B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Epiktetos
ca. 55 - ca. 135
     
   


ἡ   Σ ο ῦ δ α
π ε ρ ὶ   Ἐ π ι κ τ ή τ ο υ


Textus:
Suda (Adler, ε 2424)
ed. A. Adler, Leipzig 1928/38


______________________________________________


Ἐπίκτητος, Ἱεραπόλεως τῆς Φρυγίας, φιλόσοφος, δοῦλος Ἐπαφροδίτου, τῶν σωματοφυλάκων τοῦ βασιλέως Νέρωνος. πηρωθεὶς δὲ τὸ σκέλος ὑπὸ ῥεύματος ἐν Νικοπόλει τῆς νέας Ἠπείρου ὤικησε, καὶ διατείνας μέχρι Μάρκου Ἀντωνίνου· ἔγραψε πολλά. ὅτι Θεοσέβιος ὁ φιλόσοφος ἔλεγε πολλὰ ἀπὸ τῶν Ἐπικτήτου σχολῶν, τὰ δὲ καὶ αὐτὸς ἐπετεχνᾶτο τῆς ἠθοποιοῦ διανοήματα μούσης, ἱκανὰ πείθειν καὶ δυσωπεῖν τῶν ψυχῶν τὰς μὴ παντάπασιν ἀτέγκτους καὶ ἀτεράμονας: ἀποστρέφεσθαι δὲ καὶ ἀποδιδράσκειν τὰ χείρω τῆς ζωῆς εἴδη κατὰ δύναμιν, ἀσπάζεσθαι δὲ τὰ ἀμείνω καὶ μεταδιώκειν, καθόσον οἷόν τε παντὶ σθένει: τοιγαροῦν καὶ ἐν συγγράμμασι καταλέλοιπε τοιούτοις τισὶ τὰς ἑαυτοῦ νουθετήσεις οἵοις Ἐπίκτητος πρότερον. καί μοι δοκεῖ ὁ ἀνὴρ γεγονέναι ἄντικρυς, ὡς ἕνα πρὸς ἕνα ἀντιβαλεῖν, ὁ τοῦ καθ' ἡμᾶς χρόνου Ἐπίκτητος, ἄνευ μέντοι τῶν Στωικῶν δοξασμάτων. ὁ γὰρ Θεοσέβιος οὐδενὸς τοσοῦτον ὅσον τὴν Πλάτωνος ἀλήθειαν ἠσπάζετο καὶ ἐθαύμαζε. καὶ δή τι καὶ συνεγράψατο μικρὸν βιβλίδιον περὶ τῶν ἐν Πολιτείαι τῆι μεγάληι κεκομψευμένων, τὴν ἀπὸ τῶν θεῶν ἥκουσαν θεοσοφίαν ἐξαίρων λόγωι: ταύτην γὰρ διαφερόντως ἐτίμα καὶ ἔσεβεν. ἀεὶ γὰρ ἐν τοῖς ἠθικωτέροις φιλοσοφήμασι διατρίβων ἐφαίνετο. καὶ γὰρ εὖ ἐπεφύκει πρὸς εὐζωίαν μᾶλλον ἢ ἐπιστήμην, οὐδὲ ταύτην ἡσυχάζουσαν, οὐδὲ ἐν μόναις ταῖς φαντασίαις γυμναζομένην, ἀλλὰ ζῶσαν ἱκανῶς ἐπ' αὐτῶν τῶν πραγμάτων. εἰ μὴ γὰρ καὶ τὸν δημόσιον ἐπολιτεύσατο τρόπον, ἀλλὰ τὸν ἴδιον, ὃν καὶ Σωκράτης ἐκεῖνος καὶ ὁ Ἐπίκτητος καὶ πᾶς εὖ φρονῶν μεταχειρίζεται, τὴν ἑαυτοῦ καὶ ἐν ἑαυτῶι πολιτείαν διακοσμῶν· τοῦτο μὲν πρῶτον, ἔπειτα καὶ πρὸς ἄλλους ἐν μέρει καθέκαστον ἰδίαι συνισταμένην πρὸς τὸ βέλτιστον.