Flavius Iosephus
ca. 38 - ca. 110
Ἱστορία Ἰουδαϊκοῦπολέμου πρὸς Ῥωμαίους
Βιβλίον ζʹ
|
|
___________________________________________________
|
|
X
1. [407] Τοιαύτης δὲ τῆς ἁλώσεως γενομένης ἐπὶ μὲν τοῦ φρουρίου καταλείπει φυλακὴν ὁ στρατηγός, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀπῆλθεν εἰς Καισάρειαν. [408] οὐδὲ γὰρ ὑπελείπετό τις τῶν κατὰ τὴν χώραν πολεμίων, ἀλλ' ἤδη πᾶσα διὰ μακροῦ τοῦ πολέμου κατέστραπτο πολλοῖς καὶ τῶν ἀπωτάτω κατοικούντων αἴσθησιν καὶ κίνδυνον ταραχῆς παρασχόντος. [409] ἔτι δὲ καὶ περὶ Ἀλεξάνδρειαν τὴν ἐν Αἰγύπτωι μετὰ ταῦτα συνέβη πολλοὺς Ἰουδαίων ἀποθανεῖν· [410] τοῖς γὰρ ἐκ τῆς στάσεως τῶν σικαρίων ἐκεῖ διαφυγεῖν δυνηθεῖσιν οὐκ ἀπέχρη τὸ σώζεσθαι, πάλιν δὲ καινοτέροις ἐνεχείρουν πράγμασι καὶ πολλοὺς τῶν ὑποδεξαμένων ἔπειθον τῆς ἐλευθερίας ἀντιποιεῖσθαι, καὶ Ῥωμαίους μὲν μηδὲν κρείττους αὑτῶν ὑπολαμβάνειν, θεὸν δὲ μόνον ἡγεῖσθαι δεσπότην. [411] ἐπεὶ δὲ αὐτοῖς τῶν οὐκ ἀφανῶν τινες Ἰουδαίων ἀντέβαινον, τοὺς μὲν ἀπέσφαξαν, τοῖς δ' ἄλλοις ἐνέκειντο πρὸς τὴν ἀπόστασιν παρακαλοῦντες. [412] ὁρῶντες δ' αὐτῶν τὴν ἀπόνοιαν οἱ πρωτεύοντες τῆς γερουσίας οὐκέτ' ἀσφαλὲς αὐτοῖς ἐνόμιζον περιορᾶν, ἀλλὰ πάντας ἀθροίσαντες εἰς ἐκκλησίαν τοὺς Ἰουδαίους ἤλεγχον τὴν ἀπόνοιαν τῶν σικαρίων πάντων αἰτίους ἀποφαίνοντες ἐκείνους τῶν κακῶν· [413] καὶ νῦν ἔφασαν αὐτούς, ἐπείπερ οὐδὲ πεφευγότες τῆς σωτηρίας ἐλπίδα βεβαίαν ἔχουσιν, γνωσθέντας γὰρ ὑπὸ Ῥωμαίων εὐθὺς ἀπολεῖσθαι, τῆς αὐτοῖς προσηκούσης συμφορᾶς ἀναπιμπλάναι τοὺς μηδενὸς τῶν ἁμαρτημάτων μετασχόντας. [414] φυλάξασθαι τοίνυν τὸν ἐξ αὐτῶν ὄλεθρον τὸ πλῆθος παρεκάλουν καὶ περὶ αὑτῶν πρὸς Ῥωμαίους ἀπολογήσασθαι τῆι τούτων παραδόσει. [415] συνιδόντες τοῦ κινδύνου τὸ μέγεθος ἐπείσθησαν τοῖς λεγομένοις, καὶ μετὰ πολλῆς ὁρμῆς ἐπὶ τοὺς σικαρίους ἄιξαντες συνήρπαζον αὐτούς. [416] τῶν δ' ἑξακόσιοι μὲν εὐθὺς ἑάλωσαν, ὅσοι δ' εἰς τὴν Αἴγυπτον καὶ τὰς ἐκεῖ Θήβας διέφυγον, οὐκ εἰς μακρὰν συλληφθέντες ἐπανήχθησαν. [417] ἐφ' ὧν οὐκ ἔστιν ὃς οὐ τὴν καρτερίαν καὶ τὴν εἴτε ἀπόνοιαν εἴτε τῆς γνώμης ἰσχὺν χρὴ λέγειν οὐ κατεπλάγη· [418] πάσης γὰρ ἐπ' αὐτοὺς βασάνου καὶ λύμης τῶν σωμάτων ἐπινοηθείσης ἐφ' ἓν τοῦτο μόνον, ὅπως αὐτῶν Καίσαρα δεσπότην ὁμολογήσωσιν, οὐδεὶς ἐνέδωκεν οὐδὲ ἐμέλλησεν εἰπεῖν, ἀλλὰ πάντες ὑπερτέραν τῆς ἀνάγκης τὴν αὐτῶν γνώμην διεφύλαξαν, ὥσπερ ἀναισθήτοις σώμασι χαιρούσηι μόνον οὐχὶ τῆι ψυχῆι τὰς βασάνους καὶ τὸ πῦρ δεχόμενοι. [419] μάλιστα δ' ἡ τῶν παίδων ἡλικία τοὺς θεωμένους ἐξέπληξεν· οὐδὲ γὰρ ἐκείνων τις ἐξενικήθη Καίσαρα δεσπότην ἐξονομάσαι. τοσοῦτον ἄρα τῆς τῶν σωμάτων ἀσθενείας ἡ τῆς τόλμης ἰσχὺς ἐπεκράτει.2. [420] Λοῦπος τότε διώικει τὴν Ἀλεξάνδρειαν καὶ περὶ τοῦ κινήματος τούτου Καίσαρι κατὰ τάχος ἐπέστειλεν. [421] ὁ δὲ τῶν Ἰουδαίων τὴν ἀκατάπαυστον ὑφορώμενος νεωτεροποιίαν καὶ δείσας, μὴ πάλιν εἰς ἓν ἀθρόοι συλλεγῶσι καί τινας αὑτοῖς συνεπισπάσωνται, προσέταξε τῶι Λούππωι τὸν ἐν τῆι Ὀνίου καλουμένηι νεὼν καθελεῖν τῶν Ἰουδαίων. [422] ὁ δ' ἐστὶν ἐν Αἰγύπτωι καὶ διὰ τοιαύτην αἰτίαν ὠικίσθη τε καὶ τὴν ἐπίκλησιν ἔλαβεν· [423] Ὀνίας Σίμωνος υἱός, εἷς τῶν ἐν Ἱεροσολύμοις ἀρχιερέων, φεύγων Ἀντίοχον τὸν Συρίας βασιλέα πολεμοῦντα τοῖς Ἰουδαίοις ἧκεν εἰς Ἀλεξάνδρειαν, καὶ δεξαμένου Πτολεμαίου φιλοφρόνως αὐτὸν διὰ τὴν πρὸς Ἀντίοχον ἀπέχθειαν ἔφη σύμμαχον αὐτῶι ποιήσειν τὸ τῶν Ἰουδαίων ἔθνος, εἰ πεισθείη τοῖς ὑπ' αὐτοῦ λεγομένοις. [424] ποιήσειν δὲ τὰ δυνατὰ τοῦ βασιλέως ὁμολογήσαντος ἠξίωσεν ἐπιτρέπειν αὐτῶι νεών τε που τῆς Αἰγύπτου κατασκευάσασθαι καὶ τοῖς πατρίοις ἔθεσι θεραπεύειν τὸν θεόν· [425] οὕτως γὰρ Ἀντιόχωι μὲν ἔτι μᾶλλον ἐκπολεμώσεσθαι τοὺς Ἰουδαίους τὸν ἐν Ἱεροσολύμοις νεὼν πεπορθηκότι, πρὸς αὐτὸν δ' εὐνοϊκωτέρως ἕξειν καὶ πολλοὺς ἐπ' ἀδείαι τῆς εὐσεβείας ἐπ' αὐτὸν συλλεγήσεσθαι.3. [426] Πεισθεὶς Πτολεμαῖος τοῖς λεγομένοις δίδωσιν αὐτῶι χώραν ἑκατὸν ἐπὶ τοῖς ὀγδοήκοντα σταδίους ἀπέχουσαν Μέμφεως· νομὸς δ' οὗτος Ἡλιοπολίτης καλεῖται. [427] φρούριον ἔνθα κατασκευασάμενος Ὀνίας τὸν μὲν ναὸν οὐχ ὅμοιον ὠικοδόμησε τῶι ἐν Ἱεροσολύμοις, ἀλλὰ πύργωι παραπλήσιον λίθων μεγάλων εἰς ἑξήκοντα πήχεις ἀνεστηκότα· [428] τοῦ βωμοῦ δὲ τὴν κατασκευὴν πρὸς τὸν οἰκεῖον ἐξεμιμήσατο καὶ τοῖς ἀναθήμασιν ὁμοίως ἐκόσμησεν χωρὶς τῆς περὶ τὴν λυχνίαν κατασκευῆς· [429] οὐ γὰρ ἐποίησε λυχνίαν, αὐτὸν δὲ χαλκευσάμενος λύχνον χρυσοῦν ἐπιφαίνοντα σέλας χρυσῆς ἁλύσεως ἐξεκρέμασε. τὸ δὲ τέμενος πᾶν ὀπτῆι πλίνθωι περιτετείχιστο πύλας ἔχον λιθίνας. [430] ἀνῆκε δὲ καὶ χώραν πολλὴν ὁ βασιλεὺς εἰς χρημάτων πρόσοδον, ὅπως εἴη καὶ τοῖς ἱερεῦσιν ἀφθονία καὶ τῶι θεῶι πολλὰ τὰ πρὸς τὴν εὐσέβειαν. [431] οὐ μὴν Ὀνίας ἐξ ὑγιοῦς γνώμης ταῦτα ἔπραττεν, ἀλλ' ἦν αὐτῶι φιλονεικία πρὸς τοὺς ἐν τοῖς Ἱεροσολύμοις Ἰουδαίους ὀργὴν τῆς φυγῆς ἀπομνημονεύοντι, καὶ τοῦτο τὸ ἱερὸν ἐνόμιζε κατασκευάσας εἰς αὐτὸ περισπάσειν ἀπ' ἐκείνων τὸ πλῆθος. [432] ἐγεγόνει δέ τις καὶ παλαιὰ πρόρρησις ἔτεσί που πρόσθεν ἑξακοσίοις· Ἡσαΐας ὄνομα τῶι προαγορεύσαντι τοῦδε τοῦ ναοῦ τὴν ἐν Αἰγύπτωι γενησομένην ὑπ' ἀνδρὸς Ἰουδαίου κατασκευήν. τὸ μὲν οὖν ἱερὸν οὕτως ἐπεποίητο.4. [433] Λοῦππος δ' ὁ τῆς Ἀλεξανδρείας ἡγεμὼν τὰ παρὰ Καίσαρος λαβὼν γράμματα καὶ παραγενόμενος εἰς τὸ ἱερὸν καί τινα τῶν ἀναθημάτων ἐκφορήσας τὸν ναὸν ἀπέκλεισε. [434] Λούππου δὲ μετὰ βραχὺ τελευτήσαντος Παυλῖνος διαδεξάμενος τὴν ἡγεμονίαν οὔτε τῶν ἀναθημάτων οὐδὲν κατέλιπε, πολλὰ γὰρ διηπείλησε τοῖς ἱερεῦσιν εἰ μὴ πάντα προκομίσειαν, οὔτε προσιέναι τῶι τεμένει τοὺς θρησκεύειν βουλομένους ἐφῆκεν, [435] ἀλλ' ἀποκλείσας τὰς πύλας ἀπρόσιτον αὐτὸ παντελῶς ἐποίησεν, ὡς μηδ' ἴχνος ἔτι τῆς εἰς τὸν θεὸν θεραπείας ἐν τῶι τόπωι καταλιπεῖν. [436] χρόνος ἦν εἰς τὴν ἀπόκλεισιν τοῦ ναοῦ γεγονὼς ἀπὸ τῆς κατασκευῆς ἔτη τρία καὶ τεσσαράκοντα καὶ τριακόσια. |