Flavius Iosephus
ca. 38 - ca. 110
Ἱστορία Ἰουδαϊκοῦπολέμου πρὸς Ῥωμαίους
Βιβλίον ςʹ
|
|
___________________________________________________
|
|
VIII
1. [374] Καῖσαρ δέ, ὡς ἀμήχανον ἦν ἐξελεῖν δίχα χωμάτων τὴν ἄνω πόλιν περίκρημνον οὖσαν, διανέμει τοῖς ἔργοις τὴν δύναμιν Λώου μηνὸς εἰκάδι. [375] χαλεπὴ δὲ ἦν τῆς ὕλης ἡ κομιδὴ πάντων, ὡς ἔφην, τῶν περὶ τὴν πόλιν ἐφ' ἑκατὸν σταδίους ἐψιλωμένων εἰς τὰ πρότερον χώματα. [376] τῶν μὲν οὖν τεσσάρων ταγμάτων ἠγείρετο τὰ ἔργα κατὰ τὸ πρὸς δύσιν κλίμα τῆς πόλεως ἀντικρὺ τῆς βασιλικῆς αὐλῆς, [377] τὸ δὲ συμμαχικὸν πλῆθος καὶ ὁ λοιπὸς ὄχλος κατὰ τὸν ξυστὸν ἔχου καὶ τὴν γέφυραν καὶ τὸν Σίμωνος πύργον, ὃν ὠικοδόμησε πρὸς Ἰωάννην πολεμῶν ἑαυτῶι φρούριον.2. [378] Κατὰ ταύτας τὰς ἡμέρας οἱ τῶν Ἰδουμαίων ἡγεμόνες κρύφα συνελθόντες ἐβουλεύσαντο περὶ παραδόσεως σφῶν αὐτῶν, καὶ πέμψαντες ἄνδρας πέντε πρὸς Τίτον ἱκέτευον δοῦναι δεξιὰν αὐτοῖς. [379] ὁ δὲ καὶ τοὺς τυράννους ἐνδώσειν ἐλπίσας ἀποσπασθέντων τῶν Ἰδουμαίων, οἳ πολὺ τοῦ πολέμου μέρος ἦσαν, βραδέως μέν, ἀλλ' οὖν κατανεύει τε τὴν σωτηρίαν αὐτοῖς καὶ τοὺς ἄνδρας ἀνέπεμψε. [380] παρασκευαζομένων δὲ ἀποχωρεῖν αἰσθάνεται Σίμων, καὶ πέντε μὲν τοὺς ἀπελθόντας πρὸς Τίτον εὐθέως ἀναιρεῖ, τοὺς δὲ ἡγεμόνας, ὧν ἐπισημότατος ἦν ὁ τοῦ Σωσᾶ Ἰάκωβος, συλλαβὼν εἵργνυσι· [381] τὸ δὲ πλῆθος τῶν Ἰδουμαίων ἀμηχανοῦν διὰ τὴν ἀφαίρεσιν τῶν ἡγεμόνων οὐκ ἀφύλακτον εἶχε καὶ τὸ τεῖχος φρουραῖς ἐπιμελεστέραις διελάμβανεν. [382] οὐ μὴν ἀντέχειν οἱ φρουροὶ πρὸς τὰς αὐτομολίας ἴσχυον, ἀλλὰ καίτοι πλείστων φονευομένων πολὺ πλείους οἱ διαφεύγοντες ἦσαν. [383] ἐδέχοντο δὲ Ῥωμαῖοι πάντας, τοῦ τε Τίτου διὰ πραιότητα τῶν προτέρων ἀμελήσαντος παραγγελμάτων, καὶ αὐτοὶ κόρωι τοῦ κτείνειν ἀπεχόμενοι καὶ κέρδους ἐλπίδι· [384] τοὺς γὰρ δημοτικοὺς καταλιπόντες μόνους τὸν ἄλλον ὄχλον ἐπώλουν σὺν γυναιξὶ καὶ τέκνοις, ἐλαχίστης τιμῆς ἕκαστον πλήθει τε τῶν πιπρασκομένων καὶ ὀλιγότητι τῶν ὠνουμένων. [385] καίπερ δὲ προκηρύξας μηδένα μόνον αὐτομολεῖν, ὅπως καὶ τὰς γενεὰς ἐξαγάγοιεν, ὅμως καὶ τούτους ἐδέχετο· ἐπέστησε μέντοι τοὺς διακρινοῦντας ἀπ' αὐτῶν, εἴ τις εἴη κολάσεως ἄξιος. [386] καὶ τῶν μὲν ἀπεμποληθέντων ἄπειρον ἦν τὸ πλῆθος, οἱ δημοτικοὶ δὲ διεσώθησαν ὑπὲρ τετρακισμυρίους, οὓς διαφῆκεν Καῖσαρ ἧι φίλον ἦν ἑκάστωι.3. [387] Ἐν δὲ ταῖς αὐταῖς ἡμέραις καὶ τῶν ἱερέων τις Θεβουθεῖ παῖς, Ἰησοῦς ὄνομα, λαβὼν περὶ σωτηρίας ὅρκους παρὰ Καίσαρος ἐφ' ὧι παραδώσει τινὰ τῶν ἱερῶν κειμηλίων, [388] ἔξεισι καὶ παραδίδωσιν ἀπὸ τοῦ τοίχου τοῦ ναοῦ λυχνίας δύο τῶν κατὰ τὸν ναὸν κειμένων παραπλησίας τραπέζας τε καὶ κρατῆρας καὶ φιάλας, πάντα ὁλόχρυσα καὶ στιβαρώτατα, [389] παραδίδωσι δὲ καὶ τὰ καταπετάσματα καὶ τὰ ἐνδύματα τῶν ἀρχιερέων σὺν τοῖς λίθοις καὶ πολλὰ τῶν πρὸς τὰς ἱερουργίας σκευῶν ἄλλα. [390] συλληφθεὶς δὲ καὶ ὁ γαζοφύλαξ τοῦ ἱεροῦ Φινέας ὄνομα τούς τε χιτῶνας καὶ τὰς ζώνας ὑπέδειξε τῶν ἱερέων πορφύραν τε πολλὴν καὶ κόκκον, ἃ πρὸς τὰς χρείας ἀπέκειτο τοῦ καταπετάσματος, σὺν οἷς κιννάμωμόν τε πολὺ καὶ κασσίαν καὶ πλῆθος ἑτέρων ἀρωμάτων, ἃ συμμίσγοντες ἐθυμίων ὁσημέραι τῶι θεῶι. [391] παρεδόθη δὲ ὑπ' αὐτοῦ πολλὰ καὶ τῶν ἄλλων κειμηλίων κόσμος τε ἱερὸς οὐκ ὀλίγος, ἅπερ αὐτῶι βίαι ληφθέντι τὴν τῶν αὐτομόλων συγγνώμην ἔδωκε.4. [392] Συντετελεσμένων δ' ἤδη καὶ τῶν χωμάτων ἐν ὀκτωκαίδεκα ἡμέραις ἑβδόμηι Γορπιαίου μηνὸς Ῥωμαῖοι μὲν προσῆγον τὰς μηχανάς, τῶν δὲ στασιαστῶν οἱ μὲν ἀπεγνωκότες ἤδη τὴν πόλιν ἀνεχώρουν τοῦ τείχους εἰς τὴν ἄκραν, οἱ δὲ ἐγκατεδύοντο τοῖς ὑπονόμοις· [393] πολλοὶ δὲ διαστάντες ἠμύνοντο τοὺς προσάγοντας τὰς ἑλεπόλεις. ἐκράτουν δὲ καὶ τούτων Ῥωμαῖοι πλήθει τε καὶ βίαι καὶ τὸ μέγιστον, εὐθυμοῦντες ἀθύμων ἤδη καὶ παρειμένων. [394] ὡς δὲ παρερράγη μέρος τι τοῦ τείχους, καί τινες τῶν πύργων τυπτόμενοι τοῖς κριοῖς ἐνέδοσαν, φυγὴ μὲν ἦν εὐθέως τῶν ἀμυνομένων, δέος δὲ καὶ τοῖς τυράννοις ἐμπίπτει σφοδρότερον τῆς ἀνάγκης· [395] πρὶν γὰρ ὑπερβῆναι τοὺς πολεμίους ἐνάρκων τε καὶ μετέωροι πρὸς φυγὴν ἦσαν, ἦν δὲ ἰδεῖν τοὺς πάλαι σοβαροὺς καὶ τοῖς ἀσεβήμασιν ἀλαζόνας τότε ταπεινοὺς καὶ τρέμοντας, ὡς ἐλεεινὴν εἶναι καίπερ ἐν πονηροτάτοις τὴν μεταβολήν. [396] ὥρμησαν μὲν οὖν ἐπὶ τὸ περιτείχισμα δραμόντες ὤσασθαί τε τοὺς φρουροὺς καὶ διακόψαντες ἐξελθεῖν· [397] ὡς δὲ τοὺς μὲν πάλαι πιστοὺς ἑώρων οὐδαμοῦ, διέφυγον γὰρ ὅπηι τινὶ συνεβούλευεν ἡ ἀνάγκη, προσθέοντες δὲ οἱ μὲν ὅλον ἀνατετράφθαι τὸ πρὸς δύσιν τεῖχος ἤγγελλον, οἱ δ' ἐμβεβληκέναι τοὺς Ῥωμαίους ἤδη τε πλησίον εἶναι ζητοῦντας αὐτούς, [398] ἕτεροι δὲ καὶ ἀφορᾶν ἀπὸ τῶν πύργων πολεμίους ἔλεγον πλάζοντος τὰς ὄψεις τοῦ δέους, ἐπὶ στόμα πεσόντες ἀνώιμωζον τὴν ἑαυτῶν φρενοβλάβειαν καὶ καθάπερ ὑποκεκομμένοι τὰ νεῦρα τῆς φυγῆς ἠπόρουν. [399] ἔνθα δὴ μάλιστ' ἄν τις καταμάθοι τήν τε τοῦ θεοῦ δύναμιν ἐπὶ τοῖς ἀνοσίοις καὶ τὴν Ῥωμαίων τύχην· οἱ μέν γε τύραννοι τῆς ἀσφαλείας ἐγύμνωσαν αὑτοὺς κἀκ τῶν πύργων κατέβησαν ἑκόντες, ἐφ' ὧν βίαι μὲν οὐδέποθ' ἁλῶναι, μόνωι δ' ἐδύναντο λιμῶι. [400] Ῥωμαῖοι δὲ τοσαῦτα περὶ τοῖς ἀσθενεστέροις τείχεσι καμόντες παρέλαβον τύχηι τὰ μὴ δυνατὰ τοῖς ὀργάνοις· παντὸς γὰρ ἰσχυρότεροι μηχανήματος ἦσαν οἱ τρεῖς πύργοι, περὶ ὧν ἀνωτέρω δεδηλώκαμεν.5. [401] Καταλιπόντες δὴ τούτους, μᾶλλον δὲ ὑπὸ τοῦ θεοῦ καταβληθέντες ἀπ' αὐτῶν, παραχρῆμα μὲν εἰς τὴν ὑπὸ τῆι Σιλωᾶ φάραγγα καταφεύγουσιν, αὖθις δὲ ὀλίγον ἀνακύψαντες ἐκ τοῦ δέους ὥρμησαν ἐπὶ τὸ τῆιδε περιτείχισμα. [402] χρησάμενοι δὲ ταῖς τόλμαις ἀγενεστέραις τῆς ἀνάγκης, κατεάγησαν γὰρ ἤδη τὴν ἰσχὺν ἅμα τῶι δέει καὶ ταῖς συμφοραῖς, ὑπὸ τῶν φρουρῶν ἀνωθοῦνται καὶ σκεδασθέντες ὑπ' ἀλλήλων κατέδυσαν εἰς τοὺς ὑπονόμους. [403] Ῥωμαῖοι δὲ τῶν τειχῶν κρατήσαντες τάς τε σημαίας ἔστησαν ἐπὶ τῶν πύργων καὶ μετὰ κρότου καὶ χαρᾶς ἐπαιάνιζον ἐπὶ τῆι νίκηι, πολὺ τῆς ἀρχῆς κουφότερον τοῦ πολέμου τὸ τέλος εὑρηκότες· ἀναιμωτὶ γοῦν τοῦ τελευταίου τείχους ἐπιβάντες ἠπίστουν, καὶ μηδένα βλέποντες ἀντίπαλον ἀληθῶς ἠπόρηντο. [404] εἰσχυθέντες δὲ τοῖς στενωποῖς ξιφήρεις τούς τε καταλαμβανομένους ἐφόνευον ἀνέδην καὶ τῶν συμφευγόντων τὰς οἰκίας αὐτάνδρους ὑπεπίμπρασαν. [405] πολλὰς δὲ κεραΐζοντες ὁπότ' ἔνδον παρέλθοιεν ἐφ' ἁρπαγήν, γενεὰς ὅλας νεκρῶν κατελάμβανον καὶ τὰ δωμάτια πλήρη τῶν τοῦ λιμοῦ πτωμάτων, ἔπειτα πρὸς τὴν ὄψιν πεφρικότες κεναῖς χερσὶν ἐξήιεσαν. [406] οὐ μὴν οἰκτείροντες τοὺς οὕτως ἀπολωλότας ταὐτὸ καὶ πρὸς τοὺς ζῶντας ἔπασχον, ἀλλὰ τὸν ἐντυγχάνοντα διελαύνοντες ἀπέφραξαν μὲν τοὺς στενωποὺς νεκροῖς, αἵματι δὲ ὅλην τὴν πόλιν κατέκλυσαν, ὡς πολλὰ καὶ τῶν φλεγομένων σβεσθῆναι τῶι φόνωι. [407] καὶ οἱ μὲν κτείνοντες ἐπαύσαντο πρὸς ἑσπέραν, ἐν δὲ τῆι νυκτὶ τὸ πῦρ ἐπεκράτει, φλεγομένοις δ' ἐπανέτειλεν Ἱεροσολύμοις ἡμέρα Γορπιαίου μηνὸς ὀγδόη, [408] πόλει τοσαύταις χρησαμένηι συμφοραῖς κατὰ τὴν πολιορκίαν, ὅσοις ἀπὸ κτίσεως ἀγαθοῖς κεχρημένη πάντως ἂν ἐπίφθονος ἔδοξεν, οὐ μὴν ἀξίαι κατ' ἄλλο τι τῶν τηλικούτων ἀτυχημάτων ἢ τὸ γενεὰν τοιαύτην ἐνεγκεῖν, ὑφ' ἧς ἀνετράπη. |