Xenophon Ephesios
floruit 50 p. Chr. n.
Ἐφεσιακά
Λόγος βʹ
|
|
___________________________________________________
| |
Τῶν κατ᾽ Ἀνθίαν καὶἉβροκόμην Ἐφεσιακῶνλόγος Βʹ
[2.1.1] Ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἀνθία ἧκον εἰς τὸ δωμάτιον ἔνθα συνήθως διηιτῶντο, καὶ πρὸς ἀλλήλους εἰπόντες ἅπερ ἠκηκόεσαν, καταβαλόντες ἑαυτοὺς ἔκλαιον, ὠδύροντο. [2.1.2] «Ὦ πάτερ» ἔλεγον, «ὦ μῆτερ, ὦ πατρὶς φιλτάτη καὶ οἰκεῖοι καὶ συγγενεῖς». Τελευταῖον δὲ ἀνενεγκὼν ὁ Ἁβροκόμης «ὢ κακοδαίμονες» ἔφησεν «ἡμεῖς, τί ἄρα πεισόμεθα ἐν γῆι βαρβάρωι, πειρατῶν ὕβρει παραδοθέντες [πειρατῶν]; Ἄρχεται τὰ μεμαντευμένα· τιμωρίαν ἤδη με ὁ θεὸς τῆς ὑπερηφανίας εἰσπράττει· ἐρᾶι Κόρυμβος ἐμοῦ, σοῦ δὲ Εὔξεινος. [2.1.3] Ὢ τῆς ἀκαίρου πρὸς ἑκατέρους εὐμορφίας, εἰς τοῦτο ἄρα μέχρι νῦν σώφρων ἐτηρήθην, ἵνα ἐμαυτὸν ὑποθῶ ληιστῆι ἐρῶντι τὴν αἰσχρὰν ἐπιθυμίαν; Καὶ τίς ἐμοὶ βίος περιλείπεται πόρνηι μὲν ἀντὶ ἀνδρὸς γενομένωι, ἀποστερηθέντι δὲ Ἀνθίας τῆς ἐμῆς; [2.1.4] Ἀλλ᾽ οὐ μὰ τὴν μέχρις ἄρτι σωφροσύνην ἐκ παιδός μοι σύντροφον, οὐκ ἂν ἐμαυτὸν ὑποθείην Κορύμβωι· τεθνήξομαι δὲ πρότερον καὶ φανοῦμαι νεκρὸς σώφρων». [2.1.5] Ταῦτα ἔλεγε καὶ ἐπεδάκρυεν· ἡ δὲ Ἀνθία «φεῦ τῶν κακῶν» εἶπε, «ταχέως γε τῶν ὅρκων <ἀναμνησθῆναι> ἀναγκαζόμεθα, ταχέως τῆς δουλείας πειρώμεθα· ἐρᾶι τις ἐμοῦ καὶ πείσας ἤλπιζεν εἰς εὐνὴν ἐλεύσεσθαι τὴν ἐμὴν μετὰ Ἁβροκόμην καὶ συγκατακλιθήσεσθαι καὶ ἀπολαύσειν ἐπιθυμίας. [2.1.6] Ἀλλὰ μὴ οὕτως ἐγὼ φιλόζωος γενοίμην, μηδ᾽ ὑπομείναιμι ὑβρισθεῖσα ἰδεῖν τὸν ἥλιον. Δεδόχθω ταῦτα· ἀποθνήισκωμεν, Ἁβροκόμη· ἕξομεν ἀλλήλους μετὰ θάνατον, ὑπ᾽ οὐδενὸς ἐνοχλούμενοι».
[2.2.1] Καὶ τοῖς μὲν ταῦτα ἐδέδοκτο· ἐν δὲ τούτωι Ἄψυρτος ὁ προεστὼς τοῦ ληιστηρίου πυθόμενος ὅτι τε ἥκουσιν οἱ περὶ τὸν Κόρυμβον καὶ ὅτι πολλὰ εἶεν καὶ θαυμάσια κομίζοντες χρήματα, ἧκεν εἰς τὸ χωρίον καὶ εἶδέ τε τοὺς περὶ Ἁβροκόμην καὶ κατεπλάγη τὴν εὐμορφίαν καὶ εὐθὺς μέγα κέρδος νομίζων ἠιτήσατο ἐκείνους. [2.2.2] Τὰ μὲν ἄλλα χρήματα καὶ κτήματα καὶ παρθένους ὅσαι συνελήφθησαν διένειμε τοῖς περὶ τὸν Κόρυμβον [πειραταῖς]· ὁ δὲ Εὔξεινος καὶ ὁ Κόρυμβος ἄκοντες μὲν συνεχώρουν τοὺς περὶ τὸν Ἁβροκόμην τῶι Ἀψύρτωι, συνεχώρουν δὲ οὖν ἀνάγκηι. [2.2.3] Καὶ οἱ μὲν ἀπηλλάσσοντο· ὁ δὲ Ἄψυρτος παραλαβὼν τὸν Ἁβροκόμην καὶ τὴν Ἀνθίαν καὶ οἰκέτας δύο, Λεύκωνα καὶ Ῥόδην, ἤγαγεν εἰς τὴν Τύρον. [2.2.4] Περίβλεπτος δὲ ἦν αὐτῶν ἡ πομπὴ καὶ πάντες ἐτεθαυμάκεσαν τὸ κάλλος, καὶ ἄνθρωποι βάρβαροι μήπω πρότερον τοσαύτην ἰδόντες εὐμορφίαν θεοὺς ἐνόμιζον εἶναι τοὺς βλεπομένους, ἐμακάριζον δὲ τὸν Ἄψυρτον οἵους οἰκέτας εἴη κεκτημένος. [2.2.5] Ἀγαγὼν δὲ αὐτοὺς εἰς τὴν οἰκίαν παραδίδωσιν οἰκέτηι πιστῶι δι᾽ ἐπιμελείας κελεύσας ἔχειν, ὡς μεγάλα κερδανῶν εἰ ἀπόδοιτο τῆς ἀξίας αὐτοὺς τιμῆς.
[2.3.1] Καὶ οἱ μὲν περὶ τὸν Ἁβροκόμην ἐν τούτοις ἦσαν· ἡμερῶν δὲ διαγενομένων ὀλίγων ὁ μὲν Ἄψυρτος ἐπ᾽ ἄλλην ἐμπορίαν εἰς Συρίαν ἀπῆλθε, θυγάτηρ δὲ αὐτοῦ, Μαντὼ ὄνομα, ἠράσθη τοῦ Ἁβροκόμου· ἦν δὲ καλὴ καὶ ὡραία γάμων ἤδη, πολὺ δὲ τοῦ Ἀνθίας κάλλους ὑπελείπετο. [2.3.2] Αὕτη ἡ Μαντὼ ἐκ τῆς συνήθους μετὰ τοῦ Ἁβροκόμου διαίτης ἁλίσκεται καὶ ἀκατασχέτως εἶχε καὶ ἠπόρει ὅ τι ποιήσαι· οὔτε γὰρ πρὸς τὸν Ἁβροκόμην εἰπεῖν ἐτόλμα, γυναῖκα εἰδυῖα ἔχοντα καὶ πείσειν οὐδέποτε ἐλπίζουσα, οὔτε ἄλλωι τινὶ τῶν ἑαυτῆς δέει τοῦ πατρός· [2.3.3] δι᾽ ἃ δὴ καὶ μᾶλλον ἀνεκαίετο καὶ διέκειτο πονήρως· καὶ οὐκέτι καρτεροῦσα ἔγνω πρὸς τὴν Ῥόδην, τὴν σύντροφον τῆς Ἀνθίας, οὖσαν ἡλικιῶτιν καὶ κόρην, κατειπεῖν τὸν ἔρωτα· ταύτην γὰρ μόνην ἤλπιζε συνεργήσειν αὐτῆι πρὸς τὴν ἐπιθυμίαν. [2.3.4] Καὶ δὴ σχολῆς λαβομένη ἄγει τὴν κόρην πρὸς τὰ πατρῶια ἐπὶ τῆς οἰκίας ἱερά, καὶ δεῖται μὴ κατειπεῖν αὐτῆς καὶ ὅρκους λαμβάνει καὶ λέγει τὸν ἔρωτα τοῦ Ἁβροκόμου καὶ ἱκετεύει συλλαβέσθαι καὶ πολλὰ ὑπέσχετο συλλαβομένηι. [2.3.5] Ἔφη δ᾽ «ἴσθι μὲν οἰκέτις οὖσα ἐμή, ἴσθι δὲ ὀργῆς πειρασομένη βαρβάρου καὶ ἠδικημένης». Ταῦτα εἰποῦσα ἀπέπεμπε τὴν Ῥόδην· ἡ δὲ ἐν ἀμηχάνωι κακῶι ἐγεγόνει· τό τε γὰρ εἰπεῖν Ἁβροκόμηι παρηιτεῖτο, φιλοῦσα τὴν Ἀνθίαν· πάνυ δὲ ἐδεδοίκει τῆς βαρβάρου τὴν ὀργήν. [2.3.6] Ἔδοξεν οὖν αὐτῆι καλῶς ἔχειν Λεύκωνι πρῶτον ἀνακοινῶσαι τὰ ὑπὸ τῆς Μαντοῦς εἰρημένα. Ἦν δὲ καὶ τῆι Ῥόδηι κοινωνήματα ἐξ ἔρωτος γενόμενα πρὸς Λεύκωνα, καὶ συνῆσαν ἀλλήλοις ἔτι ἐν Ἐφέσωι. [2.3.7] Τότε δὴ λαβομένη μόνου «ὦ Λεύκων» ἔφη, «ἀπολώλαμεν τελέως· νῦν οὐκέτι τοὺς συντρόφους ἕξομεν· ἡ τοῦ δεσπότου θυγάτηρ Ἀψύρτου ἐρᾶι μὲν Ἁβροκόμου σφοδρὸν ἔρωτα, ἀπειλεῖ δέ, εἰ μὴ τύχηι, δεινὰ ἡμᾶς ἐργάσασθαι· [2.3.8] σκόπει τοίνυν τί δεῖ ποιεῖν· τὸ γὰρ ἀντειπεῖν τῆι βαρβάρωι σφαλερόν, τὸ δὲ ἀποζεῦξαι Ἁβροκόμην Ἀνθίας ἀδύνατον». Ἀκούσας ὁ Λεύκων δακρύων ἐνεπλήσθη, μεγάλας ἐκ τούτων συμφορὰς προσδοκῶν· ὀψὲ δὲ ἀνενεγκὼν «σιώπα» ἔφη, «Ῥόδη, ἐγὼ γὰρ ἕκαστα διοικήσω».
[2.4.1] Ταῦτα εἰπὼν ἔρχεται πρὸς Ἁβροκόμην. Τῶι δὲ ἄρα οὐδὲν ἔργον ἦν ἢ φιλεῖν Ἀνθίαν καὶ ὑπ᾽ ἐκείνης φιλεῖσθαι καὶ λαλεῖν ἐκείνηι καὶ ἀκούειν λαλούσης. Ἐλθὼν δὲ παρ᾽ αὐτοὺς «τί ποιοῦμεν, σύντροφοι; τί δὲ βουλευόμεθα, οἰκέται;» [2.4.2] «Δοκεῖς τινι τῶν δεσποτῶν, Ἁβροκόμη, καλός· ἡ θυγάτηρ ἡ Ἀψύρτου πονήρως ἐπὶ σοὶ διάκειται, καὶ ἀντειπεῖν ἐρώσηι βαρβάρωι παρθένωι χαλεπόν· σὺ οὖν ὅπως σοι δοκεῖ βουλευσάμενος σῶσον ἡμᾶς ἅπαντας καὶ μὴ περιίδηις ὀργῆι δεσποτῶν ὑποπεσόντας.»[2.4.3] Ἀκούσας ὁ Ἁβροκόμης εὐθὺς μὲν ὀργῆς ἐνεπλήσθη, ἀναβλέψας δὲ ἀτενὲς εἰς τὸν Λεύκωνα «ὦ πονηρὲ» ἔφη «καὶ Φοινίκων τῶν ἐνταῦθα βαρβαρώτερε, ἐτόλμησας εἰπεῖν πρὸς Ἁβροκόμην τοιαῦτα ῥήματα καὶ παρούσης Ἀνθίας ἄλλην παρθένον μοι διηγῆι; [2.4.4] Δοῦλος μέν εἰμι ἀλλὰ συνθήκας οἶδα τηρεῖν. Ἔχουσιν ἐξουσίαν μου τοῦ σώματος, τὴν ψυχὴν δὲ ἐλευθέραν ἔχω. Ἀπειλείτω νῦν, εἰ θέλει, Μαντὼ ξίφη καὶ βρόχους καὶ πῦρ καὶ πάντα ὅσα δύναται σῶμα ἀναγκάσαι οἰκέτου· οὐ γὰρ ἄν ποτε πεισθείην ἑκὼν Ἀνθίαν ἀδικῆσαι.» [2.4.5] Ὁ μὲν ταῦτα ἔλεγεν, ἡ δὲ Ἀνθία ὑπὸ συμφορᾶς ἔκειτο ἀχανής, οὐδὲ προσφθέγξασθαί τι δυναμένη· ὀψὲ δὲ καὶ μόλις αὑτὴν ἐγείρασα «ἔχω μὲν» φησίν, «Ἁβροκόμη, τὴν εὔνοιαν τὴν σὴν καὶ στέργεσθαι διαφερόντως ὑπὸ σοῦ πεπίστευκα· ἀλλὰ δέομαι σοῦ, τῆς ψυχῆς [καὶ] τῆς ἐμῆς δέσποτα, μὴ προδῶις ἑαυτὸν μηδὲ εἰς ὀργὴν ἐμβάληις βαρβαρικήν, συγκατάθου δὲ τῆι τῆς δεσποίνης ἐπιθυμίαι· [2.4.6] κἀγὼ ὑμῖν ἄπειμι ἐκποδών, ἐμαυτὴν ἀποκτείνασα. Τοσοῦτον σοῦ δεήσομαι, θάψον αὐτὸς καὶ φίλησον πεσοῦσαν καὶ μέμνησο Ἀνθίας.»Ταῦτα πάντα εἰς μείζονα συμφορὰν τὸν Ἁβροκόμην ἦγε καὶ ἠπόρει ὅστις γένηται.
[2.5.1] Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· ἡ δὲ Μαντὼ χρονιζούσης τῆς Ῥόδης οὐκέτι καρτεροῦσα γράφει γραμμάτιον πρὸς τὸν Ἁβροκόμην· ἦν δὲ τὰ ἐγγεγραμμένα τοιάδε·
[2.5.3] Τοῦτο τὸ γράμμα λαβοῦσα καὶ κατασημηναμένη δίδωσι θεραπαίνηι τινὶ ἑαυτῆς βαρβάρωι, εἰποῦσα Ἁβροκόμηι κομίζειν· ὁ δὲ ἔλαβε καὶ ἀνέγνω καὶ πᾶσι μὲν ἤχθετο τοῖς ἐγγεγραμμένοις, μάλιστα δὲ αὐτὸν ἐλύπει τὰ περὶ τῆς Ἀνθίας. [2.5.4] Κἀκείνην μὲν τὴν πινακίδα κατέχει, ἄλλην δὲ γράφει καὶ δίδωσι τῆι θεραπαίνηι· ἦν δὲ τὰ γεγραμμένα <τοιάδε>·
[2.5.5] Λαβοῦσα ταῦτα τὰ γράμματα ἡ Μαντὼ ἐν ὀργῆι ἀκατασχέτωι γίνεται καὶ ἀναμίξασα πάντα, φθόνον [καὶ], ζηλοτυπίαν, λύπην, φόβον, ἐνενόει ὅπως τιμωρήσαιτο τὸν ὑπερηφανοῦντα.[2.5.6] Καὶ δὴ καὶ ἐν τούτωι ἔρχεται μὲν ἀπὸ Συρίας Ἄψυρτος, ἄγων τινὰ τῆι θυγατρὶ νύμφιον ἐκεῖθεν, Μοῖριν ὄνομα· ὡς δὲ ἀφίκετο, εὐθὺς ἡ Μαντὼ τὴν κατὰ Ἁβροκόμου τέχνην συνετάττετο, καὶ σπαράξασα τὰς κόμας καὶ περιρρηξαμένη τὴν ἐσθῆτα, ὑπαντήσασα τῶι πατρὶ καὶ προσπεσοῦσα πρὸς τὰ γόνατα «οἴκτειρον» ἔφη, «πάτερ, θυγατέρα τὴν σὴν ὑβρισμένην ὑπ᾽ οἰκέτου· [2.5.7] ὁ γὰρ σώφρων Ἁβροκόμης ἐπείρασε μὲν παρθενίαν τὴν ἐμὴν ἀφανίσαι, ἐπεβούλευσε δὲ καὶ σοί, λέγων ἐρᾶν μου. Σὺ οὖν ὑπὲρ τηλικούτων τετολμημένων εἴσπραξαι παρ᾽ αὐτοῦ τιμωρίαν τὴν ἀξίαν, ἢ εἰ δίδως ἔκδοτον θυγατέρα τὴν σὴν τοῖς οἰκέταις, ἐμαυτὴν φθάσασα ἀποκτενῶ.»
[2.6.1] Ἀκούσας ὁ Ἄψυρτος καὶ δόξας ἀληθῆ λέγειν αὐτὴν ἠρεύνησε μὲν τὸ πραχθὲν οὐκέτι, μεταπεμψάμενος δὲ τὸν Ἁβροκόμην «ὦ τολμηρὰ καὶ μιαρὰ» εἰπὼν «κεφαλή, ἐτόλμησας εἰς δεσπότας τοὺς σοὺς ὑβρίσαι καὶ διαφθεῖραι παρθένον ἠθέλησας οἰκέτης ὤν; ἀλλ᾽ οὔτι χαιρήσεις· ἐγὼ γάρ σε τιμωρήσομαι καὶ τοῖς ἄλλοις οἰκέταις τὴν σὴν αἰκίαν ποιήσομαι παράδειγμα.» [2.6.2] Εἰπὼν οὐκέτι ἀνασχόμενος οὐδὲ λόγου ἀκοῦσαι ἐκέλευε περιρρῆξαι τὴν ἐσθῆτα αὐτοῦ τοῖς οἰκέταις καὶ φέρειν πῦρ καὶ μάστιγας καὶ παίειν τὸ μειράκιον. [2.6.3] Ἦν δὲ τὸ θέαμα ἐλεεινόν· αἵ τε γὰρ βάσανοι τὸ σῶμα πᾶν ἠφάνιζον βασάνων ἄηθες ὂν οἰκετικῶν, τό τε αἷμα κατέρρει [πᾶν] καὶ τὸ κάλλος ἐμαραίνετο. [2.6.4] Προσῆγεν αὐτῶι καὶ δεσμὰ φοβερὰ καὶ πῦρ καὶ μάλιστα ἐχρῆτο ταῖς βασάνοις κατ᾽ αὐτοῦ, τῶι νυμφίωι τῆς θυγατρὸς ἐνδεικνύμενος ὅτι σώφρονα παρθένον ἄξεται. [2.6.5] Ἐν τούτωι ἡ Ἀνθία προσπίπτει τοῖς γόνασι τοῦ Ἀψύρτου καὶ ἐδεῖτο ὑπὲρ Ἁβροκόμου· ὁ δὲ «ἀλλὰ καὶ μᾶλλον» ἔφη «διὰ σὲ κολασθήσεται, ὅτι καὶ σὲ ἠδίκησε, γυναῖκα ἔχων ἄλλης ἐρῶν.» Καὶ τότε ἐκέλευσε δήσαντας αὐτὸν ἐγκαθεῖρξαί τινι οἰκήματι σκοτεινῶι.
[2.7.1] Καὶ ὁ μὲν ἐδέδετο καὶ ἦν ἐν εἱρκτῆι, δεινὴ δὲ αὐτὸν ἀθυμία καταλαμβάνει καὶ μάλιστα ἐπεὶ Ἀνθίαν οὐχ ἑώρα· ἐζήτει δὲ θανάτου τρόπους πολλούς, ἀλλ᾽ εὕρισκεν οὐδένα, πολλῶν τῶν φρουρούντων ὄντων. Ὁ δὲ Ἄψυρτος ἐποίει τῆς θυγατρὸς τοὺς γάμους καὶ ἑώρταζον πολλαῖς ἡμέραις. [2.7.2] Ἀνθία δὲ πάντα πένθος ἦν, καὶ εἴ ποτε δυνηθείη πεῖσαι τοὺς ἐπὶ τοῦ δεσμωτηρίου, εἰσήιει πρὸς Ἁβροκόμην λανθάνουσα καὶ κατωδύρετο τὴν συμφοράν. [2.7.3] Ὡς δὲ ἤδη παρεσκευάζοντο εἰς Συρίαν ἀπιέναι, προέπεμψεν ὁ Ἄψυρτος τὴν θυγατέρα μετὰ δώρων πολλῶν, ἐσθῆτάς τε [τὰς] Βαβυλωνίους καὶ χρυσὸν ἄφθονον καὶ ἄργυρον ἐδίδου· ἐδωρήσατο δὲ τῆι θυγατρὶ Μαντοῖ τὴν Ἀνθίαν καὶ τὴν Ῥόδην καὶ τὸν Λεύκωνα. [2.7.4] Ὡς οὖν ταῦτα ἔγνω ἡ Ἀνθία καὶ ὅτι εἰς Συρίαν ἀναχθήσεται μετὰ Μαντοῦς, δυνηθεῖσα εἰσελθεῖν εἰς τὸ δεσμωτήριον, περιπλεξαμένη τῶι Ἁβροκόμηι «δέσποτα» εἶπεν, «εἰς Συρίαν ἄγομαι δῶρον δοθεῖσα τῆι Μαντοῖ καὶ εἰς χεῖρας τῆς ζηλοτυπούσης δίδομαι· [2.7.5] σὺ δὲ ἐν τῶι δεσμωτηρίωι μείνας οἰκτρῶς ἀποθνήισκεις, οὐκ ἔχων οὐδὲ ὅστις σου τὸ σῶμα κοσμήσει· ἀλλ᾽ ὀμνύω σοι τὸν ἀμφοτέρων δαίμονα ὡς ἐγὼ μενῶ σὴ καὶ ζῶσα κἂν ἀποθανεῖν δεήσηι.»Ταῦτα λέγουσα ἐφίλει τε αὐτὸν καὶ περιέβαλλε καὶ τὰ δεσμὰ ἠσπάζετο καὶ τῶν ποδῶν προυκυλίετο.
[2.8.1] Τέλος δὲ ἡ μὲν ἐξήιει τοῦ δεσμωτηρίου, ὁ δὲ ὡς εἶχεν ἑαυτὸν ἐπὶ γῆς ῥίψας ἔστενεν, ἔκλαιεν «ὦ πάτερ» λέγων «φίλτατε, ὦ μῆτερ Θεμιστώ· ποῦ μὲν ἡ ἐν Ἐφέσωι δοκοῦσά ποτε εὐδαιμονία; ποῦ δὲ οἱ λαμπροὶ καὶ οἱ περίβλεπτοι Ἀνθία καὶ Ἁβροκόμης, οἱ καλοί; ἡ μὲν οἴχεται πόρρω ποι τῆς γῆς αἰχμάλωτος, ἐγὼ δὲ καὶ τὸ μόνον ἀφήιρημαι παραμύθιον, καὶ τεθνήξομαι δυστυχὴς ἐν δεσμωτηρίωι μόνος.»[2.8.2] Ταῦτα λέγοντα αὐτὸν ὕπνος καταλαμβάνει, καὶ αὐτῶι ὄναρ ἐφίσταται. Ἔδοξεν ἰδεῖν αὐτοῦ τὸν πατέρα Λυκομήδη ἐν ἐσθῆτι μελαίνηι πλανώμενον κατὰ πᾶσαν γῆν καὶ θάλατταν, ἐπιστάντα δὲ τῶι δεσμωτηρίωι λῦσαί τε αὐτὸν καὶ ἀφιέναι ἐκ τοῦ οἰκήματος· αὐτὸν δὲ ἵππον γενόμενον ἐπὶ πολλὴν φέρεσθαι γῆν διώκοντα ἵππον ἄλλην θήλειαν, καὶ τέλος εὑρεῖν τὴν ἵππον καὶ ἄνθρωπον γενέσθαι. Ταῦτα ὡς ἔδοξεν ἰδεῖν, ἀνέθορέ τε καὶ μικρὰ εὔελπις ἦν.
[2.9.1] Ὁ μὲν οὖν ἐν τῶι δεσμωτηρίωι κατακέκλειστο, ἡ δὲ Ἀνθία εἰς Συρίαν ἤγετο καὶ ὁ Λεύκων καὶ ἡ Ῥόδη. Ὡς δὲ ἧκον οἱ περὶ τὴν Μαντὼ εἰς Ἀντιόχειαν (ἐκεῖθεν γὰρ ἦν Μοῖρις), ἐμνησικάκει μὲν καὶ τὴν Ῥόδην, ἐμίσει δὲ καὶ τὴν Ἀνθίαν. [2.9.2] Καὶ δὴ τὴν μὲν Ῥόδην εὐθὺς μετὰ τοῦ Λεύκωνος κελεύει ἐμβιβάσαντάς τινας πλοίωι πορρωτάτω τῆς Συρίων ἀποδόσθαι γῆς, τὴν δὲ Ἀνθίαν οἰκέτηι συνουσιάζειν ἐνενόει καὶ ταῦτα τῶν ἀτιμοτάτων, αἰπόλωι τινὶ ἀγροίκωι, ἡγουμένη διὰ τούτου τιμωρήσασθαι αὐτήν. [2.9.3] Μεταπέμπεται δὲ τὸν αἰπόλον, Λάμπωνα τοὔνομα, καὶ παραδίδωσι τὴν Ἀνθίαν καὶ κελεύει γυναῖκα ἔχειν, καὶ ἐὰν ἀπειθῆι προσέταττε βιάζεσθαι. [2.9.4] Καὶ ἡ μὲν ἤγετο ἐπ᾽ ἀγρὸν συνεσομένη τῶι αἰπόλωι· γενομένη δὲ ἐν τῶι χωρίωι ἔνθα ὁ Λάμπων ἔνεμε τὰς αἶγας, προσπίπτει τοῖς γόνασιν αὐτοῦ καὶ ἱκετεύει κατοικτεῖραι καὶ <ἁγνὴν> τηρῆσαι· διηγεῖται δὲ ἥτις ἦν, τὴν προτέραν εὐγένειαν, τὸν ἄνδρα, τὴν αἰχμαλωσίαν· ἀκούσας δὲ ὁ Λάμπων οἰκτείρει τὴν κόρην καὶ ὄμνυσιν ἦ μὴν φυλάξειν ἀμόλυντον, καὶ θαρρεῖν παρεκελεύετο.
[2.10.1] Καὶ ἡ μὲν παρὰ τῶι αἰπόλωι ἦν ἐν τῶι χωρίωι πάντα χρόνον Ἁβροκόμην θρηνοῦσα· ὁ δὲ Ἄψυρτος ἐρευνώμενος τὸ οἰκημάτιον ἔνθα ὁ Ἁβροκόμης πρὸ τῆς κολάσεως διῆγεν, ἐπιτυγχάνει τῶι γραμματιδίωι τῶι Μαντοῦς πρὸς Ἁβροκόμην καὶ γνωρίζει τὰ γράμματα, καὶ ὅτι ἀδίκως Ἁβροκόμην τιμωρεῖται ἔμαθεν· εὐθὺς οὖν λῦσαί τε αὐτὸν προσέταξε καὶ ἀγαγεῖν εἰς ὄψεις. [2.10.2] Πόνηρα δὲ καὶ ἐλεεινὰ πεπονθὼς προσπίπτει τοῖς γόνασι τοῖς Ἀψύρτου, ὁ δὲ αὐτὸν ἀνίστησι καὶ «θάρσει» ἔφη, «ὦ μειράκιον· ἀδίκως σου κατέγνων πεισθεὶς θυγατρὸς λόγοις· ἀλλὰ νῦν μέν σε ἐλεύθερον ἀντὶ δούλου ποιήσω, δίδωμι δέ σοι τῆς οἰκίας ἄρχειν τῆς ἐμῆς καὶ γυναῖκα ἄξομαι τῶν πολιτῶν τινος θυγατέρα· σὺ δὲ μὴ μνησικακήσηις τῶν γεγενημένων, οὐ γὰρ ἑκών σε ἠδίκησα.» [2.10.3] Ταῦτα ἔλεγεν ὁ Ἄψυρτος· ὁ δὲ Ἁβροκόμης «ἀλλὰ χάρις» ἔφη «σοι, δέσποτα, ὅτι καὶ τὸ ἀληθὲς ἔμαθες καὶ τῆς σωφροσύνης ἀμείβηι με.» Ἔχαιρον δὴ πάντες οἱ κατὰ τὴν οἰκίαν ὑπὲρ Ἁβροκόμου καὶ χάριν ἤιδεσαν ὑπὲρ αὐτοῦ τῶι δεσπότηι· αὐτὸς δὲ ἐν μεγάληι συμφορᾶι κατὰ Ἀνθίαν ἦν· ἐνενόει δὲ πρὸς ἑαυτὸν πολλάκις «τί δὲ ἐλευθερίας ἐμοί; τί δὲ πλούτων καὶ ἐπιμελείας τῶν Ἀψύρτου χρημάτων; οὐ τοιοῦτον εἶναί με δεῖ· ἐκείνην ἢ ζῶσαν ἢ τεθνεῶσαν εὕροιμι.»[2.10.4] Ὁ μὲν οὖν ἐν τούτοις ἦν, διοικῶν μὲν τὰ Ἀψύρτου, ἐννοῶν δὲ ὁπότε καὶ ποῦ τὴν Ἀνθίαν εὑρήσει· ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη ἤχθησαν εἰς Λυκίαν εἰς πόλιν Ξάνθον (ἀνώτερον δὲ θαλάσσης ἡ πόλις) κἀνταῦθα ἐπράθησαν πρεσβύτηι τινί, ὃς αὐτοὺς εἶχε μετὰ πάσης ἐπιμελείας, παῖδας αὑτοῦ νομίζων· καὶ γὰρ ἄτεκνος ἦν· διῆγον δὲ ἐν ἀφθόνοις μὲν πᾶσιν, ἐλύπουν δὲ αὐτοὺς Ἀνθία καὶ Ἁβροκόμης οὐχ ὁρώμενοι.
[2.11.1] Ἡ δὲ Ἀνθία ἦν μέν τινα χρόνον παρὰ τῶι αἰπόλωι, συνεχὲς δὲ ὁ Μοῖρις ὁ ἀνὴρ τῆς Μαντοῦς εἰς τὸ χωρίον ἐρχόμενος ἐρᾶι τῆς Ἀνθίας σφοδρὸν ἔρωτα. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο λανθάνειν, τελευταῖον δὲ λέγει τῶι αἰπόλωι τὸν ἔρωτα καὶ πολλὰ ὑπισχνεῖτο συγκύψαντι. [2.11.2] Ὁ δὲ τῶι μὲν Μοίριδι συντίθεται, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται πρὸς αὐτὴν καὶ λέγει τὸν ἔρωτα τὸν Μοίριδος. Ἡ δὲ ἐν ὀργῆι γενομένη «πασῶν» ἔφη «δυστυχεστάτη γυναικῶν ἐγώ· τὴν ζήλην περιάξομαι, δι᾽ ἣν τὰ μὲν πρῶτα ἐν Φοινίκηι ἀφηιρέθην ἐρωμένου, νυνὶ δὲ κινδυνεύω <περ>ὶ τοῦ ἀνδρός· ἀλλ᾽ οὐ χαίρουσά γε Ἀνθία φανεῖται καλὴ καὶ Μοίριδι· ἐγὼ γὰρ αὐτὴν καὶ ὑπὲρ τῶν ἐν Τύρωι πράξομαι δίκας.»[2.11.3] Τότε μὲν οὖν τὴν ἡσυχίαν ἤγαγεν· ἀποδημήσαντος δὲ τοῦ Μοίριδος μεταπέμπεται τὸν αἰπόλον καὶ κελεύει λαβόντα τὴν Ἀνθίαν εἰς τὸ δασύτατον ἀγαγόντα τῆς ὕλης ἀποκτεῖναι καὶ τούτου μισθὸν αὐτῶι δώσειν ὑπέσχετο. [2.11.4] Ὁ δὲ οἰκτείρει μὲν τὴν κόρην, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται παρὰ τὴν Ἀνθίαν καὶ λέγει τὰ κατ᾽ αὐτῆς δεδογμένα. Ἡ δὲ ἀνεκώκυσέ τε καὶ ἀνωδύρετο «φεῦ» λέγουσα, «τοῦτο τὸ κάλλος ἐπίβουλον ἀμφοτέροις πανταχοῦ· διὰ τὴν ἄκαιρον εὐμορφίαν Ἁβροκόμης μὲν ἐν Τύρωι τέθνηκεν, ἐγὼ δὲ ἐνταῦθα· [2.11.5] ἀλλὰ δέομαι σοῦ, Λάμπων αἰπόλε, ὡς μέχρι νῦν εὐσέβησας, ἂν ἀποκτείνηις, κἂν ὀλίγον θάψον με τῆι παρακειμένηι γῆι καὶ ὀφθαλμοῖς τοῖς ἐμοῖς χεῖρας ἐπίβαλε τὰς σὰς καὶ θάπτων συνεχὲς Ἁβροκόμην κάλει· αὕτη γένοιτ᾽ ἂν εὐδαίμων ἐμοὶ [μετὰ Ἁβροκόμου] ταφή.»[2.11.6] Ἔλεγε ταῦτα, ὁ δὲ αἰπόλος εἰς οἶκτον ἔρχεται ἐννοῶν ὡς ἀνόσιον ἔργον ἐργάσεται κόρην οὐδὲν ἀδικοῦσαν ἀποκτείνας οὕτω καλήν. [2.11.7] Λαβὼν δὲ τὴν κόρην ὁ αἰπόλος φονεῦσαι μὲν οὐκ ἠνέσχετο, φράζει δὲ πρὸς αὐτὴν τάδε· «Ἀνθία, οἶδας ὅτι ἡ δέσποινα Μαντὼ ἐκέλευσέ μοι λαβεῖν καὶ φονεῦσαί σε· ἐγὼ δὲ καὶ θεοὺς δεδιὼς καὶ τὸ κάλλος οἰκτείρας βούλομαί σε μᾶλλον πωλῆσαι πόρρω που τῆς γῆς ταύτης, μὴ μαθοῦσα ἡ Μαντὼ ὅτι οὐ τέθνηκας, ἐμὲ [μᾶλλον] κακῶς διαθήσει.» [2.11.8] Ἡ δὲ μετὰ δακρύων λαβομένη τῶν ποδῶν αὐτοῦ ἔφη «θεοὶ καὶ Ἄρτεμι πατρώια, τὸν αἰπόλον ὑπὲρ τούτων τῶν ἀγαθῶν ἀμείψασθε», καὶ παρεκάλει πραθῆναι. [2.11.9] Ὁ δὲ αἰπόλος λαβόμενος τῆς Ἀνθίας ὤιχετο ἐπὶ τὸν λιμένα· εὑρὼν δὲ ἐκεῖ ἐμπόρους ἄνδρας Κίλικας ἀπέδοτο τὴν κόρην, καὶ λαβὼν τὴν ὑπὲρ αὐτῆς τιμὴν ἧκεν εἰς τὸν ἀγρόν. [2.11.10] Οἱ δὲ ἔμποροι λαβόντες τὴν Ἀνθίαν εἰς τὸ πλοῖον ἦγον καὶ νυκτὸς ἐπελθούσης ἤιεσαν τὴν ἐπὶ Κιλικίας· ἐναντίωι δὲ πνεύματι κατεχόμενοι καὶ τῆς νεὼς διαρραγείσης μόλις ἐν σανίσι τινὲς σωθέντες ἐπ᾽ αἰγιαλοῦ τινος ἦλθον· εἶχον δὲ καὶ τὴν Ἀνθίαν. [2.11.11] Ἦν δὲ ἐν τῶι τόπωι ἐκείνωι ὕλη δασεῖα. Τὴν οὖν νύκτα ἐκείνην πλανώμενοι ἐν αὐτῆι [τῆι ὕληι] ὑπὸ τῶν περὶ τὸν Ἱππόθοον τὸν ληιστὴν συνελήφθησαν.
[2.12.1] Ἐν δὲ τούτοις τις ἧκεν ἀπὸ [τῆς] Συρίας οἰκέτης [ὑπὸ τῆς] Μαντοῦς γράμματα κομίζων τῶι πατρὶ Ἀψύρτωι τοιάδε·
[2.12.2] Ταῦτα μαθὼν ὁ Ἁβροκόμης οὐκέτι μένειν ἐκαρτέρει· λαθὼν οὖν τὸν Ἄψυρτον καὶ πάντας τοὺς κατὰ τὸν οἶκον εἰς ἐπιζήτησιν τῆς Ἀνθίας ἔρχεται. Ἐλθὼν οὖν ἐν τῶι ἀγρῶι ἔνθα μετὰ τοῦ αἰπόλου ἡ Ἀνθία διέτριβεν, <ὑπ>άγει δὴ παρὰ [τὸν αἰγιαλὸν τὸν Λάμπωνα] τὸν αἰπόλον, ὧι πρὸς γάμον ἐδεδώκει τὴν Ἀνθίαν ἡ Μαντώ, ἐδεῖτο δὲ τοῦ Λάμπωνος εἰπεῖν αὐτῶι εἴ τι οἶδε περὶ κόρης ἐκ Τύρου. [2.12.3] Ὁ δὲ αἰπόλος καὶ τὸ ὄνομα εἶπεν ὅτι [καὶ] Ἀνθία καὶ τὸν γάμον καὶ τὴν εὐσέβειαν τὴν περὶ αὐτὴν καὶ τὸν Μοίριδος ἔρωτα καὶ τὸ πρόσταγμα τὸ κατ᾽ αὐτῆς καὶ τὴν εἰς Κιλικίαν ὁδόν· ἔλεγέ τε ὡς ἀεί τινος Ἁβροκόμου μέμνηται ἡ κόρη. Ὁ δὲ αὑτὸν ὅστις ἦν οὐ λέγει, ἕωθεν δὲ ἀναστὰς ἤλαυνε τὴν ἐπὶ Κιλικίας ἐλπίζων Ἀνθίαν εὑρήσειν ἐκεῖ.
[2.13.1] Οἱ δὲ περὶ τὸν Ἱππόθοον τὸν ληιστὴν ἐκείνης μὲν τῆς νυκτὸς ἔμειναν εὐωχούμενοι, τῆι δὲ ἑξῆς περὶ τὴν θυσίαν ἐγίνοντο. Παρεσκευάζετο δὲ πάντα καὶ ἀγάλματα τοῦ Ἄρεος καὶ ξύλα καὶ στεφανώματα· [2.13.2] ἔδει δὲ τὴν θυσίαν γενέσθαι τρόπωι τῶι συνήθει. Τὸ μέλλον ἱερεῖον θύεσθαι, εἴτε ἄνθρωπος εἴτε βόσκημα εἴη, κρεμάσαντες ἐκ δένδρου καὶ διαστάντες ἠκόντιζον· καὶ ὁπόσοι μὲν ἐπέτυχον, τούτων ὁ θεὸς ἐδόκει δέχεσθαι τὴν θυσίαν· ὁπόσοι δὲ ἀπέτυχον, αὖθις ἐξιλάσκοντο· ἔδει δὲ τὴν Ἀνθίαν οὕτως ἱερουργηθῆναι. [2.13.3] Ὡς δὲ πάντα ἕτοιμα ἦν καὶ κρεμνᾶν τὴν κόρην ἤθελον, ψόφος τῆς ὕλης ἠκούετο καὶ ἀνθρώπων κτύπος. Ἦν δὲ ὁ τῆς εἰρήνης τῆς ἐν Κιλικίαι προεστώς, Περίλαος τοὔνομα, ἀνὴρ τῶν τὰ πρῶτα ἐν Κιλικίαι δυναμένων. [2.13.4] Οὗτος ὁ Περίλαος ἐπέστη τοῖς ληισταῖς μετὰ πλήθους πολλοῦ καὶ πάντας τε ἀπέκτεινε, ὀλίγους δὲ καὶ ζῶντας ἔλαβε· μόνος δὲ ὁ Ἱππόθοος ἠδυνήθη διαφυγεῖν ἀράμενος τὰ ὅπλα. [2.13.5] Ἔλαβε δὲ τὴν Ἀνθίαν Περίλαος καὶ πυθόμενος τὴν μέλλουσαν συμφορὰν ἠλέησε· εἶχε δὲ ἄρα μεγάλης ἀρχὴν συμφορᾶς ὁ ἔλεος Ἀνθίας· ἄγει δὲ αὐτὴν καὶ τοὺς συλληφθέντας τῶν ληιστῶν εἰς Ταρσὸν τῆς Κιλικίας. [2.13.6] Ἡ δὲ συνήθης αὐτὸν τῆς κόρης ὄψις εἰς ἔρωτα ἤγαγε, καὶ κατὰ μικρὸν ἑαλώκει Περίλαος Ἀνθίας. Ὡς δὲ ἧκον εἰς Ταρσόν, τοὺς μὲν ληιστὰς εἰς τὴν εἱρκτὴν παρέδωκε, τὴν δὲ Ἀνθίαν ἐθεράπευεν. Ἦν δὲ οὔτε γυνὴ τῶι Περιλάωι οὔτε παῖδες, καὶ περιβολὴ χρημάτων οὐκ ὀλίγη. [2.13.7] Ἔλεγεν οὖν πρὸς τὴν Ἀνθίαν ὡς πάντα ἂν αὐτὴ γένοιτο Περιλάωι, γυνὴ καὶ δεσπότις καὶ παῖδες. [2.13.8] Ἡ δὲ τὰ μὲν πρῶτα ἀντεῖχε, οὐκ ἔχουσα δὲ ὅ τι ποιήσει βιαζομένωι καὶ πολλὰ ἐγκειμένωι, δείσασα μὴ καί τι τολμήσηι βιαιότερον, συγκατατίθεται μὲν τὸν γάμον, ἱκετεύει δὲ αὐτὸν ἀναμεῖναι χρόνον ὀλίγον ὅσον ἡμερῶν τριάκοντα, καὶ ἄχραντον τηρῆσαι· καὶ σκήπτεται <μέν τι>, ὁ δὲ Περίλαος πείθεται καὶ ἐπόμνυται τηρήσειν αὐτὴν γάμων ἁγνὴν εἰς ὅσον ἂν ὁ χρόνος διέλθηι.
[2.14.1] Καὶ ἡ μὲν ἐν Ταρσῶι ἦν μετὰ Περιλάου, τὸν χρόνον ἀναμένουσα τοῦ γάμου· ὁ δὲ Ἁβροκόμης ἤιει τὴν ἐπὶ Κιλικίας ὁδόν· καὶ οὐ πρὸ πολλοῦ τοῦ ἄντρου τοῦ ληιστρικοῦ (ἐπεπλάνητο γὰρ καὶ αὐτὸς τῆς ἐπ᾽ εὐθὺ ὁδοῦ) συντυγχάνει τῶι Ἱπποθόωι ὡπλισμένωι. [2.14.2] Ὁ δὲ αὐτὸν ἰδὼν προτρέχει τε καὶ φιλοφρονεῖται καὶ δεῖται κοινωνὸν γενέσθαι τῆς ὁδοῦ. «Ὁρῶ γάρ σε, ὦ μειράκιον, ὅστις ποτὲ εἶ, καὶ ὀφθῆναι καλὸν καὶ ἄλλως ἀνδρικόν· καὶ ἡ πλάνη φαίνεται πάντως ἀδικουμένου. [2.14.3] Ἴωμεν οὖν Κιλικίαν μὲν ἀφέντες ἐπὶ Καππαδοκίαν καὶ τὸν Πόντον· ἐκεῖ λέγονται γὰρ οἰκεῖν ἄνδρες εὐδαίμονες.» [2.14.4] Ὁ δὲ Ἁβροκόμης τὴν μὲν Ἀνθίας ζήτησιν οὐ λέγει, συγκατατίθεται δὲ ἀναγκάζοντι τῶι Ἱπποθόωι, καὶ ὅρκους ποιοῦσι συνεργήσειν τε καὶ συλλήψεσθαι· ἤλπιζε δὲ καὶ ὁ Ἁβροκόμης ἐν τῆι πολλῆι πλάνηι τὴν Ἀνθίαν εὑρήσειν. [2.14.5] Ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἐπανελθόντες εἰς τὸ ἄντρον, εἴ τι αὐτοῖς ἔτι περιττὸν ἦν, αὑτοὺς καὶ τοὺς ἵππους ἀνελάμβανον· ἦν γὰρ <καὶ> τῶι Ἱπποθόωι ἵππος ἐν τῆι ὕληι κρυπτόμενος. |