BIBLIOTHECA AUGUSTANA

 

Hermes Trismegistos

ca. 200 p. Chr. n.

 

Ποιμάνδρης

 

___________________________________________________

 

 

 

IX.

Περὶ νοήσεως καὶ αἰσθήσεως, [καὶ ὅτι ἐν μόνωι τῶι θεῶι τὸ καλόν καὶ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ]

 

{1} Χθές, ὦ Ἀσκληπιέ, τὸν τέλειον ἀποδέδωκα λόγον· νῦν δὲ ἀναγκαῖον ἡγοῦμαι ἀκόλουθον ἐκείνωι καὶ τὸν περὶ αἰσθήσεως λόγον διεξελθεῖν. αἴσθησις γὰρ καὶ νόησις διαφορὰν μὲν δοκοῦσιν ἔχειν, ὅτι ἡ μὲν ὑλική ἐστιν, ἡ δὲ οὐσιώδης. ἐμοὶ δὲ δοκοῦσιν ἀμφότεραι ἡνῶσθαι καὶ μὴ διαιρεῖσθαι, ἐν ἀνθρώποις λέγω· ἐν γὰρ τοῖς ἄλλοις ζώιοις ἡ αἴσθησις τῆι φύσει ἥνωται, ἐν δὲ ἀνθρώποις ἡ νοήσις. νοήσεως ὁ νοῦς διαφέρει τοσοῦτον, ὅσον ὁ θεὸς θειότητος· ἡ μὲν γὰρ θειότης ὑπὸ τοῦ θεοῦ γίνεται, ἡ δὲ νόησις ὑπὸ τοῦ νοῦ, ἀδελφὴ οὖσα τοῦ λόγου· ἢ ὄργανα ἀλλήλων· οὔτε γὰρ ὁ λόγος ἐκφωνεῖται χωρὶς νοήσεως οὔτε ἡ νόησις φαίνεται χωρὶς λόγου. {2} ἡ οὖν αἴσθησις καὶ ἡ νόησις ἀμφότεραι εἰς τὸν ἄνθρωπον συνεπεισρέουσιν ἀλλήλαις ὥσπερ συμπεπλεγμέναι· οὔτε γὰρ χωρὶς αἰσθήσεως δυνατὸν νοῆσαι οὔτε †αἰσθῆναι† χωρὶς νοήσεως. – Δυνατὸν δὲ νόησιν χωρὶς αἰσθήσεως νοεῖσθαι, καθάπερ οἱ διὰ τῶν ὀνείρων φανταζόμενοι ὁράματα; – †Ἐμοὶ δὲ δοκεῖ τὸ γεγονέναι ἀμφοτέρας τὰς ἐνεργείας ἐν τῆι τῶν ὀνείρων ὄψει ἐγρηγοροῦσι γὰρ αἰσθήσει† διήιρηταί γε εἴς τε τὸ σῶμα καὶ εἰς τὴν ψυχήν, καὶ ὅταν ἀμφότερα τὰ μέρη τῆς αἰσθήσεως πρὸς ἄλληλα συμφωνήσηι, τότε τὴν νόησιν ἐκφωνεῖσθαι ἀποκυηθεῖσαν ὑπὸ τοῦ νοῦ. {3} ὁ γὰρ νοῦς κύει πάντα τὰ νοήματα, ἀγαθὰ μέν, ὅταν ὑπὸ τοῦ θεοῦ τὰ σπέρματα λάβηι, ἐναντία δέ, ὅταν ὑπό τινος τῶν δαιμονίων, μηδενὸς μέρους τοῦ κόσμου κενοῦ ὄντος δαίμονος †τῶι ὑπὸ τοῦ θεοῦ πεφωτισμένωι δαίμονι† ὅστις ὑπεισελθὼν ἔσπειρε τῆς ἰδίας ἐνεργείας τὸ σπέρμα, καὶ ἐκύησεν ὁ νοῦς τὸ σπαρέν, μοιχείας, φόνους, πατροτυπίας, ἱεροσυλίας, ἀσεβείας, ἀγχόνας, κατὰ κρημνῶν καταφοράς, καὶ ἄλλα πάντα ὅσα δαιμόνων ἔργα. {4} τοῦ γὰρ θεοῦ τὰ σπέρματα ὀλίγα, μεγάλα δὲ καὶ καλὰ καὶ ἀγαθά, ἀρετὴ καὶ σωφροσύνη καὶ εὐσέβεια· εὐσέβεια δέ ἐστι θεοῦ γνῶσις, ὃν ὁ ἐπιγνοὺς πλήρης γενόμενος πάντων τῶν ἀγαθῶν τὰς νοήσεις θείας ἴσχει, καὶ οὐ τοῖς πολλοῖς ὁμοίας. διὰ τοῦτο οἱ ἐν γνώσει ὄντες οὔτε τοῖς πολλοῖς ἀρέσκουσιν, οὔτε οἱ πολλοὶ αὐτοῖς· μεμηνέναι δὲ δοκοῦσι, καὶ γέλωτα ὁφλισκάνουσι, μισούμενοί τε καὶ καταφρονούμενοι καὶ τάχα που καὶ φονευόμενοι. τὴν γὰρ κακίαν ἐνθάδε δεῖν οἰκεῖν εἶπον ἐν τῶι ἑαυτῆς χωρίωι οὖσαν· χωρίον γὰρ αὐτῆς ἡ γῆ, οὐχ ὁ κόσμος, ὡς ἔνιοί ποτε ἐροῦσι βλασφημοῦντες. ὁ μέντοι θεοσεβὴς πάντα ὑποστήσει αἰσθόμενος τῆς γνώσεως· πάντα γὰρ τῶι τοιούτωι, κἂν τοῖς ἄλλοις τὰ κακά, ἀγαθά ἐστι· καὶ ἐπιβουλευόμενος πάντα ἀναφέρει εἰς τὴν γνῶσιν, καὶ τὰ κακὰ μόνος ἀγαθοποιεῖ. {5} ἐπάνειμι πάλιν ἐπὶ τὸν τῆς αἰσθήσεως λόγον. ἀνθρώπινον οὖν τὸ κοινωνῆσαι αἴσθησιν νοήσει· οὐ πᾶς δὲ ἄνθρωπος, ὡς προεῖπον, ἀπολαύει τῆς νοήσεως, ἀλλ' ὁ μὲν ὑλικός, ὁ δὲ οὐσιώδης· ὁ μὲν γὰρ μετὰ κακίας ὑλικός, ὡς ἔφην, ἀπὸ τῶν δαιμόνων τὸ σπέρμα τῆς νοήσεως ἴσχει, οἱ δὲ μετὰ τοῦ ἀγαθοῦ οὐσιωδῶς ὑπὸ τοῦ θεοῦ σωιζόμενοι· ὁ μὲν γὰρ θεός, πάντων δημιουργός, δημιουργῶν πάντα ποιεῖ μὲν αὐτῶι ὅμοια, ταῦτα δ' ἀγαθὰ γενόμενα ἐν τῆι χρήσει τῆς ἐνεργείας διάφορα. ἡ γὰρ κοσμικὴ φορὰ τρίβουσα τὰς γενέσεις ποιὰς ποιεῖ, τὰς μὲν ῥυπαίνουσα τῆι κακίαι, τὰς δὲ καθαίρουσα τῶι ἀγαθῶι. καὶ γὰρ ὁ κόσμος, ὦ Ἀσκληπιέ, αἴσθησιν ἰδίαν καὶ νόησιν ἔχει, οὐκ ὁμοίαν τῆι ἀνθρωπείαι, οὐδὲ ὡς ποικίλην, ἄλλως δὲ καὶ κρείττω καὶ ἁπλουστέραν. {6} ἡ γὰρ αἴσθησις καὶ νόησις τοῦ κόσμου μία ἐστὶ τὸ πάντα ποιεῖν καὶ εἰς ἑαυτὴν ἀποποιεῖν, ὄργανον τῆς τοῦ θεοῦ βουλήσεως, καὶ ὄντως ὀργανοποιηθέν, ἵνα πάντα παρ' ἑαυτῶι, ἀπὸ τοῦ θεοῦ λαβών, τὰ σπέρματα φυλάττων ἐν ἑαυτῶι πάντα ποιῆι ἐνεργῶς, καὶ διαλύων πάντα ἀνανεοῖ, καὶ διὰ τοῦτο λυθέντα ὥσπερ ἀγαθὸς ζωῆς γεωργὸς τῆι μεταβολῆι ἀνανέωσιν αὐτοῖς φερόμενος παρέχηι. ἔστιν ὃ μὴ ζωογονεῖ, φερόμενος δὲ πάντα ζωοποιεῖ καὶ ὁμοῦ τόπος ἐστὶ καὶ δημιουργὸς ζωῆς. {7} τὰ δὲ σώματα ἀπὸ ὕλης, ἐν διαφορᾶι· τὰ μὲν γάρ ἐστιν ἐκ γῆς, τὰ δὲ ἐξ ὕδατος, τὰ δὲ ἐξ ἀέρος, τὰ δὲ ἐκ πυρός· πάντα δέ ἐστι σύνθετα, καὶ τὰ μὲν μᾶλλον, τὰ δὲ ἁπλούστερα· μᾶλλον μέν, τὰ βαρύτερα, ἧττον δέ, τὰ κουφότερα· τὸ δὲ τάχος αὐτοῦ τῆς φορᾶς τὴν ποικιλίαν τῶν ποιῶν γενέσεων ἐργάζεται· πνοὴ γὰρ οὖσα πυκνοτάτη προτείνει τὰ ποιὰ τοῖς σώμασι μετὰ ἑνὸς πληρώματος τοῦ τῆς ζωῆς. {8} πατὴρ μὲν οὖν ὁ θεὸς τοῦ κόσμου, ὁ δὲ κόσμος τῶν ἐν τῶι κόσμωι, καὶ ὁ μὲν κόσμος υἱὸς τοῦ θεοῦ, τὰ δὲ ἐν τῶι κόσμωι, ὑπὸ τοῦ κόσμου· καὶ εἰκότως κόσμος κέκληται· κοσμεῖ γὰρ τὰ πάντα τῆι ποικιλίαι τῆς γενέσεως καὶ τῶι ἀδιαλείπτωι τῆς ζωῆς καὶ ἀκοπιάστωι τῆς ἐνεργείας καὶ τῶι τάχει τῆς ἀνάγκης καὶ τῆι συστάσει τῶν στοιχείων καὶ τῆι τάξει τῶν γινομένων. ὁ αὐτὸς οὖν κόσμος καὶ ἀναγκαίως καὶ οἰκείως καλοῖτο. πάντων οὖν τῶν ζώιων ἡ αἴσθησις καὶ νόησις ἔξωθεν ἐπεισέρχεται, εἰσπνέουσα ὑπὸ τοῦ περιέχοντος, ὁ δὲ κόσμος, ἅπαξ λαβὼν ἅμα τῶι γενέσθαι, ὑπὸ τοῦ θεοῦ λαβὼν ἔχει. {9} ὁ δὲ θεὸς οὐχ, ὥσπερ ἐνίοις δόξει, ἀναίσθητός ἐστι καὶ ἀνόητος· ὑπὸ γὰρ δεισιδαιμονίας βλασφημοῦσι· πάντα γὰρ ὅσα ἔστιν, ὦ Ἀσκληπιέ, ταῦτα ἐν τῶι θεῶι ἐστι καὶ ὑπὸ τοῦ θεοῦ γινόμενα καὶ ἐκεῖθεν ἠρτημένα, τὰ μὲν διὰ σωμάτων ἐνεργοῦντα, τὰ δὲ διὰ οὐσίας ψυχικῆς κινοῦντα, τὰ δὲ διὰ πνεύματος ζωοποιοῦντα, τὰ δὲ τὰ κεκμηκότα ὑποδεχόμενα, καὶ εἰκότως. μᾶλλον δὲ λέγω, ὅτι οὐκ αὐτὸς αὐτὰ ἔχει, ἀλλὰ τὸ ἀληθὲς ἀποφαίνομαι· αὐτὸς ἅπαντά ἐστιν, οὐκ ἔξωθεν αὐτὰ προσλαμβάνωνἔξω δὲ ἐπιδιδούς, καὶ τοῦτό ἐστιν ἡ αἴσθησις καὶ νόησις τοῦ θεοῦ, τὸ τὰ πάντα ἀεὶ κινεῖν, καὶ οὐκ ἔσται ποτὲ χρόνος ὅτε ἀπολειφθήσεταί τι τῶν ὄντων· ὅταν δὲ λέγω τῶν ὄντων, λέγω τοῦ θεοῦ· τὰ γὰρ ὄντα ὁ θεὸς ἔχει, καὶ οὔτε αὐτοῦ οὐδὲν ἐκτὸς οὔτε αὐτὸς οὐδενός. {10} ταῦτά σοι, Ἀσκληπιέ, ἐννοοῦντι, ἀληθῆ δόξειεν, ἀγνοοῦντι δὲ ἄπιστα. τὸ γὰρ νοῆσαί ἐστι τὸ πιστεῦσαι, ἀπιστῆσαι δὲ τὸ μὴ νοῆσαι. ὁ γὰρ λόγος οὐ φθάνει μέχρι τῆς ἀληθείας, ὁ δὲ νοῦς μέγας ἐστὶ καὶ ὑπὸ τοῦ λόγου μέχρι τινὸς ὁδηγηθεὶς φθάνειν ἔχει τῆς ἀληθείας, καὶ περινοήσας τὰ πάντα καὶ εὑρὼν σύμφωνα τοῖς ὑπὸ τοῦ λόγου ἑρμηνευθεῖσιν ἐπίστευσε, καὶ τῆι καλῆι πίστει ἐπανεπαύσατο. τοῖς οὖν τὰ προειρημένα ὑπὸ τοῦ θεοῦ νοήσασι μὲν πιστά, μὴ νοήσασι δὲ ἄπιστα. ταῦτα καὶ τοσαῦτα περὶ νοήσεως καὶ αἰσθήσεως λεγέσθω.