|
|
-
- Δ ι α τ ρ ι β ῶ ν
Β ι β λ ί ο ν Δ ʹ
βʹ. Περὶ συμπεριφορᾶς.
Textus:
Epictetus. The Discourses as reported
by Arrian, the Manual, and Fragments
ed. W. A. Oldfather, London 1928
- ______________________________________________
- [1] Τούτωι τῶι τόπωι πρὸ πάντων σε δεῖ προσέχειν, μή ποτε ἄρα τῶν προτέρων συνήθων ἢ φίλων ἀνακραθῆις τινὶ οὕτως, ὥστ' εἰς τὰ αὐτὰ συγκαταβῆναι αὐτῶι· εἰ δὲ μή, ἀπολεῖς σεαυτόν. [2] ἂν δέ σ' ὑποτρέχηι ὅτι "ἀδέξιος αὐτῶι φανοῦμαι καὶ οὐχ ὁμοίως ἕξει ὡς πρότερον," μέμνησο, ὅτι προῖκα οὐδὲν γίνεται οὐδ' ἔστι δυνατὸν μὴ τὰ αὐτὰ ποιοῦντα τὸν αὐτὸν εἶναι τῶι ποτέ. [3] ἑλου οὖν πότερον θέλεις, ὁμοίως φιλεῖσθαι ὑφ' ὧν πρότερον ὅμοιος ὢν τῶι πρότερον σεαυτῶι ἢ κρείσσων ὢν μὴ τυγχάνειν τῶν ἴσων. [4] εἰ γὰρ τοῦτο κρεῖσσον, αὐτόθεν ἀπόνευσον ἐπὶ τοῦτο μηδέ σε περισπάτωσαν οἱ ἕτεροι διαλογισμοί· οὐδεὶς γὰρ ἐπαμφοτερίζων δύναται προκόψαι, ἀλλ' εἰ τοῦτο πάντων προκέκρικας, εἰ πρὸς τούτωι μόνωι θέλεις εἶναι, εἰ τοῦτο ἐπονῆσαι, ἄφες ἅπαντα τἆλλα· [5] εἰ δὲ μή, οὗτος ὁ ἐπαμφοτερισμὸς ἀμφότερόν σοι ποιήσει, οὔτε προκόψεις κατ' ἀξίαν οὔτ' ἐκείνων τεύξηι, ὧν πρότερον ἐτύγχανες. [6] πρότερον γὰρ εἰλικρινῶς ἐφιέμενος τῶν οὐδενὸς ἀξίων ἡδὺς ἦς τοῖς συνοῦσιν. [7] οὐ δύνασαι δ' ἐν ἀμφοτέρωι τῶι εἴδει διενεγκεῖν ἀλλ' ἀνάγκη, καθόσον ἂν τοῦ ἑτέρου κοινωνῆις, ἀπολείπεσθαί σ' ἐν θατέρωι. οὐ δύνασαι μὴ τίνων μεθ' ὧν ἔπινες ὁμοίως ἡδὺς αὐτοῖς φαίνεσθαι· ἑλοῦ οὖν, πότερον μεθυστὴς εἶναι θέλεις καὶ ἡδὺς ἐκείνοις ἢ νήφων ἀηδής. οὐ δύνασαι μὴ ἄιδων μεθ' ὧν ἦιδες ὁμοίως φιλεῖσθαι ὑπ' αὐτῶν· ἑλοῦ οὖν καὶ ἐνταῦθα, πότερον θέλεις. [8] εἰ γὰρ κρεῖσσον τὸ αἰδήμονα εἶναι καὶ κόσμιον τοῦ εἰπεῖν τινὰ "ἡδὺς ἄνθρωπος", ἄφες τὰ ἕτερα, ἀπόγνωθι, ἀποστράφηθι, μηδὲν σοὶ καὶ αὐτοῖς. [9] εἰ δὲ μὴ ἀρέσει ταῦτα, ὅλος ἀπόκλινον ἐπὶ τἀναντία· γενοῦ εἷς τῶν κιναίδων, εἷς τῶν μοιχῶν, καὶ ποίει τὰ ἑξῆς καὶ τεύξηι ὧν θέλεις. καὶ ἀναπηδῶν ἐπικραύγαζε τῶι ὀρχηστῆι. [10] διάφορα δ' οὕτως πρόσωπα οὐ μίγνυται· οὐ δύνασαι καὶ Θερσίτην ὑποκρίνασθαι καὶ Ἀγαμέμνονα. ἂν Θερσίτης εἶναι θέληις, κυρτόν σε εἶναι δεῖ, φαλακρόν· ἂν Ἀγαμέμνων, μέγαν καὶ καλὸν καὶ τοὺς ὐποτεταγμένους φιλοῦντα.
|
|