Longos
ca. 200 p. Chr. n.
Ποιμενικῶν τῶν κατὰΔάφνιν καὶ Χλόην λόγοι Δ
Λόγος βʹ
|
|
___________________________________________________
| |
Λόγος βʹ
1. Ἤδη δὲ τῆς ὀπώρας ἀκμαζούσης καὶ ἐπείγοντος τοῦ τρυγητοῦ πᾶς ἦν κατὰ τοὺς ἀγροὺς ἐν ἔργωι· ὁ μὲν ληνοὺς ἐπεσκεύαζεν, ὁ δὲ πίθους ἐξεκάθαιρεν, ὁ δὲ ἀρρίχους ἔπλεκεν· [2] ἔμελέ τινι δρεπάνης μικρᾶς ἐς βότρυος τομὴν καὶ ἑτέρωι λίθου θλῖψαι τὰ ἔνοινα τῶν βοτρύων δυναμένου καὶ ἄλλωι λύγου ξηρᾶς πληγαῖς κατεξασμένης, ὡς ἂν ὑπὸ φωτὶ νύκτωρ τὸ γλεῦκος φέροιτο. [3] Ἀμελήσαντες οὖν καὶ ὁ Δάφνις καὶ ἡ Χλόη τῶν αἰγῶν καὶ τῶν προβάτων, χειρὸς ὠφέλειαν ἄλλοις μετεδίδοσαν. Ὁ μὲν ἐβάσταζεν ἐν ἀρρίχοις βότρυς καὶ ἐπάτει ταῖς ληνοῖς ἐμβαλὼν καὶ εἰς τοὺς πίθους ἔφερε τὸν οἶνον· ἡ δὲ τροφὴν παρεσκεύαζε τοῖς τρυγῶσι καὶ ἐνέχει ποτὸν αὐτοῖς πρεσβύτερον οἶνον καὶ τῶν ἀμπέλων δὲ τὰς ταπεινοτέρας ἀπετρύγα. [4] Πᾶσα γὰρ ἡ κατὰ τὴν Λέσβον ἄμπελος ταπεινή, οὐ μετέωρος οὐδὲ ἀναδενδράς, ἀλλὰ κάτω τὰ κλήματα ἀποτείνουσα καὶ ὥσπερ κιττὸς νεμομένη· καὶ παῖς ἂν ἐφίκοιτο βότρυος ἄρτι τὰς χεῖρας ἐκ σπαργάνων λελυμένος.2. Οἷον οὖν εἰκὸς ἐν ἑορτῆι Διονύσου καὶ οἴνου γενέσεως αἱ μὲν γυναῖκες ἐκ τῶν πλησίον ἀγρῶν εἰς ἐπικουρίαν κεκλημέναι τῶι Δάφνιδι τοὺς ὀφθαλμοὺς ἐπέβαλλον καὶ ἐπήινουν ὡς ὅμοιον τῶι Διονύσωι τὸ κάλλος, καί τις τῶν θρασυτέρων καὶ ἐφίλησε καὶ τὸν Δάφνιν παρώξυνε, τὴν δὲ Χλόην ἐλύπησεν· [2] οἱ δὲ ἐν ταῖς ληνοῖς ποικίλας φωνὰς ἔρριπτον ἐπὶ τὴν Χλόην καὶ ὥσπερ ἐπί τινα Βάκχην Σάτυροι μανικώτερον ἐπήδων καὶ εὔχοντο γενέσθαι ποίμνια καὶ ὑπ̓ ἐκείνης νέμεσθαι· ὥστε αὖ πάλιν ἡ μὲν ἥδετο, Δάφνις δὲ ἐλυπεῖτο. [3] Εὔχοντο δὲ δὴ ταχέως παύσασθαι τὸν τρυγητὸν καὶ λαβέσθαι τῶν συνήθων χωρίων καὶ ἀντὶ τῆς ἀμούσου βοῆς ἀκούειν σύριγγος ἢ τῶν ποιμνίων αὐτῶν βληχωμένων. [4] Καὶ ἐπεὶ διαγενομένων ὀλίγων ἡμερῶν αἱ μὲν ἄμπελοι ἐτετρύγηντο, πίθοι δὲ τὸ γλεῦκος εἶχον, ἔδει δὲ οὐκέτ̓ οὐδὲν πολυχειρίας, κατήλαυνον τὰς ἀγέλας ἐς τὸ πεδίον καὶ μάλα χαίροντες τὰς Νύμφας προσεκύνουν, βότρυς αὐταῖς κομίζοντες ἐπὶ κλημάτων, ἀπαρχὰς τοῦ τρυγητοῦ. [5] Οὐδὲ τὸν πρότερον χρόνον ἀμελῶς ποτε παρῆλθον, ἀλλ̓ ἀεὶ ἀρχόμενοι νομῆς προσήδρευον καὶ ἐκ νομῆς ἀνιόντες προσεκύνουν· καὶ πάντως τι ἐπέφερον, ἢ ἄνθος ἢ ὀπώραν ἢ φυλλάδα χλωρὰν ἢ γάλακτος σπονδήν. Καὶ τούτων μὲν ὕστερον ἀμοιβὰς ἐκομίσαντο παρὰ τῶν θεῶν· [6] τότε δὲ κύνες, φασίν, ἐκ δεσμῶν λυθέντες ἐσκίρτων, ἐσύριττον, ἦιδον, τοῖς τράγοις καὶ τοῖς προβάτοις συνεπάλαιον.
3. Τερπομένοις δὲ αὐτοῖς ἐφίσταται πρεσβύτης σισύραν ἐνδεδυμένος, καρβατίνας ὑποδεδεμένος, πήραν ἐξηρτημένος, καὶ τὴν πήραν παλαιάν. Οὗτος πλησίον καθίσας αὐτῶν ὧδε εἶπε «Φιλητᾶς, [2] ὦ παῖδες, ὁ πρεσβύτης ἐγώ, ὃς πολλα μὲν ταῖσδε ταῖς Νύμφαις ἦισα, πολλὰ δὲ τῶι Πανὶ ἐκείνωι ἐσύρισα, βοῶν δὲ πολλῆς ἀγέλης ἡγησάμην μόνηι μουσικῆι. Ἥκω δὲ ὑμῖν ὅσα εἶδον μηνύσων, ὅσα ἤκουσα ἀπαγγελῶν. [3] Κῆπός ἐστί μοι τῶν ἐμῶν χειρῶν, ὃν ἐξ οὗ νέμων διὰ γῆρας ἐπαυσάμην, ἐξεπονησάμην· ὅσα ὧραι φέρουσι, πάντα ἔχων ἐν αὑτῶι καθ̓ ὥραν ἑκάστην. [4] Ἦρος ῥόδα καὶ κρίνα καὶ ὑάκινθος καὶ ἴα ἀμφότερα, θέρους μήκωνες καὶ ἀχράδες καὶ μῆλα πάντα, νῦν ἄμπελοι καὶ συκαῖ καὶ ῥοιαὶ καὶ μύρτα χλωρά. [5] Εἰς τοῦτον τὸν κῆπον ὀρνίθων ἀγέλαι συνέρχονται τὸ ἑωθινόν, τῶν μὲν ἐς τροφήν, τῶν δὲ ἐς ὠιδήν· συνηρεφὴς γὰρ καὶ κατάσκιος καὶ πηγαῖς τρισὶ κατάρρυτος· ἂν περιέληι τις τὴν αἱμασιάν, ἄλσος ὁρᾶν οἰήσεται.»
4. «Εἰσελθόντι δέ μοι τήμερον ἀμφὶ μέσην ἡμέραν ὑπὸ ταῖς ῥοιαῖς καὶ ταῖς μυρρίναις βλέπεται παῖς, μύρτα καὶ ῥοιὰς ἔχων, λευκὸς ὡς γάλα, ξανθὸς ὡς πῦρ, στιλπνὸς ὡς ἄρτι λελουμένος· γυμνὸς ἦν, μόνος ἦν· [2] ἔπαιζεν ὡς ἴδιον κῆπον τρυγῶν. Ἐγὼ μὲν οὖν ὥρμησα ἐπ̓ αὐτὸν ὡς συλληψόμενος, δείσας μὴ ὑπ̓ ἀγερωχίας τὰς μυρρίνας καὶ τὰς ῥοιὰς κατακλάσηι· ὁ δέ με κούφως καὶ ῥαιδίως ὑπέφευγε, ποτὲ μὲν ταῖς ῥοδωνιαῖς ὑποτρέχων, ποτὲ δὲ ταῖς μήκωσιν ὑποκρυπτόμενος, [3] ὥσπερ πέρδικος νεοττός. Καίτοι πολλάκις μὲν πράγματα ἔσχον ἐρίφους γαλαθηνοὺς διώκων, πολλάκις δὲ ἔκαμον μεταθέων μόσχους ἀρτιγεννήτους· ἀλλὰ τοῦτο ποικίλον τι χρῆμα ἦν καὶ ἀθήρατον. Καμὼν οὖν ὡς γέρων καὶ ἐπερεισάμενος τῆι βακτηρίαι καὶ ἅμα φυλάττων μὴ φύγοι, ἐπυνθανόμην τίνος ἐστὶ τῶν γειτόνων, καὶ τί βουλόμενος ἀλλότριον κῆπον τρυγᾶι. [4] Ὁ δὲ ἀπεκρίνατο μὲν οὐδέν, στὰς δὲ πλησίον ἐγέλα πάνυ ἁπαλὸν καὶ ἔβαλλέ με τοῖς μύρτοις καὶ οὐκ οἶδ̓ ὅπως ἔθελγε μηκέτι θυμοῦσθαι. Ἐδεόμην οὖν εἰς χεῖρας ἐλθεῖν μηδὲν φοβούμενον ἔτι, καὶ ὤμνυον κατὰ τῶν μύρτων ἀφήσειν, ἐπιδοὺς μήλων καὶ ῥοιῶν, παρέξειν τε ἀεὶ τρυγᾶν τὰ φυτὰ καὶ δρέπειν τὰ ἄνθη, τυχὼν παῤ αὐτοῦ φιλήματος ἑνός.»5. « Ἐνταῦθα πάνυ καπυρὸν γελάσας ἀφίησι φωνήν, οἵαν οὔτε χελιδὼν οὔτε ἀηδὼν οὔτε κύκνος, ὁμοίως ἐμοὶ γέρων γενόμενος. «Ἐμοὶ μέν, ὦ Φιλητᾶ, φιλῆσαί σε φθόνος οὐδείς· βούλομαι γὰρ φιλεῖσθαι μᾶλλον ἢ σὺ γενέσθαι νέος· ὅρα δὲ εἴ σοι καθ̓ ἡλικίαν τὸ δῶρον· [2] οὐδὲν γάρ σε ὠφελήσει τὸ γῆρας πρὸς τὸ μὴ διώκειν ἐμὲ μετὰ τὸ ἓν φίλημα. Δυσθήρατος ἐγὼ καὶ ἱέρακι καὶ ἀετῶι καὶ εἴ τις ἄλλος τούτων ὠκύτερος ὄρνις. Οὔ τοι παῖς ἐγὼ καὶ εἰ δοκῶ παῖς, ἀλλὰ καὶ τοῦ Κρόνου πρεσβύτερος καὶ αὐτοῦ τοῦ παντός. [3] Καί σε οἶδα νέμοντα πρωθήβην ἐν ἐκείνωι τῶι ὄρει τὸ πλατὺ βουκόλιον καὶ παρήμην σοι συρίττοντι πρὸς ταῖς φηγοῖς ἐκείναις, ἡνίκα ἤρας Ἀμαρυλλίδος· ἀλλά με οὐχ ἑώρας καίτοι πλησίον μάλα τῆι κόρηι παρεστῶτα. Σοὶ μὲν οὖν ἐκείνην ἔδωκα· καὶ ἤδη σοι παῖδες, ἀγαθοὶ βουκόλοι καὶ γεωργοί· [4] νῦν δὲ Δάφνιν ποιμαίνω καὶ Χλόην· καὶ ἡνίκα ἂν αὐτοὺς εἰς ἓν συναγάγω τὸ ἑωθινόν, εἰς τὸν σὸν ἔρχομαι κῆπον καὶ τέρπομαι τοῖς ἄνθεσι καὶ τοῖς φυτοῖς κἀν ταῖς πηγαῖς ταύταις λούομαι. Διὰ τοῦτο καλὰ καὶ τὰ ἄνθη καὶ τὰ φυτά, τοῖς ἐμοῖς λουτροῖς ἀρδόμενα. [5] Ὅρα δὲ μή τί σοι τῶν φυτῶν κατακέκλασται, μή τις ὀπώρα τετρύγηται, μή τις ἄνθους ῥίζα πεπάτηται, μή τις πηγὴ τετάρακται, καὶ χαῖρε μόνος ἀνθρώπων ἐν γήραι θεασάμενος τοῦτο τὸ παιδίον.᾿»»6. «ταῦτ̓ εἰπὼν ἀνήλατο καθάπερ ἀηδόνος νεοττὸς ἐπὶ τὰς μυρρίνας, καὶ κλάδον ἀμείβων ἐκ κλάδου διὰ τῶν φύλλων ἀνεῖρπεν εἰς ἄκρον. Εἶδον αὐτοῦ καὶ πτέρυγας ἐκ τῶν ὤμων καὶ τοξάρια μεταξὺ τῶν πτερύγων, [2] καὶ οὐκέτι εἶδον οὔτε ταῦτα οὔτε αὐτόν. Εἰ δὲ μὴ μάτην ταύτας τὰς πολιὰς ἔφυσα μηδὲ γηράσας ματαιοτέρας τὰς φρένας ἐκτησάμην, Ἔρωτι, ὦ παῖδες, κατέσπεισθε καὶ Ἔρωτι ὑμῶν μέλει.»7. πάνυ ἐτέρφθησαν ὥσπερ μῦθον οὐ λόγον ἀκούοντες καὶ ἐπυνθάνοντο τί ἐστί ποτε ὁ Ἔρως, πότερα παῖς ἢ ὄρνις, καὶ τί δύναται. Πάλιν οὖν ὁ Φιλητᾶς ἔφη «θεός ἐστιν, ὦ παῖδες, ὁ Ἔρως, νέος καὶ καλὸς καὶ πετόμενος· διὰ τοῦτο καὶ νεότητι χαίρει καὶ κάλλος διώκει καὶ τὰς ψυχὰς ἀναπτεροῖ. [2] Δύναται δὲ τοσοῦτον ὅσον οὐδὲ ὁ Ζεύς. Κρατεῖ μὲν στοιχείων, κρατεῖ δὲ ἄστρων, κρατεῖ δὲ τῶν ὁμοίων θεῶν· οὐδὲ ὑμεῖς τοσοῦτον τῶν αἰγῶν καὶ τῶν προβάτων. [3] Τὰ ἄνθη πάντα Ἔρωτος ἔργα· τὰ φυτὰ πάντα τούτου ποιήματα· διὰ τοῦτον καὶ ποταμοὶ ῥέουσι καὶ ἄνεμοι πνέουσιν. [4] Ἔγνων δὲ ἐγὼ καὶ ταῦρον ἐρασθέντα, καὶ ὡς οἴστρωι πληγεὶς ἐμυκᾶτο· καὶ τράγον φιλήσαντα αἶγα, καὶ ἠκολούθει πανταχοῦ. Αὐτὸς μὲν γὰρ ἤμην νέος καὶ ἠράσθην Ἀμαρυλλίδος· καὶ οὔτε τροφῆς ἐμεμνήμην οὔτε ποτὸν προσεφερόμην οὔτε ὕπνον ἡιρούμην. [5] Ἤλγουν τὴν ψυχήν, τὴν καρδίαν ἐπαλλόμην, τὸ σῶμα ἐψυχόμην· ἐβόων ὡς παιόμενος, ἐσιώπων ὡς νεκρούμενος, εἰς ποταμοὺς ἐνέβαινον ὡς καόμενος. [6] Ἐκάλουν τὸν Πᾶνα βοηθόν, ὡς καὶ αὐτὸν τῆς Πίτυος ἐρασθέντα· ἐπήινουν τὴν Ἠχὼ τὸ Ἀμαρυλλίδος ὄνομα μετ̓ ἐμὲ καλοῦσαν· κατέκλων τὰς σύριγγας, ὅτι μοι τὰς μὲν βοῦς ἔθελγον, Ἀμαρυλλίδα δὲ οὐκ ἦγον. [7] Ἔρωτος γὰρ οὐδὲν φάρμακον, οὐ πινόμενον, οὐκ ἐσθιόμενον, οὐκ ἐν ὠιδαῖς λαλούμενον, ὅτι μὴ φίλημα καὶ περιβολὴ καὶ συγκατακλινῆναι γυμνοῖς σώμασι.»8. Φιλητᾶς μὲν τοσαῦτα παιδεύσας αὐτοὺς ἀπαλλάττεται, τυρούς τινας παῤ αὐτῶν καὶ ἔριφον ἤδη κεράστην λαβών· οἱ δὲ μόνοι καταλειφθέντες, καὶ τότε πρῶτον ἀκούσαντες τὸ Ἔρωτος ὄνομα τάς τε ψυχὰς συνεστάλησαν ὑπὸ λύπης, καὶ ἐπανελθόντες νύκτωρ εἰς τὰς ἐπαύλεις παρέβαλλον οἷς ἤκουσαν τὰ αὑτῶν. [2] «Ἀλγοῦσιν οἱ ἐρῶντες· καὶ ἡμεῖς ἀλγοῦμεν. Τροφῆς ἀμελοῦσιν· ἠμελήκαμεν ὁμοίως. Καθεύδειν οὐ δύνανται· τοῦτο νῦν πάσχομεν καὶ ἡμεῖς. Κάεσθαι δοκοῦσι· καὶ παῤ ἡμῖν τὸ πῦρ. Ἐπιθυμοῦσιν ἀλλήλους ὁρᾶν· διὰ τοῦτο θᾶττον εὐχόμεθα γενέσθαι τὴν ἡμέρα. [3] Σχεδὸν τοῦτ̓ ἔστιν ὁ ἔρως, καὶ ἐρῶμεν ἀλλήλων οὐκ εἰδότες. Εἰ γὰρ τοῦτο μή ἐστιν ὁ ἔρως ἐγὼ δὲ ὁ ἐρώμενος, τί οὖν ταῦτ̓ ἀλγοῦμεν, τί δὲ ἀλλήλους ζητοῦμεν; ἀληθῆ πάντα εἶπεν ὁ Φιλητᾶς. [4] Τὸ ἐκ τοῦ κήπου παιδίον ὤφθη καὶ τοῖς πατράσιν ἡμῶν ὄναρ ἐκεῖνο καὶ νέμειν ἡμᾶς τὰς ἀγέλας ἐκέλευσε. Πῶς ἄν τις αὐτὸ λάβοι; σμικρόν ἐστι καὶ φεύξεται. Καὶ πῶς ἄν τις αὐτὸ φύγοι; πτερὰ ἔχει καὶ καταλήψεται. [5] Ἐπὶ τὰς Νύμφας δεῖ βοηθοὺς καταφεύγειν. Ἀλλ̓ οὐδὲ Φιλητᾶν ὁ Πὰν ὠφέλησεν Ἀμαρυλλίδος ἐρῶντα. Ὅσα εἶπεν ἄρα φάρμακα, ταῦτα ζητητέον, φίλημα καὶ περιβολὴν καὶ κεῖσθαι γυμνοὺς χαμαί. Κρύος μέν, ἀλλὰ καρτερήσομεν δεύτεροι μετὰ Φιλητᾶν.»9. Τοῦτο αὐτοῖς γίνεται νυκτερινὸν παιδευτήριον. Καὶ ἀγαγόντες τῆς ἐπιούσης ἡμέρας τὰς ἀγέλας ἐς νομήν, ἐφίλησαν ἀλλήλους ἰδόντες καὶ ῾ὃ μήπω πρότερον ἐποίησαν̓ περιέβαλον τὰς χεῖρας ἐπαλλάξαντες· τὸ δὲ τρίτον ὤκνουν φάρμακον ἀποδυθέντες κατακλιθῆναι· θρασύτερον γὰρ οὐ μόνον παρθένωι ἀλλὰ καὶ νέωι αἰπόλωι. [2] Πάλιν οὖν νὺξ ἀγρυπνίαν ἔχουσα καὶ ἔννοιαν τῶν γεγενημένων καὶ κατάμεμψιν τῶν παραλελειμμένων. «Ἐφιλήσαμεν, καὶ οὐδὲν ὄφελος· περιεβάλομεν, καὶ οὐδὲν πλέον ἔσχομεν· τὸ οὖν συγκατακλινῆναι μόνον φάρμακον ἔρωτος. Πειρατέον καὶ τούτου· πάντως ἐν αὐτῶι τι κρεῖττόν ἐστι φιλήματος.»10. Ἐπὶ τούτοις τοῖς λογισμοῖς οἷον εἰκὸς καὶ ὀνείρατα ἑώρων ἐρωτικά, τὰ φιλήματα, τὰς περιβολάς· καὶ ὅσα μεθ̓ ἡμέραν οὐκ ἔπραξαν, ταῦτα ὄναρ ἔπραξαν· γυμνοὶ μετ̓ ἀλλήλων ἔκειντο. [2] Ἐνθεώτεροι δὴ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἀνέστησαν καὶ ῥοίζωι τὰς ἀγέλας κατήλαυνον ἐπειγόμενοι πρὸς τὰ φιλήματα· καὶ ἰδόντες ἀλλήλους ἅμα μειδιάματι προσέδραμον. [3] Τὰ μὲν οὖν φιλήματα ἐγένετο καὶ ἡ περιβολὴ τῶν χειρῶν ἠκολούθησε, τὸ δὲ τρίτον φάρμακον ἐβράδυνε, μήτε τοῦ Δάφνιδος τολμῶντος εἰπεῖν, μήτε τῆς Χλόης βουλομένης κατάρχεσθαι, ἔστε τύχηι καὶ τοῦτο ἔπραξαν.11. Καθεζόμενοι ὑπὸ στελέχει δρυὸς πλησίον ἀλλήλων καὶ γευσάμενοι τῆς ἐν φιλήματι τέρψεως ἀπλήστως ἐνεφοροῦντο τῆς ἡδονῆς. Ἦσαν δὲ καὶ χειρῶν περιβολαὶ θλῖψιν τοῖς σώμασι παρέχουσαι. [2] Κατὰ δὲ τὴν τῶν χειρῶν περιβολὴν βιαιότερόν τι τοῦ Δάφνιδος ἐπισπασαμένου κλίνεταίπως ἐπὶ πλευρὰν ἡ Χλόη· κἀκεῖνος δὲ συγκατακλίνεται τῶι φιλήματι ἀκολουθῶν. Καὶ γνωρίσαντες τῶν ὀνείρων τὴν εἰκόνα κατέκειντο πολὺν χρόνον ὥσπερ συνδεδεμένοι. [3] Εἰδότες δὲ τῶν ἐντεῦθεν οὐδὲν καὶ νομίσαντες τοῦτο εἶναι πέρας ἐρωτικῆς ἀπολαύσεως, μάτην τὸ πλεῖστον τῆς ἡμέρας δαπανήσαντες διελύθησαν καὶ τὰς ἀγέλας ἀπήλαυνον, τὴν νύκτα μισοῦντες. Ἴσως δὲ ἄν τι καὶ τῶν ἀληθῶν ἔπραξαν, εἰ μὴ θόρυβος τοιόσδε πᾶσαν τὴν ἀγροικίαν ἐκείνην κατέλαβε.12. Νέοι Μηθυμναῖοι πλούσιοι διαθέσθαι τὸν τρυγητὸν ἐν ξενικῆι τέρψει θελήσαντες, ναῦν σμικρὰν καθελκύσαντες καὶ οἰκέτας προσκώπους καθίσαντες, τοὺς Μυτιληναίων ἀγροὺς παρέπλεον, ὅσοι θαλάττης πλησίον. [2] Εὐλίμενός τε γὰρ ἡ παραλία καὶ οἰκήσεσιν ἠσκημένη πολυτελῶς, καὶ λουτρὰ συνεχῆ, παράδεισοί τε καὶ ἄλση· τὰ μὲν φύσεως ἔργα, τὰ δ̓ ἀνθρώπων τέχνη· [3] πάντα ἐνηβῆσαι καλά. Παραπλέοντες δὲ καὶ ἐνορμιζόμενοι κακὸν μὲν ἐποίουν οὐδέν, τέρψεις δὲ ποικίλας ἐτέρποντο, ποτὲ μὲν ἀγκίστροις καλάμων ἀπηρτημένοις ἐκ λίνου λεπτοῦ πετραίους ἰχθῦς ἁλιεύοντες ἐκ πέτρας ἁλιτενοῦς, ποτὲ δὲ κυσὶ καὶ δικτύοις λαγὼς φεύγοντας τὸν ἐν ταῖς ἀμπέλοις θόρυβον λαμβάνοντες· [4] ἤδη δὲ καὶ ὀρνίθων ἄγρας ἐμέλησεν αὐτοῖς, καὶ ἔλαβον βρόχοις χῆνας ἀγρίους καὶ νήττας καὶ ὠτίδας, ὥστε ἡ τέρψις αὐτοῖς καὶ τραπέζης ὠφέλειαν παρεῖχεν. Εἰ δέ τινος προσέδει, παρὰ τῶν ἐν τοῖς ἀγροῖς ἐλάμβανον, περιττοτέρους τῆς ἀξίας ὀβολοὺς καταβάλλοντες. [5] Ἔδει δὲ μόνον ἄρτου καὶ οἴνου καὶ στέγης· οὐ γὰρ ἀσφαλὲς ἐδόκει μετοπωρινῆς ὥρας ἐνεστώσης ἐνθαλαττεύειν· ὥστε καὶ τὴν ναῦν ἀνεῖλκον ἐπὶ τὴν γῆν νύκτα χειμέριον δεδοικότες.13. Τῶν δή τις ἀγροίκων ἐς ἀνολκὴν λίθου θλίβοντος τὰ πατηθέντα βοτρύδια χρήιζων σχοίνου, τῆς πρότερον ῥαγείσης, κρύφα ἐπὶ τὴν θάλατταν ἐλθών, ἀφρουρήτωι τῆι νηὶ προσελθών, τὸ πεῖσμα ἐκλύσας, [2] οἴκαδε κομίσας ἐς ὅ τι ἔχρηιζεν ἐχρήσατο. Ἕωθεν οὖν οἱ Μηθυμναῖοι νεανίσκοι ζήτησιν ἐποιοῦντο τοῦ πείσματος καὶ ῾ὡμολόγει γὰρ οὐδεὶς τὴν κλοπὴν̓ ὀλίγα μεμψάμενοι τοὺς ξενοδόκους παρέπλεον· καὶ σταδίους τριάκοντα παρελάσαντες προσορμίζονται τοῖς ἀγροῖς, ἐν οἷς ὤικουν ὁ Δάφνις καὶ ἡ Χλόη· ἐδόκει γὰρ αὐτοῖς καλὸν εἶναι τὸ πεδίον ἐς θήραν λαγῶν. [3] Σχοῖνον μὲν οὖν οὐκ εἶχον ὥστε ἐκδήσασθαι πεῖσμα· λύγον δὲ χλωρὰν μακρὰν στρέψαντες ὡς σχοῖνον, ταύτηι τὴν ναῦν ἐκ τῆς πρύμνης ἄκρας εἰς τὴν γῆν ἔδησαν. Ἔπειτα τοὺς κύνας ἀφέντες ῥινηλατεῖν ἐν ταῖς εὐκαίροις φαινομέναις τῶν ὁδῶν ἐλινοστάτουν. [4] Οἱ μὲν δὴ κύνες ἅμα ὑλακῆι διαθέοντες ἐφόβησαν τὰς αἶγας, αἱ δὲ τὰ ὀρεινὰ καταλιποῦσαι μᾶλλόν τι πρὸς τὴν θάλατταν ὥρμησαν· ἔχουσαι δὲ οὐδὲν ἐν ψάμμωι τρώξιμον, ἐλθοῦσαι πρὸς τὴν ναῦν αἱ θρασύτεραι αὐτῶν, τὴν λύγον τὴν χλωράν, ἧι ἐδέδετο ἡ ναῦς, ἀπέφαγον.
14. Ἦν δέ τι καὶ κλυδώνιον ἐν τῆι θαλάττηι, κινηθέντος ἀπὸ τῶν ὀρῶν πνεύματος. Ταχὺ δὴ μάλα λυθεῖσαν αὐτὴν ὑπήνεγκεν ἡ παλίρροια τοῦ κύματος καὶ ἐς τὸ πέλαγος μετέωρον ἔφερεν. Αἰσθήσεως [2] δὲ τοῖς Μηθυμναίοις γενομένης οἱ μὲν ἐπὶ τὴν θάλατταν ἔθεον, οἱ δὲ τοὺς κύνας συνέλεγον· ἐβόων δὲ πάντες, ὡς πάντας τοὺς ἐκ τῶν πλησίον ἀγρῶν ἀκούσαντας συνελθεῖν. Ἀλλ̓ ἦν οὐδὲν ὄφελος· τοῦ γὰρ πνεύματος ἀκμάζοντος ἀσχέτωι τάχει κατὰ ῥοῦν ἡ ναῦς ἐφέρετο. [3] Οἱ οὖν Μηθυμναῖοι οὐκ ὀλίγων κτημάτων στερόμενοι ἐζήτουντὸν νέμοντα τὰς αἶγας· καὶ εὑρόντες τὸν Δάφνιν ἔπαιον, ἀπέδυον· εἷς δέ τις καὶ κυνόδεσμον ἀράμενος περιῆγε τὰς χεῖρας ὡς δήσων. [4] Ὁ δὲ ἐβόα τε παιόμενος καὶ ἱκέτευε τοὺς ἀγροίκους καὶ πρώτους τὸν Λάμωνα καὶ τὸν Δρύαντα βοηθοὺς ἐπεκαλεῖτο. Οἱ δὲ ἀντείχοντο σκληροὶ γέροντες καὶ χεῖρας ἐκ γεωργικῶν ἔργων ἰσχυρὰς ἔχοντες, καὶ ἠξίουν δικαιολογήσασθαι περὶ τῶν γεγενημένων.15. Ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἀξιούντων δικαστὴν καθίζουσι Φιλητᾶν τὸν βουκόλον· πρεσβύτατός τε γὰρ ἦν τῶν παρόντων καὶ κλέος εἶχεν ἐν τοῖς κωμήταις δικαιοσύνης περιττῆς. Πρῶτοι δὲ κατηγόρουν οἱ Μηθυμναῖοι σαφῆ καὶ σύντομα, ἅτε βουκόλον ἔχοντες δικαστήν. [2] «Ἤλθομεν εἰς τούτους τοὺς ἀγροὺς θηρᾶσαι θέλοντες. Τὴν μὲν οὖν ναῦν λύγωι χλωρᾶι δήσαντες ἐπὶ τῆς ἀκτῆς κατελίπομεν, αὐτοὶ δὲ διὰ τῶν κυνῶν ζήτησιν ἐποιούμεθα θηρίων. Ἐν τούτωι πρὸς τὴν θάλατταν αἱ αἶγες τούτου κατελθοῦσαι τήν τε λύγον κατεσθίουσι καὶ τὴν ναῦν ἀπολύουσιν. [3] Εἶδες αὐτὴν ἐν τῆι θαλάττηι φερομένην, πόσων οἴει μεστὴν ἀγαθῶν; Οἵα μὲν ἐσθὴς ἀπόλωλεν, οἷος δὲ κόσμος σκευῶν, ὅσον δὲ ἀργύριον. Τοὺς ἀγροὺς ἄν τις τούτους ἐκεῖνα ἔχων ὠνήσαιτο. Ἀνθ̓ ὧν ἀξιοῦμεν ἄγειν τοῦτον, πονηρὸν ὄντα αἰπόλον, ὃς ἐπὶ τῆς θαλάττης νέμει τὰς αἶγας ὡς ναύτης.»16. Τοσαῦτα οἱ Μηθυμναῖοι κατηγόρησαν· ὁ δὲ Δάφνις διέκειτο μὲν κακῶς ὑπὸ τῶν πληγῶν, Χλόην δὲ ὁρῶν παροῦσαν πάντων κατεφρόνει καὶ ὧδε εἶπεν «Ἐγὼ νέμω τὰς αἶγας καλῶς. Οὐδέποτε ἠιτιάσατο κωμήτης οὐδὲ εἷς ὡς ἢ κῆπόν τινος αἲξ ἐμὴ κατεβοσκήσατο ἢ ἄμπελον βλαστάνουσαν κατέκλασεν. [2] Οὗτοι δέ εἰσι κυνηγέται πονηροὶ καὶ κύνας ἔχουσι κακῶς πεπαιδευμένους, οἵτινες τρέχοντες πολλὰ καὶ ὑλακτοῦντες σκληρὰ κατεδίωξαν αὐτὰς ἐκ τῶν ὀρῶν καὶ τῶν πεδίων ἐπὶ τὴν θάλατταν, ὥσπερ λύκοι. [3] Ἀλλὰ ἀπέφαγον τὴν λύγον· οὐ γὰρ εἶχον ἐν ψάμμωι πόαν ἢ κόμαρον ἢ θύμον. Ἀλλὰ ἀπώλετο ἡ ναῦς ὑπὸ τοῦ πνεύματος καὶ τῆς θαλάττης· ταῦτα χειμῶνος, οὐκ αἰγῶν ἐστὶν ἔργα. Ἀλλὰ ἐσθὴς ἐνέκειτο καὶ ἄργυρος· καὶ τίς πιστεύσει νοῦν ἔχων ὅτι τοσαῦτα φέρουσα ναῦς πεῖσμα εἶχε λύγον;»17. Τούτοις ἐπεδάκρυσεν ὁ Δάφνις καὶ εἰς οἶκτον ὑπηγάγετο τοὺς ἀγροίκους πολύν, ὥστε ὁ Φιλητᾶς, ὁ δικαστής, ὤμνυε Πᾶνα καὶ Νύμφας μηδὲν ἀδικεῖν Δάφνιν, ἀλλὰ μηδὲ τὰς αἶγας, τὴν δὲ θάλατταν καὶ τὸν ἄνεμον, ὧν ἄλλους εἶναι δικαστάς. [2] Ταῦτα λέγων οὐκ ἔπειθε Φιλητᾶς τοὺς Μηθυμναίους, ἀλλ̓ ὑπ̓ ὀργῆς ὁρμήσαντες ἦγον πάλιν τὸν Δάφνιν καὶ συνδεῖν ἤθελον. [3] Ἐνταῦθα οἱ κωμῆται ταραχθέντες ἐπιπηδῶσιν αὐτοῖς ὡσεὶ ψᾶρες ἢ κολοιοί· καὶ ταχὺ μὲν ἀφαιροῦνται τὸν Δάφνιν ἤδη καὶ αὐτὸν μαχόμενον, ταχὺ δὲ ξύλοις παίοντες ἐκείνους εἰς φυγὴν ἐτρέψαντο· ἀπέστησαν δὲ οὐ πρότερον ἔστε τῶν ὅρων αὐτοὺς ἐξήλασαν ἐς ἄλλους ἀγρούς.18. Διωκόντων δὴ τοὺς Μηθυμναίους ἐκείνων ἡ Χλόη κατὰ πολλὴν ἡσυχίαν ἄγει πρὸς τὰς Νύμφας τὸν Δάφνιν καὶ ἀπονίπτει τε τὸ πρόσωπον ἡιμαγμένον ἐκ τῶν ῥινῶν ῥαγεισῶν ὑπὸ πληγῆς τινος, κἀκ τῆς πήρας προκομίσασα ζυμίτου μέρος καὶ τυροῦ τμῆμά τι, δίδωσι φαγεῖν· τό τε μάλιστα ἀνακτησόμενον αὐτόν, φίλημα ἐφίλησε μελιτῶδες ἁπαλοῖς τοῖς χείλεσι.19. Τότε μὲν δὴ παρὰ τοσοῦτον Δάφνις ἦλθε κακοῦ. Τὸ δὲ πρᾶγμα οὐ ταύτηι ἐπέπαυτο, ἀλλ̓ ἐλθόντες οἱ Μηθυμναῖοι μόλις εἰς τὴν ἑαυτῶν, ὁδοιπόροι μὲν ἀντὶ ναυτῶν τραυματίαι δὲ ἀντὶ τρυφώντων, ἐκκλησίαν τε συνήγαγον τῶν πολιτῶν καὶ ἱκετηρίας θέντες ἱκέτευον τιμωρίας ἀξιωθῆναι· [2] τῶν μὲν ἀληθῶν λέγοντες οὐδὲ ἕν, μὴ καὶ πρὸς καταγέλαστοι γένοιντο τοιαῦτα καὶ τοσαῦτα παθόντες ὑπὸ ποιμένων, κατηγοροῦντες δὲ Μυτιληναίων, ὡς τὴν ναῦν ἀφελομένων καὶ τὰ χρήματα διαρπασάντων πολέμου νόμωι. [3] Οἱ δὲ πιστεύοντες διὰ τὰ τραύματα καὶ νεανίσκοις τῶν πρώτων παῤ αὐτοῖς οἰκιῶν τιμωρῆσαι δίκαιον νομίζοντες Μυτιληναίοις μὲν πόλεμον ἀκήρυκτον ἐψηφίσαντο· τὸν δὲ στρατηγὸν ἐκέλευσαν δέκα ναῦς καθελκύσαντα κακουργεῖν αὐτῶν τὴν παραλίαν· πλησίον γὰρ χειμῶνος ὄντος οὐκ ἦν ἀσφαλὲς μείζονα στόλον πιστεύειν τῆι θαλάττηι.20. Ὁ δὲ εὐθὺς τῆς ἐπιούσης ἀναγόμενος αὐτερέταις στρατιώταις ἐπέπλει τοῖς παραθαλαττίοις τῶν Μυτιληναίων ἀγροῖς. Καὶ πολλὰ μὲν ἥρπαζε ποίμνια, πολὺν δὲ σῖτον καὶ οἶνον, ἄρτι πεπαυμένου τοῦ τρυγητοῦ, καὶ ἀνθρώπους δὲ οὐκ ὀλίγους, ὅσοι τούτων ἐργάται. [2] Ἐπέπλευσε καὶ τοῖς τῆς Χλόης ἀγροῖς καὶ τοῦ Δάφνιδος, καὶ ἀπόβασιν ὀξεῖαν θέμενος λείαν ἤλαυνε τὰ ἐν ποσίν. Ὁ μὲν οὖν Δάφνις οὐκ ἔνεμε τὰς αἶγας ἀλλὰ ἐς τὴν ὕλην ἀνελθὼν φυλλάδα χλωρὰν ἔκοπτεν, ὡς ἔχοι τοῦ χειμῶνος παρέχειν τοῖς ἐρίφοις τροφήν· ὥστε ἄνωθεν θεασάμενος τὴν καταδρομὴν ἐνέκρυψεν ἑαυτὸν στελέχει κοίλωι ξηρᾶς ὀξύης· [3] ἡ δὲ Χλόη παρῆν ταῖς ἀγέλαις καὶ διωκομένη καταφεύγει πρὸς τὰς Νύμφας ἱκέτις καὶ ἐδεῖτο φείσασθαι καὶ ὧν ἔνεμε καὶ αὐτῆς διὰ τὰς θεάς. Ἀλλ̓ ἦν οὐδὲν ὄφελος· οἱ γὰρ Μηθυμναῖοι πολλὰ τῶν ἀγαλμάτων κατακερτομήσαντες καὶ τὰς ἀγέλας ἤλασαν κἀκείνην ἤγαγον ὥσπερ αἶγα ἢ πρόβατον παίοντες λύγοις.21. Ἔχοντες δὲ ἤδη τὰς ναῦς παντοδαπῆς ἁρπαγῆς μεστάς, οὐκέτ̓ ἐγίνωσκον περαιτέρω πλεῖν, ἀλλὰ τὸν οἴκαδε πλοῦν ἐποιοῦντο καὶ τὸν χειμῶνα καὶ τοὺς πολεμίους δεδιότες. Οἱ μὲν οὖν ἀπέπλεον εἰρεσίαι προσταλαιπωροῦντες· [2] ἄνεμος γὰρ οὐκ ἦν· ὁ δὲ Δάφνις ἡσυχίας γενομένης ἐλθὼν εἰς τὸ πεδίον ἔνθα ἔνεμον, καὶ μήτε τὰς αἶγας ἰδὼν μήτε τὰ πρόβατα καταλαβὼν μήτε Χλόην εὑρὼν ἀλλ̓ ἐρημίαν πολλὴν καὶ τὴν σύριγγα ἐρριμμένην, [3] ἧι συνήθως ἐτέρπετο ἡ Χλόη, μέγα βοῶν καὶ ἐλεεινὸν κωκύων ποτὲ μὲν πρὸς τὴν φηγὸν ἔτρεχεν ἔνθα ἐκαθέζοντο, ποτὲ δὲ ἐπὶ τὴν θάλατταν ὡς ὀψόμενος αὐτήν, ποτὲ δὲ ἐπὶ τὰς Νύμφας, ἐφ̓ ἃς ἑλκομένη κατέφυγεν. Ἐνταῦθα καὶ ἔρριψεν ἑαυτὸν χαμαὶ καὶ ταῖς Νύμφαις ὡς προδούσαις κατεμέμφετο.22. «Ἀφ̓ ὑμῶν ἡρπάσθη Χλόη, καὶ τοῦτο ὑμεῖς ἰδεῖν ὑπεμείνατε; ἡ τοὺς στεφάνους ὑμῖν πλέκουσα, ἡ σπένδουσα τοῦ πρώτου γάλακτος, ἧς καὶ ἡ σύριγξ ἥδε ἀνάθημα; [2] Αἶγα μὲν οὐδὲ μίαν μοι λύκος ἥρπασε, πολέμιοι δὲ τὴν ἀγέλην καὶ τὴν συννέμουσαν. Καὶ τὰς μὲν αἶγας ἀποδεροῦσι καὶ τὰ πρόβατα καταθύσουσι, [3] Χλόη δὲ λοιπὸν πόλιν οἰκήσει. Ποίοις ποσὶν ἄπειμι παρὰ τὸν πατέρα καὶ τὴν μητέρα ἄνευ τῶν αἰγῶν, ἄνευ Χλόης, λιπερνήτης γενόμενος; ἔχω γὰρ νέμειν ἔτι οὐδέν. [4] Ἐνταῦθα περιμενῶ κείμενος ἢ θάνατον ἢ πόλεμον δεύτερον. Ἆρα καὶ σύ, Χλόη, τοιαῦτα πάσχεις; ἆρα μέμνησαι τοῦ πεδίου τοῦδε καὶ τῶν Νυμφῶν τῶνδε κἀμοῦ; ἢ παραμυθοῦνταί σε τὰ πρόβατα καὶ αἱ αἶγες αἰχμάλωτοι μετὰ σοῦ γενόμεναι; »
23. Τοιαῦτα λέγοντα αὐτὸν ἐκ τῶν δακρύων καὶ τῆς λύπης ὕπνος βαθὺς καταλαμβάνει. Καὶ αὐτῶι αἱ τρεῖς ἐφίστανται Νύμφαι, μεγάλαι γυναῖκες καὶ καλαί, ἡμίγυμνοι καὶ ἀνυπόδητοι, τὰς κόμας λελυμέναι καὶ τοῖς ἀγάλμασιν ὅμοιαι. [2] Καὶ τὸ μὲν πρῶτον ἐώικεσαν ἐλεοῦσαι τὸν Δάφνιν· ἔπειτα ἡ πρεσβυτάτη λέγει ἐπιρρωννύουσα «Μηδὲν ἡμᾶς μέμφου, Δάφνι· Χλόης γὰρ ἡμῖν μᾶλλον μέλει ἢ σοί. Ἡμεῖς τοι καὶ παιδίον οὖσαν αὐτὴν ἠλεήσαμεν καὶ ἐν τῶιδε τῶι ἄντρωι κειμένην αὐτὴν ἀνεθρέψαμεν. [3] Ἐκείνηι καὶ πεδίοις κοινὸν οὐδέν. Καὶ νῦν δὲ ἡμῖν πεφρόντισται τὸ κατ̓ ἐκείνην, ὡς μήτε εἰς τὴν Μήθυμναν κομισθεῖσα δουλεύοι μήτε μέρος γένοιτο λείας πολεμικῆς. [4] Τὸν Πᾶνα ἐκεῖνον τὸν ὑπὸ τῆι πίτυι ἱδρυμένον, ὃν ὑμεῖς οὐδέποτε οὐδὲ ἄνθεσιν ἐτιμήσατε, τούτου ἐδεήθημεν ἐπίκουρον γενέσθαι Χλόης· συνήθης γὰρ στρατοπέδοις μᾶλλον ἡμῶν καὶ πολλοὺς ἤδη πολέμους ἐπολέμησε τὴν ἀγροικίαν καταλιπών· καὶ ἔπεισι τοῖς Μηθυμναίοις οὐκ ἀγαθὸς πολέμιος. [5] Κάμνε δὲ μηδέν, ἀλλ̓ ἀναστὰς ὄφθητι Λάμωνι καὶ Μυρτάληι, οἳ καὶ αὐτοὶ κεῖνται χαμαί, νομίζοντες καὶ σὲ μέρος γεγονέναι τῆς ἁρπαγῆς· Χλόη γάρ σοι τῆς ἐπιούσης ἀφίξεται μετὰ τῶν αἰγῶν, μετὰ τῶν προβάτων, καὶ νεμήσετε κοινῆι καὶ συρίσετε κοινῆι· τὰ δὲ ἄλλα μελήσει περὶ ὑμῶν Ἔρωτι.»24. Τοιαῦτα ἰδὼν καὶ ἀκούσας Δάφνις ἀναπηδήσας τῶν ὕπνων καὶ ὑφ̓ ἡδονῆς καὶ λύπης μεστὸς δακρύων τὰ ἀγάλματα τῶν Νυμφῶν προσεκύνει καὶ ἐπηγγέλλετο σωθείσης Χλόης θύσειν τῶν αἰγῶν τὴν ἀρίστην. [2] Δραμὼν δὲ καὶ ἐπὶ τὴν πίτυν, ἔνθα τὸ τοῦ Πανὸς ἄγαλμα ἵδρυτο κερασφόρον, τραγοσκελές, τῆι μὲν σύριγγα τῆι δὲ τράγον πηδῶντα κατέχον, κἀκεῖνον προσεκύνει καὶ εὔχετο ὑπὲρ τῆς Χλόης καὶ τράγον θύσειν ἐπηγγέλλετο. [3] Καὶ μόλις ποτὲ περὶ ἡλίου καταφορὰς παυσάμενος δακρύων καὶ εὐχῶν, ἀράμενος τὰς φυλλάδας, ἃς ἔκοψεν, ἐπανῆλθεν εἰς τὴν ἔπαυλιν, καὶ τοὺς ἀμφὶ τὸν Λάμωνα πένθους ἀπαλλάξας, [4] εὐφροσύνης ἐμπλήσας, τροφῆς τε ἐγεύσατο καὶ ἐς ὕπνον ὥρμησεν οὐδὲ τοῦτον ἄδακρυν, ἀλλ̓ εὐχόμενος μὲν αὖθις τὰς Νύμφας ὄναρ ἰδεῖν, εὐχόμενος δὲ τὴν ἡμέραν γενέσθαι ταχέως, ἐν ἧι Χλόην ἐπηγγείλαντο αὐτῶι. Νυκτῶν πασῶν ἐκείνη ἔδοξε μακροτάτη γεγονέναι· ἐπράχθη δὲ ἐπ̓ αὐτῆς τάδε.25. Ὁ στρατηγὸς ὁ τῶν Μηθυμναίων ὅσον δέκα σταδίους ἀπελάσας ἠθέλησε τοὺς στρατιώτας τῆι καταδρομῆι κεκμηκότας ἀναλαβεῖν. Ἄκρας οὖν ἐπεμβαινούσης τῶι πελάγει λαβόμενος ἐπεκτεινομένης μηνοειδῶς, [2] ἧς ἐντὸς θάλαττα γαληνότερον τῶν λιμένων ὅρμον εἰργάζετο, ἐνταῦθα τὰς ναῦς ἐπ̓ ἀγκυρῶν μετεώρους διορμίσας, ὡς μηδὲ μίαν ἐκ τῆς γῆς τῶν ἀγροίκων τινὰ λυπῆσαι, ἀνῆκε τοὺς Μηθυμναίους εἰς τέρψιν εἰρηνικήν. [3] Οἱ δὲ ἔχοντες πάντων ἀφθονίαν ἐκ τῆς ἁρπαγῆς ἔπινον, ἔπαιζον, ἐπινίκιον ἑορτὴν ἐμιμοῦντο. Ἄρτι δὲ παυομένης ἡμέρας καὶ τῆς τέρψεως ἐς νύκτα ληγούσης αἰφνίδιον μὲν ἡ γῆ πᾶσα ἐδόκει λάμπεσθαι πυρί, κτύπος δὲ ἠκούετο ῥόθιος κωπῶν, ὡς ἐπιπλέοντος μεγάλου στόλου. [4] Ἐβόα τις ὁπλίζεσθαι τὸν στρατηγόν, ἄλλος ἄλλον ἐκάλει, καὶ τετρῶσθαί τις ἐδόκει, καὶ σχῆμά τις ἔκειτο νεκροῦ μιμούμενος. Εἴκασεν ἄν τις ὁρᾶν νυκτομαχίαν οὐ παρόντων πολεμίων.26. Τῆς δὲ νυκτὸς αὐτοῖς τοιαύτης γενομένης ἐπῆλθεν ἡ ἡμέρα πολὺ τῆς νυκτὸς φοβερωτέρα. Οἱ τράγοι μὲν οἱ τοῦ Δάφνιδος καὶ αἱ αἶγες κιττὸν ἐν τοῖς κέρασι κορυμβοφόρον εἶχον, οἱ δὲ κριοὶ καὶ αἱ οἶς τῆς Χλόης λύκων ὠρυγμὸν ὠρύοντο. [2] Ὤφθη δὲ καὶ αὐτὴ πίτυος ἐστεφανωμένη. Ἐγίνετο καὶ περὶ τὴν θάλατταν αὐτὴν πολλὰ παράδοξα. Αἵ τε γὰρ ἄγκυραι πειρωμένων ἀναφέρειν κατὰ βυθοῦ ἔμενον, αἵ τε κῶπαι καθιέντων εἰς εἰρεσίαν ἐθραύοντο· καὶ δελφῖνες πηδῶντες ἐξ ἁλὸς ταῖς οὐραῖς παίοντες τὰς ναῦς ἔλυον τὰ γομφώματα. [3] Ἠκούετό τις καὶ ἀπὸ τῆς ὀρθίου πέτρας τῆς ὑπὲρ τὴν ἄκραν σύριγγος ἦχος· ἀλλὰ οὐκ ἔτερπεν ὡς σύριγξ, ἐφόβει δὲ τοὺς ἀκούοντας ὡς σάλπιγξ. [4] Ἐταράττοντο οὖν καὶ ἐπὶ τὰ ὅπλα ἔθεον καὶ πολεμίους ἐκάλουν τοὺς οὐ βλεπομένους, ὥστε πάλιν εὔχοντο νύκτα ἐπελθεῖν, ὡς τευξόμενοι σπονδῶν ἐν αὐτῆι. [5] Συνετὰ μὲν οὖν πᾶσιν ἦν τὰ γινόμενα τοῖς φρονοῦσιν ὀρθῶς ὅτι ἐκ Πανὸς ἦν τὰ φαντάσματα καὶ ἀκούσματα μηνίοντός τι τοῖς ναύταις· οὐκ εἶχον δὲ τὴν αἰτίαν συμβαλεῖν ῾οὐδὲν γὰρ ἱερὸν ἐσεσύλητο Πανός᾿, ἔστε ἀμφὶ μέσην ἡμέραν ἐς ὕπνον οὐκ ἀθεεὶ τοῦ στρατηγοῦ καταπεσόντος αὐτὸς ὁ Πὰν ὤφθη τοιάδε λέγων27. «Ὦ πάντων ἀνοσιώτατοι καὶ ἀσεβέστατοι, τί ταῦτα μαινομέναις φρεσὶν ἐτολμήσατε; Πολέμου μὲν τὴν ἀγροικίαν ἐνεπλήσατε τὴν ἐμοὶ φίλην, ἀγέλας δὲ βοῶν καὶ αἰγῶν καὶ ποιμνίων ἀπηλάσατε τὰς ἐμοὶ μελομένας· [2] ἀπεσπάσατε δὲ βωμῶν παρθένον, ἐξ ἧς Ἔρως μῦθον ποιῆσαι θέλει· καὶ οὔτε τὰς Νύμφας ἠιδέσθητε βλεπούσας οὔτε τὸν Πᾶνα ἐμέ. Οὔτ̓ οὖν Μήθυμναν ὄψεσθε μετὰ τοιούτων λαφύρων πλέοντες, οὔτε τήνδε φεύξεσθε τὴν σύριγγα τὴν ὑμᾶς ταράξασαν· [3] ἀλλὰ ὑμᾶς βορὰν ἰχθύων θήσω καταδύσας, εἰ μὴ τὴν ταχίστην καὶ Χλόην ταῖς Νύμφαις ἀποδώσεις καὶ τὰς ἀγέλας Χλόης. Ἀνάστα δὴ καὶ ἐκβίβαζε τὴν κόρην μεθ̓ ὧν εἶπον. Ἡγήσομαι δὲ ἐγὼ καὶ σοὶ τοῦ πλοῦ κἀκείνηι τῆς ὁδοῦ.»
28. Πάνυ οὖν τεθορυβημένος ὁ Βρύαξις ῾τοῦτο γὰρ ἐκαλεῖτο ὁ στρατηγὸς᾿ ἀναπηδᾶι καὶ τῶν νεῶν καλέσας τοὺς ἡγεμόνας ἐκέλευσε τὴν ταχίστην ἐν τοῖς αἰχμαλώτοις ἀναζητεῖσθαι Χλόην. [2] Οἱ δὲ ταχέως καὶ ἀνεῦρον καὶ εἰς ὀφθαλμοὺς ἐκόμισαν· ἐκαθέζετο γὰρ τῆς πίτυος ἐστεφανωμένη. Σύμβολον δὴ καὶ τοῦτο τῆς ἐν τοῖς ὀνείροις ὄψεως ποιούμενος ἐπ̓ αὐτῆς τῆς ναυαρχίδος εἰς τὴν γῆν αὐτὴν κομίζει. [3] Κἀκείνη ἄρτι ἀπεβεβήκει καὶ σύριγγος ἦχος ἀκούεται πάλιν ἐκ τῆς πέτρας, οὐκέτι πολεμικὸς καὶ φοβερός, ἀλλὰ ποιμενικὸς καὶ οἷος εἰς νομὴν ἡγεῖται ποιμνίων. Καὶ τά τε πρόβατα κατὰ τῆς ἀποβάθρας ἐξέτρεχεν ἐξολισθάνοντα τοῖς κέρασι τῶν χηλῶν, καὶ αἱ αἶγες πολὺ θρασύτερον, οἷα καὶ κρημνοβατεῖν εἰθισμέναι.29. Καὶ ταῦτα μὲν περιίσταται κύκλωι τὴν Χλόην ὥσπερ χορός, σκιρτῶντα καὶ βληχώμενα καὶ ὅμοια χαίρουσιν· αἱ δὲ τῶν ἄλλων αἰπόλων αἶγες καὶ τὰ πρόβατα καὶ τὰ βουκόλια κατὰ χώραν ἔμενεν ἐν κοίληι νηί, καθάπερ αὐτὰ τοῦ μέλους μὴ καλοῦντος. [2] Θαύματι δὲ πάντων ἐχομένων καὶ τὸν Πᾶνα εὐφημούντων ὤφθη τούτων ἐν τοῖς στοιχείοις ἀμφοτέροις θαυμασιώτερα. [3] Τῶν μὲν Μηθυμναίων, πρὶν ἀνασπάσαι τὰς ἀγκύρας, ἔπλεον αἱ νῆες καὶ τῆς ναυαρχίδος ἡγεῖτο δελφὶν πηδῶν ἐξ ἁλός· τῶν δὲ αἰγῶν καὶ τῶν προβάτων ἡγεῖτο σύριγγος ἦχος ἥδιστος, καὶ τὸν συρίττοντα ἔβλεπεν οὐδείς, ὥστε τὰ ποίμνια καὶ αἱ αἶγες προήιεσαν ἅμα καὶ ἐνέμοντο τερπόμεναι τῶι μέλει.30. Δευτέρας που νομῆς καιρὸς ἦν, καὶ ὁ Δάφνις ἀπὸ σκοπῆς τινος μετεώρου θεασάμενος τὰς ἀγέλας καὶ τὴν Χλόην, μέγα βοήσας «ὦ Νύμφαι καὶ Πὰν» κατέδραμεν εἰς τὸ πεδίον καὶ περιπλακεὶς τῆι Χλόηι λιποθυμήσας κατέπεσε. [2] Μόλις δὲ ἔμβιος ὑπὸ τῆς Χλόης φιλούσης καὶ ταῖς περιβολαῖς θαλπούσης γενόμενος ἐπὶ τὴν συνήθη φηγὸν ἔρχεται· καὶ ὑπὸ τῶι στελέχει καθίσας ἐπυνθάνετο πῶς ἀπέδρα τοσούτους πολεμίους. [3] Η δὲ αὐτῶι κατέλεξε πάντα, τὸν τῶν αἰγῶν κιττόν, τὸν τῶν προβάτων ὠρυγμόν, τὴν ἐπανθήσασαν τῆι κεφαλῆι πίτυν, τὸ ἐν τῆι γῆι πῦρ, τὸν ἐν τῆι θαλάττηι κτύπον, τὰ συρίγματα ἀμφότερα, τὸ πολεμικὸν καὶ τὸ εἰρηνικόν, τὴν νύκτα τὴν φοβεράν, καὶ ὅπως αὐτῆι τὴν ὁδὸν ἀγνοούσηι καθηγήσατο τῆς ὁδοῦ μουσική. [4] Γνωρίσας οὖν ὁ Δάφνις τὰ τῶν Νυμφῶν ὀνείρατα καὶ τὰ τοῦ Πανὸς ἔργα διηγεῖται καὶ αὐτὸς ὅσα εἶδεν, ὅσα ἤκουσεν· ὅτι μέλλων ἀποθνήσκειν διὰ τὰς Νύμφας ἔζησε. [5] Καὶ τὴν μὲν ἀποπέμπει κομιοῦσαν τοὺς ἀμφὶ τὸν Δρύαντα καὶ Λάμωνα καὶ ὅσα πρέπει θυσίαι· αὐτὸς δὲ ἐν τούτωι τῶν αἰγῶν τὴν ἀρίστην συλλαβὼν καὶ κιττῶι στεφανώσας, ὥσπερ ὤφθησαν τοῖς πολεμίοις, καὶ γάλα τῶν κεράτων κατασπείσας, ἔθυσέ τε ταῖς Νύμφαις καὶ κρεμάσας ἀπέδειρε καὶ τὸ δέρμα ἀνέθηκεν.31. Ἤδη δὲ παρόντων τῶν ἀμφὶ τὴν Χλόην, πῦρ ἀνακαύσας καὶ τὰ μὲν ἑψήσας τῶν κρεῶν τὰ δὲ ὀπτήσας ἀπήρξατό τε ταῖς Νύμφαις καὶ κρατῆρα μεστὸν γλεύκους ἐπέσπεισε· καὶ ἐκ φυλλάδος στιβάδας ὑποστορέσας ἐντεῦθεν ἐν τροφῆι ἦν καὶ πότωι καὶ παιδιᾶι· καὶ ἅμα τὰς ἀγέλας ἐπεσκόπει, μὴ λύκος ἐμπεσὼν ἔργα ποιήσηι πολεμίων. [2] ᾞσάν τινας καὶ ὠιδὰς εἰς τὰς Νύμφας, παλαιῶν ποιμένων ποιήματα. Νυκτὸς δὲ ἐπελθούσης αὐτοῦ κοιμηθέντες ἐν τῶι ἀγρῶι, τῆς ἐπιούσης τοῦ Πανὸς ἐμνημόνευσαν, καὶ τῶν τράγων τὸν ἀγελάρχην στεφανώσαντες πίτυος προσήγαγον τῆι πίτυι, καὶ ἀποσπείσαντες οἴνου καὶ εὐφημοῦντες τὸν θεὸν ἔθυσαν, ἐκρέμασαν, ἀπέδειραν· [3] καὶ τὰ μὲν κρέα ὀπτήσαντες καὶ ἑψήσαντες πλησίον ἔθηκαν ἐν τῶι λειμῶνι, ἐν τοῖς φύλλοις· τὸ δὲ δέρμα κέρασιν αὐτοῖς ἐνέπηξαν τῆι πίτυι πρὸς τῶι ἀγάλματι, ποιμενικὸν ἀνάθημα ποιμενικῶι θεῶι. Ἀπήρξαντο καὶ τῶν κρεῶν, ἀπέσπεισαν καὶ κρατῆρος μείζονος· ἦισεν ἡ Χλόη, ὁ Δάφνις ἐσύρισεν.32. Ἐπὶ τούτοις κατακλινέντες ἤσθιον· καὶ αὐτοῖς ἐφίσταται Φιλητᾶς ὁ βουκόλος κατὰ τύχην στεφανίσκους τινὰς τῶι Πανὶ κομίζων καὶ βότρυς ἔτι ἐν φύλλοις καὶ κλήμασι· καὶ αὐτῶι τῶν παίδων ὁ νεώτατος εἵπετο Τίτυρος, πυρρὸν παιδίον καὶ γλαυκόν, λευκὸν παιδίον καὶ ἀγέρωχον· καὶ ἥλλετο κοῦφα, βαδίζων ὥσπερ ἔριφος. [2] Ἀναπηδήσαντες οὖν συνεστεφάνουν τὸν Πᾶνα καὶ τὰ κλήματα τῆς κόμης τῆς πίτυος ἐξήρτων, καὶ κατακλίναντες πλησίον αὑτῶν συμπότην ἐποιοῦντο. [3] Καὶ οἷα δὴ γέροντες ὑποβεβρεγμένοι πρὸς ἀλλήλους πολλὰ ἔλεγον· ὡς ἔνεμον ἡνίκα ἦσαν νέοι, ὡς πολλὰς ληιστῶν καταδρομὰς διέφυγον· ἐσεμνύνετό τις ὡς λύκον ἀποκτείνας, ἄλλος ὡς μόνου τοῦ Πανὸς δεύτερα συρίσας· τοῦτο τοῦ Φιλητᾶ τὸ σεμνολόγημα ἦν.33. Ὁ οὖν Δάφνις καὶ ἡ Χλόη πάσας δεήσεις προσέφερον μεταδοῦναι καὶ αὐτοῖς τῆς τέχνης, συρίσαι τε ἐν ἑορτῆι θεοῦ σύριγγι χαίροντος. Ἐπαγγέλλεται Φιλητᾶς, καίτοι τὸ γῆρας ὡς ἄπνουν μεμψάμενος, καὶ ἔλαβε σύριγγα τὴν τοῦ Δάφνιδος. [2] Ἡ δὲ ἦν μικρὰ πρὸς μεγάλην τέχνην, οἷα ἐν στόματι παιδὸς ἐμπνεομένη. Πέμπει οὖν Τίτυρον ἐπὶ τὴν ἑαυτοῦ σύριγγα, [3] τῆς ἐπαύλεως ἀπεχούσης σταδίους δέκα. Ὁ μὲν οὖν ῥίψας τὸ ἐγκόμβωμα γυμνὸς ὥρμησε τρέχειν, ὥσπερ νεβρός· ὁ δὲ Λάμων ἐπηγγείλατο αὐτοῖς τὸν περὶ τῆς σύριγγος ἀφηγήσεσθαι μῦθον, ὃν αὐτῶι Σικελὸς ωἰπόλος ἦισεν ἐπὶ μισθῶι τράγωι καὶ σύριγγι.34. «Αὕτη ἡ σύριγξ τὸ ὄργανον οὐκ ἦν ὄργανον ἀλλὰ παρθένος καλὴ καὶ τὴν φωνὴν μουσική. Αἶγας ἔνεμεν, Νύμφαις συνέπαιζεν, ἦιδεν οἷον νῦν. Πὰν ταύτης νεμούσης παιζούσης ἀιδούσης προσελθὼν ἔπειθεν ἐς ὅ τι ἔχρηιζε, καὶ ἐπηγγέλλετο τὰς αἶγας πάσας θήσειν διδυματόκους. [2] Ἡ δὲ ἐγέλα τὸν ἔρωτα αὐτοῦ, οὐδὲ ἐραστὴν ἔφη δέξεσθαι τὸν μήτε τράγον ὄντα μήτε ἄνθρωπον ὁλόκληρον. Ὁρμᾶι διώκειν ὁ Πὰν πρὸς βίαν· ἡ Σύριγξ ἔφευγε καὶ τὸν Πᾶνα καὶ τὴν βίαν· φεύγουσα κάμνουσα ἐς δόνακας κρύπτεται, εἰς ἕλος ἀφανίζεται. [3] Πὰν τοὺς δόνακας ὀργῆι τεμών, τὴν κόρην οὐχ εὑρών, τὸ πάθος μαθὼν τὸ ὄργανον νοεῖ, τοὺς καλάμους κηρῶι συνδήσας ἀνίσους, καθ̓ ὅ τι καὶ ὁ ἔρως ἄνισος αὐτοῖς· καὶ ἡ τότε παρθένος καλὴ νῦν ἐστι σύριγξ μουσική.»35. Ἄρτι ἐπέπαυτο τοῦ μυθολογήματος ὁ Λάμων, καὶ ἐπήινει Φιλητᾶς αὐτὸν ὡς εἰπόντα μῦθον ὠιδῆς γλυκύτερον, καὶ ὁ Τίτυρος ἐφίσταται τὴν σύριγγα τῶι πατρὶ κομίζων, μέγα ὄργανον καὶ αὐλῶν μεγάλων, [2] καὶ ἵνα κεκήρωτο, χαλκῶι πεποίκιλτο. Εἴκασεν ἄν τις εἶναι ταύτην ἐκείνην, ἣν ὁ Πὰν πρώτην ἐπήξατο. Διεγερθεὶς οὖν ὁ Φιλητᾶς καὶ καθίσας ἐν καθέδραι ὀρθὸς πρῶτον μὲν ἀπεπειράθη τῶν καλάμων εἰ εὖπνοι· [3] ἔπειτα μαθὼν ὡς ἀκώλυτον διατρέχει τὸ πνεῦμα, ἐνέπνει τὸ ἐντεῦθεν πολὺ καὶ νεανικόν. Αὐλῶν τις ἂν ὠιήθη συναυλούντων ἀκούειν· τοσοῦτον ἤχει τὸ σύριγμα. Κατ̓ ὀλίγον δὲ τῆς βίας ἀφαιρῶν εἰς τὸ τερπνότερον μετέβαλλε τὸ μέλος. [4] Καὶ πᾶσαν τέχνην ἐπιδεικνύμενος εὐνομίας μουσικῆς ἐσύριττεν οἷον βοῶν ἀγέληι πρέπον, οἷον αἰπολίωι πρόσφορον, οἷον ποίμναις φίλον. Τερπνὸν ἦν τὸ ποιμνίων, μέγα τὸ βοῶν, ὀξὺ τὸ αἰγῶν· ὅλως πάσας σύριγγας μία σύριγξ ἐμιμήσατο.36. Οἱ μὲν οὖν ἄλλοι σιωπῆι κατέκειντο τερπόμενοι· Δρύας δὲ ἀναστὰς καὶ κελεύσας συρίττειν Διονυσιακὸν μέλος, ἐπιλήνιον αὐτοῖς ὄρχησιν ὠρχήσατο· καὶ ἐώικει ποτὲ μὲν τρυγῶντι, ποτὲ δὲ φέροντι ἀρρίχους, [2] εἶτα πατοῦντι τοὺς βότρυς, εἶτα πληροῦντι τοὺς πίθους, εἶτα πίνοντι τοῦ γλεύκους. Ταῦτα πάντα οὕτως εὐσχημόνως ὠρχήσατο Δρύας καὶ ἐναργῶς, ὥστε ἐδόκουν βλέπειν καὶ τὰς ἀμπέλους καὶ τὴν ληνὸν καὶ τοὺς πίθους καὶ ἀληθῶς Δρύαντα πίνοντα.37. Τρίτος δὴ γέρων οὗτος εὐδοκιμήσας ἐπ̓ ὀρχήσει φιλεῖ Χλόην καὶ Δάφνιν· οἱ δὲ μάλα ταχέως ἀναστάντες ὠρχήσαντο τὸν μῦθον τοῦ Λάμωνος. Ὁ Δάφνις Πᾶνα ἐμιμεῖτο, τὴν Σύριγγα Χλόη· ὁ μὲν ἱκέτευε πείθων, ἡ δὲ ἀμελοῦσα ἐμειδία· [2] ὁ μὲν ἐδίωκε καὶ ἐπ̓ ἄκρων τῶν ὀνύχων ἔτρεχε τὰς χηλὰς μιμούμενος, ἡ δὲ ἐνέφαινε τὴν κάμνουσαν ἐν τῆι φυγῆι. Ἔπειτα Χλόη μὲν εἰς τὴν ὕλην ὡς εἰς ἕλος κρύπτεται, Δάφνις [3] δὲ λαβὼν τὴν Φιλητᾶ σύριγγα τὴν μεγάλην ἐσύρισε γοερὸν ὡς ἐρῶν, ἐρωτικὸν ὡς πείθων, ἀνακλητικὸν ὡς ἐπιζητῶν, ὥστε ὁ Φιλητᾶς θαυμάσας φιλεῖ τε ἀναπηδήσας καὶ τὴν σύριγγα χαρίζεται φιλήσας καὶ εὔχεται καὶ Δάφνιν καταλιπεῖν αὐτὴν ὁμοίωι διαδόχωι.
38. Ὁ δὲ τὴν ἰδίαν ἀναθεὶς τῶι Πανὶ τὴν σμικρὰν καὶ φιλήσας ὡς ἐκ φυγῆς ἀληθινῆς εὑρεθεῖσαν τὴν Χλόην ἀπήλαυνε τὴν ἀγέλην συρίττων νυκτὸς ἤδη ἐπιγινομένης· ἀπήλαυνε δὲ καὶ ἡ Χλόη τὴν ποίμνην τῶι μέλει τῆς σύριγγος συνάιδουσα· [2] καὶ αἵ τε αἶγες πλησίον τῶν προβάτων ἤιεσαν, ὅ τε Δάφνις ἐβάδιζεν ἐγγὺς τῆς Χλόης, ὥστε ἐνέπλησαν ἕως νυκτὸς ἀλλήλους καὶ συνέθεντο θᾶττον τὰς ἀγέλας τῆς ἐπιούσης κατελάσαι· [3] καὶ οὕτως ἐποίησαν. Ἄρτι γοῦν ἀρχομένης ἡμέρας ἦλθον εἰς τὴν νομήν· καὶ τὰς Νύμφας προτέρας, εἶτα τὸν Πᾶνα προσαγορεύσαντες, τὸ ἐντεῦθεν ὑπὸ τῆι δρυὶ καθεσθέντες ἐσύριττον· εἶτα ἀλλήλους ἐφίλουν, περιέβαλλον, κατεκλίνοντο, καὶ οὐδὲν δράσαντες πλέον ἀνίσταντο. Ἐμέλησεν αὐτοῖς καὶ τροφῆς, καὶ ἔπιον οἶνον μίξαντες γάλα.39. Καὶ τούτοις ἅπασι θερμότεροι γενόμενοι καὶ θρασύτεροι, πρὸς ἀλλήλους ἤριζον ἔριν ἐρωτικήν, καὶ μετ̓ ὀλίγον εἰς ὅρκων πίστιν προῆλθον. Ὁ μὲν δὴ Δάφνις τὸν Πᾶνα ὤμοσεν ἐλθὼν ἐπὶ τὴν πίτυν μὴ ζήσεσθαι μόνος ἄνευ Χλόης μηδὲ μιᾶς χρόνον ἡμέρας· [2] ἡ δὲ Χλόη τὰς Νύμφας εἰσελθοῦσα εἰς τὸ ἄντρον τὸν αὐτὸν Δάφνιδι ἕξειν καὶ θάνατον καὶ βίον. Τοσοῦτον δὲ ἄρα τῆι Χλόηι τὸ ἀφελὲς προσῆν ὡς κόρηι, ὥστε ἐξιοῦσα τοῦ ἄντρου καὶ δεύτερον ἠξίου λαβεῖν ὅρκον παῤ αὐτοῦ «ὦ Δάφνι» λέγουσα «θεὸς ὁ Πὰν ἐρωτικός ἐστι καὶ ἄπιστος· [3] ἠράσθη μὲν Πίτυος, ἠράσθη δὲ Σύριγγος· παύεται δὲ οὐδέποτε Δρυάσιν ἐνοχλῶν καὶ Ἐπιμηλίσι Νύμφαις παρέχων πράγματα. Οὗτος μὲν οὖν ἀμεληθεὶς ἐν τοῖς ὅρκοις ἀμελήσει σε κολάσαι, κἂν ἐπὶ πλείονας ἔλθηις γυναῖκας τῶν ἐν τῆι σύριγγι καλάμων· [4] σὺ δέ μοι τὸ αἰπόλιον τοῦτο ὄμοσον καὶ τὴν αἶγα ἐκείνην, ἥ σε ἀνέθρεψε, μὴ καταλιπεῖν Χλόην, ἔστ̓ ἂν πιστή σοι μένηι· ἄδικον δὲ εἰς σὲ καὶ τὰς Νύμφας γενομένην καὶ φεῦγε καὶ μίσει καὶ ἀπόκτεινον ὥσπερ λύκον.» [5] Ἥδετο ὁ Δάφνις ἀπιστούμενος καὶ στὰς εἰς μέσον τὸ αἰπόλιον καὶ τῆι μὲν τῶν χειρῶν αἰγὸς τῆι δὲ τράγου λαβόμενος ὤμνυε Χλόην φιλήσειν φιλοῦσαν· κἂν ἕτερον προκρίνηι Δάφνιδος, ἀντ̓ ἐκείνης αὑτὸν ἀποκτενεῖν. [6] Ἡ δὲ ἔχαιρε καὶ ἐπίστευεν ὡς κόρη καὶ νομίζουσα τὰς αἶγας καὶ τὰ πρόβατα ποιμένων καὶ αἰπόλων ἰδίους θεούς. |