Flavius Iosephus
ca. 38 - ca. 110
Ἱστορία Ἰουδαϊκοῦπολέμου πρὸς Ῥωμαίους
Βιβλίον εʹ
|
|
___________________________________________________
|
|
X
1. [420] Τοιαῦτα τοῦ Ἰωσήπου μετὰ δακρύων ἐμβοῶντος οἱ στασιασταὶ μὲν οὔτε ἐνέδοσαν οὔτ' ἀσφαλῆ τὴν μεταβολὴν ἔκριναν, ὁ δὲ δῆμος ἐκινήθη πρὸς αὐτομολίαν. [421] καὶ οἱ μὲν τὰς κτήσεις ἐλαχίστου πωλοῦντες, οἱ δὲ τὰ πολυτελέστερα τῶν κειμηλίων, τοὺς μὲν χρυσοῦς, ὡς μὴ φωραθεῖεν ὑπὸ τῶν ληιστῶν, κατέπινον, ἔπειτα πρὸς τοὺς Ῥωμαίους διαδιδράσκοντες, ὁπότε κατενέγκαιεν εὐπόρουν πρὸς ἃ δέοιντο. [422] διηφίει γὰρ τοὺς πολλοὺς ὁ Τίτος εἰς τὴν χώραν ὅποι βούλοιτο ἕκαστος, καὶ τοῦτ' αὐτὸ μᾶλλον πρὸς αὐτομολίαν παρεκάλει τῶν μὲν εἴσω κακῶν στερησομένους, μὴ δουλεύσοντας δὲ Ῥωμαίοις. [423] οἱ δὲ περὶ τὸν Ἰωάννην καὶ τὸν Σίμωνα περιεφύλαττον τὰς τούτων ἐξόδους πλέον ἢ τὰς Ῥωμαίων εἰσόδους, καὶ σκιάν τις ὑπονοίας παρασχὼν μόνον εὐθέως ἀπεσφάττετο.2. [424] Τοῖς γε μὴν εὐπόροις καὶ τὸ μένειν πρὸς ἀπώλειαν ἴσον ἦν· προφάσει γὰρ αὐτομολίας ἀνηιρεῖτό τις διὰ τὴν οὐσίαν. τῶι λιμῶι δ' ἡ ἀπόνοια τῶν στασιαστῶν συνήκμαζε, καὶ καθ' ἡμέραν ἀμφότερα προσεξεκαίετο τὰ δεινά. [425] φανερὸς μὲν γὰρ οὐδαμοῦ σῖτος ἦν, ἐπεισπηδῶντες δὲ διηρεύνων τὰς οἰκίας, ἔπειθ' εὑρόντες μὲν ὡς ἀρνησαμένους ἠικίζοντο, μὴ εὑρόντες δ' ὡς ἐπιμελέστερον κρύψαντας ἐβασάνιζον. [426] τεκμήριον δὲ τοῦ τ' ἔχειν καὶ μὴ τὰ σώματα τῶν ἀθλίων, ὧν οἱ μὲν ἔτι συνεστῶτες εὐπορεῖν τροφῆς ἐδόκουν, οἱ τηκόμενοι δὲ ἤδη παρωδεύοντο, καὶ κτείνειν ἄλογον ἐδόκει τοὺς ὑπ' ἐνδείας τεθνηξομένους αὐτίκα. [427] πολλοὶ δὲ λάθρα τὰς κτήσεις ἑνὸς ἀντηλλάξαντο μέτρου πυρῶν μὲν εἰ πλουσιώτεροι τυγχάνοιεν ὄντες, οἱ δὲ πενέστεροι κριθῆς, ἔπειτα κατακλείοντες αὑτοὺς εἰς τὰ μυχαίτατα τῶν οἰκιῶν τινὲς μὲν ὑπ' ἄκρας ἐνδείας ἀνέργαστον τὸν σῖτον ἤσθιον, οἱ δ' ἔπεσσον ὡς ἥ τε ἀνάγκη καὶ τὸ δέος παρήινει. [428] καὶ τράπεζα μὲν οὐδαμοῦ παρετίθετο, τοῦ δὲ πυρὸς ὑφέλκοντες ἔτ' ὠμὰ τὰ σιτία διήρπαζον.3. [429] Ἐλεεινὴ δὲ ἦν ἡ τροφὴ καὶ δακρύων ἄξιος ἡ θέα, τῶν μὲν δυνατωτέρων πλεονεκτούντων, τῶν δ' ἀσθενῶν ὀδυρομένων. πάντων μὲν δὴ παθῶν ὑπερίσταται λιμός, οὐδὲν δ' οὕτως ἀπόλλυσιν ὡς αἰδῶ· τὸ γὰρ ἄλλως ἐντροπῆς ἄξιον ἐν τούτωι καταφρονεῖται. [430] γυναῖκες γοῦν ἀνδρῶν καὶ παῖδες πατέρων, καὶ τὸ οἰκτρότατον, μητέρες νηπίων ἐξήρπαζον ἐξ αὐτῶν τῶν στομάτων τὰς τροφάς, καὶ τῶν φιλτάτων ἐν χερσὶ μαραινομένων οὐκ ἦν φειδὼ τοὺς τοῦ ζῆν ἀφελέσθαι σταλαγμούς. [431] τοιαῦτα δ' ἐσθίοντες ὅμως οὐ διελάνθανον, πανταχοῦ δ' ἐφίσταντο οἱ στασιασταὶ καὶ τούτων ταῖς ἁρπαγαῖς. [432] ὁπότε γὰρ κατίδοιεν ἀποκεκλεισμένην οἰκίαν, σημεῖον ἦν τοῦτο τοὺς ἔνδον προσφέρεσθαι τροφῆς· εὐθέως δ' ἐξαράξαντες τὰς θύρας εἰσεπήδων, καὶ μόνον οὐκ ἐκ τῶν φαρύγγων ἀναθλίβοντες τὰς ἀκόλους ἀνέφερον. [433] ἐτύπτοντο δὲ γέροντες ἀντεχόμενοι τῶν σιτίων, καὶ κόμης ἐσπαράττοντο γυναῖκες συγκαλύπτουσαι τὰ ἐν χερσίν. οὐδέ τις ἦν οἶκτος πολιᾶς ἢ νηπίων, ἀλλὰ συνεπαίροντες τὰ παιδία τῶν ψωμῶν ἐκκρεμάμενα κατέσειον εἰς ἔδαφος. [434] τοῖς δὲ φθάσασι τὴν εἰσδρομὴν αὐτῶν καὶ προκαταπιοῦσι τὸ ἁρπαγησόμενον ὡς ἀδικηθέντες ἦσαν ὠμότεροι. [435] δεινὰς δὲ βασάνων ὁδοὺς ἐπενόουν πρὸς ἔρευναν τροφῆς, ὀρόβοις μὲν ἐμφράττοντες τοῖς ἀθλίοις τοὺς τῶν αἰδοίων πόρους, ῥάβδοις δ' ὀξείαις ἀναπείροντες τὰς ἕδρας, τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς ἔπασχέ τις εἰς ἐξομολόγησιν ἑνὸς ἄρτου καὶ ἵνα μηνύσηι δράκα μίαν κεκρυμμένην ἀλφίτων. [436] οἱ βασανισταὶ δ' οὐκ ἐπείνων, καὶ γὰρ ἧττον ἂν ὠμὸν ἦν τὸ μετ' ἀνάγκης, γυμνάζοντες δὲ τὴν ἀπόνοιαν καὶ προπαρασκευάζοντες αὑτοῖς εἰς τὰς ἑξῆς ἡμέρας ἐφόδια. [437] τοῖς δ' ἐπὶ τὴν Ῥωμαίων φρουρὰν νύκτωρ ἐξερπύσασιν ἐπὶ λαχάνων συλλογὴν ἀγρίων καὶ πόας ὑπαντῶντες, ὅτ' ἤδη διαπεφευγέναι τοὺς πολεμίους ἐδόκουν, ἀφήρπαζον τὰ κομισθέντα, [438] καὶ πολλάκις ἱκετευόντων καὶ τὸ φρικτὸν ἐπικαλουμένων ὄνομα τοῦ θεοῦ μεταδοῦναί τι μέρος αὐτοῖς ὧν κινδυνεύσαντες ἤνεγκαν, οὐδ' ὁτιοῦν μετέδοσαν· ἀγαπητὸν δ' ἦν τὸ μὴ καὶ προσαπολέσθαι σεσυλημένον.4. [439] Οἱ μὲν δὴ ταπεινότεροι τοιαῦτα πρὸς τῶν δορυφόρων ἔπασχον, οἱ δ' ἐν ἀξιώματι καὶ πλούτωι πρὸς τοὺς τυράννους ἀνήγοντο. τούτων οἱ μὲν ἐπιβουλὰς ψευδεῖς ἐπικαλούμενοι διεφθείροντο, οἱ δὲ ὡς προδιδοῖεν Ῥωμαίοις τὴν πόλιν, τὸ δ' ἑτοιμότατον ἦν μηνυτὴς ὑπόβλητος ὡς αὐτομολεῖν διεγνωκότων. [440] ὁ δ' ὑπὸ Σίμωνος γυμνωθεὶς πρὸς Ἰωάννην ἀνεπέμπετο, καὶ τὸν ὑπὸ Ἰωάννου σεσυλημένον ὁ Σίμων μετελάμβανεν· ἀντιπροέπινον δὲ ἀλλήλοις τὸ αἷμα τῶν δημοτῶν καὶ τὰ πτώματα τῶν ἀθλίων διεμερίζοντο. [441] καὶ τοῦ μὲν κρατεῖν στάσις ἦν ἐν ἀμφοτέροις, τῶν δ' ἀσεβημάτων ὁμόνοια· καὶ γὰρ ὁ μὴ μεταδοὺς ἐκ τῶν ἀλλοτρίων κακῶν θατέρωι μονοτρόπως ἐδόκει πονηρός, καὶ ὁ μὴ μεταλαβὼν ὡς ἀγαθοῦ τινος ἤλγει τὸν νοσφισμὸν τῆς ὠμότητος.5. [442] Καθ' ἕκαστον μὲν οὖν ἐπεξιέναι τὴν παρανομίαν αὐτῶν ἀδύνατον, συνελόντα δὲ εἰπεῖν, μήτε πόλιν ἄλλην τοιαῦτα πεπονθέναι μήτε γενεὰν ἐξ αἰῶνος γεγονέναι κακίας γονιμωτέραν, [443] οἵ γε τελευταῖον καὶ τὸ γένος ἐφαύλιζον τῶν Ἑβραίων, ὡς ἧττον ἀσεβεῖς δοκοῖεν πρὸς ἀλλοτρίους, ἐξωμολογήσαντο δ' ὅπερ ἦσαν εἶναι δοῦλοι καὶ σύγκλυδες καὶ νόθα τοῦ ἔθνους φθάρματα. [444] τὴν μέν γε πόλιν ἀνέτρεψαν αὐτοί, Ῥωμαίους δ' ἄκοντας ἠνάγκασαν ἐπιγραφῆναι σκυθρωπῶι κατορθώματι καὶ μόνον οὐχ εἵλκυσαν ἐπὶ τὸν ναὸν βραδῦνον τὸ πῦρ. [445] ἀμέλει καιόμενον ἐκ τῆς ἄνω πόλεως ἀφορῶντες οὔτ' ἤλγησαν οὔτ' ἐδάκρυσαν, ἀλλὰ ταῦτα τὰ πάθη παρὰ Ῥωμαίοις εὑρέθη. καὶ ταῦτα μὲν κατὰ χώραν ὕστερον μετ' ἀποδείξεως τῶν πραγμάτων ἐροῦμεν. |