BIBLIOTHECA AUGUSTANA

 

Flavius Iosephus

ca. 38 - ca. 110

 

Ἱστορία Ἰουδαϊκοῦ

πολέμου πρὸς Ῥωμαίους

 

Βιβλίον δʹ

 

___________________________________________________

 

 

 

VII

 

1. [389] δη δὲ Ἰωάννηι τυραννιῶντι τὸ πρὸς τοὺς ὁμοίους ἰσότιμον ἠδοξεῖτο, καὶ κατ' ὀλίγους προσποιούμενος τῶν πονηροτέρων ἀφηνίαζε τοῦ συντάγματος. [390] ἀεὶ δὲ τοῖς μὲν τῶν ἄλλων δόγμασιν ἀπειθῶν, τὰ δὲ αὑτοῦ προστάσσων δεσποτικώτερον, δῆλος ἦν μοναρχίας ἀντιποιούμενος. [391] εἶκον δ' αὐτῶι τινὲς μὲν δέει, τινὲς δὲ κατ' εὔνοιαν, δεινὸς γὰρ ἦν ἀπάτηι καὶ λόγωι προσαγαγέσθαι, πολλοὶ δὲ πρὸς ἀσφαλείας ἡγούμενοι τῆς αὑτῶν τὰς αἰτίας ἤδη τῶν τολμωμένων ἐφ' ἕνα καὶ μὴ πολλοὺς ἀναφέρεσθαι. [392] τό γε μὴν δραστήριον αὐτοῦ κατά τε χεῖρα καὶ κατὰ γνώμην δορυφόρους εἶχεν οὐκ ὀλίγους. [393] πολλὴ δὲ μοῖρα τῶν ἀντικαθισταμένων ἀπελείπετο, παρ' οἷς ἴσχυε μὲν καὶ φθόνος δεινὸν ἡγουμένων ὑποτετάχθαι τὸ πρὶν ἰσοτίμωι, τὸ πλέον δ' εὐλάβεια τῆς μοναρχίας ἀπέτρεπεν· [394] οὔτε γὰρ καταλύσειν ῥαιδίως ἤλπιζον αὐτὸν ἅπαξ κρατήσαντα, καὶ καθ' αὑτῶν πρόφασιν ἕξειν τὸ τὴν ἀρχὴν ἀντιπρᾶξαι· προηιρεῖτο δ' οὖν πολεμῶν ἕκαστος ὁτιοῦν παθεῖν ἢ δουλεύσας ἑκουσίως ἐν ἀνδραπόδου μοίραι παραπολέσθαι. [395] διαιρεῖται μὲν οὖν ἡ στάσις ἐκ τούτων, καὶ τοῖς ἐναντιωθεῖσιν Ἰωάννης ἀντεβασίλευσεν. [396] ἀλλὰ τὰ μὲν πρὸς ἀλλήλους αὐτοῖς διὰ φυλακῆς ἦν, καὶ οὐδὲν ἢ μικρὸν εἴ ποτε διηκροβολίζοντο τοῖς ὅπλοις, ἤριζον δὲ κατὰ τοῦ δήμου καὶ πότεροι πλείονα λείαν ἄξουσιν ἀντεφιλονείκουν. [397] ἐπεὶ δὲ ἡ πόλις τρισὶ τοῖς μεγίστοις κακοῖς ἐχειμάζετο, πολέμωι καὶ τυραννίδι καὶ στάσει, κατὰ σύγκρισιν μετριώτερον ἦν τοῖς δημοτικοῖς ὁ πόλεμος· ἀμέλει διαδιδράσκοντες ἐκ τῶν οἰκείων ἔφευγον πρὸς τοὺς ἀλλοφύλους καὶ παρὰ Ῥωμαίοις ἧς ἀπήλπισαν ἐν τοῖς ἰδίοις σωτηρίας ἠξιοῦντο.

2. [398] Τέταρτον δὲ ἄλλο κακὸν ἐκινεῖτο πρὸς τὴν τοῦ ἔθνους κατάλυσιν. [399] φρούριον ἦν οὐ πόρρω Ἱεροσολύμων καρτερώτατον, ὑπὸ τῶν ἀρχαίων βασιλέων εἴς τε ὑπέκθεσιν κτήσεως ἐν πολέμου ῥοπαῖς καὶ σωμάτων ἀσφάλειαν κατεσκευασμένον, ὃ ἐκαλεῖτο Μασάδα. [400] τοῦτο κατειληφότες οἱ προσαγορευόμενοι σικάριοι τέως μὲν τὰς πλησίον χώρας κατέτρεχον οὐδὲν πλέον τῶν ἐπιτηδείων ποριζόμενοι· [401] δέει γὰρ ἀνεστέλλοντο τῆς πλείονος ἁρπαγῆς· ὡς [δὲ] τὴν Ῥωμαίων στρατιὰν ἠρεμοῦσαν, στάσει δὲ καὶ τυραννίδι ἰδίαι τοὺς ἐν Ἱεροσολύμοις Ἰουδαίους ἐπύθοντο διηιρημένους, ἁδροτέρων ἥπτοντο τολμημάτων. [402] καὶ κατὰ τὴν ἑορτὴν τῶν ἀζύμων, ἣν ἄγουσιν Ἰουδαῖοι σωτήρια ἐξ οὗ τῆς ὑπ' Αἰγυπτίοις δουλείας ἀνεθέντες εἰς τὴν πάτριον γῆν κατῆλθον, νύκτωρ τοὺς ἐμποδὼν ὄντας διαλαθόντες πολίχνην τινὰ κατατρέχουσιν καλουμένην Ἐνγαδδί, [403] ἐν ἧι τὸ μὲν ἀμύνεσθαι δυνάμενον πρὶν ὅπλων ἅψασθαι καὶ συνελθεῖν φθάσαντες ἐσκέδασαν καὶ τῆς πόλεως ἐξέβαλον, τὸ δὲ φυγεῖν ἧττον ὄν, γύναιά τε καὶ παῖδας, ὑπὲρ ἑπτακοσίους ἀναιροῦσιν. [404] ἔπειτα τούς τε οἴκους ἐξεσκευασμένοι καὶ τῶν καρπῶν τοὺς ἀκμαιοτάτους ἁρπάσαντες ἀνήνεγκαν εἰς τὴν Μασάδαν. [405] καὶ οἱ μὲν ἐλήιζοντο πάσας τὰς περὶ τὸ φρούριον κώμας καὶ τὴν χώραν ἐπόρθουν ἅπασαν προσδιαφθειρομένων αὐτοῖς καθ' ἡμέραν ἑκασταχόθεν οὐκ ὀλίγων· [406] ἐκινεῖτο δὲ καὶ κατὰ τὰ ἄλλα τῆς Ἰουδαίας κλίματα τὸ τέως ἠρεμοῦν τὸ ληιστρικόν, καθάπερ δὲ ἐν σώματι τοῦ κυριωτάτου φλεγμαίνοντος πάντα τὰ μέλη συνενόσει· [407] διὰ γοῦν τὴν ἐν τῆι μητροπόλει στάσιν καὶ ταραχὴν ἄδειαν ἔσχον οἱ κατὰ τὴν χώραν πονηροὶ τῶν ἁρπαγῶν καὶ τὰς οἰκείας ἕκαστος κώμας ἁρπάζοντες ἔπειτα εἰς τὴν ἐρημίαν ἀφίσταντο. [408] συναθροιζόμενοί τε καὶ συνομνύμενοι κατὰ λόχους στρατιᾶς μὲν ὀλιγώτεροι πλείους δὲ ληιστηρίου προσέπιπτον ἱεροῖς καὶ πόλεσιν, [409] καὶ κακοῦσθαι μὲν συνέβαινεν ἐφ' οὓς ὁρμήσειαν ὡς ἐν πολέμωι καταληφθέντας, φθάνεσθαι δὲ τὰς ἀμύνας ὡς ληιστῶν ἅμα ταῖς ἁρπαγαῖς ἀποδιδρασκόντων. οὐδὲν δὲ μέρος ἦν τῆς Ἰουδαίας, ὃ μὴ τῆι προανεχούσηι πόλει συναπώλλυτο.

3. [410] Ταῦτα Οὐεσπασιανῶι παρὰ τῶν αὐτομόλων διηγγέλλετο. καίπερ γὰρ φρουρούντων τὰς ἐξόδους τῶν στασιαστῶν ἁπάσας καὶ διαφθειρόντων τοὺς ὁπωσοῦν προσιόντας, ὅμως ἦσαν οἳ διελάνθανον καὶ καταφεύγοντες εἰς τοὺς Ῥωμαίους τὸν στρατηγὸν ἐνῆγον ἀμῦναι τῆι πόλει καὶ τὰ τοῦ δήμου περισῶσαι λείψανα· [411] διὰ γὰρ τὴν πρὸς Ῥωμαίους εὔνοιαν ἀνηιρῆσθαί τε τοὺς πολλοὺς καὶ κινδυνεύειν τοὺς περιόντας. [412] ὁ δὲ οἰκτείρων ἤδη τὰς συμφορὰς αὐτῶν τὸ μὲν δοκεῖν ἐκπολιορκήσων ἐφίσταται τὰ Ἱεροσόλυμα, τὸ δὲ ἀληθὲς ἀπαλλάξων πολιορκίας. [413] ἔδει μὲν προκαταστρέψασθαι τὰ λειπόμενα καὶ μηδὲν ἔξωθεν ἐμπόδιον τῆι πολιορκίαι καταλιπεῖν· ἐλθὼν οὖν ἐπὶ τὰ Γάδαρα μητρόπολιν τῆς Περαίας καρτερὰν τετράδι Δύστρου μηνὸς εἴσεισιν εἰς τὴν πόλιν· [414] καὶ γὰρ ἔτυχον οἱ δυνατοὶ λάθρα τῶν στασιωδῶν πρεσβευσάμενοι πρὸς αὐτὸν περὶ παραδόσεως πόθωι τε εἰρήνης καὶ διὰ τὰς οὐσίας· πολλοὶ δὲ τὰ Γάδαρα κατώικουν πλούσιοι. [415] τούτων τὴν πρεσβείαν ἠγνοήκεσαν οἱ διάφοροι, πλησίον δὲ ἤδη ὄντος Οὐεσπασιανοῦ διεπύθοντο, καὶ κατασχεῖν μὲν αὐτοὶ τὴν πόλιν ἀπέγνωσαν δύνασθαι τῶν τε ἔνδον ἐχθρῶν πλήθει λειπόμενοι καὶ Ῥωμαίους ὁρῶντες οὐ μακρὰν τῆς πόλεως, φεύγειν δὲ κρίνοντες ἠδόξουν ἀναιμωτὶ καὶ μηδεμίαν παρὰ τῶν αἰτίων εἰσπραξάμενοι τιμωρίαν. [416] συλλαβόντες δὴ τὸν Δόλεσον, οὗτος γὰρ ἦν οὐ μόνον ἀξιώματι καὶ γένει τῆς πόλεως πρῶτος, ἀλλ' ἐδόκει καὶ τῆς πρεσβείας αἴτιος, κτείνουσί τε αὐτὸν καὶ δι' ὑπερβολὴν ὀργῆς νεκρὸν αἰκισάμενοι διέδρασαν ἐκ τῆς πόλεως. [417] ἐπιούσης δὲ ἤδη τῆς Ῥωμαϊκῆς δυνάμεως ὅ τε δῆμος τῶν Γαδαρέων μετ' εὐφημίας τὸν Οὐεσπασιανὸν εἰσδεξάμενοι δεξιὰς παρ' αὐτοῦ πίστεως ἔλαβον καὶ φρουρὰν ἱππέων τε καὶ πεζῶν πρὸς τὰς τῶν φυγάδων καταδρομάς· [418] τὸ γὰρ τεῖχος αὐτοὶ πρὶν ἀξιῶσαι Ῥωμαίους καθεῖλον, ὅπως εἴη πίστις αὐτοῖς τοῦ τὴν εἰρήνην ἀγαπᾶν τὸ μηδὲ βουληθέντας δύνασθαι πολεμεῖν.

4. [419] Οὐεσπασιανὸς δὲ ἐπὶ μὲν τοὺς διαδράντας ἐκ τῶν Γαδάρων Πλάκιδον σὺν ἱππεῦσιν πεντακοσίοις καὶ πεζοῖς τρισχιλίοις πέμπει, αὐτὸς δὲ μετὰ τῆς ἄλλης στρατιᾶς ὑπέστρεψεν εἰς Καισάρειαν. [420] οἱ δὲ φυγάδες ὡς αἰφνίδιον τοὺς διώκοντας ἱππεῖς ἐθεάσαντο, πρὶν εἰς χεῖρας ἐλθεῖν εἴς τινα κώμην συνειλοῦνται Βηθενναβρὶν προσαγορευομένην· [421] ἐν ἧι νέων πλῆθος οὐκ ὀλίγον εὑρόντες καὶ τοὺς μὲν ἑκόντας τοὺς δὲ βίαι καθοπλίσαντες εἰκαίως, προπηδῶσιν ἐπὶ τοὺς περὶ τὸν Πλάκιδον. [422] οἱ δὲ πρὸς μὲν τὴν πρώτην ἐμβολὴν ὀλίγον εἶξαν ἅμα καὶ προκαλέσασθαι τεχνιτεύοντες αὐτοὺς ἀπὸ τοῦ τείχους πορρωτέρω, [423] λαβόντες δ' εἰς ἐπιτήδειον περιήλαυνόν τε καὶ κατηκόντιζον, καὶ τοὺς μὲν φυγάδας αὐτῶν οἱ ἱππεῖς ὑπετέμνοντο, τὰς συμπλοκὰς δὲ τὸ πεζὸν εὐτόνως διέφθειρον. [424] οὐ μέντοι πλέον τι τόλμης ἐπιδεικνύμενοι Ἰουδαῖοι διεφθείροντο· πεπυκνωμένοις γὰρ τοῖς Ῥωμαίοις προσπίπτοντες καὶ ταῖς πανοπλίαις ὥσπερ τετειχισμένοις, αὐτοὶ μὲν οὐχ εὕρισκον βέλους παράδυσιν οὐδ' ηὐτόνουν ῥῆξαι τὴν φάλαγγα, [425] περιεπείροντο δὲ τοῖς ἐκείνων βέλεσι καὶ τοῖς ἀγριωτάτοις παραπλήσιοι θηρίοις ὥρμων ἐπὶ τὸν σίδηρον, διεφθείροντο δ' οἱ μὲν κατὰ στόμα παιόμενοι τοῖς ξίφεσιν, οἱ δὲ ὑπὸ τῶν ἱππέων σκεδαννύμενοι.

5. [426] Σπουδὴ γὰρ ἦν τῶι Πλακίδωι τὰς ἐπὶ τὴν κώμην ὁρμὰς αὐτῶν διακλείειν. [427] καὶ συνεχῶς παρελαύνων κατ' ἐκεῖνο τὸ μέρος, ἔπειτα ἐπιστρέφων ἅμα καὶ τοῖς βέλεσι χρώμενος εὐστόχως ἀνήιρει τοὺς πλησιάζοντας καὶ δέει τοὺς πόρρωθεν ἀνέστρεφεν, μέχρι βίαι διεκπεσόντες οἱ γενναιότατοι πρὸς τὸ τεῖχος διέφευγον. [428] ἀπορία δ' εἶχε τοὺς φύλακας· οὔτε γὰρ ἀποκλεῖσαι τοὺς ἀπὸ τῶν Γαδάρων ὑπέμενον διὰ τοὺς σφετέρους καὶ δεξάμενοι συναπολεῖσθαι προσεδόκων. [429] ὃ δὴ καὶ συνέβη· συνωσθέντων γὰρ αὐτῶν εἰς τὸ τεῖχος παρ' ὀλίγον μὲν οἱ τῶν Ῥωμαίων ἱππεῖς συνεισέπεσον, οὐ μὴν ἀλλὰ καὶ φθασάντων ἀποκλεῖσαι τὰς πύλας προσβαλὼν ὁ Πλάκιδος καὶ μέχρι δείλης γενναίως ἀγωνισάμενος τοῦ τείχους καὶ τῶν ἐν τῆι κώμηι ἐκράτει. [430] τὰ μὲν οὖν ἀργὰ πλήθη διεφθείρετο, φυγὴ δὲ ἦν τῶν δυνατωτέρων, τὰς δ' οἰκίας οἱ στρατιῶται διήρπασαν καὶ τὴν κώμην ἐνέπρησαν. [431] οἱ δὲ διαδράντες ἐξ αὐτῆς τοὺς κατὰ τὴν χώραν συνανέστησαν, καὶ τὰς μὲν αὐτῶν συμφορὰς ἐξαίροντες ἐπὶ μεῖζον, τῶν δὲ Ῥωμαίων τὴν στρατιὰν πᾶσαν ἐπιέναι λέγοντες πάντας πανταχόθεν ἐξέσεισαν τῶι δέει, γενόμενοί τε παμπληθεῖς ἔφευγον ἐπὶ Ἱεριχοῦντος· [432] αὕτη γὰρ ἔτι μόνη τὰς ἐλπίδας αὐτῶν ἔθαλπε τῆς σωτηρίας καρτερὰ πλήθει γε οἰκητόρων. [433] Πλάκιδος δὲ τοῖς ἱππεῦσι καὶ ταῖς προαγούσαις εὐπραγίαις τεθαρρηκὼς εἵπετο, καὶ μέχρι μὲν Ἰορδάνου τοὺς ἀεὶ καταλαμβανομένους ἀνήιρει, συνελάσας δὲ πρὸς τὸν ποταμὸν πᾶν τὸ πλῆθος εἰργομένους ὑπὸ τοῦ ῥεύματος, τραφὲν γὰρ ὑπ' ὄμβρων ἄβατον ἦν, ἀντικρὺ παρετάσσετο. [434] παρώξυνε δ' ἡ ἀνάγκη πρὸς μάχην τοὺς φυγῆς τόπον οὐκ ἔχοντας, καὶ ταῖς ὄχθαις ἐπὶ μήκιστον παρεκτείναντες σφᾶς αὐτοὺς ἐδέχοντο τὰ βέλη καὶ τὰς τῶν ἱππέων ἐμβολάς, οἳ πολλοὺς αὐτῶν παίοντες εἰς τὸ ῥεῦμα κατέβαλον. [435] καὶ τὸ μὲν ἐν χερσὶν αὐτῶν διαφθαρὲν μύριοι πεντακισχίλιοι, τὸ δὲ βιασθὲν ἐμπηδῆσαι εἰς τὸν Ἰορδάνην πλῆθος ἑκουσίως ἄπειρον ἦν. [436] ἑάλωσαν δὲ περὶ δισχιλίους καὶ διακοσίους λεία τε παμπληθὴς ὄνων τε καὶ προβάτων καὶ καμήλων καὶ βοῶν.

6. [437] Ἰουδαίοις μὲν οὖν οὐδὲν ἐλάττων ἥδε ἡ πληγὴ προσπεσοῦσα καὶ μείζων ἔδοξεν ἑαυτῆς διὰ τὸ μὴ μόνον τὴν χώραν ἅπασαν δι' ἧς ἔφευγον πληρωθῆναι φόνου μηδὲ νεκροῖς διαβατὸν γενέσθαι τὸν Ἰορδάνην, ἐμπλησθῆναι δὲ τῶν σωμάτων καὶ τὴν Ἀσφαλτικὴν λίμνην, εἰς ἣν παμπληθεῖς ὑπὸ τοῦ ποταμοῦ κατεσύρησαν. [438] Πλάκιδος δὲ δεξιᾶι τύχηι χρώμενος ὥρμησεν ἐπὶ τὰς πέριξ πολίχνας τε καὶ κώμας, καταλαμβανόμενός τε Ἄβιλα καὶ Ἰουλιάδα καὶ Βησιμὼ τάς τε μέχρι [τῆς] Ἀσφαλτίτιδος πάσας ἐγκαθίστησιν ἑκάστηι τοὺς ἐπιτηδείους τῶν αὐτομόλων. [439] ἔπειτα σκάφεσιν ἐπιβήσας τοὺς στρατιώτας αἱρεῖ τοὺς εἰς τὴν λίμνην καταφεύγοντας. καὶ τὰ μὲν κατὰ τὴν Περαίαν προσεχώρησεν ἢ ἑάλω πάντα μέχρι Μαχαιροῦντος.