Strabon
ca. 64 a. Chr. n. - ca. 23 p. Chr. n.
Γεωγραφικά
Κατάλογος
|
|
___________________________________________________
|
|
ΤΩΝ ΓΕΩΓΡΑΦΙΚΩΝΚΕΦΑΛΑΙΑ
αʹὍτι οὐκ ἐκτὸς φιλοσοφίας ἡ γεωγραφικὴ πραγματεία. ὅτι καὶ Ὅμηρος αὐτῆι πανταχοῦ τῶν ἐπῶν φαίνεται χρώμενος. ὅτι οἱ πρότερον αὐτῆι χρησάμενοι ἐλλιπῶς ἢ ἀναρθρώτως ἢ ἐσφαλμένως ἢ ψευδῶς ἢ τοῖς αὐτοῖς ἀσυμφώνως εἰρήκασιν. ἔλεγχοι καὶ ἀποδείξεις τοῦ εἰκότως αὐτὸν οὕτω κρίνειν. κεφαλαιώδεις λόγοι πάσης οἰκουμένης συντόμως ὑποτυποῦντες τὴν διάθεσιν. πίστις εἰκότων καὶ τεκμηρίων βεβαίων τοῦ κατὰ μέρη τὴν γῆν καὶ τὴν θάλασσαν ἐνηλλάχθαι καὶ εἰς ἀλλήλας μετατεθῆναι.
βʹἘν τῶι δευτέρωι κατὰ λέξιν προβαλλόμενος τὰ Ἐρατοσθένους διαιτᾶι καὶ διελέγχει ὅσα μὴ ὀρθῶς εἴρηται ἢ διήιρηται ἢ διαγέγραπται· καὶ Ἱππάρχου δὲ τῶν πολλῶν μιμνήσκεται ἐπιλαμβανόμενος. καὶ ἐπὶ τέλει ἔκθεσις σύντομος καὶ τρόπον τινα σύνοψις τῆς ὅλης πραγματείας͵ τοῦτ᾽ ἔστι τῆς γεωγραφικῆς ἱστορίας.
γʹλείπει[Ἐν τῶι τρίτωι τὰ περὶ Ἰβηρίαν]
δʹἘν τῶι τετάρτωι τὰ περὶ Γαλλίαν καὶ Ἰβηρίαν καὶ ὅσα διείργουσιν αἱ Ἄλπεις τῆς Ἰταλίας ἔνδον͵ ἐν οἷς καὶ Βρεττανία καὶ τῶν ὠκεανιτίδων νήσων τινές͵ ὅσαι καὶ δοκοῦσιν οἰκεῖσθαι͵ καὶ βαρβάρων χώραν καὶ ἔθνη παροικοῦντα τοῦ Ἴστρου πέραν.
εʹἘν τῶι πέμπτωι τὰ περὶ Ἰταλίαν ἀπὸ τῆς ὑπωρείας τῶν Ἄλπεων μέχρι τοῦ Σικελικοῦ πορθμοῦ καὶ Ταραντίνου κόλπου καὶ τοῦ Ποσειδωνιάτου͵ ἐς οἷς Βενετία͵ Λιγουρία͵ Πικηνόν͵ Τουσκία͵ Ρώμη͵ Καμπανία͵ Λευκανία͵ Ἀπουλία͵ καὶ ὅσαι νῆσοι τῆι ταύτηι θαλάσσηι παράκεινται ἀπὸ Γενουσῶν μέχρι Σικελίας.
ςʹἘν τῶι ἕκτωι τὰ ἐφεξῆς τῆς Ἰταλίας καὶ τὰ ἐντὸς τοῦ Ἀδρία μέχρι Μακεδονίας͵ ἐν οἷς Ἀπουλία Καλαβρία καὶ ὅσα κατὰ τὸν Ἰόνιον κόλπον ἅμα ταῖς παρακειμέναις νήσοις ἀπὸ Σικελίας ἕως τῶν Κεραυνίων͵ κἀκ τοῦ ἄλλου μέρους ἕως Καρχηδόνος καὶ τῶν ταύτηι παρακειμένων νησιδίων.
ζʹἘν τῶι ἑβδόμωι λέγει τῆς Εὐρώπης τὰ λειπόμενα μέρη· ἔστι δὲ τὰ πρὸς ἕω πέραν τοῦ Ρήνου μέχρι τοῦ Τανάϊδος καὶ τοῦ στόματος τῆς Μαιώτιδος λίμνης͵ καὶ ὅσα μεταξὺ τοῦ Ἀδρίου καὶ τῶν ἀριστερῶν τῆς Ποντικῆς θαλάσσης μερῶν ἀπολαμβάνει πρὸς νότον μέχρι τῆς Ἑλλάδος καὶ τῆς Προποντίδος ὁ Ἴστρος͵ ἐν οἷς καὶ Μακεδονία πᾶσα.
ηʹἘν τῶι ὀγδόωι λέγει τὰ τῆς Εὐρώπης͵ Μακεδονίας τὰ λειπόμενα καὶ Ἑλλάδα πᾶσαν· ἐν ἧι καὶ ἐγχρονίζει διὰ τὸ πολύγνωστον τῆς χώρας͵ διακριβῶν καὶ εὐκρινῆ ποιῶν τὰ ἀδιακρίτως καὶ ἀδιορίστως ὑπὸ τῶν ποιητῶν τε καὶ ἱστορικῶν περὶ τῶν ταύτηι πόλεων εἰρημένα͵ καὶ μάλιστα ἐν καταλόγωι τε καὶ ἄλλοθι πολλαχοῦ τῆς ποιήσεως.
θʹἘν τῶι ἐνάτωι περὶ τῆς Ἑλλάδος͵ Ἀθηνῶν μάλιστα πανηγυρικὴν ἔκφρασιν͵ καὶ Βοιωτίαν καὶ Θετταλίαν μετὰ τῆς παραλίας ταύτης.
ιʹΤὸ δέκατον περιέχει Αἰτωλίαν καὶ τὰς παρακειμένας νήσους͵ ἔτι δὲ Κρήτην πᾶσαν͵ ἧι καὶ μάλιστα ἐγχρονίζει͵ νόμιμά τε αὐτῆς διηγούμενος καὶ τῶν Κουρήτων͵ πρὸς δὲ καὶ τῶν Ἰδαίων δακτύλων τὴν ἐν αὐτῆι γένεσιν καὶ τιμὴν καὶ ὄργια ἐπεξιών· καὶ τὸ ἴδιον δὲ γένος Στράβων ἀπὸ Κρήτης λέγει· ἔτι δὲ καὶ τὰς περὶ Κρήτην νήσους πολλὰς οὔσας περιέχει τὸ βιβλίον͵ ἐν αἷς εἰσι καὶ αἱ Σποράδες καὶ τῶν Κυκλάδων ἔνιαι.
ιαʹΤὸ ἑνδέκατον ἄρχεται μὲν τῆς Ἀσίας͵ τοῦ Τανάιδος ἀπὸ τῶν ἀρκτικῶν μερῶν ἄνωθεν ἀρχομένου διαιρεῖν τὴν Εὐρώπην τῆς Ἀσίας. περιέχει δὲ τὸ βιβλίον καὶ τὰ παρακείμενα ἔθνη ταῖς ἀρχαῖς αὐτοῦ πρὸς τῆι ἀνατολῆι καὶ μεσημβρίαι͵ ἣ καὶ Ἀσία ἐστίν. ἔστι δὲ τῆιδε ἔθνη βάρβαρα τὰ τῶι βιβλίωι ἐγκείμενα ὅσα παροικεῖ τὸ Καυκάσιον ὄρος͵ ἐν οἷς Ἀμαζόνες τε καὶ Μασσαγέται͵ Σκύθαι καὶ Ἀλβανοὶ καὶ Ἴβηρες͵ Βακτριανοί͵ Κάσπιοι͵ Μῆδοι͵ Πέρσαι͵ Ἀρμενίαι δύο ἕως τῆς Μεσοποταμίας· ἔχει δὲ καὶ Τρωγλοδύτας καὶ Ἡνιόχους οὕτω λεγόμενα ἔθνη͵ καὶ Σκηπτούχους͵ Σοάνας͵ Ἀσσυρίους͵ Πολυφάγους͵ Ναβιανούς͵ Σιρακούς͵ Ταπύρους. ἐπεμνήσθη δὲ Ἰάσονος καὶ Μηδείας καὶ ὧν ἔκτισαν πόλεων· ἔτι δὲ Ξέρξου καὶ Μιθριδάτου καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου.
ιβʹΤὸ δωδέκατον περιέχει τὰ ὑπόλοιπα τῆς Ποντικῆς χώρας καὶ ἐφεξῆς Καππαδοκίαν͵ Γαλατίαν͵ Βιθυνίαν͵ Μυσίαν͵ Φρυγίαν͵ Μαιονίαν͵ καὶ πρὸ τούτων Σινωπίδα͵ πόλιν Ποντικήν͵ καὶ Ἡράκλειαν καὶ Ἀμάσειαν· ἔτι Ἰσαυρίαν͵ Λυκίαν͵ Παμπυλίαν͵ Κιλκίαν μετὰ τῶν παρακειμένων νήσων καὶ ὀρῶν καὶ ποταμῶν.
ιγʹΤὸ τρισκαιδέκατον περιέχει τῆς Ἀσίας τὰ ἀπὸ τῆς Προποντίδος κάτωθεν͵ ἀπὸ Κυζίκου ἀρχόμενον͵ καὶ ἐφεξῆς τὴν ταύτηι παραλίαν πᾶσαν καὶ εἴ τινες νῆσοι ὑπάρχουσιν· ἐγχρονίζει δὲ μάλιστα τῆι Τροίαι͵ εἰ καὶ ἔρημος͵ διὰ τὸ ἐπίσημον αὐτῆς καὶ πολυθρύλητον ἐκ τοῦ πολέμου.
ιδʹΤὸ τεσσαρεσκαιδέκατον περιέχει τὰς Κυκλάδας νήσους καὶ τὴν ἀντιπέραν χώραν͵ ἐν ἧι Παμφυλία Ἰσαυρία Λυκία Πισιδία Κιλικία ἕως Σελευκείας τῆς Συρίας͵ καὶ τῆς Ἀσίας τῆς ἰδίως Ἰωνίας λεγομένης.
ιεʹΤὸ πεντεκαιδέκατον περιέχει Ἰνδίαν καὶ Περσίδα.
ιςʹΤὸ ἑκκαιδέκατον περιέχει τὴν Ἀσσυρίων χώραν͵ ἐν ἧι Βαβυλὼν καὶ Νίσιβις͵ πόλεις μέγιστα͵ καὶ τὴν Ἀδιαβηνὴν καὶ Μεσοποταμίαν͵ Συρίαν πᾶσαν͵ Φοινίκην͵ Παλαιστίνην͵ Ἀραβίαν πᾶσαν καὶ ὅσα τῆς Ἰνδικῆς τῆι Ἀραβίαι συνάπτει͵ καὶ τὴν Σαρακηνῶν͵ ἣν Σκηνῆτιν (leg. Σκηνῖτιν) καλεῖ͵ καὶ πᾶσαν τὴν παρακειμένην τῆι τε νεκρᾶι θαλάσσηι καὶ τῆι ἐρυθρᾶ.
ιζʹΤὸ ἑπτακαιδέκατον περιέχει Αἴγυπτον πᾶσαι καὶ Λιβύην πᾶσαν. |