Flavius Iosephus
ca. 38 - ca. 110
Ἱστορία Ἰουδαϊκοῦπολέμου πρὸς Ῥωμαίους
Βιβλίον δʹ
|
|
___________________________________________________
|
|
X
1. [585] Κατὰ δὲ τὸν αὐτὸν καιρὸν περιέσχε καὶ τὴν Ῥώμην πάθη χαλεπά. [586] παρῆν μὲν γὰρ ἀπὸ Γερμανίας Οὐιτέλλιος ἅμα τῶι στρατιωτικῶι πολὺ πλῆθος ἐπισυρόμενος ἕτερον, μὴ χωρούμενος δὲ τοῖς ἀποδεδειγμένοις εἰς τοὺς στρατιώτας περιβόλοις ὅλην ἐποιήσατο τὴν Ῥώμην στρατόπεδον καὶ πᾶσαν οἰκίαν ὁπλιτῶν ἐπλήρωσεν. [587] οἱ δὲ ἀήθεσιν ὀφθαλμοῖς τὸν Ῥωμαίων πλοῦτον θεασάμενοι καὶ περιλαμφθέντες πάντοθεν ἀργύρωι τε καὶ χρυσῶι τὰς ἐπιθυμίας μόλις κατεῖχον, ὥστε μὴ ἐφ' ἁρπαγὰς τρέπεσθαί τε καὶ τοὺς ἐμποδὼν γινομένους ἀναιρεῖν. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.2. [588] Οὐεσπασιανὸς δὲ ὡς τὰ πλησίον Ἱεροσολύμων καταστρεψάμενος ὑπέστρεψεν εἰς Καισάρειαν, ἀκούει τὰς κατὰ τὴν Ῥώμην ταραχὰς καὶ Οὐιτέλλιον αὐτοκράτορα. [589] τοῦτο αὐτὸν καίπερ ἄρχεσθαι καθάπερ ἄρχειν καλῶς ἐπιστάμενον εἰς ἀγανάκτησιν προήγαγεν, καὶ τὸν μὲν ὡς ἐρήμου καταμανέντα τῆς ἡγεμονίας ἠδόξει δεσπότην, [590] περιαλγήσας δὲ τῶι πάθει καρτερεῖν τὴν βάσανον οὐχ οἷός τε ἦν καὶ τῆς πατρίδος πορθουμένης ἑτέροις προσευσχολεῖν πολέμοις. [591] ἀλλ' ὅσον ὁ θυμὸς ἤπειγεν ἐπὶ τὴν ἄμυναν, τοσοῦτον εἶργεν ἔννοια τοῦ διαστήματος· πολλὰ γὰρ φθάσαι πανουργήσασαν τὴν τύχην πρὶν αὐτὸν εἰς τὴν Ἰταλίαν περαιωθῆναι καὶ ταῦτα χειμῶνος ὥραι πλέοντα· σφαδάζουσαν ἤδη κατεῖχεν τὴν ὀργήν.3. [592] Συνιόντες δὲ οἵ τε ἡγεμόνες καὶ στρατιῶται καθ' ἑταιρίαν φανερῶς ἤδη μεταβολὴν ἐβουλεύοντο καὶ διαγανακτοῦντες ἐβόων, ὡς οἱ μὲν ἐπὶ τῆς Ῥώμης στρατιῶται τρυφῶντες καὶ μηδ' ἀκούειν πολέμου φήμην ὑπομένοντες διαχειροτονοῦσιν οἷς βούλονται τὴν ἡγεμονίαν καὶ πρὸς ἐλπίδα λημμάτων ἀποδεικνύουσιν αὐτοκράτορας, [593] αὐτοὶ δὲ διὰ τοσούτων κεχωρηκότες πόνων καὶ γηρῶντες ὑπὸ τοῖς κράνεσιν ἑτέροις χαρίζονται τὴν ἐξουσίαν καὶ ταῦτα τὸν ἀξιώτερον ἄρχειν παρ' αὑτοῖς ἔχοντες. [594] ὧι τίνα δικαιοτέραν ποτὲ τῆς εἰς αὐτοὺς εὐνοίας ἀποδώσειν ἀμοιβήν, εἰ τὴν νῦν καταπροοῖντο; τοσούτωι δ' εἶναι Οὐεσπασιανὸν ἡγεμονεύειν Οὐιτελλίου δικαιότερον, ὅσωι καὶ αὐτοὺς τῶν ἐκεῖνον ἀποδειξάντων· [595] οὐ γὰρ δὴ μικροτέρους τῶν ἀπὸ Γερμανίας διενηνοχέναι πολέμους οὐδὲ τῶν ἐκεῖθεν καταγαγόντων τὸν τύραννον ἡττῆσθαι τοῖς ὅπλοις. [596] ἀγῶνος δὲ ἐνδεήσειν οὐδέν· οὐ γὰρ τὴν σύγκλητον ἢ τὸν Ῥωμαίων δῆμον ἀνέξεσθαι τῆς Οὐιτελλίου λαγνείας ἀντὶ τῆς Οὐεσπασιανοῦ σωφροσύνης, οὐδ' ἀντὶ μὲν ἡγεμόνος ἀγαθοῦ τύραννον ὠμότατον, ἄπαιδα δὲ ἀντὶ πατρὸς αἱρήσεσθαι προστάτην· μέγιστον γὰρ δὴ πρὸς ἀσφάλειαν εἰρήνης εἶναι τὰς γνησίους τῶν βασιλέων διαδοχάς. [597] εἴτε οὖν ἐμπειρίαι γήρως προσήκει τὸ ἄρχειν, Οὐεσπασιανὸν αὐτοὺς ἔχειν, εἴτε νεότητος ἀλκῆι, Τίτον· κραθήσεσθαι γὰρ τῆς παρ' ἀμφοῖν ἡλικίας τὸ ὠφέλιμον. [598] χορηγήσειν δὲ οὐ μόνον αὐτοὶ τὴν ἰσχὺν τοῖς ἀποδειχθεῖσι τρία τάγματα καὶ τὰς παρὰ τῶν βασιλέων συμμαχίας ἔχοντες συνετηρήσαμεν τά τε πρὸς ἕω πάντα καὶ τῆς Εὐρώπης ὅσα τῶν ἀπὸ Οὐιτελλίου φόβων κεχώρισται, καὶ τοὺς ἐπὶ τῆς Ἰταλίας δὲ συμμάχους, [599] ἀδελφὸν Οὐεσπασιανοῦ καὶ παῖδα ἕτερον, ὧν τῶι μὲν προσθήσεσθαι πολλοὺς τῶν ἐν ἀξιώματι νέων, τὸν δὲ καὶ τὴν τῆς πόλεως φυλακὴν πεπιστεῦσθαι, μέρος οὐκ ὀλίγον εἰς ἐπιβολὴν ἡγεμονίας. [600] καθόλου τε ἂν βραδύνωσιν αὐτοί, τάχα τὴν σύγκλητον ἀποδείξειν τὸν ὑπὸ τῶν συντετηρηκότων στρατιωτῶν ἀτιμούμενον.4. [601] Τοιαῦτα κατὰ συστροφὰς οἱ στρατιῶται διελάλουν· ἔπειτα συναθροισθέντες καὶ παρακροτήσαντες ἀλλήλους ἀναγορεύουσι τὸν Οὐεσπασιανὸν αὐτοκράτορα καὶ σώζειν τὴν κινδυνεύουσαν ἡγεμονίαν παρεκάλουν. [602] τῶι δὲ φροντὶς μὲν ἦν πάλαι περὶ τῶν ὅλων, οὔτι γε μὴν αὐτὸς ἄρχειν προήιρητο, τοῖς μὲν ἔργοις ἑαυτὸν ἄξιον ἡγούμενος, προκρίνων δὲ τῶν ἐν λαμπρότητι κινδύνων τὴν ἐν ἰδιώταις ἀσφάλειαν. [603] ἀρνουμένωι δὲ μᾶλλον οἱ ἡγεμόνες ἐπέκειντο καὶ περιχυθέντες οἱ στρατιῶται ξιφήρεις ἀναιρεῖν αὐτὸν ἠπείλουν, εἰ μὴ βούλοιτο ζῆν ἀξίως. [604] πολλὰ δὲ πρὸς αὐτοὺς διατεινάμενος ἐξ ὧν διωθεῖτο τὴν ἀρχὴν τελευταῖον, ὡς οὐκ ἔπειθεν, εἴκει τοῖς ὀνομάσασι.5. [605] Προτρεπομένων δ' αὐτὸν ἤδη Μουκιανοῦ τε καὶ τῶν ἄλλων ἡγεμόνων ὡς αὐτοκράτορα καὶ τῆς ἄλλης στρατιᾶς ἄγειν ἐπὶ πᾶν τὸ ἀντίπαλον, ὁ δὲ πρῶτον τῶν ἐπ' Ἀλεξανδρείας εἴχετο πραγμάτων, εἰδὼς πλεῖστον τῆς ἡγεμονίας μέρος τὴν Αἴγυπτον οὖσαν διὰ τὴν τοῦ σίτου χορηγίαν, [606] ἧς κρατήσας εἰ παρέλκοι καὶ βίαι καθαιρήσειν ἤλπιζεν Οὐιτέλλιον, οὐ γὰρ ἀνέξεσθαι πείνης ἐπὶ Ῥώμης τὸ πλῆθος, τὰ δύο τε ἐπὶ τῆς Ἀλεξανδρείας τάγματα προσποιήσασθαι βουλόμενος. [607] ἐνεθυμεῖτο δὲ καὶ πρόβλημα τὴν χώραν ἔχειν τῶν ἀπὸ τῆς τύχης ἀδήλων· ἔστι γὰρ κατά τε γῆν δυσέμβολος καὶ τὰ πρὸς θαλάσσης ἀλίμενος, [608] κατὰ μὲν ἑσπέραν προβεβλημένη τὰ ἄνυδρα τῆς Λιβύης, κατὰ δὲ μεσημβρίαν τὴν διορίζουσαν ἀπὸ Αἰθιόπων τὴν Συήνην καὶ τοὺς ἀπλώτους τοῦ ποταμοῦ καταράκτας, ἀπὸ δὲ τῆς ἀνατολῆς τὴν ἐρυθρὰν θάλασσαν ἀναχεομένην μέχρι Κοπτοῦ. [609] βόρειον δὲ τεῖχος αὐτῆι ἥ τε μέχρι Συρίας γῆ καὶ τὸ καλούμενον Αἰγύπτιον πέλαγος, πᾶν ἄπορον ὅρμων. [610] τετείχισται μὲν οὕτως ἡ Αἴγυπτος πάντοθεν· τὸ μεταξὺ δὲ Πηλουσίου καὶ Συήνης μῆκος αὐτῆς σταδίων δισχιλίων, ὅ τε ἀπὸ τῆς Πλινθίνης ἀνάπλους εἰς τὸ Πηλούσιον σταδίων τρισχιλίων ἑξακοσίων. [611] ὁ δὲ Νεῖλος ἀναπλεῖται μέχρι τῆς Ἐλεφάντων καλουμένης πόλεως, ὑπὲρ ἣν εἴργουσι προσωτέρω χωρεῖν οὓς προειρήκαμεν καταράκτας. [612] δυσπρόσιτος δὲ λιμὴν ναυσὶ καὶ κατ' εἰρήνην Ἀλεξανδρείας· στενός τε γὰρ εἴσπλους καὶ πέτραις ὑφάλοις τὸν ἐπ' εὐθὺ καμπτόμενος δρόμον. [613] καὶ τὸ μὲν ἀριστερὸν αὐτοῦ μέρος πέφρακται χειροκμήτοις σκέλεσιν, ἐν δεξιᾶι δὲ ἡ προσαγορευομένη Φάρος νῆσος πρόκειται, πύργον ἔχουσα μέγιστον ἐκπυρσεύοντα τοῖς καταπλέουσιν ἐπὶ τριακοσίους σταδίους, ὡς ἐν νυκτὶ πόρρωθεν ὁρμίζοιντο πρὸς τὴν δυσχέρειαν τοῦ κατάπλου. [614] περὶ ταύτην τὴν νῆσον καταβέβληται χειροποίητα τείχη μέγιστα, προσαρασσόμενον δὲ τούτοις τὸ πέλαγος καὶ τοῖς ἄντικρυς ἕρκεσιν ἀμφαγνυμένον ἐκτραχύνει τὸν πόρον καὶ σφαλερὰν διὰ στενοῦ τὴν εἴσοδον ἀπεργάζεται. [615] ὁ μέντοι γε λιμὴν ἀσφαλέστατος ἔνδον καὶ τριάκοντα σταδίων τὸ μέγεθος, εἰς ὃν τά τε λείποντα τῆι χώραι πρὸς εὐδαιμονίαν κατάγεται καὶ τὰ περισσεύοντα τῶν ἐπιχωρίων ἀγαθῶν εἰς πᾶσαν χωρίζεται τὴν οἰκουμένην.6. [616] Ἐφίετο μὲν οὖν εἰκότως τῶν ταύτηι πραγμάτων Οὐεσπασιανὸς εἰς βεβαίωσιν τῆς ὅλης ἡγεμονίας, ἐπιστέλλει δ' εὐθὺς τῶι διέποντι τὴν Αἴγυπτον καὶ τὴν Ἀλεξάνδρειαν Τιβερίωι Ἀλεξάνδρωι, δηλῶν τὸ τῆς στρατιᾶς πρόθυμον, καὶ ὡς αὐτὸς ὑποδὺς ἀναγκαίως τὸ βάρος τῆς ἡγεμονίας συνεργὸν αὐτὸν καὶ βοηθὸν προσλαμβάνοι. [617] παραναγνοὺς δὲ τὴν ἐπιστολὴν Ἀλέξανδρος προθύμως τά τε τάγματα καὶ τὸ πλῆθος εἰς αὐτὸν ὥρκωσεν. ἑκάτεροι δὲ ἀσμένως ὑπήκουσαν τὴν ἀρετὴν τἀνδρὸς ἐκ τῆς ἐγγὺς στρατηγίας εἰδότες. [618] καὶ ὁ μὲν πεπιστευμένος ἤδη τὰ περὶ τὴν ἀρχὴν προπαρεσκεύαζεν αὐτῶι καὶ τὰ πρὸς τὴν ἄφιξιν, τάχιον δ' ἐπινοίας διήγγελλον αἱ φῆμαι τὸν ἐπὶ τῆς ἀνατολῆς αὐτοκράτορα, καὶ πᾶσα μὲν πόλις ἑώρταζεν εὐαγγέλια [δὲ] καὶ θυσίας ὑπὲρ αὐτοῦ ἐπετέλει. [619] τὰ δὲ κατὰ Μυσίαν καὶ Παννονίαν τάγματα, μικρῶι πρόσθεν κεκινημένα πρὸς τὴν Οὐιτελλίου τόλμαν, μείζονι χαρᾶι Οὐεσπασιανῶι τὴν ἡγεμονίαν ὤμνυον. [620] ὁ δ' ἀναζεύξας ἀπὸ Καισαρείας εἰς Βηρυτὸν παρῆν, ἔνθα πολλαὶ μὲν ἀπὸ τῆς Συρίας αὐτῶι, πολλαὶ δὲ κἀπὸ τῶν ἄλλων ἐπαρχιῶν πρεσβεῖαι συνήντων, στεφάνους παρ' ἑκάστης πόλεως καὶ συγχαρτικὰ προσφέρουσαι ψηφίσματα. [621] παρῆν δὲ καὶ Μουκιανὸς ὁ τῆς ἐπαρχίας ἡγεμὼν τὸ πρόθυμον τῶν δήμων καὶ τοὺς κατὰ πόλιν ὅρκους ἀπαγγέλλων.7. [622] Προχωρούσης δὲ πανταχοῦ κατὰ νοῦν τῆς τύχης καὶ τῶν πραγμάτων συννενευκότων ἐκ τοῦ πλείστου μέρους, ἤδη παρίστατο τῶι Οὐεσπασιανῶι νοεῖν, ὡς οὐ δίχα δαιμονίου προνοίας ἅψαιτο τῆς ἀρχῆς, ἀλλὰ δικαία τις εἱμαρμένη περιαγάγοι τὸ κρατεῖν τῶν ὅλων ἐπ' αὐτόν· [623] ἀναμιμνήσκεται γὰρ τά τε ἄλλα σημεῖα, πολλὰ δ' αὐτῶι γεγόνει πανταχοῦ προφαίνοντα τὴν ἡγεμονίαν, καὶ τὰς τοῦ Ἰωσήπου φωνάς, ὃς αὐτὸν ἔτι ζῶντος Νέρωνος αὐτοκράτορα προσειπεῖν ἐθάρσησεν. [624] ἐξεπέπληκτο δὲ τὸν ἄνδρα δεσμώτην ἔτι ὄντα παρ' αὐτῶι, καὶ προσκαλεσάμενος Μουκιανὸν ἅμα τοῖς ἄλλοις ἡγεμόσι καὶ φίλοις πρῶτον μὲν αὐτοῦ τὸ δραστήριον ἐκδιηγεῖτο καὶ ὅσα περὶ τοῖς Ἰωταπάτοις δι' αὐτὸν ἔκαμον, [625] ἔπειτα τὰς μαντείας, ἃς αὐτὸς μὲν ὑπώπτευσε τότε πλάσματα τοῦ δέους, ἀποδειχθῆναι δὲ ὑπὸ τοῦ χρόνου καὶ τῶν πραγμάτων θείας. [626] «αἰσχρὸν οὖν, ἔφη, τὸν προθεσπίσαντά μοι τὴν ἀρχὴν καὶ διάκονον τῆς τοῦ θεοῦ φωνῆς ἔτι αἰχμαλώτου τάξιν ἢ δεσμώτου τύχην ὑπομένειν» καὶ καλέσας τὸν Ἰώσηπον λυθῆναι κελεύει. [627] τοῖς μὲν οὖν ἡγεμόσιν ἐκ τῆς εἰς τὸν ἀλλόφυλον ἀμοιβῆς λαμπρὰ καὶ περὶ αὑτῶν ἐλπίζειν παρέστη, συνὼν δὲ τῶι πατρὶ Τίτος «δίκαιον, [628] ὦ πάτερ, ἔφη, τοῦ Ἰωσήπου καὶ τὸ ὄνειδος ἀφαιρεθῆναι σὺν τῶι σιδήρωι· γενήσεται γὰρ ὅμοιος τῶι μὴ δεθέντι τὴν ἀρχήν, ἂν αὐτοῦ μὴ λύσωμεν ἀλλὰ κόψωμεν τὰ δεσμά.» τοῦτο γὰρ ἐπὶ τῶν μὴ δεόντως δεθέντων πράττεται. [629] συνεδόκει ταῦτα, καὶ παρελθών τις πελέκει διέκοψε τὴν ἅλυσιν. ὁ δὲ Ἰώσηπος εἰληφὼς περὶ τῶν προειρημένων γέρας τὴν ἐπιτιμίαν ἤδη καὶ περὶ τῶν μελλόντων ἀξιόπιστος ἦν. |