Strabon
ca. 64 a. Chr. n. - ca. 23 p. Chr. n.
Γεωγραφικά
Βιβλίον ιβʹ
|
|
___________________________________________________
|
|
ιβʹ
Τὸ δωδέκατον περιέχει τὰ ὑπόλοιπα τῆς Ποντικῆς χώρας καὶ ἐφεξῆς Καππαδοκίαν͵ Γαλατίαν͵ Βιθυνίαν͵ Μυσίαν͵ Φρυγίαν͵ Μαιονίαν͵ καὶ πρὸ τούτων Σινωπίδα͵ πόλιν Ποντικήν͵ καὶ Ἡράκλειαν καὶ Ἀμάσειαν· ἔτι Ἰσαυρίαν͵ Λυκίαν͵ Παμπυλίαν͵ Κιλκίαν μετὰ τῶν παρακειμένων νήσων καὶ ὀρῶν καὶ ποταμῶν.
1 | |
1.1 | ....... καὶ ἡ Καππαδοκία δ᾽ ἐστὶ πολυμερής τε καὶ συχνὰς δεδεγμένη μεταβολάς. οἱ δ᾽ οὖν ὁμόγλωττοι μάλιστά εἰσιν οἱ ἀφοριζόμενοι πρὸς νότον μὲν τῶι Κιλικίωι λεγομένωι Ταύρωι͵ πρὸς ἕω δὲ τῆι Ἀρμενίαι καὶ τῆι Κολχίδι καὶ τοῖς μεταξὺ ἑτερογλώττοις ἔθνεσι͵ πρὸς ἄρκτον δὲ τῶι Εὐξείνωι μέχρι τῶν ἐκβολῶν τοῦ Ἅλυος͵ πρὸς δύσιν δὲ τῶι τε τῶν Παφλαγόνων ἔθνει καὶ Γαλατῶν τῶν τὴν Φρυγίαν ἐποικησάντων μέχρι Λυκαόνων καὶ Κιλίκων τῶν τὴν τραχεῖαν Κιλικίαν νεμομένων. |
1.2 | Καὶ αὐτῶν δὲ τῶν ὁμογλώττων οἱ παλαιοὶ τοὺς Κατάονας καθ᾽ αὑτοὺς ἔταττον͵ ἀντιδιαιροῦντες τοῖς Καππάδοξιν ὡς ἑτεροεθνέσι͵ καὶ ἐν τῆι διαριθμήσει τῶν ἐθνῶν μετὰ τὴν Καππαδοκίαν ἐτίθεσαν τὴν Καταονίαν͵ εἶτα τὸν Εὐφράτην καὶ τὰ πέραν ἔθνη͵ ὥστε καὶ τὴν Μελιτηνὴν ὑπὸ τῆι Καταονίαι τάττειν͵ ἣ μεταξὺ κεῖται ταύτης τε καὶ τοῦ Εὐφράτου συνάπτουσα τῆι Κομμαγηνῆι͵ μέρος τε τῆς Καππαδοκίας ἐστὶ δέκατον κατὰ τὴν εἰς δέκα στρατηγίας διαίρεσιν τῆς χώρας. οὕτω γὰρ δὴ οἱ καθ᾽ ἡμᾶς βασιλεῖς οἱ πρὸ Ἀρχελάου διατεταγμένην εἶχον τὴν ἡγεμονίαν τῆς Καππαδοκίας· δέκατον δ᾽ ἐστὶ μέρος καὶ ἡ Καταονία. καθ᾽ ἡμᾶς δὲ εἶχε στρατηγὸν ἑκατέρα ἴδιον· οὔτε δ᾽ ἐκ τῆς διαλέκτου διαφορᾶς τινος ἐν τούτοις πρὸς τοὺς ἄλλους Καππάδοκας ἐμφαινομένης οὔτε ἐκ τῶν ἄλλων ἐθῶν͵ θαυμαστὸν πῶς ἠφάνισται τελέως τὰ σημεῖα τῆς ἀλλοεθνίας. ἦσαν δ᾽ οὖν διωρισμένοι͵ προσεκτήσατο δ᾽ αὐτοὺς Ἀριαράθης ὁ πρῶτος προσαγορευθεὶς Καππαδόκων βασιλεύς. |
1.3 | Ἔστι δ᾽ ὥσπερ χερρονήσου μεγάλης ἰσθμὸς οὗτος͵ σφιγγόμενος θαλάτταις δυσὶ τῆι τε τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς τραχείας Κιλικίας καὶ τῆι τοῦ Εὐξείνου μεταξὺ Σινώπης τε καὶ τῆς τῶν Τιβαρηνῶν παραλίας· ἐντὸς δὲ τοῦ ἰσθμοῦ λέγομεν χερρόνησον τὴν προσεσπέριον τοῖς Καππάδοξιν ἅπασαν͵ ἣν Ἡρόδοτος μὲν ἐντὸς Ἅλυος καλεῖ· αὕτη γὰρ ἔστιν ἧς ἦρξεν ἁπάσης Κροῖσος· λέγει δ᾽ αὐτὸν ἐκεῖνος τύραννον ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ. οἱ δὲ νῦν τὴν ἐντὸς τοῦ Ταύρου καλοῦσιν Ἀσίαν͵ ὁμωνύμως τῆι ὅληι ἠπείρωι ταύτην Ἀσίαν προσαγορεύοντες. περιέχεται δ᾽ ἐν αὐτῆι πρῶτα μὲν ἔθνη τὰ ἀπὸ τῆς ἀνατολῆς Παφλαγόνες τε καὶ Φρύγες καὶ Λυκάονες͵ ἔπειτα Βιθυνοὶ καὶ Μυσοὶ καὶ ἡ Ἐπίκτητος͵ ἔτι δὲ Τρωιὰς καὶ Ἑλλησποντία͵ μετὰ δὲ τούτους ἐπὶ θαλάττηι μὲν Ἑλλήνων οἵ τε Αἰολεῖς καὶ Ἴωνες τῶν δ᾽ ἄλλων Κᾶρές τε καὶ Λύκιοι͵ ἐν δὲ τῆι μεσογαίαι Λυδοί. |
1.4 | Περὶ μὲν οὖν τῶν ἄλλων ἐροῦμεν ὕστερον. τὴν δὲ Καππαδοκίαν εἰς δύο σατραπείας μερισθεῖσαν ὑπὸ τῶν Περσῶν παραλαβόντες Μακεδόνες περιεῖδον τὰ μὲν ἑκόντες τὰ δ᾽ ἄκοντες εἰς βασιλείας ἀντὶ σατραπειῶν περιστᾶσαν· ὧν τὴν μὲν ἰδίως Καππαδοκίαν ὠνόμασαν καὶ πρὸς τῶι Ταύρωι καὶ νὴ Δία μεγάλην Καππαδοκίαν͵ τὴν δὲ Πόντον͵ οἱ δὲ τὴν πρὸς τῶι Πόντωι Καππαδοκίαν. τῆς δὲ μεγάλης Καππαδοκίας νῦν μὲν οὐκ ἴσμεν πω τὴν διάταξιν· τελευτήσαντος γὰρ τὸν βίον Ἀρχελάου τοῦ βασιλεύσαντος͵ ἔγνω Καῖσάρ τε καὶ ἡ σύγκλητος ἐπαρχίαν εἶναι Ῥωμαίων αὐτήν. ἐπ᾽ ἐκείνου δὲ καὶ τῶν πρὸ αὐτοῦ βασιλέων εἰς δέκα στρατηγίας διηιρημένης τῆς χώρας͵ πέντε μὲν ἐξητάζοντο αἱ πρὸς τῶι Ταύρωι͵ Μελιτηνὴ Καταονία Κιλικία Τυανῖτις Γαρσαυρῖτις͵ πέντε δὲ λοιπαὶ Λαουιανσηνὴ Σαργαραυσηνὴ Σαραουηνὴ Χαμανηνὴ Μοριμηνή. προσεγένετο δ᾽ ὕστερον παρὰ Ῥωμαίων ἐκ τῆς Κιλικίας τοῖς πρὸ Ἀρχελάου καὶ ἑνδεκάτη στρατηγία͵ ἡ περὶ Καστάβαλά τε καὶ Κύβιστρα μέχρι τῆς Ἀντιπάτρου τοῦ ληιστοῦ Δέρβης͵ τῶι δὲ Ἀρχελάωι καὶ ἡ τραχεῖα περὶ Ἐλαιοῦσσαν Κιλικία καὶ πᾶσα ἡ τὰ πειρατήρια συστησαμένη.
2 |
2.1 | Ἔστι δ᾽ ἡ μὲν Μελιτηνὴ παραπλησία τῆι Κομμαγηνῆι· πᾶσα γάρ ἐστι τοῖς ἡμέροις δένδροις κατάφυτος͵ μόνη τῆς ἄλλης Καππαδοκίας͵ ὥστε καὶ ἔλαιον φέρειν καὶ τὸν Μοναρίτην οἶνον τοῖς Ἑλληνικοῖς ἐνάμιλλον· ἀντίκειται δὲ τῆι Σωφηνῆι͵ μέσον ἔχουσα τὸν Εὐφράτην ποταμὸν καὶ αὐτὴ [καὶ] ἡ Κομμαγηνὴ ὅμορος οὖσα. ἔστι δὲ φρούριον ἀξιόλογον τῶν Καππαδόκων ἐν τῆι περαίαι Τόμισα· τοῦτο δ᾽ ἐπράθη μὲν τῶι Σωφηνῶι ταλάντων ἑκατόν͵ ὕστερον δὲ ἐδωρήσατο Λεύκολλος τῶι Καππάδοκι συστρατεύσαντι ἀριστεῖον κατὰ τὸν πρὸς Μιθριδάτην πόλεμον. |
2.2 | Ἡ δὲ Καταονία πλατὺ καὶ κοῖλόν ἐστι πεδίον πάμφορον πλὴν τῶν ἀειθαλῶν. περίκειται δ᾽ ὄρη ἄλλα τε καὶ Ἀμανὸς ἐκ τοῦ πρὸς νότον μέρους ἀπόσπασμα ὂν τοῦ Κιλικίου Ταύρου͵ καὶ ὁ Ἀντίταυρος εἰς τἀναντία ἀπερρωγώς. ὁ μὲν γὰρ Ἀμανὸς ἐπὶ τὴν Κιλικίαν καὶ τὴν Συριακὴν ἐκτείνεται θάλατταν πρὸς τὴν ἑσπέραν ἀπὸ τῆς Καταονίας καὶ τὸν νότον· τῆι δὲ τοιαύτηι διαστάσει περικλείει τὸν Ἰσσικὸν κόλπον ἅπαντα καὶ τὰ μεταξὺ τῶν Κιλίκων πεδία πρὸς τὸν Ταῦρον· ὁ δ᾽ Ἀντίταυρος ἐπὶ τὰς ἄρκτους ἐγκέκλιται καὶ μικρὸν ἐπιλαμβάνει τῶν ἀνατολῶν͵ εἶτ᾽ εἰς τὴν μεσόγαιαν τελευτᾶι. |
2.3 | Ἐν δὲ τῶι Ἀντιταύρωι τούτωι βαθεῖς καὶ στενοί εἰσιν αὐλῶνες͵ ἐν οἷς ἵδρυται τὰ Κόμανα καὶ τὸ τῆς Ἐνυοῦς ἱερὸν ἣν ἐκεῖνοι Μᾶ ὀνομάζουσι· πόλις δ᾽ ἐστὶν ἀξιόλογος͵ πλεῖστον μέντοι τὸ τῶν θεοφορήτων πλῆθος καὶ τὸ τῶν ἱεροδούλων ἐν αὐτῆι. Κατάονες δέ εἰσιν οἱ ἐνοικοῦντες͵ ἄλλως μὲν ὑπὸ τῶι βασιλεῖ τεταγμένοι͵ τοῦ δὲ ἱερέως ὑπακούοντες τὸ πλέον· ὁ δὲ τοῦ θ᾽ ἱεροῦ κύριός ἐστι καὶ τῶν ἱεροδούλων͵ οἳ κατὰ τὴν ἡμετέραν ἐπιδημίαν πλείους ἦσαν τῶν ἑξακισχιλίων͵ ἄνδρες ὁμοῦ γυναιξί. πρόσκειται δὲ τῶι ἱερῶι καὶ χώρα πολλή͵ καρποῦται δ᾽ ὁ ἱερεὺς τὴν πρόσοδον͵ καὶ ἔστιν οὗτος δεύτερος κατὰ τιμὴν [ἐν] τῆι Καππαδοκίαι μετὰ τὸν βασιλέα· ὡς δ᾽ ἐπὶ τὸ πολὺ τοῦ αὐτοῦ γένους ἦσαν οἱ ἱερεῖς τοῖς βασιλεῦσι. τὰ δὲ ἱερὰ ταῦτα δοκεῖ Ὀρέστης μετὰ τῆς ἀδελφῆς Ἰφιγενείας κομίσαι δεῦρο ἀπὸ τῆς Ταυρικῆς Σκυθίας͵ τὰ τῆς Ταυροπόλου Ἀρτέμιδος͵ ἐνταῦθα δὲ καὶ τὴν πένθιμον κόμην ἀποθέσθαι͵ ἀφ᾽ ἧς καὶ τοὔνομα τῆι πόλει. διὰ μὲν οὖν τῆς πόλεως ταύτης ὁ Σάρος ῥεῖ ποταμός͵ καὶ διὰ τῶν συναγκειῶν τοῦ Ταύρου διεκπεραιοῦται πρὸς τὰ τῶν Κιλίκων πεδία καὶ τὸ ὑποκείμενον πέλαγος. |
2.4 | Διὰ δὲ τῆς Καταονίας ὁ Πύραμος͵ πλωτός͵ ἐκ μέσου τοῦ πε δίου τὰς πηγὰς ἔχων· ἔστι δὲ βόθρος ἀξιόλογος͵ δι᾽ οὗ καθορᾶν ἔστι τὸ ὕδωρ ὑποφερόμενον κρυπτῶς μέχρι πολλοῦ διαστήματος ὑπὸ γῆς͵ εἶτ᾽ ἀνατέλλον εἰς τὴν ἐπιφάνειαν· τῶι δὲ καθιέντι ἀκόντιον ἄνωθεν εἰς τὸν βόθρον ἡ βία τοῦ ὕδατος ἀντιπράττει τοσοῦτον ὥστε μόλις βαπτίζεσθαι· ἀπλέτωι δὲ βάθει καὶ πλάτει πολὺς ἐνεχθεὶς ἐπειδὰν συνάψηι τῶι Ταύρωι͵ παράδοξον λαμβάνει τὴν συναγωγήν· παράδοξος δὲ καὶ ἡ διακοπὴ τοῦ ὄρους ἐστὶ δι᾽ ἧς ἄγεται τὸ ῥεῖθρον· καθάπερ γὰρ ἐν ταῖς ῥῆγμα λαβούσαις πέτραις καὶ σχισθείσαις δίχα τὰς κατὰ τὴν ἑτέραν ἐξοχὰς ὁμολόγους εἶναι συμβαίνει ταῖς κατὰ τὴν ἑτέραν εἰσοχαῖς ὥστε κἂν συναρμοσθῆναι δύνασθαι͵ οὕτως εἴδομεν καὶ τὰς ὑπερ κειμένας τοῦ ποταμοῦ πέτρας ἑκατέρωθεν σχεδόν τι μέχρι τῶν ἀκρωρειῶν ἀνατεινούσας ἐν διαστάσει δυεῖν ἢ τριῶν πλέθρων ἀντικείμενα ἐχούσας τὰ κοῖλα ταῖς ἐξοχαῖς· τὸ δὲ ἔδαφος τὸ μεταξὺ πᾶν πέτρινον͵ βαθύ τι καὶ στενὸν τελέως͵ ἔχον διὰ μέσου ῥῆγμα ὥστε καὶ κύνα καὶ λαγὼ διάλλεσθαι. τοῦτο δ᾽ ἐστὶ τὸ ῥεῖθρον τοῦ ποταμοῦ ἄχρι χείλους πλῆρες͵ ὀχετῶι πλατεῖ προσεοικός͵ διὰ δὲ τὴν σκολιότητα καὶ τὴν ἐκ τοσούτου συναγωγὴν καὶ τὸ τῆς φάραγγος βάθος εὐθὺς τοῖς πόρρωθεν προσιοῦσιν ὁ ψόφος βροντῆι προσπίπτει παραπλήσιος· διεκβαίνων δὲ τὰ ὄρη τοσαύτην κατάγει χοῦν ἐπὶ θάλατταν͵ τὴν μὲν ἐκ τῆς Καταονίας τὴν δὲ ἐκ τῶν Κιλίκων πεδίων͵ ὥστε ἐπ᾽ αὐτῶι καὶ χρησμὸς ἐκπεπτωκὼς φέρεται τοιοῦτος ἔσσεται ἐσσομένοις͵ ὅτε Πύραμος ἀργυροδίνης ἠιόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται. παραπλήσιον γάρ τι κἀκεῖ συμβαίνει καὶ ἐν Αἰγύπτωι͵ τοῦ Νείλου προσεξηπειροῦντος ἀεὶ τὴν θάλατταν τῆι προσχώσει· καθὸ καὶ Ἡρόδοτος μὲν δῶρον τοῦ ποταμοῦ τὴν Αἴγυπτον εἶ πεν͵ ὁ ποιητὴς δὲ τὴν Φάρον πελαγίαν ὑπάρξαι πρότερον οὐχ ὡς νυνὶ πρόσγειον οὖσαν τῆι Αἰγύπτωι. |
2.5 | Πόλιν δ᾽ οὔτε τὸ τῶν Καταόνων ἔχει πεδίον οὔθ᾽ ἡ Μελιτηνή͵ φρούρια δ᾽ ἐρυμνὰ ἐπὶ τῶν ὀρῶν τά τε Ἀζάμορα καὶ τὸ Δάσταρκον͵ ὃ περιρρεῖται τῶι Καρμάλαι ποταμῶι. ἔχει δὲ καὶ ἱερὸν τὸ τοῦ Κατάονος Ἀπόλλωνος καθ᾽ ὅλην τιμώμενον τὴν Καππαδοκίαν͵ ποιησαμένων ἀφιδρύματα ἀπ᾽ αὐτοῦ. οὐδὲ αἱ ἄλλαι στρατηγίαι πόλεις ἔχουσι πλὴν δυεῖν· τῶν δὲ λοιπῶν στρατηγιῶν ἐν μὲν τῆι Σαργαραυσηνῆι πολίχνιόν ἐστιν ῟Ηρπα καὶ ποταμὸς Καρμάλας͵ ὃς καὶ αὐτὸς εἰς τὴν Κιλικίαν ἐκδίδωσιν· ἐν δὲ ταῖς ἄλλαις ὅ τε Ἄργος ἔρυμα ὑψηλὸν πρὸς τῶι Ταύρωι͵ καὶ τὰ Νῶρα ὃ νῦν καλεῖται Νηροασσός͵ ἐν ὧι Εὐμένης πολιορκούμενος ἀν τέσχε πολὺν χρόνον· καθ᾽ ἡμᾶς δὲ Σισίνου ὑπῆρξε χρηματοφυλάκιον τοῦ ἐπιθεμένου τῆι Καππαδόκων ἀρχῆι. τούτου δ᾽ ἦν καὶ τὰ Κάδηνα͵ βασίλειον καὶ πόλεως κατασκευὴν ἔχον· ἔστι δὲ καὶ ἐπὶ τῶν ὅρων τῶν Λυκαονικῶν τὰ Γαρσαύιρα κωμόπολις· λέγεται δ᾽ ὑπάρξαι ποτὲ καὶ αὕτη μητρόπολις τῆς χώρας. ἐν δὲ τῆι Μοριμηνῆι τὸ ἱερὸν τοῦ ἐν Οὐηνάσοις Διός͵ ἱεροδούλων κατοικίαν ἔχον τρισχιλίων σχεδόν τι καὶ χώραν ἱερὰν εὔκαρπον͵ παρέχουσαν πρόσοδον ἐνιαύσιον ταλάντων πεντεκαίδεκα τῶι ἱερεῖ· καὶ οὗτος δ᾽ ἐστὶ διὰ βίου͵ καθάπερ καὶ ὁ ἐν Κομάνοις͵ καὶ δευτερεύει κατὰ τιμὴν μετ᾽ ἐκεῖνον. |
2.6 | Τρίτη δ᾽ ἐστὶν ἱερωσύνη Διὸς Ἀσβαμαίου λειπομένη ταύτης͵ ἀξιόλογος δ᾽ ὅμως. ἐν ταῦθα δ᾽ ἐστὶ λάκκος ἁλμυροῦ ὕδατος͵ ἀξιολόγου λίμνης ἔχων περίμετρον͵ ὀφρύσι κλειόμενος ὑψηλαῖς τε καὶ ὀρθίαις ὥστ᾽ ἔχειν κατάβασιν κλιμακώδη· τὸ δ᾽ ὕδωρ οὔτ᾽ αὔξεσθαί φασιν οὔτ᾽ ἀπόρρυσιν ἔχειν οὐδαμοῦ φανεράν. |
2.7 | Δύο δὲ μόναι στρατηγίαι πόλεις ἔχουσιν͵ ἡ μὲν Τυανῖτις τὰ Τύανα ὑποπεπτωκυῖαν τῶι Ταύρωι τῶι κατὰ τὰς Κιλικίας πύλας͵ καθ᾽ ἃς εὐπετέσταται καὶ κοινόταται πᾶσίν εἰσιν αἱ εἰς τὴν Κιλικίαν καὶ τὴν Συρίαν ὑπερβολαί· καλεῖται δὲ Εὐσέβεια ἡ πρὸς τῶι Ταύρωι ... ἀγαθὴ δὲ καὶ πεδιὰς ἡ πλείστη. τὰ δὲ Τύανα ἐπίκειται χώματι Σεμιράμιδος τετειχισμένωι καλῶς. οὐ πολὺ δ᾽ ἄπωθεν ταύτης ἐστὶ τά τε Καστάβαλα καὶ τὰ Κύβιστρα͵ ἔτι μᾶλλον τῶι ὄρει πλησιάζοντα πολίσματα· ὧν ἐν τοῖς Κασταβάλοις ἐστὶ τὸ τῆς Περασίας Ἀρτέμιδος ἱερόν͵ ὅπου φασὶ τὰς ἱερείας γυμνοῖς τοῖς ποσὶ δι᾽ ἀνθρακιᾶς βαδίζειν ἀπαθεῖς· κἀν ταῦθα δέ τινες τὴν αὐτὴν θρυλοῦσιν ἱστορίαν τὴν περὶ τοῦ Ὀρέστου καὶ τῆς Ταυροπόλου͵ Περασίαν κεκλῆσθαι φάσκοντες διὰ τὸ πέραθεν κομισθῆναι. ἐν μὲν δὴ τῆι Τυανίτιδι στρατηγίαι τῶν λεχθεισῶν δέκα ἔστι πόλισμα τὰ Τύανα (τὰς δ᾽ ἐπικτήτους οὐ συναριθμῶ ταύταις͵ τὰ Καστάβαλα καὶ τὰ Κύβιστρα καὶ τὰ ἐν τῆι τραχείαι Κιλικίαι͵ ἐν ἧι τὴν Ἐλαιοῦσσαν νησίον εὔκαρπον συνέκτισεν Ἀρχέλαος ἀξιολόγως͵ καὶ τὸ πλέον ἐνταῦθα διέτριβεν)͵ ἐν δὲ τῆι Κιλικίαι καλουμένηι τὰ Μάζακα ἡ μητρόπολις τοῦ ἔθνους· καλεῖται δ᾽ Εὐσέβεια καὶ αὕτη ἐπίκλησιν ἡ πρὸς τῶι Ἀργαίωι· κεῖται γὰρ ὑπὸ τῶι Ἀργαίωι ὄρει πάντων ὑψηλοτάτωι καὶ ἀνέκλειπτον χιόνι τὴν ἀκρώρειαν ἔχοντι͵ ἀφ᾽ ἧς φασιν οἱ ἀναβαίνοντες (οὗτοι δ᾽ εἰσὶν ὀλίγοι) κατοπτεύεσθαι ταῖς αἰθρίαις ἄμφω τὰ πελάγη τότε Ποντικὸν καὶ τὸ Ἰσσικόν. τὰ μὲν οὖν ἄλλα ἀφυῆ πρὸς συνοικισμὸν ἔχει πόλεως· ἄνυδρός τε γάρ ἐστι καὶ ἀνώχυρος διὰ τὴν ὀλιγωρίαν τῶν ἡγεμόνων καὶ ἀτείχιστος͵ τάχα δὲ καὶ ἐπίτηδες͵ ἵνα μὴ ὡς ἐρύματι πεποιθότες τῶι τείχει σφόδρα ληιστεύοιεν πεδίον οἰκοῦντες λόφους ὑπερδεξίους ἔχον καὶ ἐμβελεῖς. καὶ τὰ κύκλωι δὲ χωρία ἔχει τελέως ἄφορα καὶ ἀγεώργητα καίπερ ὄντα πεδινά͵ ἀλλ᾽ ἔστιν ἀμμώδη καὶ ὑπόπετρα. μικρὸν δ᾽ ἔτι προϊοῦσι καὶ πυρίληπτα πεδία καὶ μεστὰ βόθρων πυρὸς ἐπὶ σταδίους πολλοὺς ὥστε πόρρωθεν ἡ κομιδὴ τῶν ἐπιτηδείων͵ καὶ τὸ δοκοῦν δὲ πλεονέκτημα παρακείμενον ἔχει κίνδυνον· ἀξύλου γὰρ ὑπαρχούσης σχεδόν τι τῆς συμπάσης Καππαδοκίας ὁ Ἀργαῖος ἔχει περικείμενον δρυμὸν ὥστε ἐγγύθεν ὁ ξυλισμὸς πάρεστιν͵ ἀλλ᾽ οἱ ὑποκείμενοι τῶι δρυμῶι τόποι καὶ αὐτοὶ πολλαχοῦ πυρὰ ἔχουσιν͵ ἅμα δὲ καὶ ὕφυδροί εἰσι ψυχρῶι ὕδατι͵ οὔτε τοῦ πυρὸς οὔτε τοῦ ὕδατος εἰς τὴν ἐπιφάνειαν ἐκκύπτοντος͵ ὥστε καὶ ποάζειν τὴν πλείστην· ἔστι δ᾽ ὅπου καὶ ἑλῶδές ἐστι τὸ ἔδαφος καὶ νύκτωρ ἐξάπτονται φλόγες ἀπ᾽ αὐτοῦ. οἱ μὲν οὖν ἔμπειροι φυλαττόμενοι τὸν ξυλισμὸν ποιοῦνται͵ τοῖς δὲ πολλοῖς κίνδυνός ἐστι͵ καὶ μάλιστα τοῖς κτήνεσιν ἐμπίπτουσιν εἰς ἀδήλους βόθρους πυρός. |
2.8 | Ἔστι δὲ καὶ ποταμὸς ἐν τῶι πεδίωι τῶι πρὸ τῆς πόλεως Μέλας καλούμενος͵ ὅσον τετταράκοντα σταδίους διέχων τῆς πόλεως͵ ἐν ταπεινοτέρωι τῆς πόλεως χωρίωι τὰς πηγὰς ἔχων. ταύτηι μὲν οὖν ἄχρηστος αὐτοῖς ἐστιν οὐχ ὑπερδέξιον ἔχων τὸ ῥεῦμα͵ εἰς ἕλη δὲ καὶ λίμνας διαχεόμενος κακοῖ τὸν ἀέρα τοῦ θέρους τὸν περὶ τὴν πόλιν͵ καὶ τὸ λατομεῖον δὲ ποιεῖ δύσχρηστον καίπερ εὔχρηστον ὄν· πλαταμῶνες γὰρ εἰσίν͵ ἀφ᾽ ὧν τὴν λιθείαν ἔχειν ἄφθονον συμβαίνει τοῖς Μαζακηνοῖς πρὸς τὰς οἰκοδομίας͵ καλυπτόμεναι δ᾽ ὑπὸ τῶν ὑδάτων αἱ πλάκες ἀντιπράττουσι. καὶ ταῦτα δ᾽ ἐστὶ τὰ ἕλη πανταχοῦ πυρίληπτα. Ἀριαράθης δ᾽ ὁ βασιλεὺς τοῦ Μέλανος κατά τινα στενὰ ἔχοντος τὴν εἰς τὸν Ἅλυν διέξοδον ἐμφράξας ταῦτα λίμνην πελαγίαν ἀπέδειξε τὸ πλησίον πεδίον͵ ἐνταῦθα δὲ νησῖδάς τινας ὡς τὰς Κυκλάδας ἀπολαβόμενος διατριβὰς ἐν αὐταῖς ἐποιεῖτο μειριακιώδεις· ἐκραγὲν δ᾽ ἀθρόως τὸ ἔμφραγμα ἐξέκλυσε πάλιν τὸ ὕδωρ͵ πληρωθεὶς δ᾽ ὁ Ἅλυς τῆς τε τῶν Καππαδόκων πολλὴν παρέσυρε καὶ κατοι κίας καὶ φυτείας ἠφάνισε πολλὰς τῆς τε τῶν Γαλατῶν τῶν τὴν Φρυγίαν ἐχόντων οὐκ ὀλίγην ἐλυμήνατο· ἀντὶ δὲ τῆς βλάβης ἐπράξαντο ζημίαν αὐτὸν τάλαντα τριακόσια Ῥωμαίοις ἐπιτρέψαντες τὴν κρίσιν. τὸ δ᾽ αὐτὸ συνέβη καὶ περὶ ῟Ηρπα· καὶ γὰρ ἐκεῖ τὸ τοῦ Καρμάλα ῥεῦμα ἐνέφραξεν͵ εἶτ᾽ ἐκραγέντος τοῦ στομίου καὶ τῶν Κιλίκων τινὰ χωρία τὰ περὶ Μαλλὸν διαφθείραντος τοῦ ὕδατος͵ δίκας ἔτισεν τοῖς ἀδικηθεῖσιν. |
2.9 | Ἀφυὲς δ᾽ οὖν κατὰ πολλὰ τὸ τῶν Μαζακηνῶν χωρίον ὂν πρὸς κατοικίαν μάλιστα οἱ βασιλεῖς ἑλέσθαι δοκοῦσιν͵ ὅτι τῆς χώρας ἁπάσης τόπος ἦν μεσαίτατος οὗτος τῶν ξύλα ἐχόντων ἅμα καὶ λίθον πρὸς τὰς οἰκο δομίας καὶ χόρτον͵ οὗ πλεῖστον ἐδέοντο κτηνοτροφοῦντες· τρόπον γάρ τινα στρατόπεδον ἦν αὐτοῖς ἡ πόλις. τὴν δ᾽ ἄλλην ἀσφάλειαν τὴν αὐτῶν τε καὶ σωμάτων καὶ τῶν χρημάτων εἶχον ἐν τοῖς φρουρίοις͵ ἃ πολλὰ ὑπάρχει τὰ μὲν βασιλικὰ τὰ δὲ τῶν φίλων. ἀφέστηκε δὲ τὰ Μάζακα τοῦ μὲν Πόντου περὶ ὀκτακοσίους σταδίους πρὸς νότον͵ τοῦ δ᾽ Εὐφράτου μικρὸν ἐλάττους ἢ διπλασίους͵ τῶν Κιλικίων δὲ πυλῶν ὁδὸν ἡμερῶν ἓξ καὶ τοῦ Κύρου στρατοπέδου διὰ Τυάνων· κατὰ μέσην δὲ τὴν ὁδὸν κεῖται τὰ Τύανα͵ διέχει δὲ Κυβίστρων τριακοσίους σταδίους. χρῶνται δὲ οἱ Μαζακηνοὶ τοῖς Χαρώνδα νόμοις͵ αἱρούμενοι καὶ νομωιδόν͵ ὅς ἐστιν αὐτοῖς ἐξηγητὴς τῶν νόμων͵ καθάπερ οἱ παρὰ Ῥωμαίοις νομικοί. διέθηκε δὲ φαύλως αὐτοὺς Τιγράνης ὁ Ἀρμένιος͵ ἡνίκα τὴν Καππαδοκίαν κατέδραμεν· ἅπαντας γὰρ ἀναστάτους ἐποίησεν εἰς τὴν Μεσοποταμίαν͵ καὶ τὰ Τιγρανόκερτα ἐκ τούτων συνώικισε τὸ πλέον· ὕστερον δ᾽ ἐπανῆλθον οἱ δυνάμενοι μετὰ τὴν τῶν Τιγρανοκέρτων ἅλωσιν. |
2.10 | Μέγεθος δὲ τῆς χώρας κατὰ πλάτος μὲν τὸ ἀπὸ τοῦ Πόντου πρὸς τὸν Ταῦρον ὅσον χίλιοι καὶ ὀκτακόσιοι στάδιοι͵ μῆκος δὲ ἀπὸ τῆς Λυκαονίας καὶ Φρυγίας μέχρι Εὐφράτου πρὸς τὴν ἕω καὶ τὴν Ἀρμενίαν περὶ τρισχιλίους. ἀγαθὴ δὲ καρποῖς͵ μάλιστα δὲ σίτωι καὶ βοσκήμασι παντοδαποῖς· νοτιωτέρα δ᾽ οὖσα τοῦ Πόντου ψυχροτέρα ἐστίν· ἡ δὲ Βαγαδανία καίπερ πεδιὰς οὖσα καὶ νοτιωτάτη πασῶν (ὑποπέπτωκε γὰρ τῶι Ταύρωι) μόλις τῶν καρπίμων τι φέρει δένδρων͵ ὀναγροβότος δ᾽ ἐστὶ καὶ αὕτη καὶ ἡ πολλὴ τῆς ἄλλης͵ καὶ μάλιστα ἡ περὶ Γαρσαύιρα καὶ Λυκαονίαν καὶ Μοριμηνήν. ἐν δὲ τῆι Καππαδοκίαι γίνεται καὶ ἡ λεγομένη Σινωπικὴ μίλτος ἀρίστη τῶν πασῶν· ἐνάμιλλος δ᾽ ἐστὶν αὐτῆι καὶ ἡ Ἰβηρική· ὠνομάσθη δὲ Σινωπικὴ διότι κατάγειν ἐκεῖσε εἰώθεσαν οἱ ἔμποροι πρὶν ἢ τὸ τῶν Ἐφεσίων ἐμπόριον μέχρι τῶν ἐνθάδε ἀνθρώπων διῖχθαι. λέγεται δὲ καὶ κρυστάλλου πλάκας καὶ ὀνυχίτου λίθου πλησίον τῆς τῶν Γαλατῶν ὑπὸ τῶν Ἀρχελάου μεταλλευτῶν εὑρῆσθαι. ἦν δέ τις τόπος καὶ λίθου λευκοῦ τῶι ἐλέφαντι κατὰ τὴν χρόαν ἐμφεροῦς ὥσπερ ἀκόνας τινὰς οὐ μεγάλας ἐκφέρων͵ ἐξ ὧν τὰ λαβία τοῖς μαχαιρίοις κατεσκεύαζον· ἄλλος δὲ εἰς διόπτρας βώλους μεγάλας ἐκδιδούς͵ ὥστε καὶ ἔξω κομίζεσθαι. ὅριον δ᾽ ἐστὶ τοῦ Πόντου καὶ τῆς Καππαδοκίας ὀρεινή τις παράλληλος τῶι Ταύρωι͵ τὴν ἀρχὴν ἔχουσα ἀπὸ τῶν ἑσπερίων ἄκρων τῆς Χαμμανηνῆς͵ ἐφ᾽ ἧς ἵδρυται φρούριον ἀπότομον Δασμένδα͵ μέχρι τῶν ἑωθινῶν τῆς Λαουιανσηνῆς. στρατηγίαι δ᾽ εἰσὶ τῆς Καππαδοκίας ἥ τε Χαμμανηνὴ καὶ ἡ Λαουιανσηνή. |
2.11 | Συνέβη δέ͵ ἡνίκα πρῶτον Ῥωμαῖοι τὰ κατὰ τὴν Ἀσίαν διώικουν νικήσαντες Ἀντίοχον͵ καὶ φιλίας καὶ συμμαχίας ἐποιοῦντο πρός τε τὰ ἔθνη καὶ τοὺς βασιλέας͵ τοῖς μὲν ἄλλοις βασιλεῦσιν αὐτοῖς καθ᾽ ἑαυτοὺς δοθῆναι τὴν τιμὴν ταύτην͵ τῶι δὲ Καππάδοκι καὶ αὐτῶι δὲ τῶι ἔθνει κοινῆι. ἐκλιπόντος δὲ τοῦ βασιλικοῦ γένους οἱ μὲν Ῥωμαῖοι συνεχώρουν αὐτοῖς αὐτονομεῖσθαι κατὰ τὴν συγκειμένην φιλίαν τε καὶ συμμαχίαν πρὸς τὸ ἔθνος͵ οἱ δὲ πρεσβευσάμενοι τὴν μὲν ἐλευθερίαν παρηιτοῦντο (οὐ γὰρ δύνασθαι φέρειν αὐτὴν ἔφασαν)͵ βασιλέα δ᾽ ἠξίουν αὐτοῖς ἀποδειχθῆναι. οἱ δὲ θαυμάσαντες εἴ τινες οὕτως εἶεν ἀπειρηκότες πρὸς τὴν ἐλευθερίαν ... ἐπέτρεψαν δ᾽ οὖν αὐτοῖς ἐξ ἑαυτῶν ἑλέσθαι κατὰ χειροτονίαν ὃν ἂν βούλωνται· καὶ εἵλοντο Ἀριοβαρζάνην· εἰς τριγονίαν δὲ προελθόντος τοῦ γένους ἐξέλιπε͵ κατεστάθη δ᾽ ὁ Ἀρχέλαος οὐδὲν προσήκων αὐτοῖς Ἀντωνίου καταστήσαντος. ταῦτα καὶ περὶ τῆς μεγάλης Καππαδοκίας· περὶ δὲ τῆς τραχείας Κιλικίας τῆς προστεθείσης αὐτῆι βέλτιόν ἐστιν ἐν τῶι περὶ τῆς ὅλης Κιλικίας λόγωι διελθεῖν.
3 |
3.1 | Τοῦ δὲ Πόντου καθίστατο μὲν Μιθριδάτης ὁ Εὐπάτωρ βασιλεύς. εἶχε δὲ τὴν ἀφοριζομένην τῶι Ἅλυϊ μέχρι Τιβαρανῶν καὶ Ἀρμενίων καὶ τῆς ἐντὸς Ἅλυος τὰ μέχρι Ἀμάστρεως καὶ τινῶν τῆς Παφλαγονίας μερῶν. προσεκτήσατο δ᾽ οὗτος καὶ τὴν μέχρι Ἡρακλείας παραλίαν ἐπὶ τὰ δυσμικὰ μέρη͵ τῆς Ἡρακλείδου τοῦ Πλατωνικοῦ πατρίδος͵ ἐπὶ δὲ τἀναντία μέχρι Κολχίδος καὶ τῆς μικρᾶς Ἀρμενίας͵ ἃ δὴ καὶ προσέθηκε τῶι Πόντωι. καὶ δὴ καὶ Πομπήιος καταλύσας ἐκεῖνον ἐν τούτοις τοῖς ὅροις οὖσαν τὴν χώραν ταύτην παρέλαβε· τὰ μὲν πρὸς Ἀρμενίαν καὶ τὰ περὶ τὴν Κολχίδα τοῖς συναγωνισαμένοις δυνάσταις κατένειμε͵ τὰ δὲ λοιπὰ εἰς ἕνδεκα πολιτείας διεῖλε καὶ τῆι Βιθυνίαι προσέθηκεν ὥστ᾽ ἐξ ἀμφοῖν ἐπαρχίαν γενέσθαι μίαν· μεταξὺ δὲ τῶν Παφλαγόνων τῶν μεσογαίων τινὰς βασιλεύεσθαι παρέδωκε τοῖς ἀπὸ Πυλαιμένους͵ καθάπερ καὶ τοὺς Γαλάτας τοῖς ἀπὸ γένους τετράρχαις. ὕστερον δ᾽ οἱ τῶν Ῥωμαίων ἡγεμόνες ἄλλους καὶ ἄλλους ἐποιήσαντο μερισμούς͵ βασιλέας τε καὶ δυνάστας καθιστάντες καὶ πόλεις τὰς μὲν ἐλευθεροῦντες τὰς δὲ ἐγχειρίζοντες τοῖς δυνάσταις τὰς δ᾽ ὑπὸ τῶι δήμωι τῶι Ῥωμαίων ἐῶντες. ἡμῖν δ᾽ ἐπιοῦσι τὰ καθ᾽ ἕκαστα ὡς νῦν ἔχει λεγέσθω͵ μικρὰ καὶ τῶν προτέρων ἐφαπτομένοις ὅπου τοῦτο χρήσιμον. ἀρξόμεθα δὲ ἀπὸ Ἡρακλείας͵ ἥπερ δυσμικωτάτη ἐστὶ τούτων τῶν τόπων. |
3.2 | Εἰς δὴ τὸν Εὔξεινον πόντον εἰσπλέουσιν ἐκ τῆς Προποντίδος ἐν ἀριστερᾶι μὲν τὰ προσεχῆ τῶι Βυζαντίωι κεῖται· Θραικῶν δ᾽ ἐστί͵ καλεῖται δὲ τὰ ἀριστερὰ τοῦ Πόντου· ἐν δεξιᾶι δὲ τὰ προσεχῆ Χαλκηδόνι· Βιθυνῶν δ᾽ ἐστὶ τὰ πρῶτα͵ εἶτα Μαριανδυνῶν (τινὲς δὲ καὶ Καυκώνων φασίν)͵ εἶτα Παφλαγόνων μέχρι Ἅλυος͵ εἶτα Καππαδόκων τῶν πρὸς τῶι Πόντωι καὶ τῶν ἑξῆς μέχρι Κολχίδος· ταῦτα δὲ πάντα καλεῖται τὰ δεξιὰ τοῦ Εὐξείνου πόντου. ταύτης δὲ τῆς παραλίας ἁπάσης ἐπῆρξεν Εὐπάτωρ ἀρξάμενος ἀπὸ τῆς Κολχίδος μέχρι Ἡρακλείας͵ τὰ δ᾽ ἐπέκεινα τὰ μέχρι τοῦ στόματος καὶ τῆς Χαλκηδόνος τῶι Βιθυνῶν βασιλεῖ συνέμενε. καταλυθέντων δὲ τῶν βασιλέων ἐφύλαξαν οἱ Ῥωμαῖοι τοὺς αὐτοὺς ὅρους͵ ὥστε τὴν Ἡράκλειαν προσκεῖσθαι τῶι Πόντωι͵ τὰ δ᾽ ἐπέκειαν Βιθυνοῖς προσχωρεῖν. |
3.3 | Οἱ μὲν οὖν Βιθυνοὶ διότι πρότερον Μυσοὶ ὄντες μετωνομάσθησαν οὕτως ἀπὸ τῶν Θραικῶν τῶν ἐποικησάντων͵ Βιθυνῶν τε καὶ Θυνῶν͵ ὁμολογεῖται παρὰ τῶν πλείστων͵ καὶ σημεῖα τίθενται τοῦ μὲν τῶν Βιθυνῶν ἔθνους τὸ μέχρι νῦν ἐν τῆι Θράικηι λέγεσθαί τινας Βιθυνούς͵ τοῦ δὲ τῶν Θυνῶν τὴν Θυνιάδα ἀκτὴν τὴν πρὸς Ἀπολλωνίαι καὶ Σαλμυδησσῶι. καὶ οἱ Βέβρυκες δὲ οἱ τούτων προεποικήσαντες τὴν Μυσίαν Θρᾶικες͵ ὡς εἰκάζω ἐγώ. εἴρηται δ᾽ ὅτι καὶ αὐτοὶ οἱ Μυσοὶ Θραικῶν ἄποικοί εἰσι τῶν νῦν λεγομένων Μοισῶν. |
3.4 | Ταῦτα μὲν οὕτω λέγεται. τοὺς δὲ Μαριανδυνοὺς καὶ τοὺς Καύκωνας οὐχ ὁμοίως ἅπαντες λέγουσι· τὴν γὰρ δὴ Ἡράκλειαν ἐν τοῖς Μαριανδυνοῖς ἱδρῦσθαί φασι Μιλησίων κτίσμα· τίνες δὲ καὶ πόθεν οὐδενὶ εἴρηται· οὐδὲ διάλεκτος οὐδ᾽ ἄλλη διαφορὰ ἐθνικὴ περὶ τοὺς ἀνθρώπους φαίνεται͵ παραπλήσιοι δ᾽ εἰσὶ τοῖς Βιθυνοῖς· ἔοικεν οὖν καὶ τοῦτο Θράικιον ὑπάρξαι τὸ φῦλον. Θεόπομπος δὲ Μαριανδυνόν φησι μέρους τῆς Παφλαγονίας ἄρξαντα ὑπὸ πολλῶν δυναστευομένης͵ ἐπελθόντα τὴν τῶν Βεβρύκων κατασχεῖν͵ ἣν δ᾽ ἐξέλιπεν ἐπώνυμον ἑαυτοῦ καταλιπεῖν. εἴρηται δὲ καὶ τοῦτο ὅτι πρῶτοι τὴν Ἡράκλειαν κτίσαντες Μιλήσιοι τοὺς Μαριανδυνοὺς εἱλωτεύειν ἠνάγκασαν τοὺς προκατέχοντας τὸν τόπον͵ ὥστε καὶ πιπράσκεσθαι ὑπ᾽ αὐτῶν͵ μὴ εἰς τὴν ὑπερορίαν δέ (συμβῆναι γὰρ ἐπὶ τούτοις)͵ καθάπερ Κρησὶ μὲν ἐθήτευεν ἡ Μνώια καλουμένη σύνοδος͵ Θετταλοῖς δὲ οἱ Πενέσται. |
3.5 | Τοὺς δὲ Καύκωνας͵ οὓς ἱστοροῦσι τὴν ἐφεξῆς οἰκῆσαι παραλίαν τοῖς Μαριανδυνοῖς μέχρι τοῦ Παρθενίου ποταμοῦ πόλιν ἔχοντας τὸ Τίειον͵ οἱ μὲν Σκύθας φασὶν οἱ δὲ τῶν Μακεδόνων τινὰς οἱ δὲ τῶν Πελασγῶν· εἴρηται δέ που καὶ περὶ τούτων πρότερον. Καλλισθένης δὲ καὶ ἔγραφε τὰ ἔπη ταῦτα εἰς τὸν διάκοσμον͵ μετὰ τὸ Κρῶμνάν τ᾽ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους τιθείς Καύκωνας δ᾽ αὖτ᾽ ἦγε Πολυκλέος υἱὸς ἀμύμων͵ οἳ περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματ᾽ ἔναιον. παρήκειν γὰρ ἀφ᾽ Ἡρακλείας καὶ Μαριανδυνῶν μέχρι Λευκοσύρων͵ οὓς ἡμεῖς Καππάδοκας προσαγορεύομεν͵ τότε τῶν Καυκώνων γένος τὸ περὶ τὸ Τίειον μέχρι Παρθενίου καὶ τὸ τῶν Ἐνετῶν τὸ συνεχὲς μετὰ τὸν Παρθένιον τῶν ἐχόντων τὸ Κύτωρον· καὶ νῦν δ᾽ ἔτι Καυκωνίτας εἶναί τινας περὶ τὸν Παρθένιον. |
3.6 | Ἡ μὲν οὖν Ἡράκλεια πόλις ἐστὶν εὐλίμενος καὶ ἄλλως ἀξιόλογος͵ ἥ γε καὶ ἀποικίας ἔστελλεν· ἐκείνης γὰρ ἥ τε Χερρόνησος ἄποικος καὶ ἡ Κάλλατις· ἦν τε αὐτόνομος͵ εἶτ᾽ ἐτυραννήθη χρόνους τινάς͵ εἶτ᾽ ἠλευθέρωσεν ἑαυτὴν πάλιν· ὕστερον δ᾽ ἐβασιλεύθη γενομένη ὑπὸ τοῖς Ῥωμαίοις· ἐδέξατο δ᾽ ἀποικίαν Ῥωμαίων ἐπὶ μέρει τῆς πόλεως καὶ τῆς χώρας. λαβὼν δὲ παρ᾽ Ἀντωνίου τὸ μέρος τοῦτο τῆς πόλεως Ἀδιατόριξ ὁ Δομνεκλείου τετράρχου Γαλατῶν υἱός͵ ὃ κατεῖχον οἱ Ἡρα κλειῶται͵ μικρὸν πρὸ τῶν Ἀκτιακῶν ἐπέθετο νύκτωρ τοῖς Ῥωμαίοις καὶ ἀπέσφαξεν αὐτούς͵ ἐπιτρέψαντος͵ ὡς ἔφασκεν ἐκεῖνος͵ Ἀντωνίου· θριαμβευθεὶς δὲ μετὰ τὴν ἐν Ἀκτίωι νίκην ἐσφάγη μεθ᾽ υἱοῦ· ἡ δὲ πόλις ἐστὶ τῆς Ποντικῆς ἐπαρχίας τῆς συντεταγμένης τῆι Βιθυνίαι. |
3.7 | Μεταξὺ δὲ Χαλκηδόνος καὶ Ἡρακλείας ῥέουσι ποταμοὶ πλείους͵ ὧν εἰσιν ὅ τε Ψίλλις καὶ ὁ Κάλπας καὶ ὁ Σαγγάριος οὗ μέμνηται καὶ ὁ ποιητής. ἔχει δὲ τὰς πηγὰς κατὰ Σαγγίαν κώμην ἀφ᾽ ἑκατὸν καὶ πεντήκον τά που σταδίων οὗτος Πεσσινοῦντος· διέξεισι δὲ τῆς ἐπικτήτου Φρυγίας τὴν πλείω͵ μέρος δέ τι καὶ τῆς Βιθυνίας ὥστε καὶ τῆς Νικομηδείας ἀπέχειν μικρὸν πλείους ἢ τριακοσίους σταδίους͵ καθ᾽ ὃ συμβάλλει ποταμὸς αὐτῶι Γάλλος ἐκ Μόδρων τὰς ἀρχὰς ἔχων τῆς ἐφ᾽ Ἑλλησπόντωι Φρυγίας. αὕτη δ᾽ ἐστὶν ἡ αὐτὴ τῆι ἐπικτήτωι͵ καὶ εἶχον αὐτὴν οἱ Βιθυνοὶ πρότερον. αὐξηθεὶς δὲ καὶ γενόμενος πλωτός͵ καίπερ πάλαι ἄπλωτος ὤν͵ τὴν Βιθυνίαν ὁρίζει πρὸς ταῖς ἐκβολαῖς. πρόκειται δὲ τῆς παραλίας ταύτης καὶ ἡ Θυνία νῆσος. ἐν δὲ τῆι Ἡρακλειώτιδι γίνεται τὸ ἀκόνιτον· διέχει δὲ ἡ πόλις αὕτη τοῦ ἱεροῦ τοῦ Χαλκηδονίου σταδίους χιλίους που καὶ πεντακοσίους͵ τοῦ δὲ Σαγγαρίου πεντακοσίους. |
3.8 | Τὸ δὲ Τίειόν ἐστι πολίχνιον οὐδὲν ἔχον μνήμης ἄξιον πλὴν ὅτι Φιλέταιρος ἐντεῦθεν ἦν͵ ὁ ἀρχηγέτης τοῦ τῶν Ἀτταλικῶν βασιλέων γένους· εἶθ᾽ ὁ Παρθένιος ποταμὸς διὰ χωρίων ἀνθηρῶν φερόμενος καὶ διὰ τοῦτο τοῦ ὀνόματος τούτου τετυχηκώς͵ ἐν αὐτῆι τῆι Παφλαγονίαι τὰς πηγὰς ἔχων· ἔπειτα ἡ Παφλαγονία καὶ οἱ Ἐνετοί. ζητοῦσι δὲ τίνας λέγει τοὺς Ἐνετοὺς ὁ ποιητὴς ὅταν φῆι Παφλαγόνων δ᾽ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ ἐξ Ἐνετῶν͵ ὅθεν ἡμιόνων γένος ἀγροτεράων. οὐ γὰρ δείκνυσθαί φασι νῦν Ἐνετοὺς ἐν τῆι Παφλαγονίαι· οἱ δὲ κώμην ἐν τῶι Αἰγιαλῶι φασι δέκα σχοίνους ἀπὸ Ἀμάστρεως διέχουσαν. Ζηνόδοτος δὲ ἐξ Ἐνετῆς γράφει͵ καὶ φησὶ δηλοῦσθαι τὴν νῦν Ἀμισόν· ἄλλοι δὲ φῦλόν τι τοῖς Καππάδοξιν ὅμορον στρατεῦσαι μετὰ Κιμμερίων͵ εἶτ᾽ ἐκπεσεῖν εἰς τὸν Ἀδρίαν. τὸ δὲ μάλισθ᾽ ὁμολογούμενόν ἐστιν ὅτι ἀξιολογώτατον ἦν τῶν Παφλαγόνων φῦλον οἱ Ἐνετοί͵ ἐξ οὗ ὁ Πυλαιμένης ἦν· καὶ δὴ καὶ συνεστράτευσαν οὗτοι αὐτῶι πλεῖστοι͵ ἀποβαλόντες δὲ τὸν ἡγεμόνα διέβησαν εἰς τὴν Θράικην μετὰ τὴν Τροίας ἅλωσιν͵ πλανώμενοι δ᾽ εἰς τὴν νῦν Ἐνετικὴν ἀφίκοντο. τινὲς δὲ καὶ Ἀντήνορα καὶ τοὺς παῖδας αὐτοῦ κοινωνῆσαι τοῦ στόλου τούτου φασὶ καὶ ἱδρυθῆναι κατὰ τὸν μυχὸν τοῦ Ἀδρίου͵ καθάπερ ἐμνήσθημεν ἐν τοῖς Ἰταλικοῖς. τοὺς μὲν οὖν Ἐνετοὺς διὰ τοῦτ᾽ ἐκλιπεῖν εἰκὸς καὶ μὴ δείκνυσθαι ἐν τῆι Παφλαγονίαι. |
3.9 | Τοὺς δὲ Παφλαγόνας πρὸς ἕω μὲν ὁρίζει ὁ Ἅλυς ποταμός [ὃς] ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Σύρων τε καὶ Παφλαγόνων ἐξίει κατὰ τὸν Ἡρόδοτον ἐς τὸν Εὔξεινον καλεόμενον πόντον͵ Σύρους λέγοντα τοὺς Καππάδοκας· καὶ γὰρ ἔτι καὶ νῦν Λευκόσυροι καλοῦνται͵ Σύρων καὶ τῶν ἔξω τοῦ Ταύρου λεγομένων· κατὰ δὲ τὴν πρὸς τοὺς ἐντὸς τοῦ Ταύρου σύγκρισιν͵ ἐκείνων ἐπικεκαυμένων τὴν χρόαν τούτων δὲ μή͵ τοιαύτην τὴν ἐπωνυμίαν γενέσθαι συνέβη· καὶ Πίνδαρός φησιν ὅτι αἱ Ἀμαζόνες Σύριον εὐρυαίχμαν δίεπον στρατόν͵ τὴν ἐν τῆι Θεμισκύραι κατοικίαν οὕτω δηλῶν. ἡ δὲ Θεμίσκυρά ἐστιν τῶν Ἀμισνῶν͵ αὕτη δὲ Λευκοσύρων τῶν μετὰ τὸν Ἅλυν. πρὸς ἕω μὲν τοίνυν ὁ Ἅλυς ὅριον τῶν Παφλαγόνων͵ πρὸς νότον δὲ Φρύγες καὶ οἱ ἐποικήσαντες Γαλάται͵ πρὸς δύσιν δὲ Βιθυνοὶ καὶ Μαριανδυνοί (τὸ γὰρ τῶν Καυκώνων γένος ἐξέφθαρται τελέως πάντοθεν)͵ πρὸς ἄρκτον δὲ ὁ Εὔξεινος ἔστι. τῆς δὲ χώρας ταύτης διηιρημένης εἴς τε τὴν μεσόγαιαν καὶ τὴν ἐπὶ θαλάττηι διατείνουσαν ἀπὸ τοῦ Ἅλυος μέχρι Βιθυνίας͵ ἑκατέραν τὴν μὲν παραλίαν ἕως τῆς Ἡρακλείας εἶχεν ὁ Εὐπάτωρ͵ τῆς δὲ μεσογαίας τὴν μὲν ἐγγυτάτω ἔσχεν͵ ἧς τινα καὶ πέραν τοῦ Ἅλυος διέτεινε (καὶ μέχρι δεῦρο τοῖς Ῥωμαίοις ἡ Ποντικὴ ἐπαρχία ἀφώρισται)͵ τὰ λοιπὰ δ᾽ ἦν ὑπὸ δυνάσταις καὶ μετὰ τὴν Μιθριδάτου κατάλυσιν. περὶ μὲν δὴ τῶν ἐν τῆι μεσογαίαι Παφλαγόνων ἐροῦμεν ὕστερον τῶν μὴ ὑπὸ τῶι Μιθριδάτηι͵ νῦν δὲ πρόκειται τὴν ὑπ᾽ ἐκείνωι χώραν͵ κληθεῖσαν δὲ Πόντον͵ διελθεῖν. |
3.10 | Μετὰ δὴ τὸν Παρθένιον ποταμὸν ἔστιν Ἄμαστρις ὁμώνυμος τῆς συνωικικυίας πόλις· ἵδρυται δ᾽ ἐπὶ χερρονήσου λιμένας ἔχουσα τοῦ ἰσθμοῦ ἑκατέρωθεν· ἦν δ᾽ ἡ Ἄμαστρις γυνὴ μὲν Διονυσίου τοῦ Ἡρακλείας τυράννου͵ θυγάτηρ δὲ Ὀξυάθρου τοῦ Δαρείου ἀδελφοῦ τοῦ κατὰ Ἀλέξανδρον. ἐκείνη μὲν οὖν ἐκ τεττάρων κατοικιῶν συνώικισε τὴν πόλιν͵ ἔκ τε Σησάμου καὶ Κυτώρου καὶ Κρώμνης (ὧν καὶ Ὅμηρος μέμνηται ἐν τῶι Παφλαγονικῶι διακόσμωι)͵ τετάρτης δὲ τῆς Τίου· ἀλλ᾽ αὕτη μὲν ταχὺ ἀπέστη τῆς κοινωνίας͵ αἱ δὲ ἄλλαι συνέμειναν͵ ὧν ἡ Σήσαμος ἀκρόπολις τῆς Ἀμάστρεως λέγεται. τὸ δὲ Κύτωρον ἐμπόριον ἦν ποτε Σινωπέων͵ ὠνόμασται δ᾽ ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός͵ ὡς Ἔφορός φησι. πλείστη δὲ καὶ ἀρίστη πύξος φύεται κατὰ τὴν Ἀμαστριανήν͵ καὶ μάλιστα περὶ τὸ Κύτωρον. ὁ δὲ Αἰγιαλὸς ἔστι μὲν ἠιὼν μακρὰ πλειόνων ἢ ἑκατὸν σταδίων͵ ἔχει δὲ καὶ κώμην ὁμώνυμον͵ ἧς μέμνηται ὁ ποιητὴς ὅταν φῆι Κρῶμνάν τ᾽ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. γράφουσι δέ τινες Κρῶμναν Κωβίαλόν τε. Ἐρυθίνους δὲ λέγεσθαί φασι τοὺς νῦν Ἐρυθρίνους ἀπὸ τῆς χρόας· δύο δ᾽ εἰσὶ σκόπελοι. μετὰ δὲ Αἰγιαλὸν Κάραμβις͵ ἄκρα μεγάλη πρὸς τὰς ἄρκτους ἀνατεταμένη καὶ τὴν Σκυθικὴν χερρόνησον. ἐμνήσθημεν δ᾽ αὐτῆς πολλάκις καὶ τοῦ ἀντικειμένου αὐτῆι Κριοῦ μετώπου͵ διθάλαττον ποιοῦντος τὸν Εὔξεινον πόντον. μετὰ δὲ Κάραμβιν Κίνωλις καὶ Ἀντικίνωλις καὶ Ἀβώνου τεῖχος πολίχνιον͵ καὶ Ἀρμένη ἐφ᾽ ἧι παροιμιάζον ται ὅστις ἔργον οὐδὲν εἶχεν Ἀρμένην ἐτείχισεν. ἔστι δὲ κώμη τῶν Σινωπέων ἔχουσα λιμένα. |
3.11 | Εἶτ᾽ αὐτὴ Σινώπη͵ σταδίους πεντήκοντα τῆς Ἀρμένης διέχουσα͵ ἀξιολογωτάτη τῶν ταύτηι πόλεων. ἔκτισαν μὲν οὖν αὐτὴν Μιλήσιοι͵ κατασκευασαμένη δὲ ναυτικὸν ἐπῆρχε τῆς ἐντὸς Κυανέων θαλάττης͵ καὶ ἔξω δὲ πολλῶν ἀγώνων μετεῖχε τοῖς Ἕλλησιν· αὐτονομηθεῖσα δὲ πολὺν χρόνον οὐδὲ διὰ τέλους ἐφύλαξε τὴν ἐλευθερίαν͵ ἀλλ᾽ ἐκ πολιορκίας ἑάλω καὶ ἐδούλευσε Φαρνάκηι πρῶτον͵ ἔπειτα τοῖς διαδεξαμένοις ἐκεῖνον μέχρι τοῦ Εὐπάτορος καὶ τῶν καταλυσάντων Ῥωμαίων ἐκεῖνον. ὁ δὲ Εὐπάτωρ καὶ ἐγεννήθη ἐκεῖ καὶ ἐτράφη· διαφερόντως δὲ ἐτίμησεν αὐτὴν μητρόπολίν τε τῆς βασιλείας ὑπέλαβεν. ἔστι δὲ καὶ φύσει καὶ προνοίαι κατεσκευασμένη καλῶς· ἵδρυται γὰρ ἐπὶ αὐχένι χερρονήσου τινός͵ ἑκατέρωθεν δὲ τοῦ ἰσθμοῦ λιμένες καὶ ναύσταθμα καὶ πηλαμυδεῖα θαυμαστά͵ περὶ ὧν εἰρήκαμεν ὅτι δευτέραν θήραν οἱ Σινωπεῖς ἔχουσι͵ τρίτην δὲ Βυζάντιοι· καὶ κύκλωι δ᾽ ἡ χερρόνησος προβέβληται ῥαχιώδεις ἀκτὰς ἐχούσας καὶ κοιλάδας τινὰς ὡσανεὶ βόθρους πετρίνους͵ οὓς καλοῦσι χοινικίδας· πληροῦνται δὲ οὗτοι μετεωρισθείσης τῆς θαλάττης͵ ὡς καὶ διὰ τοῦτο οὐκ εὐπρόσιτον τὸ χωρίον καὶ διὰ τὸ πᾶσαν τὴν τῆς πέτρας ἐπιφάνειαν ἐχινώδη καὶ ἀνεπίβατον εἶναι γυμνῶι ποδί· ἄνωθεν μέντοι καὶ ὑπὲρ τῆς πόλεως εὔγεών ἐστι τὸ ἔδαφος καὶ ἀγροκηπίοις κεκόσμηται πυκνοῖς͵ πολὺ δὲ μᾶλλον τὰ προάστεια. αὐτὴ δ᾽ ἡ πόλις τετείχισται καλῶς͵ καὶ γυμνασίωι δὲ καὶ ἀγορᾶι καὶ στοαῖς κεκόσμηται λαμπρῶς. τοιαύτη δὲ οὖσα δὶς ὅμως ἑάλω͵ πρότερον μὲν τοῦ Φαρνάκου παρὰ δόξαν αἰφνιδίως ἐπιπεσόντος͵ ὕστερον δὲ ὑπὸ Λευκόλλου καὶ τοῦ ἐγκαθημένου τυράννου καὶ ἐντὸς ἅμα καὶ ἐκτὸς πολιορκουμένη· ὁ γὰρ ἐγκατασταθεὶς ὑπὸ τοῦ βασιλέως φρούραρχος Βακχίδης ὑπονοῶν ἀεί τινα προδοσίαν ἐκ τῶν ἔνδοθεν καὶ πολλὰς αἰκίας καὶ σφαγὰς ποιῶν͵ ἀπαγορεῦσαι τοὺς ἀνθρώπους ἐποίησε πρὸς ἄμφω μήτ᾽ ἀμύνασθαι δυναμένους γενναίως μήτε προσθέσθαι κατὰ συμβάσεις. ἑάλωσαν δ᾽ οὖν· καὶ τὸν μὲν ἄλλον κόσμον τῆς πόλεως διεφύλαξεν ὁ Λεύκολλος͵ τὴν δὲ τοῦ Βιλλάρου σφαῖραν ἦρε καὶ τὸν Αὐτόλυκον͵ Σθένιδος ἔργον͵ ὃν ἐκεῖνοι οἰκιστὴν ἐνόμιζον καὶ ἐτίμων ὡς θεόν· ἦν δὲ καὶ μαντεῖον αὐτοῦ· δοκεῖ δὲ τῶν Ἰάσονι συμπλευσάντων εἶναι καὶ κατασχεῖν τοῦτον τὸν τόπον. εἶθ᾽ ὕστερον Μιλήσιοι τὴν εὐφυΐαν ἰδόντες καὶ τὴν ἀσθένειαν τῶν ἐνοικούντων ἐξιδιάσαντο καὶ ἐποίκους ἔστειλαν· νυνὶ δὲ καὶ Ῥωμαίων ἀποικίαν δέδεκται͵ καὶ μέρος τῆς πόλεως καὶ τῆς χώρας ἐκείνων ἐστί. διέχει δὲ τοῦ μὲν Ἱεροῦ τρισχιλίους καὶ πεντακοσίους͵ ἀφ᾽ Ἡρακλείας δὲ δισχιλίους͵ Καράμβεως δὲ ἑπτακοσίους σταδίους. ἄνδρας δὲ ἐξήνεγκεν ἀγαθούς͵ τῶν μὲν φιλοσόφων Διογένη τὸν κυνικὸν καὶ Τιμόθεον τὸν Πατρίωνα͵ τῶν δὲ ποιητῶν Δίφιλον τὸν κωμικόν͵ τῶν δὲ συγγραφέων Βάτωνα τὸν πραγματευθέντα τὰ Περσικά. |
3.12 | Ἐντεῦθεν δ᾽ ἐφεξῆς ἡ τοῦ Ἅλυος ἐκβολὴ ποταμοῦ· ὠνόμασται δ᾽ ἀπὸ τῶν ἁλῶν ἃς παραρρεῖ· ἔχει δὲ τὰς πηγὰς ἐν τῆι μεγάληι Καππαδοκίαι τῆς Ποντικῆς πλησίον κατὰ τὴν Καμισηνήν͵ ἐνεχθεὶς δ᾽ ἐπὶ δύσιν πολύς͵ εἶτ᾽ ἐπιστρέψας πρὸς τὴν ἄρκτον διά τε Γαλατῶν καὶ Παφλαγόνων ὁρίζει τούτους τε καὶ τοὺς Λευκοσύρους. ἔχει δὲ καὶ ἡ Σινωπῖτις καὶ πᾶσα ἡ μέχρι Βιθυνίας ὀρεινὴ ἡ ὑπερκειμένη τῆς λεχθείσης παραλίας ναυπηγήσιμον ὕλην ἀγαθὴν καὶ εὐκατακόμιστον. ἡ δὲ Σινωπῖτις καὶ σφένδαμνον φύει καὶ ὀροκάρυον͵ ἐξ ὧν τὰς τραπέζας τέμνουσιν· ἅπασα δὲ καὶ ἐλαιόφυτός ἐστιν ἡ μικρὸν ὑπὲρ τῆς θαλάττης γεωργουμένη. |
3.13 | Μετὰ δὲ τὴν ἐκβολὴν τοῦ Ἅλυος ἡ Γαζηλωνῖτίς ἐστι μέχρι τῆς Σαραμηνῆς͵ εὐδαίμων χώρα καὶ πεδιὰς πᾶσα καὶ πάμφορος· ἔχει δὲ καὶ προβατείαν ὑποδιφθέρου καὶ μαλακῆς ἐρέας͵ ἧς καθ᾽ ὅλην τὴν Καππαδοκίαν καὶ τὸν Πόντον σφόδρα πολλὴ σπάνις ἐστί· γίνονται δὲ καὶ ζόρκες͵ ὧν ἀλλαχοῦ σπάνις ἐστί. ταύτης δὲ τῆς χώρας τὴν μὲν ἔχουσιν Ἀμισηνοί͵ τὴν δ᾽ ἔδωκε Δηιοτάρωι Πομπήιος͵ καθάπερ καὶ τὰ περὶ Φαρνακίαν καὶ τὴν Τραπεζουσίαν μέχρι Κολχίδος καὶ τῆς μικρᾶς Ἀρμενίας· καὶ τούτων ἀπέδειξεν αὐτὸν βασιλέα͵ ἔχοντα καὶ τὴν πατρώιαν τετραρχίαν τῶν Γαλατῶν͵ τοὺς Τολιστοβωγίους. ἀποθανόντος δ᾽ ἐκείνου πολλαὶ διαδοχαὶ τῶν ἐκείνου γεγόνασι. |
3.14 | Μετὰ δὲ τὴν Γαζηλῶνα ἡ Σαραμηνὴ καὶ Ἀμισὸς πόλις ἀξιόλογος͵ διέχουσα τῆς Σινώπης περὶ ἐνακοσίους σταδίους. φησὶ δ᾽ αὐτὴν Θεόπομπος πρώτους Μιλησίους κτίσαι ... Καππαδόκων ἄρχοντα͵ τρίτον δ᾽ ὑπ᾽ Ἀθηνοκλέους καὶ Ἀθηναίων ἐποικισθεῖσαν Πειραιᾶ μετονομασθῆναι. καὶ ταύτην δὲ κατέσχον οἱ βασιλεῖς͵ ὁ δ᾽ Εὐπάτωρ ἐκόσμησεν ἱεροῖς καὶ προσέκτισε μέρος. Λεύκολλος δὲ καὶ ταύτην ἐπολιόρκησεν͵ εἶθ᾽ ὕστερον Φαρνάκης ἐκ Βοσπόρου διαβάς· ἐλευθερωθεῖσαν δ᾽ ὑπὸ Καίσαρος τοῦ θεοῦ παρέδωκεν Ἀντώνιος βασιλεῦσιν· εἶθ᾽ ὁ τύραννος Στράτων κακῶς αὐτὴν διέθηκεν· εἶτ᾽ ἠλευθερώθη πάλιν μετὰ τὰ Ἀκτιακὰ ὑπὸ Καίσαρος τοῦ Σεβαστοῦ͵ καὶ νῦν εὖ συνέστηκεν. ἔχει δὲ τήν τε ἄλλην χώραν καλὴν καὶ τὴν Θεμίσκυραν τὸ τῶν Ἀμαζόνων οἰκητήριον͵ καὶ τὴν Σιδήνην. |
3.15 | Ἔστι δὲ ἡ Θεμίσκυρα πεδίον τῆι μὲν ὑπὸ τοῦ πελάγους κλυζόμενον͵ ὅσον ἑξήκοντα σταδίους τῆς πόλεως διέχον͵ τῆι δ᾽ ὑπὸ τῆς ὀρεινῆς εὐδένδρου καὶ διαρρύτου ποταμοῖς αὐτόθεν τὰς πηγὰς ἔχουσιν. ἐκ μὲν οὖν τούτων πληρούμενος ἁπάντων εἷς ποταμὸς διέξεισι τὸ πεδίον Θερμώδων καλούμενος· ἄλλος δὲ τούτωι πάρισος ῥέων ἐκ τῆς καλουμένης Φαναροίας τὸ αὐτὸ διέξεισι πεδίον· καλεῖται δὲ Ἶρις. ἔχει δὲ τὰς πηγὰς ἐν αὐτῶι τῶι Πόντωι͵ ῥυεὶς δὲ διὰ πόλεως μέσης Κομάνων τῶν Ποντικῶν καὶ διὰ τῆς Δαζιμωνίτιδος εὐδαίμονος πεδίου πρὸς δύσιν͵ εἶτ᾽ ἐπιστρέφει πρὸς τὰς ἄρκτους παρ᾽ αὐτὰ τὰ Γαζίουρα͵ παλαιὸν βασίλειον͵ νῦν δ᾽ ἔρημον· εἶτα ἀνακάμπτει πάλιν πρὸς ἕω παραλαβὼν τόν τε Σκύλακα καὶ ἄλλους ποταμούς͵ καὶ παρ᾽ αὐτὸ τὸ τῆς Ἀμασείας ἐνεχθεὶς τεῖχος͵ τῆς ἡμετέρας πατρίδος͵ πόλεως ἐρυμνοτάτης͵ εἰς τὴν Φανάροιαν πρόεισιν· ἐνταῦθα δὲ συμβαλὼν ὁ Λύκος αὐτῶι τὰς ἀρχὰς ἐξ Ἀρμενίας ἔχων γίνεται καὶ αὐτὸς Ἶρις· εἶθ᾽ ἡ Θεμίσκυρα ὑποδέχεται τὸ ῥεῦμα καὶ τὸ Ποντικὸν πέλαγος. διὰ δὲ τοῦτο ἔνδροσόν ἐστι καὶ ποάζον ἀεὶ τὸ πεδίον τοῦτο τρέφειν ἀγέλας βοῶν τε ὁμοίως καὶ ἵππων δυνάμενον͵ σπόρον δὲ πλεῖστον δέχεται τὸν ἐκ τῆς ἐλύμου καὶ κέγχρου͵ μᾶλλον δὲ ἀνέκλειπτον· αὐχμοῦ γάρ ἐστι κρείττων ἡ εὐυδρία παντός͵ ὥστ᾽ οὐδὲ λιμὸς καθικνεῖται τῶν ἀνθρώπων τούτων οὐδ᾽ ἅπαξ· τοσαύτην δ᾽ ὀπώραν ἐκδίδωσιν ἡ παρόρειος τὴν αὐτοφυῆ καὶ ἀγρίαν σταφυλῆς τε καὶ ὄχνης καὶ μήλου καὶ τῶν καρυωδῶν ὥστε κατὰ πᾶσαν τοῦ ἔτους ὥραν ἀφθόνως εὐπορεῖν τοὺς ἐξιόντας ἐπὶ τὴν ὕλην͵ τοτὲ μὲν ἔτι κρεμαμένων τῶν καρπῶν ἐν τοῖς δένδρεσι͵ τοτὲ δ᾽ ἐν τῆι πεπτωκυίαι φυλλάδι καὶ ὑπ᾽ αὐτῆι κειμένων βαθείαι καὶ πολλῆι κεχυμένηι. συχναὶ δὲ καὶ θῆραι παντοίων ἀγρευμάτων διὰ τὴν εὐπορίαν τῆς τροφῆς. |
3.16 | Μετὰ δὲ τὴν Θεμίσκυράν ἐστιν ἡ Σιδήνη͵ πεδίον εὔδαιμον͵ οὐχ ὁμοίως δὲ κατάρρυτον͵ ἔχον χωρία ἐρυμνὰ ἐπὶ τῆι παραλίαι͵ τήν τε Σίδην ἀφ᾽ ἧς ὠνομάσθη Σιδήνη͵ καὶ Χάβακα καὶ Φάβδα· μέχρι μὲν δὴ δεῦρο Ἀμισηνή. ἄνδρες δὲ γεγόνασιν ἄξιοι μνήμης κατὰ παιδείαν ἐνταῦθα μαθηματικοὶ μὲν Δημήτριος ὁ τοῦ Ῥαθηνοῦ καὶ Διονυσόδωρος ὁμώνυμος τῶι Μηλίωι γεωμέτρηι͵ γραμματικὸς δὲ Τυραννίων οὗ ἡμεῖς ἠκροασάμεθα. |
3.17 | Μετὰ δὲ τὴν Σιδήνην ἡ Φαρνακία ἐστὶν ἐρυμνὸν πόλισμα͵ καὶ μετὰ ταῦτα ἡ Τραπεζοῦς πόλις Ἑλληνίς͵ εἰς ἣν ἀπὸ τῆς Ἀμισοῦ περὶ δισχιλίους καὶ διακοσίους σταδίους ἐστὶν ὁ πλοῦς· εἶτ᾽ ἔνθεν εἰς Φᾶσιν χίλιοί που καὶ τετρακόσιοι͵ ὥστε οἱ σύμπαντες ἀπὸ τοῦ Ἱεροῦ μέχρι Φάσιδος περὶ ὀκτακισχιλίους σταδίους εἰσὶν ἢ μικρῶι πλείους ἢ ἐλάττους. ἐν δὲ τῆι παραλίαι ταύτηι ἀπὸ Ἀμισοῦ πλέουσιν ἡ Ἡράκλειος ἄκρα πρῶτον ἔστιν͵ εἶτ᾽ ἄλλη ἄκρα Ἰασόνιον καὶ ὁ Γενήτης͵ εἶτα Κοτύωρα πολίχνη ἐξ ἧς συνωικίσθη ἡ Φαρνακία͵ εἶτ᾽ Ἰσχόπολις κατερηριμμένη͵ εἶτα κόλπος ἐν ὧι Κερασοῦς τε καὶ Ἑρμώνασσα κατοικίαι μέτριαι͵ εἶτα τῆς Ἑρμωνάσσης πλησίον ἡ Τραπεζοῦς͵ εἶθ᾽ ἡ Κολχίς· ἐνταῦθα δέ που ἐστὶ καὶ Ζυγόπολίς τις λεγομένη κατοικία. περὶ μὲν οὖν τῆς Κολχίδος εἴρηται καὶ τῆς ὑπερκειμένης παραλίας. |
3.18 | Τῆς δὲ Τραπεζοῦντος ὑπέρκεινται καὶ τῆς Φαρνακίας Τιβαρανοί τε καὶ Χαλδαῖοι καὶ Σάννοι͵ οὓς πρότερον ἐκάλουν Μάκρωνας͵ καὶ ἡ μικρὰ Ἀρμενία· καὶ οἱ Ἀππαῖται δέ πως πλησιάζουσι τοῖς χωρίοις τούτοις οἱ πρότερον Κερκῖται. διήκει δὲ διὰ τούτων ὅ τε Σκυδίσης ὄρος τραχύτατον συνάπτον τοῖς Μοσχικοῖς ὄρεσι τοῖς ὑπὲρ τῆς Κολχίδος͵ οὗ τὰ ἄκρα κατέχουσιν οἱ Ἑπτακωμῆται͵ καὶ ὁ Παρυάδρης ὁ μέχρι τῆς μικρᾶς Ἀρμενίας ἀπὸ τῶν κατὰ Σιδήνην καὶ Θεμίσκυραν τόπων διατείνων καὶ ποιῶν τὸ ἑωθινὸν τοῦ Πόντου πλευρόν. εἰσὶ δ᾽ ἅπαντες μὲν οἱ ὄρειοι τούτων ἄγριοι τελέως͵ ὑπερβέβληνται δὲ τοὺς ἄλλους οἱ Ἑπτακωμῆται· τινὲς δὲ καὶ ἐπὶ δένδρεσιν ἢ πυργίοις οἰκοῦσι͵ διὸ καὶ Μοσυνοίκους ἐκάλουν οἱ παλαιοί͵ τῶν πύργων μοσύνων λεγομένων. ζῶσι δ᾽ ἀπὸ θηρείων σαρκῶν καὶ τῶν ἀκροδρύων͵ ἐπιτίθενται δὲ καὶ τοῖς ὁδοιποροῦσι καταπηδήσαντες ἀπὸ τῶν ἰκρίων. οἱ δὲ Ἑπτακωμῆται τρεῖς Πομπηίου σπείρας κατέκοψαν διεξιούσας τὴν ὀρεινήν͵ κεράσαντες κρατῆρας ἐν ταῖς ὁδοῖς τοῦ μαινομένου μέλιτος͵ ὃ φέρουσιν οἱ ἀκρεμόνες τῶν δένδρων· πιοῦσι γὰρ καὶ παρακόψασιν ἐπιθέμενοι ῥαιδίως διεχειρίσαντο τοὺς ἀνθρώπους. ἐκαλοῦντο δὲ τούτων τινὲς τῶν βαρβάρων καὶ Βύζηρες. |
3.19 | Οἱ δὲ νῦν Χαλδαῖοι Χάλυβες τὸ παλαιὸν ὠνομάζοντο͵ καθ᾽ οὓς μάλιστα ἡ Φαρνακία ἵδρυται͵ κατὰ θάλατταν μὲν ἔχουσα εὐφυΐαν τὴν ἐκ τῆς πηλαμυδείας (πρώτιστα γὰρ ἁλίσκεται ἐνταῦθα τὸ ὄψον τοῦτο)͵ ἐκ δὲ τῆς γῆς τὰ μέταλλα νῦν μὲν σιδήρου πρότερον δὲ καὶ ἀργύρου. ὅλως δὲ κατὰ τοὺς τόπους τούτους ἡ παραλία στενὴ τελέως ἐστίν· ὑπέρκειται γὰρ εὐθὺς τὰ ὄρη μετάλλων πλήρη καὶ δρυμῶν͵ γεωργεῖται δ᾽ οὐ πολλά· λείπεταιδὴ τοῖς μὲν μεταλλευταῖς ἐκ τῶν μετάλλων ὁ βίος͵ τοῖς δὲ θαλαττουργοῖς ἐκ τῆς ἁλιείας καὶ μάλιστα τῶν πηλαμύδων καὶ τῶν δελφίνων· ἐπακολουθοῦντες γὰρ ταῖς ἀγέλαις τῶν ἰχθύων͵ κορδύλης τε καὶ θύννης καὶ αὐτῆς τῆς πηλαμύδος͵ πιαίνονταί τε καὶ εὐάλωτοι γίνονται διὰ τὸ πλησιάζειν τῆι γῆι προαλέστερον δελεαζόμενοι οὓς μόνοι οὗτοι κατακόπτουσι τοὺς δελφῖνας καὶ τῶι στέατι πολλῶι χρῶνται πρὸς ἅπαντα. |
3.20 | Τούτους οὖν οἶμαι λέγειν τὸν ποιητὴν Ἁλιζώνους ἐν τῶι μετὰ τοὺς Παφλαγόνας καταλόγωι αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβης͵ ὅθεν ἀργύρου ἐστὶ γενέθλη. ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ τηλόθεν ἐκ Χαλύβης͵ ἢ τῶν ἀνθρώπων πρότερον Ἀλύβων λεγομένων ἀντὶ Χαλύβων· οὐ γὰρ νῦν μὲν δυνατὸν γέγονεν ἐκ Χαλύβων Χαλδαίους λεχθῆναι͵ πρότερον δ᾽ οὐκ ἐνῆν ἀντὶ Ἀλύβων Χάλυβας͵ καὶ ταῦτα τῶν ὀνομάτων μεταπτώσεις πολλὰς δεχομένων καὶ μάλιστα ἐν τοῖς βαρβάροις· Σίντιες γὰρ ἐκαλοῦντό τινες τῶν Θραικῶν͵ εἶτα Σιντοί͵ εἶτα Σάιοι͵ παρ᾽ οἷς φησιν Ἀρχίλοχος τὴν ἀσπίδα ῥῖψαι ἀσπίδα μὲν Σαΐων τις ἀνείλετο͵ τὴν παρὰ θάμνωι ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων. οἱ δ᾽ αὐτοὶ οὗτοι Σαπαῖοι νῦν ὀνομάζονται· πάντες γὰρ οὗτοι περὶ Ἄβδηρα τὴν οἴκησιν εἶχον καὶ τὰς περὶ Λῆμνον νήσους· ὁμοίως δὲ καὶ Βρῦγοι καὶ Βρύγες καὶ Φρύγες οἱ αὐτοί͵ καὶ Μυσοὶ καὶ Μαίονες καὶ Μήιονες· οὐ χρεία δὲ πλεονάζειν. ὑπονοεῖ δὲ καὶ ὁ Σκήψιος τὴν τοῦ ὀνόματος μετάπτωσιν ἐξ Ἀλύβων εἰς Χάλυβας͵ τὰ δ᾽ ἑξῆς καὶ τὰ συνωιδὰ οὐ νοῶν͵ καὶ μάλιστα ἐκ τίνος Ἁλιζώνους εἴρηκε τοὺς Χάλυβας͵ ἀποδοκιμάζει τὴν δόξαν· ἡμεῖς δ᾽ ἀντιπαραθέντες τῆι ἡμετέραι τὴν ἐκείνου καὶ τὰς τῶν ἄλλων ὑπολήψεις σκοπῶμεν. |
3.21 | Οἱ μὲν [οὖν] μεταγράφουσιν Ἀλαζώνων οἱ δ᾽ Ἀμαζώνων ποιοῦντες͵ τὸ δ᾽ ἐξ Ἀλύβης ἐξ Ἀλόπης ἢ ἐξ Ἀλόβης͵ τοὺς μὲν Σκύθας Ἀλαζῶνας φάσκοντες ὑπὲρ τὸν Βορυσθένη καὶ Καλλιπίδας καὶ ἄλλα ὀνόματα͵ ἅπερ Ἑλλάνικός τε καὶ Ἡρόδοτος καὶ Εὔδοξος κατεφλυάρησαν ἡμῶν͵ τοὺς δ᾽ Ἀμαζῶνας μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας͵ καθάπερ Ἔφορος νομίζει͵ πλησίον Κύμης τῆς πατρίδος αὐτοῦ· καὶ τοῦτο μὲν ἔχεταί τινος λόγου τυχὸν ἴσως· εἴη γὰρ ἂν λέγων τὴν ὑπὸ τῶν Αἰολέων καὶ Ἰώνων οἰκισθεῖσαν ὕστερον͵ πρότερον δ᾽ ὑπὸ Ἀμαζόνων͵ [ὧν] καὶ ἐπωνύμους πόλεις τινὰς εἶναί φασι· καὶ γὰρ Ἔφεσον καὶ Σμύρναν καὶ Κύμην καὶ Μύριναν. ἡ δὲ Ἀλύβη ἢ ὥς τινες Ἀλόπη ἢ Ἀλόβη πῶς ἂν ἐν τοῖς τόποις τούτοις ἐξητάζετο; πῶς δὲ τηλόθεν; πῶς δ᾽ ἡ τοῦ ἀργύρου γενέθλη; |
3.22 | Ταῦτα μὲν ἀπολύεται τῆι μεταγραφῆι· γράφει γὰρ οὕτως αὐτὰρ Ἀμαζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον͵ ἐλθόντ᾽ ἐξ Ἀλόπης͵ ὅ θ᾽ Ἀμαζονίδων γένος ἐστί. ταῦτα δ᾽ ἀπολυσάμενος εἰς ἄλλο ἐμπέπτωκε πλάσμα· οὐδαμοῦ γὰρ ἐνθάδε εὑρίσκεται Ἀλόπη· καὶ ἡ μεταγραφὴ δὲ παρὰ τὴν τῶν ἀντιγράφων τῶν ἀρχαίων πίστιν καινοτομουμένη ἐπὶ τοσοῦτον σχεδιασμῶι ἔοικεν. ὁ δὲ Σκήψιος οὔτε τὴν τούτου δόξαν ἔοικεν ἀποδεξάμενος οὔτε τῶν περὶ τὴν Παλλήνην τοὺς Ἁλιζώνους ὑπολαβόντων͵ ὧν ἐμνήσθημεν ἐν τοῖς Μακεδονικοῖς. ὁμοίως διαπορεῖ καὶ πῶς ἐκ τῶν ὑπὲρ τὸν Βορυσθένην νομάδων ἀφῖχθαι συμμαχίαν τοῖς Τρωσί τις νομίσειεν͵ ἐπαινεῖ δὲ μάλιστα τὴν Ἑκαταίου τοῦ Μιλησίου καὶ Μενεκράτους τοῦ Ἐλαΐτου τῶν Ξενοκράτους γνωρίμων ἀνδρὸς δόξαν καὶ τὴν Παλαιφάτου͵ ὧν ὁ μὲν ἐν γῆς περιόδωι φησίν ἐπὶ δ᾽ Ἀλαζίαι πόλιποταμὸς Ὀδρύσης ῥέων διὰ Μυγδονίης πεδίου ἀπὸ δύσιος ἐκ τῆς λίμνης τῆς Δασκυλίτιδος ἐς Ῥύνδακον ἐσβάλλει. ἔρημον δὲ εἶναι νῦν τὴν Ἀλαζίαν λέγει͵ κώμας δὲ πολλὰς τῶν Ἀλαζώνων οἰκεῖσθαι͵ δι᾽ ὧν Ὀδρύσης ῥεῖ͵ ἐν δὲ ταύταις τὸν Ἀπόλλωνα τιμᾶσθαι διαφερόντως͵ καὶ μάλιστα κατὰ τὴν ἐφορίαν τῶν Κυζικηνῶν. ὁ δὲ Μενεκράτης ἐν τῆι Ἑλλησποντιακῆι περιόδωι ὑπερκεῖσθαι λέγει τῶν περὶ τὴν Μύρλειαν τόπων ὀρεινὴν συνεχῆ͵ ἣν κατώικει τὸ τῶν Ἁλιζώνων ἔθνος· δεῖ δέ͵ φησί͵ γράφειν ἐν τοῖς δύο λάβδα͵ τὸν δὲ ποιητὴν ἐν τῶι ἑνὶ γράφειν διὰ τὸ μέτρον. ὁ δὲ Παλαίφατός φησιν ἐξ Ἀλαζώνων τῶν ἐν τῆι Ἀλόπηι οἰκούντων͵ νῦν δὲ Ζελείαι͵ τὸν Ὀδίον καὶ τὸν Ἐπίστροφον στρατεῦσαι. τί οὖν ἄξιον ἐπαινεῖν τὰς τούτων δόξας; χωρὶς γὰρ τοῦ τὴν ἀρχαίαν γραφὴν καὶ τούτους κινεῖν οὔτε τὰ ἀργυρεῖα δεικνύουσιν͵ οὔτε ποῦ τῆς Μυρλεάτιδος Ἀλόπη ἐστίν͵ οὔτε πῶς οἱ ἐνθένδε ἀφιγμένοι εἰς Ἴλιον τηλόθεν ἦσαν͵ εἰ καὶ δοθείη Ἀλόπην τινὰ γεγονέναι ἢ Ἀλαζίαν· πολὺ γὰρ δὴ ταῦτα ἐγγυτέρω ἐστὶ τῆι Τρωιάδι ἢ τὰ περὶ Ἔφεσον. ἀλλ᾽ ὅμως τοὺς περὶ Πύγελα λέγοντας τοὺς Ἀμαζῶνας μεταξὺ Ἐφέσου καὶ Μαγνησίας καὶ Πριήνης φλυαρεῖν φησὶν ὁ Δημήτριος· τὸ γὰρ τηλόθεν οὐκ ἐφαρμόττειν τῶι τόπωι· πόσωι οὖν μᾶλλον οὐκ ἐφαρμόττει τῶι περὶ Μυσίαν καὶ Τευθρανίαν; |
3.23 | Νὴ Δία͵ ἀλλά φησι δεῖν ἔνια καὶ ἀκύρως προστιθέμενα δέχεσθαι͵ ὡς καὶ τῆλ᾽ ἐξ Ἀσκανίης καὶ Ἀρναῖος δ᾽ ὄνομ᾽ ἔσκε͵ τὸ γὰρ θέτο πότνια μήτηρ͵ καὶ εἵλετο δὲ κληῖδ᾽ εὐκαμπέα χειρὶ παχείηι Πηνελόπη. δεδόσθω δὴ καὶ τοῦτο· ἀλλ᾽ ἐκεῖνα οὐ δοτέα͵ οἷς προσέχων ὁ Δημήτριος οὐδὲ τοῖς ὑπολαβοῦσι δεῖν ἀκούειν τηλόθεν ἐκ Χαλύβης πιθανῶς ἀντείρηκε. συγχωρήσας γὰρ ὅτι͵ εἰ καὶ μὴ ἔστι νῦν ἐν τοῖς Χάλυψι τὰ ἀργυρεῖα͵ ὑπάρξαι γε ἐνεδέχετο͵ ἐκεῖνό γε οὐ συγχωρεῖ ὅτι καὶ ἔνδοξα ἦν καὶ ἄξια μνήμης͵ καθάπερ τὰ σιδηρεῖα. τί δὲ κωλύει͵ φαίη τις ἄν͵ καὶ ἔνδοξα εἶναι͵ καθάπερ καὶ τὰ σιδηρεῖα; ἢ σιδήρου μὲν εὐπορία τόπον ἐπιφανῆ δύναται ποιεῖν͵ ἀργύρου δ᾽ οὔ; τί δ᾽ εἰ μὴ κατὰ τοὺς ἥρωας͵ ἀλλὰ καθ᾽ Ὅμηρον εἰς δόξαν ἀφῖκτο τὰ ἀργυρεῖα͵ ἆρα μέμψαιτό τις ἂν τὴν ἀπόφασιν τοῦ ποιητοῦ; πῶς οὖν εἰς τὸν ποιητὴν ἡ δόξα ἀφίκετο; πῶς δ᾽ ἡ τοῦ ἐν τῆι Τεμέσηι χαλκοῦ τῆι Ἰταλιώτιδι; πῶς δ᾽ ἡ τοῦ Θηβαϊκοῦ πλούτου τοῦ κατ᾽ Αἴγυπτον; καίτοι διπλάσιον σχεδόν τι διέχοντα τῶν Αἰγυπτίων Θηβῶν ἢ τῶν Χαλδαίων. ἀλλ᾽ οὐδ᾽ οἷς συνηγορεῖ͵ τούτοις ὁμολογεῖ· τὰ γὰρ περὶ τὴν Σκῆψιν τοποθετῶν τὴν ἑαυτοῦ πατρίδα͵ πλησίον τῆς Σκήψεως καὶ τοῦ Αἰσήπου Νέαν κώμην καὶ Ἀργυρίαν λέγει καὶ Ἀλαζονίαν. ταῦτα μὲν οὖν εἰ καὶ ἔστι͵ πρὸς ταῖς πηγαῖς ἂν εἴη τοῦ Αἰσήπου. ὁ δὲ Ἑκαταῖος λέγει ἐπέκεινα τῶν ἐκβολῶν αὐτοῦ͵ ὅ τε Παλαίφατος πρότερον μὲν Ἀλόπην οἰκεῖν φήσας νῦν δὲ Ζέλειαν͵ οὐδὲν ὅμοιον λέγει τούτοις. εἰ δ᾽ ἄρα ὁ Μενεκράτης͵ καὶ οὐδ᾽ οὗτος τὴν Ἀλόπην ἢ Ἀλόβην ἢ ὅπως ποτὲ βούλονται γράφειν φράζει ἥτις ἐστίν͵ οὐδ᾽ αὐτὸς ὁ Δημήτριος. |
3.24 | Πρὸς Ἀπολλόδωρον δὲ περὶ τῶν αὐτῶν ἐν τῶι Τρωικῶι διακόσμωι διαλεγόμενον πολλὰ μὲν εἴρηται πρότερον͵ καὶ νῦν δὲ λεκτέον. οὐ γὰρ οἴεται δεῖν δέχεσθαι τοὺς Ἁλιζώνους ἐκτὸς τοῦ Ἅλυος· μηδεμίαν γὰρ συμμαχίαν ἀφῖχθαι τοῖς Τρωσὶν ἐκ τῆς περαίας τοῦ Ἅλυος. πρῶτον τοίνυν ἀπαιτήσομεν αὐτὸν τίνες εἰσὶν οἱ ἐντὸς τοῦ Ἅλυος Ἁλίζωνοι͵ οἱ καὶ τηλόθεν ἐξ Ἀλύβης͵ ὅθεν ἀργύρου ἐστὶ γενέθλη. οὐ γὰρ ἕξει λέγειν· ἔπειτα τὴν αἰτίαν δι᾽ ἣν οὐ συγχωρεῖ καὶ ἐκ τῆς περαίας ἀφῖχθαί τινα συμμαχίαν· καὶ γὰρ εἰ τὰς ἄλλας ἐντὸς εἶναι τοῦ ποταμοῦ πάσας συμβαίνει πλὴν τῶν Θραικῶν͵ μίαν γε ταύτην οὐδὲν ἐκώλυε πέραθεν ἀφῖχθαι ἐκ τῆς ἐπέκεινα τῶν Λευκοσύρων. ἢ πολεμήσοντας μὲν ἦν δυνατὸν διαβαίνειν ἐκ τῶν τόπων τούτων καὶ τῶν ἐπέκεινα͵ καθάπερ τὰς Ἀμαζόνας καὶ Τρῆρας καὶ Κιμμερίους φασί͵ συμμαχήσοντας δ᾽ ἀδύνατον; αἱ μὲν οὖν Ἀμαζόνες οὐ συνεμάχουν διὰ τὸ τὸν Πρίαμον πολεμῆσαι πρὸς αὐτὰς συμμαχοῦντα τοῖς Φρυξὶν ἤματι τῶι ὅτε τ᾽ ἦλθον Ἀμαζόνες ἀντιάνειραι φησὶν ὁ Πρίαμος καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέγμην. οἱ δ᾽ ὁμοροῦντες αὐταῖς͵ οὔθ᾽ οὕτως ἄπωθεν ὄντες ὥστε χαλεπὴν εἶναι τὴν ἐκεῖθεν μετάπεμψιν οὔτ᾽ ἔχθρας ὑποκειμένης͵ οὐδὲν ἐκωλύοντο οἶμαι συμμαχεῖν. |
3.25 | Ἀλλ᾽ οὐδὲ δόξαν ἔχει τοιαύτην τῶν παλαιῶν εἰπεῖν ὡς συμφωνούντων ἁπάντων μηδένας ἐκ τῆς περαίας τοῦ Ἅλυος κοινωνῆσαι τοῦ Τρωικοῦ πολέμου. πρὸς τοὐναντίον δὲ μᾶλλον εὕροι τις ἂν μαρτυρίας· Μαιάνδριος γοῦν ἐκ τῶν Λευκοσύρων φησὶ τοὺς Ἐνετοὺς ὁρμηθέντας συμμαχῆσαι τοῖς Τρωσίν͵ ἐκεῖθεν δὲ μετὰ τῶν Θραικῶν ἀπᾶραι καὶ οἰκῆσαι περὶ τὸν τοῦ Ἀδρίου μυχόν͵ τοὺς δὲ μὴ μετασχόντας τῆς στρατείας Ἐνετοὺς Καππάδοκας γενέσθαι. συνηγορεῖν δ᾽ ἂν δόξειε τῶι λόγωι τούτωι͵ διότι πᾶσα ἡ πλησίον τοῦ Ἅλυος Καππαδοκία ὅση παρατείνει τῆι Παφλαγονίαι ταῖς δυσὶ χρῆται διαλέκτοις καὶ τοῖς ὀνόμασι πλεονάζει τοῖς Παφλαγονικοῖς͵ Βάγας καὶ Βιάσας καὶ Αἰνιάτης καὶ Ῥατώτης καὶ Ζαρδώκης καὶ Τίβιος καὶ Γάσυς καὶ Ὀλίγασυς καὶ Μάνης· ταῦτα γὰρ ἔν τε τῆι Φαζημωνίτιδι καὶ τῆι Πιμωλισίτιδι καὶ τῆι Γαζηλωνίτιδι καὶ Γαζακηνῆι καὶ ἄλλαις πλείσταις χώραις ἐπιπολάζει τὰ ὀνόματα. αὐτὸς δὲ ὁ Ἀπολλόδωρος παρατίθησι τὸ τοῦ Ζηνοδότου ὅτι γράφει ἐξ Ἐνετῆς͵ ὅθεν ἡμιόνων γένος ἀγροτεράων. ταύτην δέ φησιν Ἑκαταῖον τὸν Μιλήσιον δέχεσθαι τὴν Ἀμισόν· ἡ δ᾽ Ἀμισὸς εἴρηται διότι τῶν Λευκοσύρων ἐστὶ καὶ ἐκτὸς τοῦ Ἅλυος. |
3.26 | Εἴρηται δ᾽ αὐτῶι που καὶ διότι ὁ ποιητὴς ἱστορίαν εἶχε τῶν Παφλαγόνων τῶν ἐν τῆι μεσογαίαι παρὰ τῶν πεζῆι διελθόντων τὴν χώραν͵ τὴν παραλίαν δ᾽ ἠγνόει͵ καθάπερ καὶ τὴν ἄλλην τὴν Ποντικήν· ὠνόμαζε γὰρ [ἂν] αὐτήν. τοὐναντίον δ᾽ ἔστιν ἀναστρέψαντα εἰπεῖν ἐκ τῆς περιοδείας ὁρμηθέντα τῆς ἀποδοθείσης νυνί͵ ὡς τὴν μὲν παραλίαν πᾶσαν ἐπελήλυθε καὶ οὐδὲν τῶν ὄντων τότε ἀξίων μνήμης παραλέλοιπεν· εἰ δ᾽ Ἡράκλειαν καὶ Ἄμαστριν καὶ Σινώπην οὐ λέγει τὰς μήπω συνωικισμένας οὐδὲν θαυμαστόν· τὴν δὲ μεσόγαιαν οὐδὲν ἄτοπον εἰ μὴ εἴρηκε. καὶ τὸ μὴ ὀνομάζειν δὲ πολλὰ τῶν γνωρίμων οὐκ ἀγνοίας ἐστὶ σημεῖον͵ ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἐπεσημηνάμεθα· ἀγνοεῖν γὰρ αὐτὸν πολλὰ τῶν ἐνδόξων ἔφη περὶ τὸν Πόντον͵ οἷον ποταμοὺς καὶ ἔθνη· ὀνομάσαι γὰρ ἄν. τοῦτο δ᾽ ἐπὶ μέν τινων σφόδρα σημειωδῶν δοίη τις ἄν͵ οἷον Σκύθας καὶ Μαιῶτιν καὶ Ἴστρον. οὐ γὰρ διὰ σημείων μὲν τοὺς νομάδας εἴρηκε γαλακτοφάγους ἀβίους τε͵ δικαιοτάτους ἀνθρώπους͵ καὶ ἔτι ἀγαυοὺς ἱππημολγούς͵ Σκύθας δὲ οὐκ ἂν εἶπεν ἢ Σαυρομάτας ἢ Σαρμάτας͵ εἰ δὴ οὕτως ὠνομάζοντο [τότε] ὑπὸ τῶν Ἑλλήνων· οὐδ᾽ ἂν Θραικῶν τε καὶ Μυσῶν μνησθεὶς τῶν πρὸς τῶι Ἴστρωι αὐτὸν παρεσίγησε μέγιστον τῶν ποταμῶν ὄντα͵ καὶ ἄλλως ἐπιφόρως ἔχων πρὸς τὸ τοῖς ποταμοῖς ἀφορίζεσθαι τοὺς τόπους͵ οὐδ᾽ ἂν Κιμμερίους λέγων παρῆκε τὸν Βόσπορον ἢ τὴν Μαιῶτιν. |
3.27 | Ἐπὶ δὲ τῶν μὴ οὕτω σημειωδῶν ἢ μὴ τότε ἢ μὴ πρὸς τὴν ὑπόθεσιν τί ἄν τις μέμφοιτο; οἷον τὸν Τάναϊν δι᾽ οὐδὲν ἄλλο γνωριζόμενον ἢ διότι τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ὅριόν ἐστιν· ἀλλ᾽ οὔτε τὴν Ἀσίαν οὔτε τὴν Εὐρώπην ὠνόμαζόν πω οἱ τότε͵ οὐδὲ διήιρητο οὕτως εἰς τρεῖς ἠπείρους ἡ οἰκουμένη· ὠνόμασε γὰρ ἄν που διὰ τὸ λίαν σημειῶδες͵ ὡς καὶ τὴν Λιβύην καὶ τὸν λίβα τὸν ἀπὸ τῶν ἑσπερίων τῆς Λιβύης πνέοντα· τῶν δ᾽ ἠπείρων μήπω διωρισμένων οὐδὲ τοῦ Τανάιδος ἔδει καὶ τῆς μνήμης αὐτοῦ. πολλὰ δὲ καὶ ἀξιομνημόνευτα μέν͵ οὐχ ὑπέδραμε δέ· πολὺ γὰρ δὴ καὶ τὸ ἐπελευστικὸν εἶδος ἔν τε τοῖς λόγοις καὶ ἐν ταῖς πράξεσίν ἐστιν. ἐκ πάντων δὲ [τούτων καὶ] τῶν τοιούτων δῆλόν ἐστιν ὅτι μοχθηρῶι σημείωι χρῆται πᾶς ὁ ἐκ τοῦ μὴ λέγεσθαί τι ὑπὸ τοῦ ποιητοῦ τὸ ἀγνοεῖσθαι ἐκεῖνο ὑπ᾽ αὐτοῦ τεκμαιρόμενος. καὶ δεῖ διὰ πλειόνων παραδειγμάτων ἐξελέγχειν αὐτὸ μοχθηρὸν ὄν· πολλῶι γὰρ αὐτῶι κέχρηνται πολλοί. ἀνακρουστέον οὖν αὐτοὺς προφέροντας τὰ τοιαῦτα͵ εἰ καὶ ταυτολογήσομεν· οἷον ἐπὶ τῶν ποταμῶν εἴ τις λέγοι τῶι μὴ ὠνομάσθαι ἀγνοεῖσθαι εὐήθη φήσομεν τὸν λόγον· ὅπου γε οὐδὲ Μέλητα τὸν παρὰ τὴν Σμύρναν ῥέοντα ὠνόμακε ποταμόν͵ τὴν ὑπὸ τῶν πλείστων λεγομένην αὐτοῦ πατρίδα͵ Ἕρμον ποταμὸν καὶ Ὕλλον ὀνομάζων͵ οὐδὲ Πακτωλὸν τὸν εἰς ταὐτὸ τούτοις ῥεῖθρον ἐμβάλλοντα͵ τὴν δ᾽ ἀρχὴν ἀπὸ τοῦ Τμώλου ἔχοντα οὗ μέμνηται· οὐδ᾽ αὐτὴν Σμύρναν λέγει͵ οὐδὲ τὰς ἄλλας τῶν Ἰώνων πόλεις καὶ τῶν Αἰολέων τὰς πλείστας͵ Μίλητον λέγων καὶ Λέσβον καὶ Τένεδον͵ οὐδὲ Ληθαῖον τὸν παρὰ Μαγνησίαν ῥέοντα οὐδὲ δὴ Μαρσύαν τοὺς εἰς τὸν Μαίανδρον ἐκδιδόντας͵ ἐκεῖνον ὀνομάζων καὶ πρὸς τούτοις Ῥῆσόν θ᾽ Ἑπτάπορόν τε Κάρησόν τε Ῥοδίον τε͵ καὶ τοὺς ἄλλους͵ ὧν οἱ πλείους ὀχετῶν οὔκ εἰσι μείζους. πολλάς τε χώρας ὀνομάζων καὶ πόλεις τοτὲ μὲν καὶ τοὺς ποταμοὺς καὶ ὄρη συγκαταλέγει τοτὲ δ᾽ οὔ· τοὺς γοῦν κατὰ τὴν Αἰτωλίαν καὶ τὴν Ἀττικὴν οὐ λέγει οὐδ᾽ ἄλλους πλείους· ἔτι δὲ καὶ τῶν πόρρω μεμνημένος τῶν ἐγγὺς σφόδρα οὐ μέμνηται͵ οὐ δήπου ἀγνοῶν αὐτοὺς γνωρίμους τοῖς ἄλλοις ὄν τας· οὐδὲ δὴ τοὺς ἐγγὺς ἐπίσης͵ ὧν τοὺς μὲν ὀνομάζει τοὺς δὲ οὔ͵ οἷον Λυκίους μὲν καὶ Σολύμους͵ Μιλύας δ᾽ οὔ͵ οὐδὲ Παμφύλους οὐδὲ Πισίδας· καὶ Παφλαγόνας μὲν καὶ Φρύγας καὶ Μυσούς͵ Μαριανδυνοὺς δ᾽ οὔ͵ οὐδὲ Θυνοὺς οὐδὲ Βιθυνοὺς οὐδὲ Βέβρυκας· Ἀμαζόνων τε μέμνηται͵ Λευκοσύρων δ᾽ οὔ͵ οὐδὲ Σύρων οὐδὲ Καππαδόκων οὐδὲ Λυκαόνων͵ Φοίνικας καὶ Αἰγυπτίους καὶ Αἰθίοπας θρυλῶν· καὶ Ἀλήιον μὲν πεδίον λέγει καὶ Ἀρίμους͵ τὸ δὲ ἔθνος ἐν ὧι ταῦτα σιγᾶι. ὁ μὲν δὴ τοιοῦτος ἔλεγχος ψευδής ἐστιν͵ ὁ δ᾽ ἀληθής͵ ὅταν δείκνυται ψεῦδος λεγόμενόν τι. ἀλλ᾽ οὐδ᾽ ἐν τῶι τοιούτωι κατορθῶν ἐδείχθη͵ ὅτε γε ἐθάρρησε πλάσματα λέγειν τοὺς ἀγαυοὺς ἱππημολγοὺς [καὶ] γαλακτοφάγους. τοσαῦτα καὶ πρὸς Ἀπολλόδωρον· ἐπάνειμι δὲ ἐπὶ τὴν ἑξῆς περιήγησιν. |
3.28 | Ὑπὲρ μὲν δὴ τῶν περὶ Φαρνακίαν καὶ Τραπεζοῦντα τόπων οἱ Τιβαρηνοὶ καὶ Χαλδαῖοι μέχρι τῆς μικρᾶς Ἀρμενίας εἰσίν. αὕτη δ᾽ ἐστὶν εὐδαίμων ἱκανῶς χώρα· δυνάσται δ᾽ αὐτὴν κατεῖχον ἀεί͵ καθάπερ τὴν Σωφηνήν͵ τοτὲ μὲν φίλοι τοῖς ἄλλοις Ἀρμενίοις ὄντες τοτὲ δὲ ἰδιοπραγοῦντες· ὑπηκόους δ᾽ εἶχον καὶ τοὺς Χαλδαίους καὶ Τιβαρηνούς͵ ὥστε μέχρι Τραπεζοῦντος καὶ Φαρνακίας διατείνειν τὴν ἀρχὴν αὐτῶν. αὐξηθεὶς δὲ Μιθριδάτης ὁ Εὐπάτωρ καὶ τῆς Κολχίδος κατέστη κύριος καὶ τούτων ἁπάντων͵ Ἀντιπάτρου τοῦ Σίσιδος παραχωρήσαντος αὐτῶι. ἐπεμελήθη δὲ οὕτω τῶν τόπων τούτων ὥστε πέντε καὶ ἑβδομήκοντα φρούρια ἐν αὐτοῖς κατεσκευάσατο͵ οἷσπερ τὴν πλείστην γάζαν ἐνεχείρισε. τούτων δ᾽ ἦν ἀξιολογώτατα ταῦτα͵ Ὕδαρα καὶ Βασγοιδάριζα καὶ Σινορία͵ ἐπιπεφυκὸς τοῖς ὁρίοις τῆς μεγάλης Ἀρμενίας χωρίον͵ διόπερ Θεοφάνης Συνορίαν παρωνόμασεν. ἡ γὰρ τοῦ Παρυάδρου πᾶσα ὀρεινὴ τοιαύτας ἐπιτηδειότητας ἔχει πολλὰς εὔυδρός τε οὖσα καὶ ὑλώδης καὶ ἀποτόμοις φάραγξι καὶ κρημνοῖς διειλημμένη πολλαχόθεν· ἐτετείχιστο γοῦν ἐνταῦθα τὰ πλεῖστα τῶν γαζοφυλακίων͵ καὶ δὴ καὶ τὸ τελευταῖον εἰς ταύτας κατέφυγε τὰς ἐσχατιὰς τῆς Ποντικῆς βασιλείας ὁ Μιθριδάτης ἐπιόντος Πομπηίου͵ καὶ τῆς Ἀκιλισηνῆς κατὰ Δάστειρα εὔυδρον ὄρος καταλαβόμενος (πλησίον δ᾽ ἦν καὶ ὁ Εὐφράτης ὁ διορίζων τὴν Ἀκιλισηνὴν ἀπὸ τῆς μικρᾶς Ἀρμενίας) διέτριψε τέως ἕως πολιορκούμενος ἠναγκάσθη φυγεῖν διὰ τῶν ὀρῶν εἰς Κολχίδα κἀκεῖθεν εἰς Βόσπορον. Πομπήιος δὲ περὶ τὸν τόπον τοῦτον πόλιν ἔκτισεν ἐν τῆι μικρᾶι Ἀρμενίαι Νικόπολιν͵ ἣ καὶ νῦν συμμένει καὶ οἰκεῖται καλῶς. |
3.29 | Τὴν μὲν οὖν μικρὰν Ἀρμενίαν ἄλλοτ᾽ ἄλλων ἐχόντων͵ ὡς ἐβούλοντο Ῥωμαῖοι͵ τὸ τελευταῖον εἶχεν ὁ Ἀρχέλαος. τοὺς δὲ Τιβαρηνοὺς καὶ Χαλδαίους μέχρι Κολχίδος καὶ Φαρνακίας καὶ Τραπεζοῦντος ἔχει Πυθοδωρίς͵ γυνὴ σώφρων καὶ δυνατὴ προΐστασθαι πραγμάτων. ἔστι δὲ θυγάτηρ Πυθοδώρου τοῦ Τραλλιανοῦ͵ γυνὴ δ᾽ ἐγένετο Πολέμωνος καὶ συνεβασίλευσεν ἐκείνωι χρόνον τινά͵ εἶτα διεδέξατο τὴν ἀρχήν͵ τελευτήσαντος ἐν τοῖς Ἀσπουργιανοῖς καλουμένοις τῶν περὶ τὴν Σινδικὴν βαρβάρων· δυεῖν δ᾽ ἐκ τοῦ Πολέμωνος ὄντων υἱῶν καὶ θυγατρὸς ἡ μὲν ἐδόθη Κότυϊ τῶι Σαπαίωι͵ δολοφονηθέντος δὲ ἐχήρευσε παῖδας ἔχουσα ἐξ αὐτοῦ· δυναστεύει δ᾽ ὁ πρεσβύτατος αὐτῶν· τῶν δὲ τῆς Πυθοδωρίδος υἱῶν ὁ μὲν ἰδιώτης συνδιώικει τῆι μητρὶ τὴν ἀρχήν͵ ὁ δὲ νεωστὶ καθέσταται τῆς μεγάλης Ἀρμενίας βασιλεύς. αὐτὴ δὲ συνώικησεν Ἀρχελάωι καὶ συνέμεινεν ἐκείνωι μέχρι τέλους͵ νῦν δὲ χηρεύει͵ τὰ τελεχθέντα ἔχουσα χωρία καὶ ἄλλα ἐκείνων χαριέστερα͵ περὶ ὧν ἐφεξῆς ἐροῦμεν. |
3.30 | Τῆι γὰρ Φαρνακίαι συνεχής ἐστιν ἡ Σιδήνη καὶ ἡ Θεμίσκυρα. τούτων δ᾽ ἡ Φανάροια ὑπέρκειται μέρος ἔχουσα τοῦ Πόντου τὸ κράτιστον· καὶ γὰρ ἐλαιόφυτός ἐστι καὶ εὔοινος καὶ τὰς ἄλλας ἔχει πάσας ἀρετάς͵ ἐκ μὲν τῶν ἑώιων μερῶν προβεβλημένη τὸν Παρυάδρην παράλληλον αὐτῆι κατὰ μῆκος͵ ἐκ δὲ τῶν πρὸς δύσιν τὸν Λίθρον καὶ τὸν Ὄφλιμον. ἔστι δ᾽ αὐλὼν καὶ μῆκος ἔχων ἀξιόλογον καὶ πλάτος· διαρρεῖ δ᾽ αὐτὴν ἐκ μὲν τῆς Ἀρμενίας ὁ Λύκος͵ ἐκ δὲ τῶν περὶ Ἀμάσειαν στενῶν ὁ Ἶρις· συμβάλλουσι δ᾽ ἀμφότεροι κατὰ μέσον που τὸν αὐλῶνα͵ ἐπὶ τῆι συμβολῆι δ᾽ ἵδρυται πόλις͵ ἣν ὁ μὲν πρῶτος ὑποβεβλημένος Εὐπατορίαν ἀφ᾽ αὑ τοῦ προσηγόρευσε͵ Πομπήιος δ᾽ ἡμιτελῆ καταλαβών͵ προσθεὶς χώραν καὶ οἰκήτορας Μαγνόπολιν προσεῖπεν. αὕτη μὲν οὖν ἐν μέσωι κεῖται τῶι πεδίωι͵ πρὸς αὐτῆι δὲ τῆι παρωρείαι τοῦ Παρυάδρου Κάβειρα ἵδρυται͵ σταδίοις ἑκατὸν καὶ πεντήκοντά που νοτιωτέρα τῆς Μαγνοπόλεως͵ ὅσον καὶ Ἀμάσεια δυσμικωτέρα αὐτῆς ἐστιν· ἐν δὲ τοῖς Καβείροις τὰ βασίλεια Μιθριδάτου κατεσκεύαστο καὶ ὁ ὑδραλέτης καὶ τὰ ζωγρεῖα καὶ αἱ πλησίον θῆραι καὶ τὰ μέταλλα. |
3.31 | Ἐνταῦθα δὲ καὶ τὸ Καινὸν χωρίον προσαγορευθέν͵ ἐρυμνὴ καὶ ἀπότομος πέτρα͵ διέχουσα τῶν Καβείρων ἔλαττον ἢ διακοσίους σταδίους· ἔχει δ᾽ ἐπὶ τῆι κορυφῆι πηγὴν ἀναβάλλουσαν πολὺ ὕδωρ͵ πρός τε τῆι ῥίζηι ποταμὸν καὶ φάραγγα βαθεῖαν· τὸ δ᾽ ὕψος ἐξαίσιον τῆς πέτρας ἐστὶ τοῦ αὐχένος͵ ὥστ᾽ ἀπολιόρκητός ἐστι· τετείχισται δὲ θαυμαστῶς πλὴν ὅσον οἱ Ῥωμαῖοι κατέσπασαν· οὕτω δ᾽ ἐστὶν ἅπασα ἡ κύκλωι κατάδρυμος καὶ ὀρεινὴ καὶ ἄνυδρος͵ ὥστ᾽ ἐντὸς ἑκατὸν καὶ εἴκοσι σταδίων μὴ εἶναι δυνατὸν στρατοπεδεύσασθαι. ἐνταῦθα μὲν ἦν τῶι Μιθριδάτηι τὰ τιμιώτατα τῶν κειμηλίων͵ ἃ νῦν ἐν τῶι Καπιτωλίωι κεῖται Πομπηίου ἀναθέντος. ταύτην δὴ τὴν χώραν ἔχει πᾶσαν ἡ Πυθοδωρὶς προσεχῆ οὖσαν τῆι βαρβάρωι τῆι ὑπ᾽ αὐτῆς κατεχομένηι͵ καὶ τὴν Ζηλῖτιν καὶ Μεγαλοπολῖτιν. τὰ δὲ Κάβειρα Πομπηίου σκευάσαντος εἰς πόλιν καὶ καλέσαντος Διόσπολιν͵ ἐκείνη προσκατεσκεύασε καὶ Σεβαστὴν μετωνόμασε͵ βασιλείωι τε τῆι πόλει χρῆται. ἔχει δὲ καὶ τὸ ἱερὸν Μηνὸς Φαρνάκου καλούμενον͵ τὴν Ἀμερίαν κωμόπολιν πολλοὺς ἱεροδούλους ἔχουσαν καὶ χώραν ἱεράν͵ ἣν ὁ ἱερώμενος ἀεὶ καρποῦται. ἐτίμησαν δ᾽ οἱ βασιλεῖς τὸ ἱερὸν τοῦτο οὕτως εἰς ὑπερβολὴν ὥστε τὸν βασιλικὸν καλούμενον ὅρκον τοῦτον ἀπέφηναν τύχην βασιλέως καὶ Μῆνα Φαρνάκου. ἔστι δὲ καὶ τοῦτο τῆς σελήνης τὸ ἱερόν͵ καθάπερ τὸ ἐν Ἀλβανοῖς καὶ τὰ ἐν Φρυγίαι͵ τότε τοῦ Μηνὸς ἐν τῶι ὁμωνύμωι τόπωι καὶ τὸ τοῦ Ἀσκαίου τὸ πρὸς Ἀντιοχείαι τῆι πρὸς Πισιδίαι καὶ τὸ ἐν τῆι χώραι τῶν Ἀντιοχέων. |
3.32 | Ὑπὲρ δὲ τῆς Φαναροίας ἐστὶ τὰ Κόμανα τὰ ἐν τῶι Πόντωι͵ ὁμώνυμα τοῖς ἐν τῆι μεγάληι Καππαδοκίαι καὶ τῆι αὐτῆι θεῶι καθιερωμένα͵ ἀφιδρυθέντα ἐκεῖθεν͵ σχεδὸν δέ τι καὶ τῆι ἀγωγῆι παραπλησίαι κεχρημένα τῶν τε ἱερουργιῶν καὶ τῶν θεοφοριῶν καὶ τῆς περὶ τοὺς ἱερέας τιμῆς͵ καὶ μάλιστα ἐπὶ τῶν πρὸ τοῦ βασιλέων͵ ἡνίκα δὶς τοῦ ἔτους κατὰ τὰς ἐξόδους λεγομένας τῆς θεοῦ διάδημα φορῶν ἐτύγχανεν ὁ ἱερεύς͵ καὶ ἦν δεύτερος κατὰ τιμὴν μετὰ τὸν βασιλέα. |
3.33 | Ἐμνήσθημεν δὲ πρότερον Δορυλάου τε τοῦ τακτικοῦ͵ ὃς ἦν πρόπαππος τῆς μητρὸς ἡμῶν͵ καὶ ἄλλου Δορυλάου͵ ὃς ἦν ἐκείνου ἀδελφιδοῦς υἱὸς δὲ Φιλεταίρου͵ καὶ διότι ἐκεῖνος τῶν ἄλλων τιμῶν παρὰ τοῦ Εὐπάτορος τῶν μεγίστων τυχὼν καὶ δὴ καὶ τῆς ἐν Κομάνοις ἱερωσύνης ἐφωράθη τὴν βασιλείαν ἀφιστὰς Ῥωμαίοις· καταλυθέντος δ᾽ ἐκείνου συνδιεβλήθη καὶ τὸ γένος. ὀψὲ δὲ Μοαφέρνης ὁ θεῖος τῆς μητρὸς ἡμῶν εἰς ἐπιφάνειαν ἦλθεν ἤδη πρὸς καταλύσει τῆς βασιλείας͵ καὶ πάλιν τῶι βασιλεῖ συνητύχησαν καὶ αὐτὸς καὶ οἱ ἐκείνου φίλοι͵ πλὴν εἴ τινες ἔφθησαν προαποστάντες αὐτοῦ͵ καθάπερ ὁ πάππος ἡμῶν ὁ πρὸς αὐτῆς͵ ὃς ἰδὼν τὰ τοῦ βασιλέως κακῶς φερόμενα ἐν τῶι πρὸς Λεύκολλον πολέμωι͵ καὶ ἅμα ἠλλοτριωμένος αὐτοῦ δι᾽ ὀργήν͵ ὅτι ἀνεψιὸν αὐτοῦ Τίβιον καὶ υἱὸν ἐκείνου Θεόφιλον ἐτύγχανεν ἀπεκτονὼς νεωστί͵ ὥρμησε τιμωρεῖν ἐκείνοις τε καὶ ἑαυτῶι͵ καὶ λαβὼν παρὰ τοῦ Λευκόλλου πίστεις ἀφίστησιν αὐτῶι πεντεκαίδεκα φρούρια· καὶ ἐπαγγελίαι μὲν ἐγένοντο ἀντὶ τούτων μεγάλαι͵ ἐπελθὼν δὲ Πομπήιος ὁ διαδεξάμενος τὸν πόλεμον πάντας τοὺς ἐκείνωι τι χαρισαμένους ἐχθροὺς ὑπέλαβε διὰ τὴν γενομένην αὐτῶι πρὸς ἐκεῖνον ἀπέχθειαν͵ διαπολεμήσας δὲ καὶ ἐπανελθὼν οἴκαδε ἐξενίκησεν ὥστε τὰς τιμάς͵ ἃς ὑπέσχετο ὁ Λεύκολλος τῶν Ποντικῶν τισι͵ μὴ κυρῶσαι τὴν σύγκλητον· ἄδικον γὰρ εἶναι κατορθώσαντος ἑτέρου τὸν πόλεμον τὰ βραβεῖα ἐπ᾽ ἄλλωι γενέσθαι καὶ τὴν τῶν ἀριστείων διανομήν. |
3.34 | Ἐπὶ μὲν οὖν τῶν βασιλέων οὕτω τὰ Κόμανα διωικεῖτο ὡς εἴρηται͵ παραλαβὼν δὲ Πομπήιος τὴν ἐξουσίαν Ἀρχέλαον ἐπέστησεν ἱερέα καὶ προσώρισεν αὐτῶι χώραν δίσχοινον κύκλωι (τοῦτο δ᾽ ἔστιν ἑξήκοντα στάδιοι) πρὸς τῆι ἱερᾶι͵ προστάξας τοῖς ἐνοικοῦσι πειθαρχεῖν αὐτῶι· τούτων μὲν οὖν ἡγεμὼν ἦν καὶ τῶν τὴν πόλιν οἰκούντων ἱεροδούλων κύριος πλὴν τοῦ πιπράσκειν· ἦσαν δὲ οὐκ ἐλάττους οὐδ᾽ ἐνταῦθα τῶν ἑξακισχιλίων. ἦν δ᾽ οὗτος Ἀρχέλαος υἱὸς μὲν τοῦ ὑπὸ Σύλλα καὶ τῆς συγκλήτου τιμηθέντος͵ φίλος δὲ Γαβινίου τῶν ὑπατικῶν τινος. ἐκείνου δὲ πεμφθέντος εἰς Συρίαν ἧκε καὶ αὐτὸς ἐπ᾽ ἐλπίδι τοῦ κοινωνήσειν αὐτῶι παρασκευαζομένωι πρὸς τὸν Παρθικὸν πόλεμον͵ οὐκ ἐπιτρεπούσης δὲ τῆς συγκλήτου ταύτην ἀφεὶς τὴν ἐλπίδα ἄλλην εὕρατο μείζω. ἐτύγχανε γὰρ Πτολεμαῖος ὁ τῆς Κλεοπάτρας πατὴρ ὑπὸ τῶν Αἰγυπτίων ἐκβεβλημένος͵ θυγάτηρ δ᾽ αὐτοῦ κατεῖχε τὴν βασιλείαν͵ ἀδελφὴ πρεσβυτέρα τῆς Κλεοπάτρας· ταύτηι ζητουμένου ἀνδρὸς βασιλικοῦ γένους ἐνεχείρισεν ἑαυτὸν τοῖς συμπράττουσι͵ προσποιησάμενος Μιθριδάτου τοῦ Εὐπάτορος υἱὸς [εἶναι]͵ καὶ παραδεχθεὶς ἐβασίλευσεν ἓξ μῆνας. τοῦτον μὲν οὖν ὁ Γαβίνιος ἀνεῖλεν ἐν παρατάξει κατάγων τὸν Πτολεμαῖον. |
3.35 | Υἱὸς δ᾽ αὐτοῦ τὴν ἱερωσύνην παρέλαβεν· εἶθ᾽ ὕστερον Λυκομήδης͵ ὧι καὶ τετράσχοινος ἄλλη προσετέθη· καταλυθέντος δὲ καὶ τούτου νῦν ἔχει Δύτευτος υἱὸς Ἀδιατόριγος͵ ὃς δοκεῖ ταύτης τυγχάνειν τῆς τιμῆς παρὰ Καίσαρος τοῦ Σεβαστοῦ δι᾽ ἀρετήν. ὁ μὲν γὰρ Καῖσαρ θριαμβεύσας τὸν Ἀδιατόριγα μετὰ παίδων καὶ γυναικὸς ἔγνω ἀναιρεῖν μετὰ τοῦ πρεσβυτάτου τῶν παίδων (ἦν δὲ πρεσβύτατος οὗτος)͵ τοῦ δὲ δευτέρου τῶν ἀδελφῶν αὐτοῦ φήσαντος εἶναι πρεσβυτάτου πρὸς τοὺς ἀπάγοντας στρατιώτας͵ ἔρις ἦν ἀμφοτέροις πολὺν χρόνον ἕως οἱ γονεῖς ἔπεισαν τὸν Δύτευτον παραχωρῆσαι τῶι νεωτέρωι τῆς νίκης· αὐτὸν γὰρ ἐν ἡλικίαι μᾶλλον ὄντα ἐπιτηδειότερον κηδεμόνα τῆι μητρὶ ἔσεσθαι καὶ τῶι λειπομένωι ἀδελφῶι· οὕτω δὲ τὸν μὲν συναποθανεῖν τῶι πατρί͵ τοῦτον δὲ σωθῆναι καὶ τυχεῖν τῆς τιμῆς ταύτης. αἰσθόμενος γάρ͵ ὡς ἔοικε͵ Καῖσαρ ἤδη τῶν ἀνθρώπων ἀνηιρημένων ἠχθέσθη͵ καὶ τούς γε σωζομένους εὐεργεσίας καὶ ἐπιμελείας ἀξίους ὑπέλαβε δοὺς αὐτοῖς ταύτην τὴν τιμήν. |
3.36 | Τὰ μὲν οὖν Κόμανα εὐανδρεῖ καὶ ἔστιν ἐμπόριον τοῖς ἀπὸ τῆς Ἀρμενίας ἀξιόλογον· συνέρχονται δὲ κατὰ τὰς ἐξόδους τῆς θεοῦ πανταχόθεν ἔκ τε τῶν πόλεων καὶ τῆς χώρας ἄνδρες ὁμοῦ γυναιξὶν ἐπὶ τὴν ἑορτήν· καὶ ἄλλοι δὲ κατ᾽ εὐχὴν ἀεί τινες ἐπιδημοῦσι θυσίας ἐπιτελοῦντες τῆι θεῶι. καί εἰσιν ἁβροδίαιτοι οἱ ἐνοικοῦντες͵ καὶ οἰνόφυτα τὰ κτήματα αὐτῶν ἐστι πάντα͵ καὶ πλῆθος γυναικῶν τῶν ἐργαζομένων ἀπὸ τοῦ σώματος͵ ὧν αἱ πλείους εἰσὶν ἱεραί. τρόπον γὰρ δή τινα μικρὰ Κόρινθός ἐστιν ἡ πόλις· καὶ γὰρ ἐκεῖ διὰ τὸ πλῆθος τῶν ἑταιρῶν͵ αἳ τῆς Ἀφροδίτης ἦσαν ἱεραί͵ πολὺς ἦν ὁ ἐπιδημῶν καὶ ἐνεορτάζων τῶι τόπωι· οἱ δ᾽ ἐμπορικοὶ καὶ στρατιωτικοὶ τελέως ἐξανηλίσκοντο͵ ὥστ᾽ ἐπ᾽ αὐτῶν καὶ παροιμίαν ἐκπεσεῖν τοιαύτην οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθόν ἐσθ᾽ ὁ πλοῦς. τὰ μὲν δὴ Κόμανα τοιαῦτα. |