Didache
ca. 150 p. Chr. n.
Διδαχὴ τῶνδώδεκα ἀποστόλων
Textus:Didache, in: Die apostolischen Väter Ied. F. X. Funk/K. Bihlmeyer, Tübingen 1924
|
|
___________________________________________________
|
|
Διδαχὴ κυρίου διὰ τῶν δώδεκα ἀποστόλων τοῖς ἔϑνεσιν.[1.1] Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μία τοῦ ϑανάτου, διαϕορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο ὁδῶν.[1.2] Ἡ μὲν οὖν ὁδὸς τῆς ζωῆς ἐστὶν αὕτη· πρῶτον ἀγαπήσεις τὸν ϑεὸν τὸν ποιήσαντά σε, δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν· πάντα δὲ ὅσα ἐὰν ϑελήσηις μὴ γίνηεσϑαί σοι, καὶ σὺ ἄλλωι μὴ ποίει.[1.3] Τούτων δὲ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη· εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν καὶ προσεύχεσϑε ὑπὲρ τῶν ἐχϑρῶν ὑμῶν, νηστεύετε δὲ ὑπὲρ τῶν διωκόντων ὑμᾶς· ποία γὰρ χάρις, ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς; οὐχὶ καὶ τὰ ἔϑνη τοῦτο ποιοῦσιν; ὑμεῖς δὲ φιλεῖτε τοὺς μισοῦντας ὑμᾶς καὶ οὐχ ἕξετε ἐχϑρόν. [1.4] ἀπέχου τῶν σαρκικῶν [καὶ σωματικῶν] ἐπιϑυμιῶν. ἐὰν τίς σοι δῶι ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῶι καὶ τὴν ἄλλην, καὶ ἔσηι τέλειος· ἐὰν ἀγγαρεύσηι σέ τις μίλιον ἕν, ὕπαγε μετ' αὐτοῦ δύο· ἐὰν ἄρηι τις τὸ ἱμάτιον σου, δὸς αὐτῶι καὶ τὸν χιτῶνα· ἐὰν λάβηι τις ἀπό σου τὸ σόν, μὴ ἀπαίτει· οὐδὲ γὰρ δύνασαι. [1.5] παντὶ τῶι αἰτοῦντι σε δίδου καὶ μὴ ἀπαίτει· πᾶσι γὰρ ϑέλει δίδοσϑαι ὁ πατὴρ ἐκ τῶν ἰδίων χαρισμάτων. μακάριος ὁ διδοὺς κατὰ τὴν ἐντολήν· ἀϑῶιος γὰρ ἐστιν. οὐαὶ τῶι λαμβάνοντι· εἰ μὲν γὰρ χρείαν ἔχων λαμβάνει τις, ἀϑῶιος ἔσται· ὁ δὲ μὴ χρείαν ἔχων δώσει δίκην, ἱνατί ἔλαβε καὶ εἰς τί· ἐν συνοχῆι δὲ γενόμενος ἐξετασϑήσεται περὶ ὧν ἔπραξε, καὶ οὐκ ἐξελεύσεται ἐκεῖϑεν, μέχρις οὗ ἀποδῶι τὸν ἔσχατον κοδράντην. [1.6] ἀλλὰ καὶ περὶ τούτου δὲ εἴρηται· Ἱδρωσάτω ἡ ἐλεημοσύνη σου εἰς τὰς χεῖράς σου, μέχρις ἂν γνῶις, τίνι δῶις.[2.1] Δευτέρα δὲ ἐντολὴ τῆς διδαχῆς· [2.2] οὐ ϕονεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοϕϑορήσεις, οὐ πορνεύσεις, οὐ κλέψεις, οὐ μαγεύσεις, οὐ ϕαρμακεύσεις, οὐ ϕονεύσεις τέκνον ἐν ϕϑορᾶι οὐδὲ γεννηϑὲν ἀποκτενεῖς, [2.3] οὐκ ἐπιϑυμήσεις τὰ τοῦ πλησίον, οὐκ ἐπιορκήσεις, οὐ ψευδομαρτυρήσεις, οὐ κακολογήσεις, οὐ μνησικακήσεις· [2.4] οὐκ ἔσηι διγνώμων οὐδὲ δίγλωσσος· παγὶς γὰρ ϑανάτου ἡ διγλωσσία. [2.5] οὐκ ἔσται ὁ λόγος σου ψευδής, οὐ κενός, ἀλλὰ μεμεστωμένος πράξει. [2.6] οὐκ ἔσηι πλεονέκτης οὐδὲ ἅρπαξ οὐδὲ ὑποκριτὴς οὐδὲ κακοήϑης οὐδὲ ὑπερήϕανος. οὐ λήψηι βουλὴν πονηρὰν κατὰ τοῦ πλησίον σου. [2.7] οὐ μισήσεις πάντα ἄνϑρωπον, ἀλλὰ οὓς μὲν ἐλέγξεις, περὶ ὧν δὲ προσεύξηι, οὓς δὲ ἀγαπήσεις ὑπὲρ τὴν ψυχήν σου.[3.1] Τέκνον μου, ϕεῦγε ἀπὸ παντὸς πονηροῦ καὶ ἀπὸ παντὸς ὁμοίου αὐτοῦ. [3.2] μὴ γίνου ὀργίλος, ὁδηγεῖ γὰρ ἡ ὀργὴ πρὸς τὸν ϕόνον, μηδὲ ζηλωτὴς μηδὲ ἐριστικὸς μηδὲ ϑυμικός· ἐκ γὰρ τούτων ἁπάντων ϕόνοι γεννῶνται. [3.3] τέκνον μου, μὴ γίνου ἐπιϑυμητής, ὁδηγεῖ γὰρ ἡ ἐπιϑυμία πρὸς τὴν πορνείαν, μηδὲ αἰσχρολόγος μηδὲ ὑψηλόϕϑαλμος· ἐκ γὰρ τούτων ἁπάντων μοιχεῖαι γεννῶνται. [3.4] τέκνον μου, μὴ γίνου οἰωνοσκόπος, ἐπειδὴ ὁδηγεῖ εἰς τὴν εἰδωλολατρίαν, μηδὲ ἐπαοιδὸς μηδὲ μαϑηματικὸς μηδὲ περικαϑαίρων, μηδὲ ϑέλε αὐτὰ βλέπειν <μηδὲ ἀκούειν> · ἐκ γὰρ τούτων ἁπάντων εἰδωλολατρία γεννᾶται. [3.5] τέκνον μου, μὴ γίνου ψεύστης, ἐπειδὴ ὁδηγεῖ τὸ ψεῦσμα εἰς τὴν κλοπήν, μηδὲ ϕιλάργυρος μηδὲ κενόδοξος· ἐκ γὰρ τούτων ἁπάντων κλοπαὶ γεννῶνται. [3.6] τέκνον μου, μὴ γίνου γόγγυσος ἐπειδὴ ὁδηγεῖ εἰς τὴν βλασϕημίαν, μηδὲ αὐϑάδης μηδὲ πονηρόϕρων· ἐκ γὰρ τούτων ἁπάντων βλασϕημίαι γεννῶνται. [3.7] ἴσϑι δὲ πραΰς, ἐπεὶ οἱ πραεῖς κληρονομήσουσι τὴν γῆν. [3.8] γίνου μακρόϑυμος καὶ ἐλεήμων καὶ ἄκακος καὶ ἡσύχιος καὶ ἀγαϑὸς καὶ τρέμων τοὺς λόγους διὰ παντός, οὓς ἤκουσας. [3.9] οὐχ ὑψώσεις σεαυτὸν οὐδὲ δώσεις τῆι ψυχῆι σου ϑράσος. οὐ κολληϑήσεται ἡ ψυχή σου μετὰ ὑϕηλῶν, ἀλλὰ μετὰ δικαίων καὶ ταπεινῶν ἀναστραϕήσηι. [3.10] τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαϑὰ προσδέξηι, εἰδώς, ὅτι ἄτερ ϑεοῦ οὐδὲν γίνεται.[4.1] Τέκνον μου, τοῦ λαλοῦντός σοι τὸν λόγον τοῦ ϑεοῦ μνησϑήσηι νυκτὸς καὶ ἡμέρας, τιμήσεις δέ αὐτὸν ὡς κύριον· ὅϑεν γὰρ ἡ κυριότης λαλεῖται, ἐκεῖ κύριός ἐστιν. [4.2] ἐκζητήσεις δὲ καϑ' ἡμέραν τὰ πρόσωπα τῶν ἁγίων, ἵνα ἐπαναπαῆις τοῖς λόγοις αὐτῶν. [4.3] οὐ ποιήσεις σχίσμα, εἰρηνεύσεις δὲ μαχομένους· κρινεῖς δικαίως, οὐ λήψηι πρόσωπον ἐλέγξαι ἐπὶ παραπτώμασιν. [4.4] οὐ διψυχήσεις, πότερον ἔσται ἢ οὔ.[4.5] Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὰς χεῖρας, πρὸς δὲ τὸ δοῦναι συσπῶν· [4.6] ἐὰν ἔχηις διὰ τῶν χειρῶν σου, δώσεις λύτρωσιν ἁμαρτιῶν σου.[4.7] οὐ διστάσεις δοῦναι οὐδὲ διδοὺς γογγύσεις· γνώσηι γάρ, τίς ἐστιν ὁ τοῦ μισϑοῦ καλὸς ἀνταποδότης. [4.8] οὐκ ἀποστραϕήσηι τὸν ἐνδεόμενον, συγκοινωνήσεις δὲ πάντα τῶι ἀδελϕῶι σου καὶ οὐκ ἐρεῖς ἴδια εἶναι· εἰ γὰρ ἐν τῶι ἀϑανάτωι κοινωνοί ἐστε, πόσωι μᾶλλον ἐν τοῖς ϑνητοῖς;[4.9] Οὐκ ἀρεῖς τὴν χεῖρά σου ἀπὸ τοῦ υἱοῦ σου ἢ ἀπὸ τῆς ϑυγατρός σου, ἀλλὰ ἀπὸ νεότητος διδάξεις τὸν ϕόβον τοῦ ϑεοῦ. [4.10] οὐκ ἐπιτάξεις δούλωι σου ἢ παιδὶσκηι, τοῖς ἐπὶ τὸν αὐτὸν ϑεὸν ἐλπίζουσιν, ἐν πικρίαι σου, μήποτε οὐ μὴ ϕοβηϑήσονται τὸν ἐπ' ἀμϕοτέροις ϑεόν· οὐ γὰρ ἔρχεται κατὰ πρόσωπον καλέσαι, ἀλλ' ἐϕ' οὓς τὸ πνεῦμα ἡτοίμασεν. [4.11] ὑμεῖς δὲ <οἱ> δοῦλοι ὑποταγήσεσϑε τοῖς κυρίοις ὑμῶν ὡς τύπωι ϑεοῦ ἐν αἰσχύνηι καὶ ϕόβωι.[4.12] Μισήσεις πᾶσαν ὑπόκρισιν καὶ πᾶν ὃ μὴ ἀρεστὸν τῶι κυρίωι. [4.13] οὐ μὴ ἐγκαταλίπηις ἐντολὰς κυρίου, ϕυλάξεις δὲ ἃ παρέλαβες, μήτε προστιϑεὶς μήτε ἀϕαιρῶν. [4.14] ἐν ἐκκλεσίαι ἐξομολογήσηι τὰ παραπτώματά σου, καὶ οὐ προσελεύσηι ἐπὶ προσευχήν σου ἐν συνειδήσει πονηρᾶι. αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ζωῆς.[5.1] Ἡ δὲ τοῦ ϑανάτου ὁδός ἐστιν αὕτη· πρῶτον πάντων πονηρά ἐστι καὶ κατάρας μεστή· ϕόνοι, μοιχεῖαι, ἐπιϑυμίαι, πορνεῖαι, κλοπαί, εἰδωλολατρίαι, μαγεῖαι, ϕαρμακίαι, ἁρπαγαί, ψευδομαρτυρίαι, ὑποκρίσεις, διπλοκαρδία, δόλος, ὑπερηϕανία, κακία, αὐϑάδεια, πλεονεξία, αἰσχρολογία, ζηλοτυπία, ϑρασύτης, ὕψος, ἀλαζονεία, <ἀφοβία>. [5.2] διῶκται ἀγαϑῶν, μισοῦντες ἀλήϑειαν, ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες μισϑὸν δικαιοσύνης, οὐ κολλώμενοι ἀγαϑῶι οὐδὲ κρίσει δικαίαι, ἀγρυπνοῦντες οὐκ εἰς τὸ ἀγαϑόν, ἀλλ' εἰς τὸ πονηρόν· ὧν μακρὰν πραΰτης καὶ ὑπομονή, μάταια ἀγαπῶντες, διώκοντες ἀνταπόδομα, οὐκ ἐλεοῦντες πτωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουμένωι, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, ϕονεῖς τέκνων, ϕϑορεῖς πλάσματος ϑεοῦ, ἀποστρεϕόμενοι τὸν ἐνδεόμενον, καταπονοῦντες τὸν ϑλιβόμενον, πλουσίων παράκλητοι, πενήτων ἄνομοι κριταί, πανϑαμάρτητοι· ῥυσϑείητε, τέκνα, ἀπὸ τούτων ἁπάντων.[6.1] Ὅρα μή τις σε πλανήσηι ἀπὸ ταύτης τῆς ὁδοῦ τῆς διδαχῆς, ἐπεὶ παρεκτὸς ϑεοῦ σε διδάσκει. [6.2] εἰ μὲν γὰρ δύνασαι βαστάσαι ὅλον τὸν ζυγὸν τοῦ κυρίου, τέλειος ἔσηι· εἰ δ' οὐ δύνασαι, ὃ δύνηι τοῦτο ποίει. [6.3] περὶ δὲ τῆς βρώσεως, ὅ δύνασαι βάστασον· ἀπὸ δὲ τοῦ εἰδωλοϑύτου λίαν πρόσεχε· λατρεία γάρ ἐστιν ϑεῶν νεκρῶν.[7.1] Περὶ δὲ τοῦ βαπτίσματος, οὕτω βαπτίσατε· ταῦτα πάντα προειπόντες βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐν ὕδατι ζῶντι. [7.2] ἐὰν δὲ μὴ ἔχηις ὕδωρ ζῶν, εἰς ἄλλο ὕδωρ βάπτισον· εἰ δ' οὐ δύνασαι ἐν ψυχρῶι, ἐν ϑερμῶι. [7.3] ἐὰν δὲ ἀμϕότερα μὴ ἔχηις, ἔκχεον εἰς τὴν κεϕαλὴν τρὶς ὕδωρ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. [7.4] πρὸ δὲ τοῦ βαπτίσματος προνηστευσάτω ὁ βαπτίζων καὶ ὁ βαπτιζόμενος καὶ εἴ τινες ἄλλοι δύνανται· κελεύεις δὲ νηστεῦσαι τὸν βαπτιζόμενον πρὸ μιᾶς ἢ δύο.[8.1] Αἱ δὲ νηστεῖαι ὑμῶν μὴ ἕστωσαν μετὰ τῶν ὑποκριτῶν. νηστεύσουσι γὰρ δευτέραι σαββάτων καὶ πέμπτηι· ὑμεῖς δὲ νηστεύσατε τετράδα καὶ παρασκευήν. [8.2] μηδὲ προσεύχεσϑε ὡς οἱ ὑποκριταί, ἀλλ' ὡς ἐκέλευσεν ὁ κύριος ἐν τῶι εὐαγγελίωι αὐτοῦ, οὕτως προσεύχεσϑε· Πάτηρ ἡμῶν ὁ ἐν τῶι οὐρανῶι, ἁγιασϑήτω τὸ ὄνομά σου, ἐλϑέτω ἡ βασιλεία σου, γενηϑήτω τὸ ϑέλημά σου ὡς ἐν οὐρανῶι καὶ ἐπὶ γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄϕες ἡμῖν τὴν ὀϕειλὴν ἡμῶν, ὡς καὶ ἡμεῖς ἀϕίεμεν τοῖς ὀϕειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκηις ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ὅτι σοῦ ἐστὶν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. [8.3] τρὶς τῆς ἡμέρας οὕτω προσεύχεσϑε.[9.1] Περὶ δὲ τῆς εὐχαριστίας, οὕτω εὐχαριστήσατε· [9.2] πρῶτον περὶ τοῦ ποτηρίου· Εὐχαριστοῦμέν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ἁγίας ἀμπέλου Δαυὶδ τοῦ παιδός σου, ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. [9.3] περὶ δὲ τοῦ κλάσματος· Εὐχαριστοῦμέν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ζωῆς καὶ γνώσεως, ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. [9.4] ὥσπερ ἦν τοῦτο <τὸ> κλάσμα διεσκορπισμένον ἐπάνω τῶν ὀρέων καὶ συναχϑὲν ἐγένετο ἕν, οὕτω συναχϑήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν· ὅτι σοῦ ἐστὶν ἡ δόξα καὶ ἡ δύναμις διὰ Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας. [9.5] μηδεὶς δὲ ϕαγέτω μηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑμων, ἀλλ' οἱ βαπτισϑέντες εἰς ὄνομα κυρίου· καὶ γὰρ περὶ τούτου εἴρηκεν ὁ κύριος· Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί.[10.1] Μετὰ δὲ τὸ ἐμπλησϑῆναι οὕτως εὐχαριστήσατε· [10.2] Εὐχαριστοῦμέν σοι, πάτερ ἅγιε, ὑπὲρ τοῦ ἁγίου ὀνόματός σου, οὗ κατεσκήνωσας ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ὑπὲρ τῆς γνώσεως καὶ πίστεως καὶ ἀϑανασίας, ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. [10.3] σύ, δέσποτα παντοκράτορ, ἔκτισας τὰ πάντα ἕνεκεν τοῦ ὀνόματός σου, τροϕήν τε καὶ ποτὸν ἔδωκας τοῖς ἀνϑρώποις εἰς ἀπόλαυσιν, ἵνα σοι εὐχαριστήσωσιν, ἡμῖν δὲ ἐχαρίσω πνευματικὴν τροϕὴν καὶ ποτὸν καὶ ζωὴν αἰώνιον διὰ τοῦ παιδός σου. [10.4] πρὸ πάντων εὐχαριστοῦμέν σοι, ὅτι δυνατὸς εἶ· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. [10.5] μνήσϑητι, κύριε, τῆς ἐκκλησίας σου τοῦ ῥύσασϑαι αὐτὴν ἀπὸ παντὸς πονηροῦ καὶ τελειῶσαι αὐτὴν ἐν τῆι ἀγάπηι σου, καὶ σύναξον αὐτὴν ἀπὸ τῶν τεσσάρων ἀνέμων, τὴν ἁγιασϑεῖσαν, εἰς τὴν σὴν βασιλείαν, ἣν ἡτοίμασας αὐτῆι· ὅτι σοῦ ἐστὶν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. [10.6] ἐλϑέτω χάρις καὶ παρελϑέτω ὁ κόσμος οὗτος. Ὡσαννὰ τῶι ϑεῶι Δαυίδ. εἴ τις ἅγιός ἐστιν, ἐρχέσϑω· εἵ τις οὐκ ἐστί, μετανοείτω· μαρὰν ἀϑά· ἀμήν. [10.7] τοῖς δὲ προϕήταις ἐπιτρέπετε εὐχαριστεῖν, ὅσα ϑέλουσιν.[11.1] Ὃς ἂν οὖν ἐλϑὼν διδάξηι ὑμᾶς ταῦτα πάντα τὰ προειρημένα, δέξασϑε αὐτόν· [11.2] ἐὰν δὲ αὐτὸς ὁ διδάσκων στραϕεὶς διδάσκηι ἄλλην διδαχὴν εἰς τὸ καταλῦσαι, μὴ αὐτοῦ ἀκούσητε· εἰς δὲ τὸ προσϑεῖναι δικαιοσύνην καὶ γνῶσιν κυρίου, δέξασϑε αὐτὸν ὡς κύριον.[11.3] Περὶ δὲ τῶν ἀποστόλων καὶ προϕητῶν, κατὰ τὸ δόγμα τοῦ εὐαγγελίου οὕτως ποιήσατε. [11.4] πᾶς δὲ ἀπόστολος ἐρχόμενος πρός ὑμᾶς δεχϑήτω ὡς κύριος· [11.5] οὐ μενεῖ δὲ <εἰ μὴ> ἡμέραν μίαν· ἐὰν δὲ ἦι χρεία, καὶ τὴν ἄλλην· τρεῖς δὲ ἐὰν μείνηι, ψευδοπροϕήτης ἐστίν. [11.6] ἐξερχόμενος δὲ ὁ ἀπόστολος μηδὲν λαμβανέτω εἰ μὴ ἄρτον, ἕως οὐ αὐλισϑῆι· ἐὰν δὲ ἀργύριον αἰτῆι, ψευδοπροϕήτης ἐστί.[11.7] Καὶ πάντα προϕήτην λαλοῦντα ἐν πνεύματι οὐ πειράσετε οὐδὲ διακρινεῖτε· πᾶσα γὰρ ἁμαρτία ἀϕεϑήσεται, αὕτη δὲ ἡ ἁμαρτία οὐκ ἀϕεϑήσεται. [11.8] οὐ πᾶς δὲ ὁ λαλῶν ἐν πνεύματι προϕήτης ἐστίν, ἀλλ' ἐὰν ἔχηι τοὺς τρόπους κυρίου. ἀπὸ οὖν τῶν τρόπων γνωσϑήσεται ὁ ψευδοπροϕήτης καὶ ὁ προϕήτης. [11.9] καὶ πᾶς προϕήτης ὁρίζων τράπεζαν ἐν πνεύματι, οὐ ϕάγεται ἀπ' αὐτῆς, εἰ δὲ μήγε ψευδοπροϕήτης ἐστί. [11.10] πᾶς δὲ προϕήτης διδάσκων τὴν ἀλήϑειαν, εἰ ἅ διδάσκει οὐ ποιεῖ, ψευδοπροϕήτης ἐστί. [11.11] πᾶς δὲ προϕήτης δεδοκιμασμένος, ἀληϑινὸς, ποιῶν εἰς μυστήριον κοσμικὸν ἐκκλησίας, μὴ διδάσκων δὲ ποιεῖν, ὅσα αὐτὸς ποιεῖ, οὐ κριϑήσεται ἐϕ' ὑμῶν· μετὰ ϑεοῦ γὰρ ἔχει τὴν κρίσιν· ὡσαύτως γὰρ ἐποίησαν καὶ οἱ ἀρχαῖοι προϕῆται. [11.12] ὃς δ' ἂν εἴπηι ἐν πνεύματι· δός μοι ἀργύρια ἢ ἕτερά τινα, οὐκ ἀκούσεσϑε αὐτοῦ· ἐὰν δὲ περὶ ἄλλων ὑστερούντων εἴπηι δοῦναι, μηδεὶς αὐτὸν κρινέτω.[12.1] Πᾶς δὲ ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου δεχϑήτω· ἔπειτα δὲ δοκιμάσαντες αὐτὸν γνώσεσϑε, σύνεσιν γὰρ ἕξετε δεξιὰν καὶ ἀριστεράν. [12.2] εἰ μὲν παρόδιός ἐστιν ὁ ἐρχόμενος, βοηϑεῖτε αὐτῶι, ὅσον δύνασϑε· οὐ μενεῖ δὲ πρὸς ὑμᾶς εἰ μὴ δύο ἢ τρεῖς ἡμέρας, ἐὰν ἦι ἀνάγκη. [12.3] εἰ δὲ ϑέλει πρὸς ὑμᾶς καϑῆσϑαι, τεχνίτης ὤν, ἐργαζέσϑω καὶ ϕαγέτω. [12.4] εἰ δὲ οὐκ ἔχει τέχνην, κατὰ τὴν σύνεσιν ὑμῶν προνοήσατε, πῶς μὴ ἀργὸς μεϑ' ὑμῶν ζήσεται Χριστιανός. [12.5] εἰ δ' οὐ ϑέλει οὕτω ποιεῖν, χριστέμπορός ἐστιν· προσέχετε ἀπὸ τῶν τοιούτων.[13.1] Πᾶς δὲ προϕήτης ἀληϑινός, ϑέλων καϑῆσϑαι πρὸς ὑμᾶς, ἄξιός ἐστιν τῆς τροϕῆς αὐτοῦ. [13.2] ὡσαύτως διδάσκαλος ἀληϑινός ἐστιν ἄξιος καὶ αὐτὸς ὥσπερ ὁ ἐργάτης τῆς τροϕῆς αὐτοῦ. [13.3] πᾶσαν οὖν ἀπαρχὴν γεννημάτων ληνοῦ καὶ ἅλωνος, βοῶν τε καὶ προβάτων λαβὼν δώσεις τὴν ἀπαρχὴν τοῖς προϕήταις· αὐτοὶ γὰρ εἰσιν οἱ ἀρχιερεῖς ὑμῶν. [13.4] ἐὰν δὲ μὴ ἔχητε προϕήτην, δότε τοῖς πτωχοῖς. [13.5] ἐὰν σιτίαν ποιῆις, τὴν ἀπαρχὴν λαβὼν δὸς κατὰ τὴν ἐντολήν. [13.6] ὡσαύτως κεράμιον οἴνου ἢ ἐλαίου ἀνοίξας, τὴν ἀπαρχὴν λαβὼν δὸς τοῖς προϕήταις· [13.7] ἀργυρίου δὲ καὶ ἱματισμοῦ καὶ παντὸς κτήματος λαβὼν τὴν ἀπαρχὴν ὡς ἄν σοι δόξηι, δὸς κατὰ τὴν ἐντολήν.[14.1] Κατὰ κυριακὴν δὲ κυρίου συναχϑέντες κλάσατε ἄρτον καὶ εὐχαριστήσατε προεξομολογησάμενοι τὰ παραπτώματα ὑμῶν, ὅπως καϑαρὰ ἡ ϑυσία ὑμῶν ἦι. [14.2] πᾶς δὲ ἔχων τὴν ἀμϕιβολίαν μετὰ τοῦ ἑταίρου αὐτοῦ μὴ συνελϑέτω ὑμῖν, ἕως οὗ διαλλαγῶσιν, ἵνα μὴ κοινωϑῆι ἡ ϑυσία ὑμῶν. [14.3] αὕτη γάρ ἐστιν ἡ ῥηϑεῖσα ὑπὸ κυρίου· Ἐν παντὶ τόπωι καὶ χρονωι προσϕέρειν μοι ϑυσίαν καϑαράν· ὅτι βασιλεὺς μέγας εἰμί, λέγει κύριος, καὶ τὸ ὄνομά μου ϑαυμαστὸν ἐν τοῖς ἔϑνεσι.[15.1] Χειροτονήσατε οὖν ἑαυτοῖς ἐπισκόπους καὶ διακόνους ἀξίους τοῦ κυρίου, ἄνδρας πραεῖς καὶ ἀϕιλαργύρους καὶ ἀληϑεῖς καὶ δεδοκιμασμένους· ὑμῖν γὰρ λειτουργοῦσι καὶ αὐτοὶ τὴν λειτουργίαν τῶν προϕητῶν καὶ διδασκάλων. [15.2] μὴ οὖν ὑπερίδητε αὐτούς· αὐτοὶ γάρ εἰσιν οἱ τετιμημένοι ὑμῶν μετὰ τών προϕητῶν καὶ διδασκάλων.[15.3] Ἐλέγχετε δὲ ἀλλήλους μὴ ἐν ὀργῆι, ἀλλ' ἐν εἰρήνηι ὡς ἔχετε ἐν τῶι εὐαγγελίωι· καὶ παντὶ ἀστοχοῦντι κατὰ τοῦ ἑτέρου μηδεὶς λαλείτω μηδὲ παρ' ὑμῶν ἀκουέτω, ἕως οὗ μετανοήσηι. [15.4] τὰς δὲ εὐχὰς ὑμῶν καὶ τὰς ἐλεημοσύνας καὶ πάσας τὰς πράξεις οὕτως ποιήσατε, ὡς ἔχετε ἐν τῶι εὐαγγελίωι τοῦ κυρίου ἡμῶν.[16.1] Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν· οἱ λύχνοι ὑμῶν μὴ σβεσϑήτωσαν, καὶ αἱ ὀσϕύες ὑμῶν μὴ ἐκλυέσϑωσαν, ἀλλὰ γίνεσϑε ἕτοιμοι· οὐ γὰρ οἴδατε τὴν ὥραν, ἐν ἧι ὁ κύριος ἡμῶν ἔρχεται. [16.2] πυκνῶς δὲ συναχϑήσεσϑε ζητοῦντες τὰ ἀνήκοντα ταῖς ψυχαῖς ὑμῶν· οὐ γὰρ ὠϕελήσει ὑμᾶς ὁ πᾶς χρόνος τῆς πίστεως ὑμῶν, ἐὰν μὴ ἐν τῶι ἐσχάτωι καιρῶι τελειωϑῆτε. [16.3] ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις πληϑυνϑήσονται οἱ ψευδοπροϕῆται καὶ οἱ ϕϑορεῖς, καὶ στραϕήσονται τὰ πρόβατα εἰς λύκους, καὶ ἡ ἀγάπη στραϕήσεται εἰς μῖσος· [16.4] αὐξανούσης γὰρ τῆς ἀνομίας μισήσουσιν ἀλλήλους καὶ διώξουσιν καὶ παραδώσουσι, καὶ τότε ϕανήσεται ὁ κοσμοπλανὴς ὡς υἱὸς ϑεοῦ καὶ ποιήσει σημεῖα καὶ τέρατα, καὶ ἡ γῆ παραδοϑήσεται εἰς χεῖρας αὐτοῦ, καὶ ποιήσει ἀϑέμιτα, ἃ οὐδέποτε γέγονεν ἐξ αἰῶνος. [16.5] τότε ἥξει ἡ κτίσις τῶν ἀνϑρώπων εἰς τὴν πύρωσιν τῆς δοκιμασίας, καὶ σκανδαλισϑήσονται πολλοὶ καὶ ἀπολοῦνται, οἱ δὲ ὑπομείναντες ἐν τῆι πίστει αὐτῶν σωϑήσονται ὑπ' αὐτοῦ τοῦ καταϑέματος, [16.6] καὶ τότε ϕανήσεται τὰ σημεῖα τῆς ἀληϑείας· πρῶτον σημεῖον ἐκπετάσεως ἐν οὐρανῶι, εἶτα σημεῖον ϕωνῆς σάλπιγγος, καὶ τὸ τρίτον ἀνάστασις νεκρῶν· [16.7] οὐ πάντων δὲ, ἀλλ' ὡς ἐῤῥέϑη· Ἥξει ὁ κύριος καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. [16.8] τότε ὄψεται ὁ κόσμος τὸν κύριον ἐρχόμενον ἐπάνω τῶν νεϕελῶν τοῦ οὐρανοῦ . . . |