BIBLIOTHECA AUGUSTANA

 

Artemidoros

ca. 100 - 180 p. Chr. n.

 

Ὀνειροκριτικὰ

 

Βιβλίον εʹ

 

___________________________________________________

 

 

 

Εʹ

 

Ἀρτεμίδωρος Ἀρτεμιδώρωι τῶι υἱῶι χαίρειν.

 

ξιον μὲν ἴσως, ὦ τέκνον, ἐγκαλεῖν τῆς βραδυτῆτος ἡμῖν, εἰ διὰ ῥαιθυμίαν ἐγένετο· ἐπεὶ δὲ τὸ προκείμενον ἦν ἱστορίαν ὀνείρων ἀποβεβηκότων συναγαγεῖν σοι, χαλεπὸν δὲ καὶ ἐργῶδες ἦν τῶι γε βουλομένωι ἀξίους ἀναγραφῆς συναγαγεῖν ὀνείρους (τοὺς μὲν γὰρ τυχόντας καὶ πάνυ ῥάιδιον καὶ ἐν βραχεῖ χρόνωι παμπληθεῖς ἀναγράφειν, τοιούτους δέ, ὁποίους ἄν τις γράφων οὐ μόνον οὐκ αἰσχύνοιτο ἀλλὰ καὶ μέγα φρονεῖν ἐπ᾽ αὐτοῖς ἔχοι, οὐκ ἄνευ πόνου καὶ χρόνου οἷόν τ᾽ ἦν ἀθροῖσαι, <καὶ> μάλιστά γε μὴ ῥαιδιουργῆσαι βουλομένωι) τοιγαροῦν ἔν τε ταῖς πανηγύρεσι ταῖς κατὰ τὴν Ἑλλάδα καὶ ἐν Ἀσίαι καὶ πάλιν αὖ ἐν Ἰταλίαι ἐξεπίτηδες ἀγείρων ὅσους μάλιστα ἐδυνάμην εὑρὼν τοῦτό σοι τὸ βιβλίον μετὰ τὸν ἐν τοῖς ἔμπροσθεν πεπονημένοις μοι βιβλίοις πόνον ὠφελιμώτατον ἐσόμενον αὐτῶι τέ σοι καὶ εἴ τινι κοινωνήσειας ἀντιγράφου πεποίηκα. εὕροις δ᾽ ἂν καθ᾽ ἕκαστον τῶν ὀνείρων ψιλὰς τὰς ἀποβάσεις, ὡς ἀπέβησαν, ἄνευ σκηνῆς καὶ τραγωιδίας ἀναγεγραμμένας· οὐδὲν γὰρ ἄλλο ἢ τὴν ἀπὸ τῆς πείρας πίστιν ἅμα καὶ ὠφέλειαν συναγαγεῖν προεθέμην. διόπερ τὰ εἰς πάντα ἀπὸ τῶν αὐτῶν ἐνδεχόμενα ἀποβαίνειν παρὰ τὰς τῶν θεωμένων τύχας τε καὶ προαιρέσεις καὶ ἡλικίας καὶ περιστάσεις παραιτησάμενος (ἐπειδὴ τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον καὶ τὸ τρίτον μάλιστα τούτων ἐστὶν ἀνάπλεω, τὸ δὲ τέταρτον αὐτῶι σοι προσφωνηθὲν τεχνικὴν περιέχον θεωρίαν καὶ ἄτριπτον τῶν ἐπιζητουμένων ἑρμηνείαν ἠκρίβωται) ὅμως σοι προσδεῖν ἡγούμενος τριβῆς τε καὶ γυμνασίας, ὡς ἐπηγγειλάμην ἐπὶ τέλει τοῦ τετάρτου, καὶ νῦν ἐμπεδῶν τὴν ὑπόσχεσιν ἀποδίδωμι.

1 Ἔδοξέ τις τοῦ Ποσειδῶνος τοῦ ἐν Ἰσθμῶι τῆι βάσει ἁλύσει προσδεδέσθαι. ἱερεὺς ἐγένετο τοῦ Ποσειδῶνος· ἔδει γὰρ αὐτὸν ἀχώριστον εἶναι τῶν τῆς ἱερωσύνης τόπων.

2 Ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα προσαγαγὼν ὥσπερ τι ἱερεῖον ἀποθῦσαι καὶ τὰ κρέα κατακόπτων πιπράσκειν καὶ τὴν ἐμπολὴν αὐτῶι πάνυ πολλὴν γίνεσθαι. ἐπὶ δὲ τούτοις χαίρειν τε ἔδοξε καὶ τὸ συναγόμενον ἀργύριον ἀπὸ τοῦ κρεοπωλίου πειρᾶσθαι κρύπτειν διὰ τὸν <τῶν> περιισταμένων φθόνον. οὗτος τὴν ἑαυτοῦ γυναῖκα προαγωγεύων ἐπ᾽ αἰσχροῖς ἐπορίζετο, καὶ ἦν αὐτῶι τὸ ἔργον λυσιτελὲν μὲν εἰς πορισμόν, ἄξιον δὲ ἀποκρύπτεσθαι.

3 Ἔδοξέ τις εἰς γυμνάσιον τὸ ἐν τῆι πατρίδι ὂν αὐτοῦ εἰσελθὼν ἰδεῖν εἰκόνα ἰδίαν, ἥτις καὶ ὕπαρ ἦν ἀνακειμένη· εἶτα ἐδόκει αὐτῶι τὸ πῆγμα τῆς εἰκόνος πᾶν τὸ ἔξωθεν διαλελύσθαι. πυνθανομένωι δέ τινι τί συμβεβηκὸς εἴη περὶ τὴν εἰκόνα λέγειν ὤιετο ἡ μὲν εἰκών μου μένει ὑγιής, τὸ δὲ πῆγμα λέλυται. χωλὸς ἐγένετο ἀμφοτέρους τοὺς πόδας εἰκότως· τὸ μὲν γὰρ γυμνάσιον σύμβολον ἦν τῆς καθ᾽ ὅλον τὸν ὄγκον εὐεξίας, ἡ δὲ εἰκὼν τὰ περὶ τὸ πρόσωπον ἐσήμαινε, τὸ δὲ ἔξωθεν πῆγμα τὰ λοιπὰ τοῦ σώματος ἦν.

4 Ἔδοξέ τις λιβανωτῶι τὸν πρωκτὸν ἐκμάσσειν. ἀσεβείας ἑάλω, ἐπειδὴ ὧι τοὺς θεοὺς τιμῶμεν ἐξύβρισεν. ἡ δὲ ὀδμὴ τὸ μὴ λαθεῖν αὐτὸν ἐσήμαινεν.

5 Ἔδοξέ τις σίνηπι τετριμμένον ὑγρὸν πίνειν, ἔτυχε δὲ αὐτῶι δίκη οὖσα καὶ ἔφευγε φόνου γραφήν. ἑάλω καὶ τῆς κεφαλῆς ἀφηιρέθη· ἦν γὰρ οὔτε σύνηθες οὔτε ὅλως πότιμον τὸ ποτόν. καὶ μέντοι <καὶ> διακριθὲν πρότερον ὑπὸ τοῦ λεγομένου ἠθμοῦ τὸ σίνηπι ἔπινε. τοιγαροῦν ὑπὸ κριτοῦ, ὅπερ ἐστὶ δικαστοῦ, εἰς ὄλεθρον κατέστη.

6 Ἔδοξέ τις Ξάνθος ὁ ποταμὸς ὁ ἐν Τροίαι γεγονέναι. αἷμα μέγα μὲν καὶ οὐχ οἷόν τε πιστεύειν ἀλλ᾽ οὖν γε οὕτως ἀποβὰν ἱστορήσαμεν ἀνήνεγκεν ἐπὶ ἔτη δέκα· οὐ μὴν ἀπέθανέ γε, ὅπερ ἦν εἰκὸς διὰ τὸ ἀθάνατον εἶναι τὸν ποταμόν.

7 Ἔδοξέ τις ἐν Νεμέαι ἀγωνίζεσθαι ἀνδρῶν πάλην καὶ νικᾶν καὶ στεφανοῦσθαι, ἔτυχε δὲ αὐτῶι δίκη οὖσα περὶ ἀγροῦ, ἐν ὧι παμμέγεθες ἦν ἕλος. καὶ δὴ ἐνίκησε τῶι τοῦ ἕλους λόγωι διὰ τὸ σελίνωι τῶι ἐν Νεμέαι τοὺς νικῶντας στεφανοῦσθαι.

8 Ἔδοξέ τις ἐν τῆι τύληι πυροὺς ἔχειν ἀντὶ γναφάλλων. ἦν αὐτῶι γυνή, ἥτις μηδεπώποτε συλλαβοῦσα πρότερον ἐκείνου τοῦ ἔτους ἔγκυος γενομένη παιδάριον ἐγέννησεν ἄρρεν· ἡ μὲν γὰρ τύλη τὴν γυναῖκα ἐσήμαινεν, οἱ δὲ πυροὶ ἄρρεν σπέρμα.

9 Ηὔξατό τις τῶι Ἀσκληπιῶι, εἰ διὰ τοῦ ἔτους ἄνοσος ἔλθοι, θύσειν αὐτῶι ἀλεκτρυόνα· ἔπειτα διαλιπὼν ἡμέραν ηὔξατο πάλιν τῶι Ἀσκληπιῶι, εἰ μὴ ὀφθαλμιάσειεν, ἕτερον ἀλεκτρυόνα θύσειν. καὶ δὴ εἰς νύκτα ἔδοξε λέγειν αὐτῶι τὸν Ἀσκληπιὸν εἷς μοι ἀλεκτρυὼν ἀρκεῖ. ἄνοσος μὲν οὖν ἔμεινεν, ὠφθαλμίασε δὲ ἰσχυρῶς· καὶ γὰρ μιᾶι εὐχῆι ὁ θεὸς ἀρκούμενος τὸ ἕτερον ἠρνεῖτο.

10 Ἔδοξέ τις φεύγων γραφὴν δημοσίων ἀδικημάτων τὰ γράμματα καὶ τὰ δικαιώματα ἀπολωλεκέναι. τῆι ὑστεραίαι εἰσαχθείσης τῆς δίκης ἀφείθη τῶν ἐγκλημάτων, καὶ τοῦτο ἦν ἄρα, ὅπερ ἐσήμαινεν αὐτῶι τὸ ὄναρ, ἀφεθέντι τῶν ἐγκλημάτων μηκέτι δεήσεσθαι τῶν δικαιωμάτων.

11 Ἔδοξέ τις ἀπὸ τῆς σελήνης λύχνον ἅπτειν. τυφλὸς ἐγένετο. ὅθεν γὰρ οὐκ ἠδύνατο ἅψαι, ἐκεῖθεν ἐλάμβανε τὸ φῶς. ἄλλως τε καὶ τὴν σελήνην φασὶν οὐκ ἔχειν ἴδιον φῶς.

12 Ἔδοξέ τις γυνὴ ἐν τῆι σελήνηι τρεῖς ὁρᾶν εἰκόνας ἰδίας. ἐγέννησε τρίδυμα θηλυκά, καὶ τὰ τρία τοῦ αὐτοῦ μηνὸς ἀπέθανεν. ἦσαν γὰρ αἱ εἰκόνες τὰ τέκνα, εἷς δὲ περιεῖχεν αὐτὰς κύκλος. τοιγάρτοι ἑνὶ χορίωι, ὡς λέγουσιν ἰατρῶν παῖδες, περιείχετο τὰ βρέφη. ἔζησε δὲ οὐ πλείονα <χρόνον> διὰ τὴν σελήνην.

13 Ἔδοξε παῖς παλαιστὴς περὶ τῆς ἐγκρίσεως πεφροντικὼς τὸν Ἀσκληπιὸν κριτὴν εἶναι καὶ παροδεύων ἅμα τοῖς ἄλλοις παισὶν ἐν παρεξαγωγῆι ὑπὸ τοῦ θεοῦ ἐκκεκρίσθαι. καὶ δὴ πρὸ τοῦ ἀγῶνος ἀπέθανεν· ὁ γὰρ θεὸς οὐ τοῦ ἀγῶνος ἀλλὰ τοῦ ζῆν, οὗπερ μᾶλλον εἶναι κριτὴς νομίζεται, ἐξέβαλεν αὐτόν.

14 Ἔδοξέ τις ἐν τῆι σελήνηι τὸ ἑαυτοῦ πρόσωπον ἰδεῖν. ἀπεδήμησε μακρὰν ἀποδημίαν καὶ τὸν πλεῖστον τοῦ βίου χρόνον ἐν ἄληι καὶ ξενιτείαι διῆγε· τὸ γὰρ ἀεικίνητον τῆς σελήνης ἔμελλε συμπεριοίσειν αὐτόν.

15 Ἔδοξέ τις σιδήρεον αἰδοῖον ἔχειν. ἐγένετο αὐτῶι υἱός, ὑφ᾽ οὗ ἀνηιρέθη. καὶ γὰρ ὁ σίδηρος ὑπὸ τοῦ ἐξ αὐτοῦ γενομένου ἰοῦ φθείρεται.

16 Ἔδοξέ τις ναύκληρος ἐν Μακάρων νήσοις εἶναι καὶ ὑπὸ τῶν ἡρώων κατέχεσθαι, ἔπειτα ἐλθόντα τὸν Ἀγαμέμνονα ἀπολῦσαι αὐτόν. ἀγγαρείαι περιπεσὼν ὑπὸ τῶν ἐπιτρόπων τοῦ αὐτοκράτορος κατεσχέθη, ἔπειτα ἐντυχὼν τῶι βασιλεῖ ἀφείθη τῆς ἀγγαρείας.

17 Ἔδοξέ τις ἀποδημῶν τῆς οἰκείας τὴν κλεῖδα τοῦ οἰκήματος ἀπολωλεκέναι. ἀνακομισθεὶς εὗρε τὴν θυγατέρα ἐφθαρμένην· τρόπον γάρ τινα ἔλεγεν αὐτῶι τὸ ὄναρ οὐκ εἶναι ἐν ἀσφαλεῖ τὰ οἴκοι.

18 Ἔδοξέ τις ἐκ τῆς κεφαλῆς ἐκ αὐτοῦ ἐλαίαν πεφυκέναι. ἐφιλοσόφησεν εὐτόνως καὶ τοῖς λόγοις καὶ τῆι ἀσκήσει χρησάμενος ἀκολούθως· καὶ γὰρ ἀειθαλὲς τὸ φυτὸν καὶ στερεὸν καὶ τῆι Ἀθηνᾶι ἀνάκειται. φρόνησις δὲ εἶναι νομίζεται ἡ θεός.

19 Ἔδοξέ τις τῶι ἡλίωι συνανατέλλειν καὶ τῆι σελήνηι συντρέχειν. ἀπήγξατο, καὶ οὕτως ὅ τε ἥλιος καὶ ἡ σελήνη ἀνίσχοντες ἔβλεπον αὐτὸν μετάρσιον ὄντα καὶ κρεμάμενον.

20 Ἔδοξέ τις τὸν δοῦλον αὐτοῦ, ὃν μάλιστα παρὰ τοὺς ἄλλους ἐτίμα, φανὸν γεγονέναι τοῦτον ὅνπερ λαμπτῆρα καλοῦσι. τυφλὸς ἐγένετο καὶ ὑπὸ τοῦ δούλου αὐτοῦ ἐκείνου ἐχειραγωγεῖτο καὶ τοῦτον τὸν τρόπον δι᾽ ἐκείνου τὸ φῶς ἔβλεπεν.

21 Ἔδοξέ τις ἐπὶ κύκλωι τρίποδος διαπλεῖν πέλαγος μέγα. φεύγων ἀδικημάτων γραφὴν ἑάλω καὶ εἰς νῆσον κατεδικάσθη· τὸ γὰρ περιοχοῦν αὐτὸν ἦν περίρρυτον καὶ ἐοικὸς [τῶι σχήματι] νήσωι.

22 Ἔδοξέ τις τὸ ἑαυτοῦ παιδίον ἀποδέρειν καὶ ποιεῖν ἀσκόν. τῆι ὑστεραίαι τὸ παιδίον αὐτοῦ εἰς ποταμὸν πεσὸν ἐπνίγη· καὶ γὰρ ἀπὸ νεκρῶν σαρκῶν ὁ ἀσκὸς γίνεται καὶ ὑγροῦ ἐστι δεκτικός.

23 Ἔδοξέ τις τοῦ οὐρανοῦ ἀστέρα ἐκπεσεῖν καὶ ἄλλον χαμόθεν ἀστέρα εἰς τὸν οὐρανὸν ἀναβῆναι. οὗτος ἦν οἰκέτης τινός. ἔπειτα ὁ δεσπότης αὐτοῦ ἀπέθανεν, ἡγούμενος δὲ ἐλεύθερός τε καὶ ἀδέσποτος εἶναι εὗρε παῖδα τοῦ προτέρου δεσπότου, ὧι κατ᾽ ἀνάγκην ἐδούλευσεν. ὁ μὲν οὖν πεσὼν ἀστὴρ ἐσήμαινε τὸν ἀποθανούμενον, ὁ δὲ εἰς οὐρανὸν ἀνελθὼν τὸν ἐποψόμενον καὶ δεσπόσοντα αὐτοῦ.

24 Ἔδοξέ τις εἰς χοίνικα χέζειν. ἑάλω ἀδελφῆι <τῆι> ἑαυτοῦ μιγνύμενος· μέτρον γὰρ ἡ χοῖνιξ, τὸ δὲ μέτρον νόμωι ἔοικε. τρόπον οὖν τινα παρενόμει παρὰ τὰ νενομισμένα κοινῆι τοῖς Ἕλλησι πράττων.

25 Ἔδοξέ τις ἐρωμένην τὴν ἑαυτοῦ ὁρᾶν ἐν σταμνίωι ὀστρακίνωι κειμένην. ἀπέθανεν ἡ ἐρωμένη αὐτοῦ σφαγεῖσα ὑπὸ δούλου δημοσίου. θάνατον μὲν γὰρ εἰκότως ἐσήμαινε τῆι γυναικὶ τὸ εἶναι ἐν τῶι ὀστρακίνωι σκεύει· ὑπὸ δημοσίου δέ, ἐπεὶ καὶ τὸ σταμνίον δημόσιόν τε καὶ πᾶσιν ὑπηρετοῦν.

26 Ἔδοξέ τις τοῦ Σαράπιδος τὸ ὄνομα ἐγγεγραμμένον λεπίδι χαλκῆι περὶ τὸν τράχηλον δεδέσθαι ὥσπερ σκυτίδα. συνάγχηι ληφθεὶς ἑπτὰ ἡμέραις ἀπέθανε· καὶ γὰρ χθόνιος ὁ θεὸς εἶναι νενόμισται καὶ τὸν αὐτὸν ἔχει λόγον τῶι Πλούτωνι, καὶ τὸ ὄνομα αὐτοῦ γράμματα ἑπτὰ ἔχει, καὶ καθ᾽ ὃ περιέκειτο τὴν σκυτίδα μέρος, κατ᾽ ἐκεῖνο τὸ μέρος νοσήσας ἀπέθανεν.

27 Ἔδοξέ τις ἐπὶ ξένης διατρίβων ἑστίαν οἰκοδομεῖν. ἀπέθανεν ἐπὶ ξένης ἔνθα ὠικοδόμησεν εἰκότως· ἦν γὰρ σύμβολον τῆς ὅλης καταστάσεως καὶ τοῦ τέλους ἡ ἑστία, ἣν ἐπὶ ξένης οἰκοδομῶν ἔμελλεν ἕξειν τὸ τέλος.

28 Ἔδοξέ τις ἐπὶ ξένης διατρίβων ἑστίαν οἰκοδομεῖν καὶ ἀντὶ λίθων τὰ ἴδια βιβλία τῶι πηλῶι περιπλάσσειν, εἶτα μεταδόξαν αὐτῶι καταβαλεῖν καὶ παύσασθαι οἰκοδομοῦντα. ἐνόσησε πονηρῶς καὶ εἰς ἔσχατον ἐλθὼν <κίνδυνον μόλις> ἐσώθη. τούτων τὰς αἰτίας φανερὰς οὔσας περισσὸν ἡγοῦμαι λέγειν.

29 Ἔδοξέ τις ὑπὸ γυναικὸς ἣν ἐκ πολλοῦ ἐγνώριζε διώκεσθαι βουλομένης περιβαλεῖν αὐτῶι τοὺς λεγομένους τῆι Ῥωμαίων φωνῆι φαινόλας μέσους λελυμένους ἐκ τῶν ῥαφῶν, καὶ τέλος οὐ βουλόμενος καταναγκασθῆναι. τούτου ἐρασθεῖσα ἡ γυνὴ ἐγήματο αὐτῶι οὐ βουλομένωι καὶ <δι᾽> ὀλίγων ἐτῶν ἀπηλλάγη αὐτοῦ διὰ τὸ λελύσθαι τοὺς φαινόλας.

30 Ἔδοξέ τις γυνὴ νοσοῦσα κυεῖν, ἤδη τε ὠδίνειν καὶ ἐγγὺς τοῦ τεκεῖν εἶναι, ἁψαμένην δέ τινα αὐτῆς, ἣν ὤιετο μὴ ἀπείρως ἔχειν τῶν περὶ τὰ τοιαῦτα, φάναι νῦν μὲν οὐ τέξει, μετὰ δὲ μῆνας ἑπτὰ παιδάριον καλόν γε λίαν. ἐγένετο ἐν νόσωι πάνυ κινδυνώδει, †ὅθεν οὐκ ἂν ὤιετό τις αὐτὴν σωθῆναι, καὶ μὴ γενομένην ῥᾶιον ὡς μὴ τέλεον ὑγιᾶναι.† μετὰ ἑπτὰ ἡμέρας ἀπέθανεν εἰκότως· ἔμελλε γὰρ ἀποθήσεσθαι τὸ βάρος καὶ τὰς ἀλγηδόνας μετὰ τοὺς ἑπτὰ μῆνας. τὸ δὲ καλὸν παιδάριον ἦν ὁ θάνατος, ὅστις αἱρετώτερος ἦν διὰ τὸ ἄπονον τοῦ νοσώδους καὶ ταλαιπώρου βίου.

31 Ἔδοξέ τις ἑαυτὸν περαίνειν, ἀνὴρ οὐκ ἄσημος καὶ τελῶν μεγάλων μισθωτής. εἰς τοσοῦτο περιστάσεως ἦλθεν, ὥστε δι᾽ ἀπορίαν τε καὶ χρεῶν συνέχειαν ἑαυτὸν ἐξαγαγεῖν τοῦ βίου εἰκότως· ἦν γὰρ αὐτῶι τοσαύτη ἑτέρου σώματος ἐρημία καὶ ἀναλωμάτων ἀπορία κατ᾽ ὄναρ, ὥστε τὴν ὄρεξιν <εἰς> ἑαυτὸν ἐπιστρέψαι ἢ διὰ τὸ μὴ εἶναι ἄλλο σῶμα ὧι ἂν ἐχρήσατο ἢ διὰ τὸ μήτε βαίνειν δύνασθαι μήτε ἀναλίσκειν ἔχειν.

32 Ἔδοξέ τις τὸν δακτύλιον αὐτοῦ, ὧι πάντα κατεσημαίνετο, ἐκβαλεῖν, εἶτα ζητῶν καταλαβεῖν τὸν ἐν αὐτῶι λίθον κατεαγμένον εἰς †πολλά†, ὥστε ἄχρηστον εἶναι. διέπεσεν αὐτῶι πάντα τὰ πράγματα ἡμερῶν πέντε καὶ πεντήκοντα.

33 Ἔδοξέ τις ἐπικύψας πονηρὸν ὄζοντας τοὺς περὶ τὸν ἀρχαῖον ὀμφαλὸν τόπους καταλαβεῖν. φάρμακον θανάσιμον ἑκὼν ἔπιεν οὐχ ὑπομένων περίστασιν ἀνάγκην τε χρεῶν· φόβωι γὰρ τοῦ μὴ τὰ ἀναγκαῖα καὶ ἀπόκρυφα αὐτοῦ ἐξοζήσηι καὶ ἐγνώσθη παρὰ τὸ δέον †καὶ ἐκαύθη θᾶττον† καὶ ἀπέθανεν.

34 Ἔδοξέ τις λαμπάδας ἀπὸ τῆς ἑστίας τῆς ἔνδον παρ᾽ αὐτῶι μὴ δύνασθαι ἀνάψαι καὶ ἀπὸ τοῦ οὐρανίου ἀνάψαι <πυρός>. ἐσταυρώθη καὶ κατὰ τοῦτον τὸν τρόπον τῶι οὐρανίωι πυρὶ ἐθάλπετο.

35 Ἔδοξέ τις ἀδελφὴν ἔχων πλουσίαν ἅμα καὶ νοσοῦσαν πρὸ τῆς οἰκίας τῆς ἀδελφῆς συκῆν πεφυκέναι καὶ ἀπ᾽ αὐτῆς δρεπόμενος σῦκα μέλανα τὸν ἀριθμὸν ἑπτὰ ἐσθίειν. ἀπέθανεν ἡ ἀδελφὴ ἐπὶ κληρονόμωι τῶι ἰδόντι τὸν ὄνειρον ἑπτὰ ἡμέρας ἐπιζήσασα. φανεροὶ οἱ λόγοι.

36 Ἔδοξέ τις ὑπὸ <τοῦ> στρατηγοῦ τῆς ἑαυτοῦ πόλεως ἐκβάλλεσθαι τῶν οἰκείων καὶ τοῦ γυμνασίου. τοῦτον ὁ πατὴρ ἐξέβαλε τῆς οἰκίας· ὃν γὰρ ἔχει λόγον ἐν τῆι πόλει στρατηγός, τὸν αὐτὸν ἐν τῆι οἰκίαι πατήρ.

37 Ἔδοξέ τις γυνὴ ἐν τῶι δεξιῶι μαζῶι ὀφθαλμὸν ἔχειν. υἱὸς ἦν αὐτῆι ἀγαπητός, ὃν οὐκ εἰς μακρὰν ἐκόψατο. ὧι γὰρ λόγωι ὁ δόξας ποτὲ ἐν τῶι δεξιῶι ὤμωι ὀφθαλμὸν ἔχειν ἐξέβαλε τὸν ἀδελφόν (τρόπον γάρ τινα ἔλεγεν αὐτῶι τὸ ὄναρ βλέπε τὸν ὦμον, αὐτῶι τούτωι πρόσεχε τῶι ὤμωι), τούτωι τῶι λόγωι καὶ ἡ γυνὴ οὐ τὸν μαζὸν ἀλλὰ τὸν ἐοικότα τῶι μαζῶι υἱὸν ἀπώλεσεν.

38 Ἔδοξέ τις τὴν ἑαυτοῦ κόπρον σὺν ἄρτωι ἐσθίειν καὶ ἥδεσθαι. παρανομήσας ἐκληρονόμησεν ἀνέγκλητος διὰ τὸ ἥδεσθαι, οὐκ ἀνυπονόητος δὲ διὰ τὴν κόπρον· εἰκὸς γὰρ ἦν αἰσχύνης αὐτῶι τὸ κέρδος πλῆρες εἶναι.

39 Ἔδοξέ τις δύο θυγατέρας ἔχων παρθένους τὴν μὲν προτέραν ἔχειν ἐπὶ τὴν κεφαλὴν χρυσέαν Ἀφροδίτην πεπεδημένην, τὴν δ᾽ ἑτέραν ἀμπέλου στέλεχος πεφυκός. τούτων ἡ μὲν προτέρα ἐγήματο, ἡ δὲ ἑτέρα ἀπέθανεν· ἡ γὰρ Ἀφροδίτη γάμου καὶ παιδοποιίας ἦν σύμβολον κατὰ τὸ Ὁμηρικὸν ἀλλὰ σύ γ᾽ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, καὶ τὸ πολυτελὲς τῆς ὕλης τὸ τερπνὸν τοῦ γάμου ἐσήμαινεν, ἄλλως τε καὶ κατάλληλος τῆι Ἀφροδίτηι ὁ χρυσός ὃν ἐπεπέδητο. αἱ δὲ πέδαι τὸ ἀδιάλυτον τοῦ γάμου ἐσήμαινον· ἡ δὲ ἄμπελος θανάτου σημεῖον ἦν τοῦ περὶ τὴν ἑτέραν ἐσομένου διὰ τὸ γῆθεν φύεσθαι (εἰς γῆν δὲ καὶ τὰ σώματα ἀναλύεται) καὶ ὅτι ἐν τῶι ἀκμαιοτάτωι τῆς ὥρας τοῦ καρποῦ στερίσκεται ἡ ἄμπελος.

40 Ἔδοξέ τις ἐκ τῶν σαρκῶν ἐκδύνειν ὥσπερ ὄφις ἐκ τοῦ γήρως. τῆι ὑστεραίαι ἀπέθανε· καὶ γὰρ ἡ ψυχὴ τὸ σῶμα καταλιπεῖν μέλλουσα τοιαύτας παρείχετο φαντασίας.

41 Ἔδοξέ τις κατ᾽ ὄναρ ἐν Ἰσθμῶι γινόμενος τὸν ἴδιον υἱὸν ζητεῖν. ἀπώλετο ὁ υἱὸς αὐτοῦ διὰ τὸν μῦθον τὸν Μελικέρτειον.

42 Ἔδοξέ τις τρεῖς ἔχων υἱοὺς ὑπὸ τῶν δύο κατακοπεὶς ἐσθίεσθαι, ἐπιστάντα τε τὸν νεώτερον πρός γε τοὺς ἄλλους χαλεπαίνειν καὶ λυπεῖσθαι καὶ μυσαττόμενον λέγειν ἐγὼ τοῦ πατρὸς οὐ μὴ φάγω. συνέβη τὸν νεώτερον υἱὸν αὐτοῦ ἀποθανεῖν· μόνος γὰρ οὐκ ἔμελλεν ἐσθίειν οὐ τῶν σαρκῶν ἀλλὰ τῆς ὑπάρξεως, πρότερος τοῦ πατρὸς ἀποθανὼν καὶ μὴ κληρονομήσας. οἱ δὲ ἕτεροι οἱ φαγόντες διάδοχοι τῆς οὐσίας τοῦ πατρὸς ἐγένοντο.

43 Ἔδοξέ τις τὴν ἀδελφὴν αὐτοῦ ὑπὸ τοῦ πατρὸς τοῦ ἀνδρὸς ἀποσπᾶσθαι καὶ ἄλλωι δίδοσθαι γαμηθησομένην. συνέβη τὸν ἰδόντα ἀποθανεῖν· ὁ μὲν γὰρ πατὴρ εἰκότως ἐσήμαινε τὸν διὰ τὸ δαιμονᾶιν γε δαίμονα τὸν τοῦ ζῆν αἴτιον τῶι ἰδόντι, ἡ δὲ ἀδελφὴ τὸν αὐτὸν ἔχουσα λόγον τῆι ψυχῆι ἀποσπωμένη τοῦ ἀνδρὸς τοῦ σώματος ἔμελλεν ἀποσπασθήσεσθαι ὑπὸ τοῦ δαίμονος καὶ ἐν ἄλλαις ἔσεσθαι διατριβαῖς καὶ ἤθεσιν, ὥσπερ ὑπολαμβάνουσιν ἄνθρωποι τῶν καμόντων τὰς ψυχὰς ἀπαλλαγείσας τῶν σωμάτων ἐν ἄλλαις γίνεσθαι διατριβαῖς.

44 Ἔδοξέ τις ἀθλητὴς ἐν γαστρὶ ἔχειν καὶ δύο μέλανα θηλυκὰ βρέφη τεκεῖν. τυφλὸς ἐγένετο, καὶ αἱ κόραι αὐτοῦ προέπεσον καὶ ἐγένοντο μέλαιναι.

45 Ἔδοξέ τις ἀνὴρ παγκρατιαστὴς πρὸς ἀγῶνα τετοκέναι καὶ τὸ ἑαυτοῦ βρέφος τιθηνεῖσθαι. ἐλείφθη ἐκεῖνον τὸν ἀγῶνα καὶ τοῦ λοιποῦ κατέλυσε τὴν ἄθλησιν· οὐ γὰρ ἀνδρὸς ἔργα ἀλλὰ γυναικὸς ὑπομένειν ἐδόκει.

46 Ἔδοξέ τις ὑπὸ τῆς ἑαυτοῦ μητρὸς πάλιν τίκτεσθαι. ἀπὸ ξένης ἀνακομισθεὶς εἰς τὴν ἑαυτοῦ κατέλαβε τὴν μητέρα νοσοῦσαν καὶ ἐκληρονόμησε. τοῦτο ἦν τὸ ὑπ᾽ αὐτῆς γεννᾶσθαι, τὸ ἐκ πενίας εἰς εὐπορίαν καταστῆναι ὑπὸ τῆς μητρός· καὶ γὰρ ἔτυχεν ἐν πολλῆι ἐνδείαι καὶ πενίαι ὤν.

47 Ἔδοξέ τις τὸ γένειον τὸ ἑαυτοῦ καίεσθαι λαμπρῶι καὶ καθαρῶι πυρί. τούτου ὁ υἱὸς ἐγένετο διάσημος καὶ λαμπρὸς ἐν μαντικῆι. οὐ μὴν ἐπὶ πολὺ συνεγένοντο ἀλλήλοις, ἀλλ᾽ ὑπὸ περιστάσεώς τινος χωρὶς ἀλλήλων ἐγένοντο· ἐπίσημον γὰρ αὐτοῦ ἐποίει τὸν υἱὸν τὸ καιόμενον γένειον· ὁ γὰρ παῖς πατρὸς κόσμος, ὥσπερ ὁ πώγων προσώπου· ἐπειδὴ δὲ τὸ πῦρ μειοῦν πέφυκε πᾶσαν ὕλην, οὐ παρέμεινεν αὐτῶι ὁ παῖς, ἐχωρίσθη δέ, οὐκ ἀποθανὼν διὰ τὸ ἄνευ καπνοῦ τὸ πῦρ λάμπειν.

48 Ἀνὴρ παγκρατιαστὴς Ὀλύμπια μέλλων ἀγωνίζεσθαι πάλην ἅμα καὶ παγκράτιον ἔδοξεν ἀμφοτέρας τὰς χεῖρας αὐτοῦ χρυσᾶς γεγονέναι. οὐδέτερον τῶν στεφάνων ἤρατο· ἔμελλε γὰρ ὥσπερ χρυσέαις ταῖς χερσὶν ἀργαῖς καὶ ἀκινήτοις χρήσεσθαι.

49 Ἔδοξέ τις μεταμορφωθεὶς ἀρκτόχειρ γεγονέναι. καταδικασθεὶς τὴν ἐπὶ θανάτωι ἐθηριομάχησε <καὶ> προσδεθεὶς ξύλωι ἐβρώθη ὑπὸ ἄρκτου τοῦτο γὰρ καὶ τῆι χειρὶ συμβαίνει. ἐπειδὰν γὰρ φωλεύηι ἡ ἄρκτος, τῶι στόματι ἐμβαλοῦσα τὴν χεῖρα ὥσπερ ἐσθίουσα ἀπομυζᾶι καὶ τρέφεται.

50 Ἔδοξέ τις ἐπὶ ξένης διάγων κατὰ πρεσβείαν κατ᾽ ὄναρ εἰς τὴν οἰκείαν ἀποστραφῆναι, εἶτα παραστᾶσαν αὐτῶι τὴν γυναῖκα λέγειν Μοῦσα ἡ μικρὰ ἀπέθανεν. ἐπεστάλη αὐτῶι ὑπὸ τῆς γυναικὸς ὅτι ὁ νεώτατος αὐτοῦ τῶν παίδων ἀπέθανεν· ἡδὺς γὰρ ὁ παῖς ἦν καὶ ποθεινὸς ὡς αἱ Μοῦσαι.

51 Ἔδοξέ τις ἀκούειν τινὸς τὸ βάκτρον αὐτοῦ κατεάχθαι. ἐνόσησε καὶ παρελύθη· τὸ ἔρεισμα γὰρ τοῦ σώματος ἐδηλοῦτο ὑπὸ τοῦ βάκτρου, τοῦτ᾽ ἔστιν ἡ ῥώμη καὶ εὐεξία τοῦ σώματος.

Ὁ αὐτὸς ἀνιώμενος καὶ δυσφορῶν ἐπὶ τῆι παραλύσει χρονιωτέραι γινομένηι ἔδοξε τὸ βάκτρον αὐτοῦ κατεάχθαι. αὐτίκα μάλα ἀνερρώσθη· οὐκέτι γὰρ αὐτῶι ἔμελλε δεήσειν ἐρείσματος ἐπειδὴ ἔμελλεν αὐτῶι τὸ λοιπὸν χρῆσθαι εἰς πορίαν.

52 Ἔδοξέ τις ἀδελφὸν ἔχων ἀποδημοῦντα ἐπιστείλαντα ἑκάστοτε ὡς ἐλευσόμενον τυφλὸν γενόμενον αὐτοῦ τὸν ἀδελφὸν παρεῖναι. ἀπέθανεν ὁ ἰδὼν τὸν ὄνειρον εἰκότως, ἐπειδὴ οὐχ οἷός τε ἦν αὐτὸν ὁ ἀδελφὸς θεάσασθαι.

53 Ἔδοξέ τις γυνὴ τὴν ἐμπλέκουσαν αὐτὴν θεράπαιναν τὴν εἰκόνα αὐτῆς, ἣν εἶχεν ἐπὶ πίνακι γεγραμμένην, καὶ τὰ ἱμάτια αὐτῆς χρήσασθαι παρ᾽ αὐτῆς ὡς εἰς πομπὴν παρελευσομένην. αὐτίκα ἡ θεράπαινα τόν τε ἄνδρα ἀπέστησεν αὐτῆς ὑποδιαβάλλουσα καὶ ζημιῶν καὶ πομπειῶν ἐγένετο αὐτῆι αἰτία.

54 Ἔδοξέ τις τὸν ἕτερον τῶν ὤμων ἰδεῖν βουλόμενος μὴ δύνασθαι. μονόφθαλμος ἐγένετο καὶ τοῦτον τὸν τρόπον κατ᾽ ἐκεῖνον τὸν ὦμον ὀφθαλμὸν οὐκ ἔχων ἰδεῖν οὐδὲ τὸν ὦμον ἰδεῖν ἠδύνατο.

55 Δρομεὺς ἐν Ὀλυμπίαι παίδων στάδιον ἐστεφανωμένος μέλλων ἕτερον ἀγῶνα ἀγωνίζεσθαι ἔδοξεν ἐν τῶι Ὀλυμπικῶι στεφάνωι ὥσπερ ἐν λεκάνηι τοὺς πόδας νίπτεσθαι. ἐλείφθη ἐκεῖνον τὸν ἀγῶνα καὶ ἀδόξως ** τοῦ σταδίου· κατήισχυνε γὰρ τὸν πρότερον στέφανον.

56 Ἔδοξέ τις ἐπὶ βοὸς μέλανος ὀχεῖσθαι, τὸν δὲ βοῦν ἄκοντα φέρειν αὐτὸν ** ἢ ἄλλο τι κακὸν ἐργάσασθαι. ἔτυχε πλέων καὶ ἐκείνης τῆς ἡμέρας ἐν κινδύνωι ἐγένετο μεγάλωι καὶ οὐ μετὰ πολλὰς ἡμέρας ναυαγίωι περιπεσὼν τῆς νεὼς ἀπολλυμένης μόλις ἐσώθη. ὡς δὲ ἐοίκασι ναῦς τε καὶ βοῦς ἐν τῆι δευτέραι βίβλωι εἴρηταί μοι.

57 Ἔδοξέ τις ἀετὸν τὰ σπλάγχνα αὐτοῦ τοῖς ὄνυξιν ἀνακείραντα φέρειν διὰ τῆς πόλεως εἰς τὸ θέατρον ὄχλου ὂν πλῆρες καὶ ἐπιδεικνύειν τοῖς θεαταῖς. ὄντι αὐτῶι ἄπαιδι ἐπὶ τούτωι τῶι ὀνείρωι ἐγένετο παῖς διάσημος καὶ λαμπρὸς ἐν τῆι πόλει· ὁ μὲν γὰρ ἀετὸς τὸ ἔτος ἐσήμαινεν, ἐν ὧι ἔμελλεν αὐτῶι ὁ παῖς τεχθῆναι, τὰ δὲ σπλάγχνα τὸν παῖδα <οὕτω γὰρ καὶ τὸν παῖδα καλεῖν ἔθος ἐστίν>, ἡ δὲ φορὰ ἡ εἰς τὸ θέατρον τὸ λαμπρὸν καὶ ἐπίσημον τοῦ παιδὸς ἐσήμαινεν.

58 Ἔδοξέ τις ἐπὶ μάκρας τῆς λεγομένης καρδόπου μεστῆς αἵματος ἀνθρωπίνου βασταζόμενος φέρεσθαι ὑπό τινων καὶ ἐσθίειν πεπηγὸς τὸ αἷμα, εἶτα συναντήσασαν αὐτῶι τὴν μητέρα λέγειν ὦ τέκνον, ἄτιμόν με ἐποίησας. ἔπειτα δὲ ἀποθεμένων αὐτὸν τῶν φερόντων αὐτὸν οἴκαδε ἀφῖχθαι ἐδόκει. ἀπεγράψατο εἰς μονομάχους καὶ πολλοῖς ἔτεσιν ἐπύκτευεν ἀπότομον πυγμήν· τό τε γὰρ ἀνθρώπινον αἷμα ἐσθίειν τὴν ἀπὸ αἵματος ἀνθρωπίνου ὠμήν τε καὶ ἀνόσιον ἐσήμαινεν αὐτοῦ τροφήν, καὶ ἡ τῆς μητρὸς φωνὴ τὴν ἀτιμίαν τοῦ βίου προεμαντεύετο, καὶ τὸν ἀεὶ καὶ συνεχῶς γινόμενον κίνδυνον ἐσήμαινε τὸ ἐπὶ τῆς μάκρας φέρεσθαι· τὰ γὰρ ἐκεῖ τιθέμενα πάντως δαπανᾶται. καὶ τυχὸν ἂν ἀπέθανεν <ἐν> τοῖς μονομάχοις, εἰ μὴ κατατεθεὶς εἰς τὸν οἶκον ἦλθε τὸν ἑαυτοῦ· ὀψὲ γὰρ σπευσάντων τινῶν αὐτῶι ἀφείθη τῶν μονομάχων.

59 Ἔδοξέ τις οὐρανόθεν πεσὸν ἀκόντιον τρῶσαι αὐτὸν εἰς τὸν ἕτερον πόδα. οὗτος ὑπὸ ὄφεως δηχθεὶς τοῦ λεγομένου ἀκοντίου εἰς τὸν πόδα ἐκεῖνον σφακελίσας ἀπέθανεν.

60 Ἔδοξέ τις ὑπὸ ζυγὸν ἀχθεὶς ἅμα τῶι ἀδελφῶι πάλαι τεθνεῶτι ζευχθεὶς ὑπὸ τῆς μητρὸς ὥσπερ τι ὑποζύγιον ἐλαύνεσθαι τῆς μητρὸς ἡνιοχούσης. ἦλθε παρὰ τὴν μητέρα κάμνων καὶ ἀπέθανε καὶ ἐτάφη ὁμοῦ τῶι ἀδελφῶι, καὶ ταύτην τὴν συνωρίδα ἔζευξεν ἀθλίως ἡ μήτηρ.

61 Ἔδοξέ τις ὑπὸ τοῦ Ἀσκληπιοῦ ξίφει πληγεὶς εἰς τὴν γαστέρα ἀποθανεῖν. τούτωι ἀπόστημα ἐγένετο κατὰ τῆς γαστρὸς καὶ ἰάσατο αὐτὸν †ὁ Ἀσκληπιὸς† τομῆι χρησάμενος.

62 Ἔδοξέ τις τὸ ἑαυτοῦ αἰδοῖον ἄρτωι καὶ τυρῶι ψωμίζειν ὥσπερ τι ζῶιον. κακῶς ἀπέθανε· δέον γὰρ προσφέρειν τῶι στόματι τὰς τροφὰς τῶι αἰδοίωι προσέφερεν, ὥσπερ αἰνιςσόμενος οὐκ ἔχειν πρόσωπον οὐδὲ στόμα.

63 Ἔδοξε γυνὴ ἐκ τοῦ στήθους αὐτῆς ἐκπεφυκέναι πυρῶν στάχυας καὶ εἰς τὴν φύσιν αὐτῆς ἐπικλωμένους πάλιν καταδύεσθαι. αὕτη κατὰ περίστασιν ἀγνοοῦσα τῶι ἑαυτῆς παιδὶ ἐμίγη, ἔπειτα ἑαυτήν τε διεχρήσατο καὶ πονηρῶς ἀπέθανεν· οἱ μὲν γὰρ στάχυες τὸν παῖδα ἐσήμαινον, ἡ δὲ εἰς τὴν φύσιν αὐτῆς κατάδυσις τὴν μίξιν, τὸν δὲ ἐπ᾽ αὐτῆι μόρον ἐσήμαινεν ἐκπεφυκότα τὰ σπέρματα ἀπὸ τοῦ σώματος αὐτῆς, διὰ τὸ γῆθεν καὶ μὴ ἀπὸ τῶν σωμάτων ἐκφύεσθαι.

64 Ἔδοξέ τις ἐν τῶι χιτῶνι τῶι ἰδίωι κόρεις πάνυ πολλοὺς καὶ μεγάλους εὑρὼν μυσάττεσθαι καὶ βουλόμενος ἀπορρίπτειν αὐτοὺς μὴ δύνασθαι. τῆι ὑστεραίαι μαθὼν ὅτι ἡ γυνὴ αὐτοῦ μοιχεύεται, ἠνιάθη μέν, οὐκ ἀπηλλάγη δὲ αὐτῆς διά τι γενόμενον ἐμπόδιον· ἐσήμαινε γὰρ αὐτῶι ὁ χιτὼν τὴν περιπλεκομένην αὐτῶι γυναῖκα καὶ οἱ κόρεις τὴν αἰσχύνην. ἐπειδὴ δὲ οὐχ οἷός τε ἦν βουλόμενος ἀφελεῖν αὐτούς, οὐδὲ τῆς γυναικὸς βουλόμενος ἀπαλλαγῆναι ἠδυνήθη.

65 Ἔδοξέ τις τὸ αἰδοῖον αὐτοῦ ἄχρις ἄκρας τῆς κορώνης τετριχῶσθαι καὶ λάσιον εἶναι πυκνῶν πάνυ τριχῶν αἰφνίδιον φυεισῶν. ἀποπεφασμένος κίναιδος ἐγένετο πάσηι μὲν ἀκολάστωι χαρισάμενος ἡδονῆι θηλυδρίας τε καὶ ἀνδρόγυνος ὤν, μόνωι δὲ τῶι αἰδοίωι κατὰ νόμον ἀνδρῶν μὴ χρώμενος. τοιγαροῦν οὕτως ἀργὸν ἦν αὐτῶι τὸ μέρος ἐκεῖνο, ὡς διὰ τὸ μὴ τρίβεσθαι πρὸς ἕτερον σῶμα καὶ τρίχας ἐκφῦσαι.

66 Ἔδοξέ τις λέγειν αὐτῶι τινα θῦσον τῶι Ἀσκληπιῶι. τῆι ὑστεραίαι μεγάληι συμφορᾶι ἐχρήσατο· κατηνέχθη γὰρ ἀπὸ ὀχήματος περιστρεφθέντος καὶ συνετρίβη τὴν χεῖρα τὴν δεξιάν, καὶ τοῦτο ἦν ἄρα, ὅπερ ἐσήμαινεν <αὐτῶι τὸ ὄναρ>, δεῖν φυλάττεσθαι καὶ θύειν ἀποτρόπαια τῶι θεῶι.

67 Ἔδοξέ τις κάτοπτρον ἔχειν κουρέως ἑστὸς ἐν τῆι πλατείαι πλησίον ἀγορᾶς καὶ περὶ πολλοῦ ποιεῖσθαι τὸ κατοπτρίζεσθαι. †ἐπὶ δὲ τούτοις συγχωρηθὲν αὐτῶι† κατωπτρίσατο καὶ εἶδε τὴν εἰκόνα αὐτοῦ πᾶσαν μεστὴν σπίλων. ἦν ἔρως ἑταίρας αὐτῶι, ἣν οὐδενὸς συγχωροῦντος αὐτῶι βίαι λαβὼν ἔσχε καὶ παῖς ἐγένετο αὐτοῖς ἐπίμωμος οὐ διὰ τὸ γένος μόνον, ἀλλ᾽ ὅτι καὶ διάστροφος ἦν τοὺς ὀφθαλμούς. τὸ δὲ κάτοπτρον τοῦ κουρέως κοινὴν ἐσήμαινε τὴν γυναῖκα καὶ παντὶ προκειμένην, ἥτις οὐκ εὐμαρῶς ἐχρήσατο τῶι μοιχῶι· ἐκώλυε γὰρ ἂν ἀγαγέσθαι τὴν ἄνθρωπον. ἐπεὶ δὲ εἶδε τὴν ἑαυτοῦ εἰκόνα, ἐγένετο παῖς αὐτῶι τὰ <μὲν> ἄλλα ὅμοιος, οὐκ ἄμωμος δέ, ὅτι καὶ σπίλους εἶχεν.

68 Ἔδοξέ τις ἐν τῶι πρωκτῶι στόμα ἔχειν καὶ ὀδόντας μεγάλους καὶ καλοὺς καὶ φωνὴν ῥήσσειν δι᾽ αὐτοῦ καὶ ἐσθίειν δι᾽ αὐτοῦ καὶ ὅσα τῶι στόματι πράσσεται, πάντα ὅμοια ἔχειν. ὑπὸ προπετείας λόγων ἔφυγε τὴν ἑαυτοῦ πατρίδα ἀπελασθείς. ἐῶ λέγειν τὰς αἰτίας· εἰκότα γὰρ καὶ εὔλογα ἦν τὰ συμβάντα.

69 Ἔδοξέ τις ἐν Ῥώμηι διάγων περὶ τὴν πόλιν ἵπτασθαι πλησίον τῶν κεράμων καὶ ἀγάλλεσθαι μὲν ἐπὶ τῆι εὐπτησίαι, θαυμάζεσθαι δὲ πρὸς πάντων τῶν θεωμένων, ὑπὸ δὲ πόνου τινὸς καὶ ὀδαξησμοῦ τῆς καρδίας παύσασθαι ἱπτάμενος καὶ ὑπ᾽ αἰδοῦς ἀποκρύπτεσθαι. θαυμάσιος ἀνὴρ καὶ διαφέρων μάντις ἦν καὶ ἐπίσημος ἐν τῆι πόλει διατρίψας ἐπορίσατο πολλὰ σὺν τῶι καὶ θαυμάζεσθαι. οὐ μὴν ἀπώνατό γε τῆς μαντικῆς οὐδὲ τοῦ πορισμοῦ· ἡ γὰρ γυνὴ αὐτὸν καταπροδοῦσα ἀπέστερξεν, ὥστε ὑπ᾽ αἰδοῦς μεταναστῆναι.

70 Ἔδοξέ τις ἵπτασθαι μέλλων ὑπό τινος τῶν φίλων κεκωλῦσθαι τοῦ ποδὸς τοῦ δεξιοῦ κατασχεθείς (ὄνομα δὲ τῶι φίλωι Ἰούλιος), ἔμελλε δὲ τῆς Ῥώμης ἀπαναστήσεσθαι. καὶ δὴ παρεσκευάσατο μὲν τὰ πρὸς τὴν ἀποδημίαν, ἄρτι δὲ τοῦ Ἰουλίου λεγομένου μηνὸς ἐνστάντος ὑπὸ περιστάσεως ἐκωλύθη καὶ κατέμεινεν. οὐ μὴν ἡ καταμονὴ εἰς τέλος ἐγένετο, ὅτι φίλος ἦν ὁ κατασχών.

71 Ἔδοξέ τις ἀνὴρ νοσῶν εἰς Διὸς ἐλθὼν ἱερὸν πυνθάνεσθαι τοῦ θεοῦ φωνῆι χρησάμενος ταύτηι ῥάιων ἔσομαι; ζήσω; καὶ ὁ Ζεὺς εἶπε μὲν πρὸς αὐτὸν οὐδέν, ἐπένευσε δὲ τῆι κεφαλῆι. εἰς τὴν ὑστεραίαν ἀπέθανε καὶ μάλα εἰκότως· εἰς γῆν γὰρ ἔβλεπε νεύων κάτω ὁ θεός. ὅτι δὲ μὴ ἀλόγως ἀπέβη ἐπιστεύσαμεν ἀπὸ ἑτέρου.

72 Νοσοῦσα γυνὴ ἔδοξεν ἐπερέσθαι τὴν Ἀφροδίτην ὄναρ εἰ ζήσειε, καὶ ἡ θεὸς ἀνένευσε, καὶ οὐδὲν ἧττον ἔζησεν ἡ γυνή· τὸ γὰρ ἐναντίον σχῆμα τῶι πρὶν σωτήριον ἦν εἰς οὐρανὸν βλέπουσα.

73 Ἔδοξε γυνὴ τέκνων γλιχομένη δίφρους ὁρᾶν λοχείους οἷς πρὸς τὸ τεκεῖν χρῶνται αἱ γυναῖκες ἑπτὰ τῆι θαλάσσηι ἐπιπλέοντας. κυεῖν μὲν αὐτῆι συνέβη, μήτηρ δὲ οὐκ ἐγένετο, ἀλλ᾽ οἱ ἑπτὰ οὓς ἔτεκε παῖδες ἀπέθανον πρὸ ὥρας ἔτι ἐν σπαργάνοις.

74 Ἔδοξέ τις μεταμορφωθεὶς δένδρον γενέσθαι παμμέγεθες δικροῦν, καὶ τὸ μὲν ἕτερον μέρος εἶναι λεύκην τὸ δὲ ἕτερον πίτυν· ἔπειτα τῆι μὲν λεύκηι παντοδαποὺς ὄρνιθας ἐφιζάνειν τῆι δὲ πίτυϊ λάρους καὶ αἰθυίας καὶ ὅσα ἄλλα <ἐστὶ> θαλάσσια ὄρνεα. ἐγένοντο αὐτῶι παῖδες δύο, ὧν ὁ μὲν ἕτερος ἤθλησε διὰ τὴν λεύκην καὶ περινοστῶν παντοδαπῶν ἀνθρώπων καὶ μὴ ὁμοφύλων ἠνέσχετο, ὁ δὲ ἕτερος καίπερ ὢν γεωργοῦ παῖς ναύκληρος ἐγένετο καὶ τῶν οὐκ ἀσήμως πλευσάντων. αὐτὸς δὲ ὁ ἰδὼν τὸν ὄνειρον μακρογήρως καὶ λιπαρῶς κατεβίωσεν.

75 Ἔδοξέ τις παῖδα παγκρατιαστὴν εἰς Ὀλύμπια ἀναγαγὼν καταδεδικάσθαι τὴν ἐπὶ θανάτωι τὸν παῖδα σφαγησόμενον δῆθεν ἐπὶ τοῦ βωμοῦ τοῦ Διός, αὐτὸς δὲ κατολοφυράμενος καὶ πολλὰ ἱκετεύσας παρηιτήσατο μὴ ἀποθανεῖν τὸν παῖδα. ἐνεκρίθη ὁ παῖς καὶ ἠγωνίσατο καὶ ἐν ἐλπίδι μεγάληι τοῦ νικᾶν γενόμενος ἐλείφθη εἰκότως· οὔτε γὰρ ἐν τελευτῆι ἐγένετο, τοῦτ᾽ ἔστιν ἐν συμπεράσματι τοῦ νικᾶν, οὔτε μὴν δημοσίας ἔτυχε τιμῆς· ὡς γὰρ εἰκὸς οἱ προθυόμενοι δημοσίαι μεγάλων τιμῶν ἀξιοῦνται, κατὰ ταὐτὰ δὲ καὶ οἱ Ὀλυμπιονῖκαι.

76 Ἔδοξέ τις εἰς Ὀλύμπια ἀναγαγὼν παῖδα παλαιστὴν πρὸς τῶν Ἑλλανοδικῶν ἀποσφαγέντα τὸν παῖδα τῶι σταδίωι ἐντεθάφθαι. ἐγένετο ὁ παῖς Ὀλυμπιονίκης εἰκότως· καὶ γὰρ ἐπιγραφῆς ἀκόλουθόν ἐστι τὸν ἀποθανόντα· τυχεῖν ὡς καὶ τὸν Ὀλυμπιονίκην καὶ μακάριον λέγεσθαι.

77 Ἔδοξέ τις λέγειν αὐτῶι τινα ἀποθανεῖν μὲν μὴ φοβοῦ, ζῆν δὲ οὐ δύνασαι. τυφλὸς ἐγένετο ὀρθῶς καὶ κατὰ λόγον ἀποβάντος αὐτῶι τοῦ τοιούτου· οὐκ ἐτεθνήκει μὲν γὰρ παρ᾽ ὅσον ἔζη, οὐκ ἔζη δὲ παρ᾽ ὅσον οὐκ ἔβλεπε τὸ φῶς.

78 Δρομεὺς μέλλων ἱερὸν ἀγῶνα ἀγωνίζεσθαι ἔδοξε κεράμιον ἔχων ἐπὶ κρήνην ἀφῖχθαι ἀρυσόμενος ὕδωρ. καὶ ἕως ἀφικνεῖτο ἐπὶ τὴν κρήνην, ἔρρεε τὸ ὕδωρ· ἄρτι δὲ προςιόντος αὐτοῦ καὶ βουλομένου λαβεῖν ἐπαύσατο ῥέον. ἐπεὶ δὲ διαλιπὼν πάλιν προσήιει, πάλιν ὁμοίως ῥέον ἄρτι προσιόντος ἐπαύσατο, καὶ τρίτον ὁμοίως. τέλος δὲ καὶ παντελῶς ἐξέλιπεν, ὥστε ὀργισθέντα ῥῆξαί τε καὶ κατεάξαι τὸ κεράμιον. δραμὼν ἐξ ἴσης ἄλλωι καίπερ οὔσης ῥοπῆς τινος κατ᾽ αὐτὸν πλείονος πάλιν ἠναγκάσθη δραμεῖν. καὶ δεύτερον συνελὼν τῶι ἀνταγωνιστῆι τὰ τέρματα τρίτον ἔδραμε καὶ πολλῆς γενομένης τῆς κατ᾽ αὐτὸν ῥοπῆς ἀφηιρέθη τοῦ στεφάνου· ἔτυχε γὰρ σπεύδων τῶι ἀνταγωνιστῆι ὁ τὸν ἀγῶνα ἐπιτελῶν. παρῆν δὲ εἰκάζειν τὴν μὲν κρήνην τῶι ἀγῶνι, τὸν δὲ ὀχετὸν τῶι ἀγωνοθέτηι, τὸ δὲ ὕδωρ τῶι στεφάνωι, τὸ δὲ κεράμιον τῆι ἀσκήσει καὶ τὴν ἀποτυχίαν τοῦ ὕδατος διὰ τὸν οὐ παρέχοντα ὀχετὸν τῆι ἀποτυχίαι τοῦ στεφάνου διὰ τὸν κατασπεύδοντα ἀγωνοθέτην, τὴν δὲ ματαίαν ἄσκησιν τῆι τοῦ κεραμίου κατάξει.

79 Δρομεὺς μέλλων ἀγωνίζεσθαι ἱερὸν ἀγῶνα ἔδοξεν ὀχετὸν ὕδατος ἔμπλεων κόπρου καὶ βορβόρου λαβὼν κόρηθρον ἐκκαθαίρειν καὶ καταπλύνειν ὕδατι πολλῶι, ὅπως εὔρουν τε καὶ καθαρὸν ἀποδείξειε. τῆι ὑστεραίαι κλυστῆρα προσθέμενος καὶ ὑπεξαγαγὼν τῆς ἑαυτοῦ γαστρὸς <τὰ> σκύβαλα, καίπερ ἐγγὺς ὢν τοῦ ἀγῶνος, εὔπους τε καὶ κοῦφος γενόμενος ἐστεφανώθη.

80 Ἔδοξέ τις γυνὴ τὸν ἑαυτῆς ἐραστὴν χοιρείαν αὐτῆι κεφαλὴν δωρεῖσθαι. ἐμίσησε τὸν ἐραστὴν καὶ κατέλιπεν αὐτόν· ἀναφρόδιτος γὰρ ὁ χοῖρος.

81 Ἔδοξέ τις κύκλιος αὐλητὴς τὰ πέλματα τῶν ποδῶν αὐτοῦ ηὐλοκοπῆσθαι. κατέλυσε καὶ ἐπαύσατο αὐλῶν τε καὶ ἀγωνιζόμενος, καὶ οὕτως ἀργοῖς ἐχρήσατο τοῖς ποσὶν ὥσπερ ηὐλοκοπημένοις οὐκέτι βαίνων ἐν τῶι κατὰ σκηνὴν ἔργωι.

82 Ἔδοξέ τις τοὺς συμβιώτας καὶ φράτορας αὐτοῦ ἐπιστάντας αἰφνίδιον λέγειν αὐτῶι ὑπόδεξαι ἡμᾶς καὶ δείπνισον, αὐτὸς δὲ λέγειν ὡς τὸν χαλκὸν οὐκ ἔχω οὐδ᾽ ὅθεν ὑμᾶς ὑποδέξομαι, ἔπειτα ἀπεληλακέναι αὐτούς. τῆι ὑστεραίαι περιπεσὼν ναυαγίωι καὶ εἰς ἔσχατον ἐλθὼν κίνδυνον μόλις ἐσώθη, εἰκότως ἀποβάντος αὐτῶι καὶ κατὰ λόγον τοῦ ὀνείρου. ἔθος μὲν γὰρ τοῖς συμβιώταις καὶ εἰς τὰ τῶν ἀποθανόντων εἰσιέναι καὶ δειπνεῖν, ἡ δὲ ὑποδοχὴ λέγεται γενέσθαι ὑπὸ τοῦ ἀποθανόντος κατὰ τιμὴν τὴν ἐκ τῶν συμβιωτῶν εἰς τὸν ἀποθανόντα. †ὁ δὲ οὐχ ὑποδεξάμενος αὐτοὺς εἰκότως τὸν κίνδυνον ἐσήμαινεν. εἰ δὲ αὐτὸς οὐχ ὑπέστη τὴν ὑποδοχήν, εἰκότως ἐσώθη· οἱ μὲν γὰρ ἐπιστάντες καὶ μύοντες αὐτῶν τὴν ὑποδοχὴν ὠθεῖτο.† τὸ δὲ ναυάγιον, ὅτι κατὰ ἀπορίαν χρημάτων αὐτοὺς ἀπήλασεν.

83 Ἔδοξέ τις ἄρτον ἀποβάπτων εἰς μέλι ἐσθίειν. ἐπὶ λόγους φιλοσοφικοὺς ὁρμήσας καὶ τὴν ἐν αὐτοῖς σοφίαν ἐπορίσατο καὶ περιεβάλετο χρήματα πολλά· ἐσήμαινε γὰρ τὸ μέλι τὴν εὐέπειαν τῆς σοφίας, ὡς εἰκός, τὸν πορισμὸν δὲ ὁ ἄρτος.

84 Ἔδοξέ τις ἐκ τοῦ στήθους αὐτοῦ πεφυκέναι στάχυας πυρῶν, ἔπειτα προσελθόντα τινὰ ἀποσπάσαι τοὺς στάχυας ὡς οὐ πρέποντας αὐτῶι. ἔτυχον αὐτῶι παῖδες ὄντες δύο καὶ ἀπέθανον συμφορᾶι χρησάμενοι πονηρᾶι· ληιστήριον γὰρ ἐπελθὸν οἰκοῦσιν αὐτοῖς τὸν ἀγρὸν διέφθειρεν αὐτούς. ἐσήμαινον γὰρ οἱ μὲν στάχυες τοὺς παῖδας ἦν γὰρ ἄρρεν σπέρμα, ἡ δὲ ἀφαίρεσις τὴν ἀναίρεσιν τῶν παίδων.

85 Ἔδοξέ τις δοῦλος παρὰ τῆς δεσποίνης ὠιὸν λαβεῖν ἑφθὸν καὶ τὸ μὲν λεπύριον ἀπορρῖψαι, τῶι δὲ ὠιῶι καταχρήσασθαι. τούτου ἡ δέσποινα ἔτυχεν ἔγκυος οὖσα, ἔπειτα ἐγέννησε παιδάριον. καὶ αὐτὴ μὲν ἀπέθανε, τὸ δὲ βρέφος λαβὼν ὁ ἰδὼν τὸν ὄνειρον ἀνεθρέψατο κελευσθεὶς πρὸς τοῦ ἀνδρὸς τῆς δεσποίνης. οὕτω τὸ μὲν περιέχον ἀπορρίψιμον καὶ οὐδενὸς ἄξιον ἦν, τὸ δὲ περιεχόμενον ἀφορμὰς τροφῆς τῶι ἰδόντι παρέσχεν.

86 Ἔδοξέ τις γυνὴ τὸ τοῦ ἀνδρὸς αἰδοῖον ἀφηιρημένον τοῦ λοιποῦ σώματος ἔχειν ἐν ταῖς χερσὶ καὶ ἐπιμελεῖσθαι αὐτοῦ καὶ πολλὴν ἔχειν πρόνοιαν ὅπως σώζοιτο. ἐγένετο αὐτῆι υἱὸς ἐκ τοῦ ἀνδρός, ὃν ἀνεθρέψατο· τὸ γὰρ τοῦ ἀνδρὸς αἰδοῖον τοῦ παιδὸς ἦν σημεῖον· ἐξ αὐτοῦ γὰρ ὁ παῖς ἐγεγόνει. ἐπειδὴ δὲ ἀφηιρέθη αὐτὸ τοῦ λοιποῦ σώματος, ἀναθρεψαμένη τὸν παῖδα τοῦ ἀνδρὸς ἀπηλλάγη.

87 Ἔδοξέ τις ὑπὸ τοῦ Ἄρεως τοῦ θεοῦ περαίνεσθαι. διάθεσις αὐτῶι ἐγένετο περὶ τὴν ἕδραν καὶ τὸν πόρον, καὶ ὡς οὐκ ἐδύνατο ἄλλωι τινὶ τρόπωι θεραπευθῆναι, τομῆι χρησάμενος ἐθεραπεύθη. ἐσήμαινε γὰρ <ὁ μὲν Ἄρης> τὸν σίδηρον, ὡς καὶ ἐν τῆι συνηθείαι τὸν σίδηρον Ἄρην καλοῦμεν μετωνυμικῶς· ἡ δὲ ἐπὶ τῆι συνουσίαι ἡδονὴ τὸ μὴ ἐπ᾽ ὀλέθρωι τὴν τομὴν γενέσθαι ἐδήλου.

88 Ἔδοξέ τις ἀργύριον οὐκ ἔχειν καὶ ἐπὶ τούτωι λυπεῖσθαι. τοῦτον συνέβη ἀποπληξίαι περιπεσόντα ἀποθανεῖν εἰκότως· οὐ γὰρ ἦσαν αὐτῶι ἀφορμαὶ βιωτικαί καὶ οὐδὲ πόθεν ἂν ἀμείβηται τὰ πρὸς τὸ ζῆν.

89 Ἔδοξέ τις νοσῶν τὸν στόμαχον καὶ συνταγῆς δεόμενος παρὰ τοῦ Ἀσκληπιοῦ ὄναρ εἰς τὸ ἱερὸν τοῦ θεοῦ εἰσιέναι, καὶ τὸν θεὸν ἐκτείναντα τῆς δεξιᾶς ἑαυτοῦ χειρὸς τοὺς δακτύλους παρέχειν αὐτῶι ἐσθίειν. φοίνικας πέντε ἐσθίων ἐθεραπεύθη· καὶ γὰρ αἱ τοῦ φοίνικος βάλανοι αἱ σπουδαῖαι δάκτυλοι καλοῦνται.

90 Ἔδοξέ τις χρυσίον πολύ τε καὶ λαμπρὸν κατὰ τῶν ὤμων φέρειν. τυφλὸς ἐγένετο διὰ τὴν λαμπηδόνα τὴν τοῦ χρυσίου· ὡς γὰρ εἰκὸς ἠμαύρου τὴν ὄψιν τοῦ φοροῦντος.

91 Ἔδοξέ τις τρία αἰδοῖα ἔχειν. ἔτυχε δοῦλος ὢν καὶ ἠλευθερώθη καὶ τρία ἀντὶ ἑνὸς ὀνόματος ἐκτήσατο, τὰ δύο ἐκ τοῦ ἐλευθερώσαντος προσλαβών.

92 Νοσῶν τις ηὔξατο τῶι Σαράπιδι, εἰ μέλλει σωθήσεσθαι, τὴν δεξιὰν αὐτῶι χεῖρα ὄναρ ἐπισεῖσαι, εἰ δὲ μή, τὴν ἀριστεράν. καὶ δὴ ἔδοξεν εἰσιόντι αὐτῶι τὸ ἱερὸν τοῦ Σαράπιδος τὸν Κέρβερον τὴν χεῖρα ἀφελόντα τὴν δεξιὰν ἐπισείειν αὐτῶι. τῆι ἐπιούσηι ἀπέθανεν εἰκότως· ἀρθείσης γὰρ τῆς δεξιᾶς ἕτοιμος ἦν παραδέξασθαι αὐτὸν ὁ Κέρβερος, ὅσπερ ὄλεθρος εἶναι νενόμισται.

93 Ἔδοξέ τις ὑπὸ τοῦ Σαράπιδος εἰς τὸν κάλαθον τὸν ἐπὶ τὴν κεφαλὴν κείμενον βεβλῆσθαι. ἀπέθανεν· Πλούτων γὰρ ὁ θεὸς εἶναι νενόμισται.

94 Περὶ <τὸ> ὄσχεον μέλλων τις τέμνεσθαι ηὔξατο τῶι Σαράπιδι περὶ τῆς τομῆς καὶ ἔδοξε λέγειν αὐτῶι τὸν θεὸν θαρρῶν τέμνου, θεραπευθήσει τεμνόμενος. ἀπέθανεν· ἔμελλε γὰρ ὥσπερ θεραπευθεὶς ἄπονος ἔσεσθαι. εἰκὸς δὲ ἦν αὐτῶι χωρῆσαι τοῦτο, ἐπειδὴ μὴ Ὀλύμπιος ἢ αἰθέριος ὁ θεὸς ἀλλὰ χθόνιος.

95 Ἔδοξέ τις ἀθλητὴς τὰ αἰδοῖα ἀποτεμὼν καὶ ἅμα τὴν κεφαλὴν δήσας ἐστεφανῶσθαι. ἐγένετο ἱερονίκης καὶ οὐκ ἄδοξος· καὶ μέχρι ἄφθορος ἦν, λαμπρῶς καὶ ἐπιφανῶς τῆι ἀθλήσει ἐχρήσατο, χαρισάμενος δὲ ἀφροδισίοις ἀδόξως κατέλυσεν.