BIBLIOTHECA AUGUSTANA

 

Flavius Iosephus

ca. 38 - ca. 110

 

Ἱστορία Ἰουδαϊκοῦ

πολέμου πρὸς Ῥωμαίους

 

Βιβλίον δʹ

 

___________________________________________________

 

 

 

V

 

1. [305] Συνεδόκει ταῦτα τοῖς Ἰδουμαίοις, καὶ διὰ τῆς πόλεως ἀνέβαινον πρὸς τὸ ἱερόν, μετέωροί τε οἱ ζηλωταὶ τὴν ἄφιξιν αὐτῶν ἐκαραδόκουν. καὶ παριόντων εἴσω καὶ αὐτοὶ θαρροῦντες προήιεσαν ἐκ τοῦ ἐνδοτέρου ἱεροῦ. [306] μιγέντες δὲ τοῖς Ἰδουμαίοις προσέβαλλον ταῖς φυλακαῖς, καὶ τινὰς μὲν τῶν προκοιτούντων ἀπέσφαξαν κοιμωμένους, πρὸς δὲ τὴν τῶν ἐγρηγορότων βοὴν διανέστη πᾶν τὸ πλῆθος καὶ μετ' ἐκπλήξεως ἁρπάζοντες τὰ ὅπλα πρὸς τὴν ἄμυναν ἐχώρουν. [307] ἕως μὲν οὖν μόνους τοὺς ζηλωτὰς ἐπιχειρεῖν ὑπελάμβανον, ἐθάρρουν ὡς τῶι πλήθει περιεσόμενοι, κατιδόντες δὲ ἔξωθεν ἐπιχεομένους ἄλλους ἤισθοντο τὴν εἰσβολὴν τῶν Ἰδουμαίων, [308] καὶ τὸ μὲν πλέον αὐτῶν ἅμα ταῖς ψυχαῖς κατέβαλλε τὰ ὅπλα καὶ πρὸς οἰμωγαῖς ἦν, φραξάμενοι δὲ ὀλίγοι τῶν νέων γενναίως ἐδέχοντο τοὺς Ἰδουμαίους καὶ μέχρι πολλοῦ τὴν ἀργοτέραν πληθὺν ἔσκεπον. [309] οἱ δὲ κραυγῆι διεσήμαινον τοῖς κατὰ τὴν πόλιν τὰς συμφοράς, κἀκείνων ἀμῦναι μὲν οὐδεὶς ἐτόλμησεν, ὡς ἔμαθον εἰσπεπαικότας τοὺς Ἰδουμαίους, ἀργὰ δ' ἀντεβόων καὶ ἀντωλοφύροντο, καὶ πολὺς κωκυτὸς γυναικῶν ἠγείρετο κινδυνεύοντος ἑκάστηι τινὸς τῶν φυλάκων. [310] οἱ δὲ ζηλωταὶ τοῖς Ἰδουμαίοις συνεπηλάλαζον καὶ τὴν ἐκ πάντων βοὴν ὁ χειμὼν ἐποίει φοβερωτέραν. ἐφείδοντό τε οὐδενὸς Ἰδουμαῖοι φύσει τε ὠμότατοι φονεύειν ὄντες καὶ τῶι χειμῶνι κεκακωμένοι κατὰ τῶν ἀποκλεισάντων ἐχρῶντο τοῖς θυμοῖς· [311] ἦσαν δ' ὅμοιοι τοῖς ἱκετεύουσι καὶ τοῖς ἀμυνομένοις καὶ πολλοὺς τήν τε συγγένειαν ἀναμιμνήσκοντας καὶ δεομένους τοῦ κοινοῦ ἱεροῦ λαβεῖν αἰδῶ διήλαυνον τοῖς ξίφεσιν. [312] ἦν δὲ φυγῆς μὲν οὐδεὶς τόπος οὐδὲ σωτηρίας ἐλπίς, συνωθούμενοι δὲ περὶ ἀλλήλους κατεκόπτοντο, καὶ τὸ πλέον ἐκβιαζόμενοι. ὡς οὐκέτ' ἦν ὑποχωρήσεως τόπος ἐπήιεσαν δὲ οἱ φονεύοντες, ὑπ' ἀμηχανίας κατεκρήμνιζον ἑαυτοὺς εἰς τὴν πόλιν, οἰκτρότερον ἔμοιγε δοκεῖν οὗ διέφευγον ὀλέθρου τὸν αὐθαίρετον ὑπομένοντες. [313] ἐπεκλύσθη δὲ τὸ ἔξωθεν ἱερὸν πᾶν αἵματι, καὶ νεκροὺς ὀκτακισχιλίους πεντακοσίους ἡ ἡμέρα κατελάμβανεν.

2. [314] Οὐκ ἐκορέσθησαν δὲ τούτοις οἱ θυμοὶ τῶν Ἰδουμαίων, ἀλλ' ἐπὶ τὴν πόλιν τραπόμενοι πᾶσαν μὲν οἰκίαν διήρπαζον, ἔκτεινον δὲ τὸν περιτυχόντα. [315] καὶ τὸ μὲν ἄλλο πλῆθος αὐτοῖς ἐδόκει παρανάλωμα, τοὺς δὲ ἀρχιερεῖς ἀνεζήτουν, καὶ κατ' ἐκείνων ἦν τοῖς πλείστοις ἡ φορά. [316] ταχέως δ' ἁλόντες διεφθείροντο, καὶ τοῖς νεκροῖς αὐτῶν ἐπιστάντες τὸν μὲν Ἄνανον τῆς πρὸς τὸν δῆμον εὐνοίας. [317] τὸν δὲ Ἰησοῦν τῶν ἀπὸ τοῦ τείχους λόγων ἐπέσκωπτον. προῆλθον δὲ εἰς τοσοῦτον ἀσεβείας ὥστε καὶ ἀτάφους ῥῖψαι, καίτοι τοσαύτην Ἰουδαίων περὶ τὰς ταφὰς πρόνοιαν ποιουμένων, ὥστε καὶ τοὺς ἐκ καταδίκης ἀνεσταυρωμένους πρὸ δύντος ἡλίου καθελεῖν τε καὶ θάπτειν. [318] οὐκ ἂν ἁμάρτοιμι δ' εἰπὼν ἁλώσεως ἄρξαι τῆι πόλει τὸν Ἀνάνου θάνατον, καὶ ἀπ' ἐκείνης τῆς ἡμέρας ἀνατραπῆναι τὸ τεῖχος καὶ διαφθαρῆναι τὰ πράγματα Ἰουδαίοις, ἐν ἧι τὸν ἀρχιερέα καὶ ἡγεμόνα τῆς ἰδίας σωτηρίας αὐτῶν ἐπὶ μέσης τῆς πόλεως εἶδον ἀπεσφαγμένον. [319] ἦν γὰρ δὴ τά τε ἄλλα σεμνὸς ἁνὴρ καὶ δικαιότατος. καὶ παρὰ τὸν ὄγκον τῆς τε εὐγενείας καὶ τῆς ἀξίας καὶ ἧς εἶχε τιμῆς ἠγαπηκὼς τὸ ἰσότιμον καὶ πρὸς τοὺς ταπεινοτάτους, φιλελεύθερός τε ἐκτόπως καὶ δημοκρατίας ἐραστής, [320] πρό τε τῶν ἰδίων λυσιτελῶν τὸ κοινῆι συμφέρον ἀεὶ τιθέμενος καὶ περὶ παντὸς ποιούμενος τὴν εἰρήνην· ἄμαχα γὰρ ἤιδει τὰ Ῥωμαίων· προσκοπούμενος δ' ὑπ' ἀνάγκης καὶ τὰ κατὰ τὸν πόλεμον, ὅπως, εἰ μὴ διαλύσαιντο Ἰουδαῖοι, δεξιῶς διαφέροιντο. [321] καθόλου δ' εἰπεῖν, ζῶντος Ἀνάνου πάντως ἂν διελύθησαν· δεινὸς γὰρ ἦν εἰπεῖν τε καὶ πεῖσαι τὸν δῆμον, ἤδη δὲ ἐχειροῦτο καὶ τοὺς ἐμποδίζοντας· ἢ πολεμοῦντες πλείστην ἂν τριβὴν Ῥωμαίοις παρέσχον ὑπὸ τοιούτωι στρατηγῶι. [322] παρέζευκτο δ' αὐτῶι καὶ ὁ Ἰησοῦς, αὐτοῦ μὲν λειπόμενος κατὰ σύγκρισιν, προύχων δὲ τῶν ἄλλων. [323] ἀλλ' οἶμαι κατακρίνας ὁ θεὸς ὡς μεμιασμένης τῆς πόλεως ἀπώλειαν καὶ πυρὶ βουλόμενος ἐκκαθαρθῆναι τὰ ἅγια τοὺς ἀντεχομένους αὐτῶν καὶ φιλοστοργοῦντας περιέκοπτεν. [324] οἱ δὲ πρὸ ὀλίγου τὴν ἱερὰν ἐσθῆτα περικείμενοι καὶ τῆς κοσμικῆς θρησκείας κατάρχοντες προσκυνούμενοί τε τοῖς ἐκ τῆς οἰκουμένης παραβάλλουσιν εἰς τὴν πόλιν, ἐρριμμένοι γυμνοὶ βορὰ κυνῶν καὶ θηρίων ἐβλέποντο. [325] αὐτὴν ἐπ' ἐκείνοις στενάξαι τοῖς ἀνδράσι δοκῶ τὴν ἀρετήν, ὀλοφυρομένην ὅτι τοσοῦτον ἥττητο τῆς κακίας. ἀλλὰ [γὰρ] τὸ μὲν Ἀνάνου καὶ Ἰησοῦ τέλος τοιοῦτον ἀπέβη.

3. [326] Μετὰ δ' ἐκείνους οἵ τε ζηλωταὶ καὶ τῶν Ἰδουμαίων τὸ πλῆθος τὸν λαὸν ὥσπερ ἀνοσίων ζώιων ἀγέλην ἐπιόντες ἔσφαζον. [327] καὶ τὸ μὲν εἰκαῖον ἐφ' οὗ καταληφθείη τόπου διεφθείρετο, τοὺς δὲ εὐγενεῖς καὶ νέους συλλαμβάνοντες εἰς εἱρκτὴν κατέκλειον δεδεμένους, κατ' ἐλπίδα τοῦ προσθήσεσθαί τινας αὐτοῖς τὴν ἀναίρεσιν ὑπερτιθέμενοι. [328] προσέσχε δ' οὐδείς, ἀλλὰ πάντες τοῦ τάξασθαι μετὰ τῶν πονηρῶν κατὰ τῆς πατρίδος προείλοντο τὸν θάνατον. [329] δεινὰς δὲ τῆς ἀρνήσεως αἰκίας ὑπέμενον μαστιγούμενοί τε καὶ στρεβλούμενοι, μετὰ δὲ τὸ μηκέτ' ἀρκεῖν τὸ σῶμα ταῖς βασάνοις μόλις ἠξιοῦντο τοῦ ξίφους. [330] οἱ συλληφθέντες δὲ μεθ' ἡμέραν ἀνηιροῦντο νύκτωρ, καὶ τοὺς νεκροὺς ἐκφοροῦντες ἔρριπτον, ὡς ἑτέροις εἴη δεσμώταις τόπος. [331] ἦν δὲ τοσαύτη τοῦ δήμου κατάπληξις, ὡς μηδένα τολμῆσαι μήτε κλαίειν φανερῶς τὸν προσήκοντα νεκρὸν μήτε θάπτειν, ἀλλὰ λαθραῖα μὲν ἦν αὐτῶν κατακεκλεισμένων τὰ δάκρυα καὶ μετὰ περισκέψεως, μή τις ἐπακούσηι τῶν ἐχθρῶν, ἔστενον· [332] ἴσα γὰρ τοῖς πενθουμένοις ὁ πενθήσας εὐθὺς ἔπασχε· νύκτωρ δὲ κόνιν αἴροντες χεροῖν ὀλίγην ἐπερρίπτουν τοῖς σώμασι, καὶ μεθ' ἡμέραν εἴ τις παράβολος. [333] μύριοι καὶ δισχίλιοι τῶν εὐγενῶν νέων οὕτως διεφθάρησαν.

4. [334] Οἱ δὲ ἤδη διαμεμισηκότες τὸ φονεύειν ἀνέδην εἰρωνεύοντο δικαστήρια καὶ κρίσεις. [335] καὶ δή τινα τῶν ἐπιφανεστάτων ἀποκτείνειν προθέμενοι Ζαχαρίαν υἱὸν Βάρεις· παρώξυνε δὲ αὐτοὺς τὸ λίαν τἀνδρὸς μισοπόνηρον καὶ φιλελεύθερον, ἦν δὲ καὶ πλούσιος, ὥστε μὴ μόνον ἐλπίζειν τὴν ἁρπαγὴν τῆς οὐσίας, ἀλλὰ καὶ προσαποσκευάσεσθαι δυνατὸν ἄνθρωπον εἰς τὴν αὐτῶν κατάλυσιν· [336] συγκαλοῦσι μὲν ἐξ ἐπιτάγματος ἑβδομήκοντα τῶν ἐν τέλει δημοτῶν εἰς τὸ ἱερόν, περιθέντες δ' αὐτοῖς ὥσπερ ἐπὶ σκηνῆς σχῆμα δικαστῶν ἔρημον ἐξουσίας τοῦ Ζαχαρίου κατηγόρουν, ὡς ἐνδιδοίη τὰ πράγματα Ῥωμαίοις καὶ περὶ προδοσίας διαπέμψαιτο πρὸς Οὐεσπασιανόν. [337] ἦν δὲ οὔτ' ἔλεγχός τις τῶν κατηγορουμένων οὔτε τεκμήριον, ἀλλ' αὐτοὶ πεπεῖσθαι καλῶς ἔφασαν καὶ τοῦτ' εἶναι πίστιν τῆς ἀληθείας ἠξίουν. [338] ὅ γε μὴν Ζαχαρίας συνιδὼν μηδεμίαν αὐτῶι καταλειπομένην σωτηρίας ἐλπίδα, κεκλῆσθαι γὰρ κατ' ἐνέδραν εἰς εἱρκτήν, οὐκ ἐπὶ δικαστήριον, ἐποιήσατο τὴν τοῦ ζῆν ἀπόγνωσιν οὐκ ἀπαρρησίαστον, ἀλλὰ καταστὰς τὸ μὲν πιθανὸν τῶν κατηγορημένων διεχλεύασε καὶ διὰ βραχέων ἀπελύσατο τὰς ἐπιφερομένας αἰτίας. [339] ἔπειτα δὲ τὸν λόγον εἰς τοὺς κατηγόρους ἀποστρέψας ἑξῆς πάσας αὐτῶν διεξήιει τὰς παρανομίας καὶ πολλὰ περὶ τῆς συγχύσεως κατωλοφύρατο τῶν πραγμάτων. [340] οἱ ζηλωταὶ δ' ἐθορύβουν καὶ μόλις τῶν ξιφῶν ἀπεκράτουν, τὸ σχῆμα καὶ τὴν εἰρωνείαν τοῦ δικαστηρίου μέχρι τέλους παῖξαι προαιρούμενοι, καὶ ἄλλως πειράσαι θέλοντες τοὺς δικαστάς, εἰ παρὰ τὸν αὐτῶν κίνδυνον μνησθήσονται τοῦ δικαίου. [341] φέρουσι δὲ οἱ ἑβδομήκοντα τῶι κρινομένωι τὰς ψήφους ἅπαντες καὶ σὺν αὐτῶι προείλοντο τεθνάναι μᾶλλον ἢ τῆς ἀναιρέσεως αὐτοῦ λαβεῖν τὴν ἐπιγραφήν. [342] ἤρθη δὲ βοὴ τῶν ζηλωτῶν πρὸς τὴν ἀπόλυσιν, καὶ πάντων μὲν ἦν ἀγανάκτησις ἐπὶ τοῖς δικασταῖς ὡς μὴ συνιεῖσι τὴν εἰρωνείαν τῆς δοθείσης αὐτοῖς ἐξουσίας, [343] δύο δὲ τολμηρότατοι προσπεσόντες ἐν μέσωι τῶι ἱερῶι διαφθείρουσι τὸν Ζαχαρίαν καὶ πεσόντι ἐπιχλευάσαντες ἔφασαν «καὶ παρ' ἡμῶν τὴν ψῆφον ἔχεις καὶ βεβαιοτέραν ἀπόλυσιν» ῥίπτουσί τε αὐτὸν [εὐθέως] ἀπὸ τοῦ ἱεροῦ κατὰ τῆς ὑποκειμένης φάραγγος. [344] τοὺς δὲ δικαστὰς πρὸς ὕβριν ἀπεστραμμένοις τοῖς ξίφεσι τύπτοντες ἐξέωσαν τοῦ περιβόλου, δι' ἓν τοῦτο φεισάμενοι τῆς σφαγῆς αὐτῶν, ἵνα σκεδασθέντες ἀνὰ τὴν πόλιν ἄγγελοι πᾶσι τῆς δουλείας γένωνται.

5. [345] Τοῖς δὲ Ἰδουμαίοις ἤδη τῆς παρουσίας μετέμελε καὶ προσίστατο τὰ πραττόμενα. [346] συναγαγὼν δὲ αὐτούς τις ἀπὸ τῶν ζηλωτῶν κατ' ἰδίαν ἐλθὼν ἐνεδείκνυτο τὰ συμπαρανομηθέντα τοῖς καλέσασι καὶ τὸ κατὰ τῆς μητροπόλεως διεξήιει· [347] παρατάσσεσθαι μὲν γὰρ ὡς ὑπὸ τῶν ἀρχιερέων προδιδομένης Ῥωμαίοις τῆς μητροπόλεως, εὑρηκέναι δὲ προδοσίας μὲν τεκμήριον οὐδέν, τοὺς δ' ἐκείνην ὑποκρινομένους φυλάττεσθαι καὶ πολέμου καὶ τυραννίδος ἔργα τολμῶντας. [348] προσήκειν μὲν οὖν αὐτοῖς διακωλύειν ἀπ' ἀρχῆς· ἐπειδὴ δὲ ἅπαξ εἰς κοινωνίαν ἐμφυλίου φόνου προέπεσον, ὅρον γοῦν ἐπιθεῖναι τοῖς ἁμαρτήμασι καὶ μὴ παραμένειν χορηγοῦντας ἰσχὺν τοῖς καταλύουσι τὰ πάτρια. [349] καὶ γὰρ εἴ τινες χαλεπαίνουσι τὸ κλεισθῆναι τὰς πύλας καὶ μὴ δοθῆναι μετὰ τῶν ὅπλων αὐτοῖς ἑτοίμην τὴν εἴσοδον, ἀλλὰ τοὺς εἴρξαντας τετιμωρῆσθαι· καὶ τεθνάναι μὲν Ἄνανον, διεφθάρθαι δὲ ἐπὶ μιᾶς νυκτὸς ὀλίγου δεῖν πάντα τὸν δῆμον· [350] ἐφ' οἷς τῶν μὲν οἰκείων πολλοὺς αἰσθάνεσθαι μετανοοῦντας, τῶν ἐπικαλεσαμένων δὲ ὁρᾶν ἄμετρον τὴν ὠμότητα μηδὲ δι' οὓς ἐσώθησαν αἰδουμένων· [351] ἐν ὄμμασι γοῦν τῶν συμμάχων τὰ αἴσχιστα τολμᾶν, καὶ τὰς ἐκείνων παρανομίας Ἰδουμαίοις προσάπτεσθαι, μέχρις ἂν μήτε κωλύηι τις μήτε χωρίζηται τῶν δρωμένων. [352] δεῖν οὖν, ἐπειδὴ διαβολὴ μὲν πέφηνε τὰ τῆς προδοσίας, ἔφοδος δὲ Ῥωμαίων οὐδεμία προσδοκᾶται, δυναστεία δ' ἐπιτετείχισται τῆι πόλει δυσκατάλυτος, αὐτοὺς ἀναχωρεῖν ἐπ' οἴκου καὶ τῶι μὴ κοινωνεῖν τοῖς φαύλοις ἁπάντων ἀπολογήσασθαι πέρι, ὧν φενακισθέντες μετάσχοιεν.