρα ἐτόλμα καὶ καρτερεῖν μὴ δυνάμενος εἰς τὸν περίκηπον εἰσελθὼν ὠδύρετο «ὢ τῆς πικρᾶς ἀνευρέσεως» [3] λέγων· «πόσον ἦν μοι κρεῖττον νέμειν; Πόσον ἤμην μακαριώτερος, δοῦλος ὤν; Τότε ἔβλεπον Χλόην, τότε , νῦν δὲ τὴν μὲν Λάμπις ἁρπάσας οἴχεται, νυκτὸς δὲ γενομένης συγκοιμήσεται. Ἐγὼ δὲ πίνω καὶ τρυφῶ καὶ μάτην τὸν Πᾶνα καὶ τὰς αἶγας καὶ τὰς Νύμφας ὤμοσα.»

29. Ταῦτα τοῦ Δάφνιδος λέγοντος ἤκουσεν ὁ Γνάθων ἐν τῶι παραδείσωι λανθάνων· καὶ καιρὸν ἥκειν διαλλαγῶν πρὸς αὐτὸν νομίζων τινὰς τῶν τοῦ Ἀστύλου νεανίσκων προσλαβὼν μεταδιώκει τὸν Δρύαντα. [2] Καὶ ἡγεῖσθαι κελεύσας ἐπὶ τὴν τοῦ Λάμπιδος ἔπαυλιν συνέτεινε δρόμον· καὶ καταλαβὼν ἄρτι εἰσάγοντα τὴν Χλόην, ἐκείνην τε ἀφαιρεῖται καὶ ἀνθρώπους γεωργοὺς συνηλόησε πληγαῖς. [3] Ἐσπούδαζε δὲ καὶ τὸν Λάμπιν δήσας ἄγειν ὡς αἰχμάλωτον ἐκ πολέμου τινός, εἰ μὴ φθάσας ἀπέδρα. Κατορθώσας δὲ τηλικοῦτον ἔργον νυκτὸς ἀρχομένης ἐπανέρχεται. [4] Καὶ τὸν μὲν Διονυσοφάνην εὑρίσκει καθεύδοντα, τὸν δὲ Δάφνιν ἀγρυπνοῦντα καὶ ἔτι ἐν τῶι περικήπωι δακρύοντα. Προσάγει δὴ τὴν Χλόην αὐτῶι καὶ διδοὺς διηγεῖται πάντα· καὶ δεῖται μηδὲν ἔτι μνησικακοῦντα δοῦλον ἔχειν οὐκ ἄχρηστον, μηδὲ ἀφελέσθαι τραπέζης, μεθ̓ ἣν τεθνήξεται λιμῶι. [5] Ὁ δὲ ἰδὼν καὶ ἔχων ἐν ταῖς χερσὶ τὴν Χλόην τῶι μὲν ὡς εὐεργέτηι διηλλάττετο, τῆι δὲ ὑπὲρ τῆς ἀμελείας ἀπελογεῖτο.

30. Βουλευομένοις δὲ αὐτοῖς ἐδόκει τὸν γάμον κρύπτειν, ἔχειν δὲ κρύφα τὴν Χλόην πρὸς μόνην ὁμολογήσαντα τὸν ἔρωτα τὴν μητέρα· ἀλλ̓ οὐ συνεχώρει Δρύας, ἠξίου δὲ τῶι πατρὶ λέγειν καὶ πείσειν αὐτὸς ἐπηγγέλλετο. [2] Καὶ γενομένης ἡμέρας ἔχων ἐν τῆι πήραι τὰ γνωρίσματα πρόσεισι τῶι Διονυσοφάνει καὶ τῆι Κλεαρίστηι καθημένοις ἐν τῶι παραδείσωι ῾παρῆν δὲ καὶ ὁ Ἀστύλος καὶ αὐτὸς ὁ Δάφνις᾿ καὶ σιωπῆς γενομένης ἤρξατο λέγειν [3] «Ὁμοία με ἀνάγκη Λάμωνι τὰ μέχρι νῦν ἄρρητα ἐκέλευσε λέγειν. Χλόην ταύτην οὔτε ἐγέννησα οὔτε ἀνέθρεψα, ἀλλὰ ἐγέννησαν μὲν ἄλλοι, κειμένην δὲ ἐν ἄντρωι Νυμφῶν ἀνέθρεψεν οἶς. [4] Εἶδον τοῦτο αὐτὸς καὶ ἰδὼν ἐθαύμασα καὶ θαυμάσας ἔθρεψα. Μαρτυρεῖ μὲν καὶ τὸ κάλλος, ἔοικε γὰρ οὐδὲν ἡμῖν· μαρτυρεῖ δὲ καὶ τὰ γνωρίσματα, πλουσιώτερα γὰρ ἢ κατὰ ποιμένα. Ἴδετε ταῦτα καὶ τοὺς προσήκοντας τῆι κόρηι ζητήσατε, ἵν̓ ἀξία ποτὲ Δάφνιδος φανῆι.»

31. Τοῦτο οὔτε Δρύας ἀσκόπως ἔρριψεν οὔτε Διονυσοφάνης ἀμελῶς ἤκουσεν, ἀλλ̓ ἰδὼν εἰς τὸν Δάφνιν καὶ ὁρῶν αὐτὸν χλωριῶντα καὶ κρύφα δακρύοντα ταχέως ἐφώρασε τὸν ἔρωτα· καὶ ὡς ὑπὲρ παιδὸς ἰδίου μᾶλλον ἢ κόρης ἀλλοτρίας δεδοικὼς διὰ πάσης ἀκριβείας ἤλεγχε τοὺς λόγους τοῦ Δρύαντος. [2] Ἐπεὶ δὲ καὶ τὰ γνωρίσματα εἶδε κομισθέντα, τὰ ὑποδήματα τὰ κατάχρυσα, τὰς περισκελίδας, τὴν μίτραν, προσκαλεσάμενος τὴν Χλόην παρεκελεύετο θαρρεῖν, ὡς ἄνδρα μὲν ἔχουσαν ἤδη, ταχέως δὲ εὑρήσουσαν καὶ τὸν πατέρα καὶ τὴν μητέρα. [3] Καὶ τὴν μὲν ἡ Κλεαρίστη παραλαβοῦσα ἐκόσμει λοιπὸν ὡς υἱοῦ γυναῖκα, τὸν δὲ Δάφνιν ὁ Διονυσοφάνης ἀναστήσας μόνον ἀνέκρινεν εἰ παρθένος ἐστί· τοῦ δὲ ὀμόσαντος μηδὲν γεγονέναι φιλήματος καὶ ὅρκων πλέον, ἡσθεὶς ἐπὶ τῶι συνωμοσίωι κατέκλινεν αὐτούς.

32. Ἦν οὖν μαθεῖν οἷόν ἐστι τὸ κάλλος, ὅταν κόσμον προσλάβηι. Ἐνδυθεῖσα γὰρ ἡ Χλόη καὶ ἀναπλεξαμένη τὴν κόμην καὶ ἀπολούσασα τὸ πρόσωπον εὐμορφοτέρα τοσοῦτον ἐφάνη πᾶσιν, ὥστε καὶ Δάφνις αὐτὴν μόλις ἐγνώρισεν. [2] Ὤμοσεν ἄν τις καὶ ἄνευ τῶν γνωρισμάτων ὅτι τοιαύτης κόρης οὐκ ἦν Δρύας πατήρ. Ὅμως μέντοι παρῆν καὶ αὐτὸς καὶ συνειστιᾶτο μετὰ τῆς Νάπης, συμπότας ἔχων ἐπὶ κλίνης ἰδίας τὸν Λάμωνα καὶ τὴν Μυρτάλην. [3] Πάλιν οὖν ταῖς ἑξῆς ἡμέραις ἐθύετο ἱερεῖα καὶ κρατῆρες ἵσταντο καὶ ἀνετίθει καὶ Χλόη τὰ ἑαυτῆς, τὴν σύριγγα, τὴν πήραν, τὸ δέρμα, τοὺς γαυλούς· ἐκέρασε δὲ καὶ τὴν πηγὴν οἴνωι τὴν ἐν τῶι ἄντρωι, ὅτι καὶ ἐτράφη παῤ αὐτῆι, καὶ ἐλούσατο πολλάκις ἐν αὐτῆι· [4] ἐστεφάνωσε καὶ τὸν τάφον τῆς οἰός, δείξαντος Δρύαντος, καὶ ἐσύρισέ τι καὶ αὐτὴ τῆι ποίμνηι, καὶ ταῖς θεαῖς συρίσασα εὔξατο τοὺς ἐκθέντας εὑρεῖν ἀξίους τῶν Δάφνιδος γάμων.

33. Ἐπεὶ δὲ ἅλις ἦν τῶν κατ̓ ἀγρὸν ἑορτῶν, ἔδοξε βαδίζειν εἰς τὴν πόλιν καὶ τούς τε τῆς Χλόης πατέρας ἀναζητεῖν καὶ περὶ τὸν γάμον αὐτῶν μηκέτι βραδύνειν. [2] Ἕωθεν οὖν συσκευασάμενοι τῶι Δρύαντι μὲν ἔδωκαν ἄλλας τρισχιλίας, τῶι Λάμωνι δὲ τὴν ἡμίσειαν μοῖραν τῶν ἀγρῶν θερίζειν καὶ τρυγᾶν καὶ τὰς αἶγας ἅμα τοῖς αἰπόλοις καὶ ζεύγη βοῶν τέτταρα καὶ ἐσθῆτας χειμερινὰς καὶ ἐλευθέραν τὴν γυναῖκα· καὶ μετὰ τοῦτο ἤλαυνον ἐπὶ Μυτιλήνην ἵπποις καὶ ζεύγεσι καὶ τρυφῆι πολλῆι. [3] Τότε μὲν οὖν ἔλαθον τοὺς πολίτας, νυκτὸς κατελθόντες· τῆς δὲ ἐπιούσης ὄχλος ἠθροίσθη περὶ τὰς θύρας ἀνδρῶν, γυναικῶν. Οἱ μὲν τῶι Διονυσοφάνει συνήδοντο παῖδα εὑρόντι, καὶ μᾶλλον ὁρῶντες τὸ κάλλος τοῦ Δάφνιδος· αἱ δὲ τῆι Κλεαρίστηι συνέχαιρον ἅμα κομιζούσηι καὶ παῖδα καὶ νύμφην. [4] Ἐξέπλησσε γὰρ κἀκείνας ἡ Χλόη κάλλος ἐκφαίνουσα παρευδοκιμηθῆναι μὴ δυνάμενον· ὅλη γὰρ ἐκίττα ἡ πόλις ἐπὶ τῶι μειρακίωι καὶ τῆι παρθένωι· καὶ εὐδαιμόνιζον μὲν ἤδη τὸν γάμον, εὔχοντο δὲ καὶ τὸ γένος ἄξιον τῆς μορφῆς εὑρεθῆναι τῆς κόρης· καὶ γυναῖκες πολλαὶ τῶν μέγα πλουσίων ἠράσαντο θεοῖς αὐταὶ πιστευθῆναι μητέρες θυγατρὸς οὕτω καλῆς.

34. Ὄναρ δὲ Διονυσοφάνει μετὰ φροντίδα πολλὴν εἰς βαθὺν ὕπνον κατενεχθέντι τοιόνδε γίνεται. Ἐδόκει τὰς Νύμφας δεῖσθαι τοῦ Ἔρωτος ἤδη ποτε αὐτοῖς κατανεῦσαι τὸν γάμον· τὸν δὲ ἐκλύσαντα τὸ τοξάριον καὶ ἀποθέμενον τὴν φαρέτραν κελεῦσαι τῶι Διονυσοφάνει πάντας τοὺς ἀρίστους Μυτιληναίων θέμενον συμπότας, ἡνίκα ἂν τὸν ὕστατον πλήσηι κρατῆρα, τότε δεικνύειν ἑκάστωι τὰ γνωρίσματα, τὸ δὲ ἐντεῦθεν ἄιδειν τὸν ὑμέναιον. [2] Ταῦτα ἰδὼν καὶ ἀκούσας ἕωθεν ἀνίσταται καὶ κελεύσας λαμπρὰν ἑστίασιν παρασκευασθῆναι τῶν ἀπὸ γῆς τῶν ἀπὸ θαλάττης καὶ εἴ τι ἐν λίμναις καὶ εἴ τι ἐν ποταμοῖς, πάντας τοὺς ἀρίστους Μυτιληναίων ποιεῖται συμπότας. [3] Ὡς δὲ ἤδη νὺξ ἦν καὶ ἐπέπληστο ὁ κρατὴρ ἐξ οὗ σπένδουσιν Ἑρμῆι, εἰσκομίζει τις ἐπὶ σκεύους ἀργυροῦ θεράπων τὰ γνωρίσματα καὶ περιφέρων ἐνδέξια πᾶσιν ἐδείκνυε.

35. Τῶν μὲν οὖν ἄλλων ἐγνώρισεν οὐδείς, Μεγακλῆς δέ τις διὰ γῆρας ὕστατος κατακείμενος ὡς εἶδε, γνωρίσας πάνυ μέγα καὶ νεανικὸν ἐβόα «τίνα ὁρῶ ταῦτα; Τί γέγονάς μοι θυγάτριον; Ἆρα σὺ ζῆις ἢ ταῦτά τις ἐβάστασε μόνα ποιμὴν ἐντυχών; [2] Δέομαι, Διονυσόφανες, εἰπέ μοι· πόθεν ἔχεις ἐμοῦ παιδίου γνωρίσματα; Μὴ φθονήσηις μετὰ Δάφνιν εὑρεῖν τι κἀμέ.» Κελεύσαντος δὲ τοῦ Διονυσοφάνους πρότερον ἐκεῖνον λέγειν τὴν ἔκθεσιν, ὁ Μεγακλῆς οὐδὲν ὑφελὼν τοῦ [3] τόνου τῆς φωνῆς ἔφη «ἦν ὀλίγος μοι βίος τὸν πρότερον χρόνον· ὃν γὰρ εἶχον εἰς χορηγίας καὶ τριηραρχίας ἐξεδαπάνησα. Ὅτε ταῦτα ἦν, γίνεταί μοι θυγάτριον. Τοῦτο τρέφειν ὀκνήσας ἐν πενίαι, τούτοις τοῖς γνωρίσμασι κοσμήσας ἐξέθηκα, εἰδὼς ὅτι πολλοὶ καὶ οὕτω σπουδάζουσι πατέρες γενέσθαι. [4] Καὶ τὸ μὲν ἐξέκειτο ἐν ἄντρωι Νυμφῶν πιστευθὲν ταῖς θεαῖς, ἐμοὶ δὲ πλοῦτος ἐπέρρει καθ̓ ἑκάστην ἡμέραν κληρονόμον οὐκ ἔχοντι. [5] Οὐκέτι γοῦν οὐδὲ θυγατρίου γενέσθαι πατὴρ εὐτύχησα, ἀλλ̓ οἱ θεοὶ ὥσπερ γέλωτά με ποιούμενοι νύκτωρ ὀνείρους μοι ἐπιπέμπουσι, δηλοῦντες ὅτι με πατέρα ποιήσει ποίμνιον.»

36. Ἀνεβόησεν ὁ Διονυσοφάνης μεῖζον τοῦ Μεγακλέους καὶ ἀναπηδήσας εἰσάγει Χλόην πάνυ καλῶς κεκοσμημένην καὶ λέγει «τοῦτο τὸ παιδίον ἐξέθηκας. Ταύτην σοὶ τὴν παρθένον οἶς προνοίαι θεῶν ἐξέθρεψεν, [2] ὡς αἲξ Δάφνιν ἐμοί. Λαβὲ τὰ γνωρίσματα καὶ τὴν θυγατέρα, λαβὼν δὲ ἀπόδος Δάφνιδι νύμφην. Ἀμφοτέρους ἐξεθήκαμεν, ἀμφοτέρους εὑρήκαμεν, ἀμφοτέρων ἐμέλησε Πανὶ καὶ Νύμφαις καὶ Ἔρωτι.» [3] Ἐπήινει τὰ λεγόμενα ὁ Μεγακλῆς καὶ τὴν γυναῖκα Ῥόδην μετεπέμπετο καὶ τὴν Χλόην ἐν τοῖς κόλποις εἶχε. Καὶ ὕπνον αὐτοῦ μένοντες εἵλοντο· Δάφνις γὰρ οὐδενὶ διώμνυτο προήσεσθαι τὴν Χλόην, οὐδὲ αὐτῶι τῶι πατρί.

37. Ἡμέρας δὲ γενομένης συνθέμενοι πάλιν εἰς τὸν ἀγρὸν ἤλαυνον· ἐδεήθησαν γὰρ τοῦτο Δάφνις καὶ Χλόη, μὴ φέροντες τὴν ἐν ἄστει διατριβήν. Ἐδόκει δὲ κἀκείνοις ποιμενικούς τινας αὐτοῖς ποιῆσαι τοὺς γάμους. [2] Ἐλθόντες οὖν παρὰ τὸν Λάμωνα τόν τε Δρύαντα τῶι· Μεγακλεῖ προσήγαγον καὶ τῆι Ῥόδηι τὴν Νάπην συνέστησαν καὶ τὰ πρὸς τὴν ἑορτὴν παρεσκευάζοντο λαμπρῶς. Παρέδωκε μὲν οὖν ἐπὶ ταῖς Νύμφαις τὴν Χλόην ὁ πατὴρ καὶ μετ̓ ἄλλων πολλῶν ἐποίησεν ἀναθήματα τὰ γνωρίσματα καὶ Δρύαντι τὰς λειπούσας εἰς τὰς μυρίας ἐπλήρωσεν.

38. Ὁ δὲ Διονυσοφάνης, εὐημερίας οὔσης, αὐτοῦ πρὸ τοῦ ἄντρου στιβάδας ὑπεστόρεσεν ἐκ χλωρᾶς φυλλάδος καὶ πάντας τοὺς κωμήτας κατακλίνας εἱστία πολυτελῶς. [2] Παρῆσαν δὲ Λάμων καὶ Μυρτάλη, Δρύας καὶ Νάπη, οἱ Δόρκωνι προσήκοντες, Φιλητᾶς, οἱ Φιλητᾶ παῖδες, Χρῶμις καὶ Λυκαίνιον· οὐκ ἀπῆν οὐδὲ Λάμπις συγγνώμης ἀξιωθείς. [3] Ἦν οὖν ὡς ἐν τοιοῖσδε συμπόταις πάντα γεωργικὰ καὶ ἄγροικα· ὁ μὲν ἦιδεν οἷα ἄιδουσι θερίζοντες, ὁ δὲ ἔσκωπτε τὰ ἐπὶ ληνοῖς σκώμματα· Φιλητᾶς ἐσύρισε, Λάμπις ηὔλησε, Δρύας καὶ Λάμων ὠρχήσαντο, Χλόη καὶ Δάφνις ἀλλήλους κατεφίλουν. [4] Ἐνέμοντο δὲ καὶ αἱ αἶγες πλησίον, ὥσπερ καὶ αὐταὶ κοινωνοῦσαι τῆς ἑορτῆς. Τοῦτο τοῖς μὲν ἀστικοῖς οὐ πάνυ τερπνὸν ἦν· ὁ δὲ Δάφνις καὶ ἐκάλεσέ τινας αὐτῶν ὀνομαστὶ καὶ φυλλάδα χλωρὰν ἔδωκε καὶ κρατήσας ἐκ τῶν κεράτων κατεφίλησε.

 

 

39. Κατὰ ταυτὰ οὐ τότε μόνον ἀλλ̓ ἔστε ἔζων τὸν πλεῖστον χρόνον ποιμενικῶς διῆγον, θεοὺς σέβοντες Νύμφας καὶ Πᾶνα καὶ Ἔρωτα, ἀγέλας δὲ προβάτων καὶ αἰγῶν πλείστας κτησάμενοι, ἡδίστην δὲ τροφὴν νομίζοντες ὀπώραν καὶ γάλα. [2] Ἀλλὰ καὶ ἄρρεν παιδίον ὑπέθηκαν αἰγὶ καὶ θυγάτριον γενόμενον δεύτερον οἰὸς ἑλκύσαι θηλὴν ἐποίησαν, καὶ ἐκάλεσαν τὸν μὲν Φιλοποίμενα τὴν δὲ Ἀγέλην, καὶ τὸ ἄντρον ἐκόσμησαν καὶ εἰκόνας ἀνέθεσαν καὶ βωμὸν εἵσαντο Ποιμένος Ἔρωτος· καὶ τῶι Πανὶ δὲ ἔδοσαν ἀντὶ τῆς πίτυος νεὼν Πανὸς Στρατιώτου ὀνομάσαντες.

40. Ἀλλὰ ταῦτα μὲν ὕστερον καὶ ὠνόμασαν καὶ ἔπραξαν· τότε δὲ νυκτὸς γενομένης πάντες αὐτοὺς παρέπεμπον εἰς τὸν θάλαμον, οἱ μὲν συρίττοντες, οἱ δὲ αὐλοῦντες, οἱ δὲ δᾶιδας μεγάλας ἀνίσχοντες. [2] Καὶ ἐπεὶ πλησίον ἦσαν τῶν θυρῶν, ἦιδον σκληρᾶι καὶ ἀπηνεῖ τῆι φωνῆι, καθάπερ τριαίναις γῆν ἀναρρηγνύντες, οὐχ ὑμέναιον ἄιδοντες. [3] Δάφνις δὲ καὶ Χλόη γυμνοὶ συγκατακλινέντες περιέβαλλον ἀλλήλους καὶ κατεφίλουν, ἀγρυπνήσαντες τῆς νυκτὸς ὅσον οὐδὲ γλαῦκες· καὶ ἔδρασέ τι Δάφνις ὧν αὐτὸν ἐπαίδευσε Λυκαίνιον, καὶ τότε Χλόη πρῶτον ἔμαθεν ὅτι τὰ ἐπὶ τῆς ὕλης γενόμενα ἦν ποιμένων παίγνια.