BIBLIOTHECA AUGUSTANA

 

Flavius Iosephus

ca. 38 - ca. 110

 

Ἱστορία Ἰουδαϊκοῦ

πολέμου πρὸς Ῥωμαίους

 

Βιβλίον δʹ

 

___________________________________________________

 

 

 

Φλαυίου Ἰωσήπου

ἱστορία Ἰουδαϊκοῦ πολέμου

πρὸς Ῥωμαίους βιβλίον δʹ.

 

 

I

 

1. [1] σοι δὲ μετὰ τὴν Ἰωταπάτων ἅλωσιν Γαλιλαῖοι Ῥωμαίων ἀφεστήκεσαν, οὗτοι τῶν ἐν Ταριχέαις ἡττηθέντων προσεχώρουν, καὶ παρέλαβον πάντα Ῥωμαῖοι τὰ φρούρια καὶ τὰς πόλεις πλὴν Γισχάλων καὶ τῶν τὸ Ἰταβύριον ὄρος κατειληφότων. [2] συνέστη δὲ τούτοις καὶ Γάμαλα πόλις Ταριχεῶν ἄντικρυς ὑπὲρ τὴν λίμνην κειμένη. τῆς δ' Ἀγρίππα λήξεως αὕτη τε ἦν καὶ Σωγάνη καὶ Σελεύκεια, καὶ αἱ μὲν [ἐκ] τῆς Γαυλανίτιδος ἀμφότεραι· τοῦ γὰρ ἄνω καλουμένου Γαυλανᾶ μέρος ἦν ἡ Σωγάνη, τοῦ κάτω δ' ἡ Γάμαλα· Σελεύκεια δὲ πρὸς τῆι Σεμεχωνιτῶν λίμνηι. [3] ταύτηι τριάκοντα μὲν εὖρος, ἑξήκοντα δὲ μῆκος στάδιοι· διατείνει δ' αὐτῆς τὰ ἕλη μέχρι Δάφνης χωρίου τά τε ἄλλα τρυφεροῦ καὶ πηγὰς ἔχοντος, αἳ τρέφουσαι τὸν μικρὸν καλούμενον Ἰόρδανον ὑπὸ τὸν τῆς χρυσῆς βοὸς νεὼ προπέμπουσι τῶι μεγάλωι. [4] τοὺς μὲν οὖν ἐπὶ Σωγάνην καὶ Σελεύκειαν ὑπὸ τὴν ἀρχὴν τῆς ἀποστάσεως δεξιαῖς Ἀγρίππας προσηγάγετο, Γάμαλα δ' οὐ προσεχώρει πεποιθυῖα τῆι δυσχωρίαι πλέον τῶν Ἰωταπάτων. [5] τραχὺς γὰρ αὐχὴν ἀφ' ὑψηλοῦ κατατείνων ὄρους μέσον ἐπαίρει τένοντα, μηκύνεται δὲ ἐκ τῆς ὑπεροχῆς εἰς τοὔμπροσθεν ἐκκλίνων ὅσον κατόπιν, ὡς εἰκάζεσθαι καμήλωι τὸ σχῆμα, παρ' ἣν ὠνόμασται τὸ τρανὸν τῆς κλήσεως οὐκ ἐξακριβούντων τῶν ἐπιχωρίων. [6] κατὰ πλευρὰ μὲν δὴ καὶ πρόσωπον εἰς φάραγγας ἀβάτους περισχίζεται, τὸ κατ' οὐρὰν δὲ ὀλίγον ἀναφεύγει τῆς δυσχωρίας, ὅθεν ἀπήρτηται τοῦ ὄρους· καὶ τοῦτο δ' ἐπικαρσίαι παρακόψαντες τάφρωι δύσβατον οἱ ἐπιχώριοι κατεσκεύασαν. [7] πρὸς ὀρθίωι δὲ τῆι λαγόνι δεδομημέναι πεπύκνωντο δεινῶς ἐπ' ἀλλήλαις αἱ οἰκίαι, κρημνιζομένηι τε ἡ πόλις ἐοικυῖα κατέτρεχεν εἰς ἑαυτὴν ἀπὸ τῆς ὀξύτητος. [8] καὶ πρὸς μεσημβρίαν μὲν ἔκλινεν, ὁ νότιος δ' αὐτῆς ὄχθος εἰς ἄπειρον ὕψος ἀνατείνων ἄκρα τῆς πόλεως ἦν, ἀτείχιστος δὲ ὑπὲρ αὐτὴν κρημνὸς εἰς τὴν βαθυτάτην κατατείνων φάραγγα· πηγὴ δ' ἐντὸς τοῦ τείχους, ἐφ' ἣν τὸ ἄστυ κατέληγεν.

2. [9] Οὕτως οὖσαν φύσει δυσμήχανον τὴν πόλιν τειχίζων ὁ Ἰώσηπος ἐποίησεν ὀχυρωτέραν ὑπονόμοις τε καὶ διώρυξιν. [10] οἱ δ' ἐν αὐτῆι φύσει μὲν τοῦ χωρίου θαρραλεώτεροι τῶν κατὰ τὴν Ἰωταπάτην ἦσαν, πολὺ δ' ἐλάττους μάχιμοι, καὶ τῶι τόπωι πεποιθότες οὐδὲ πλείονας ὑπελάμβανον Πεπλήρωτο γὰρ ἡ πόλις διὰ τὴν ὀχυρότητα συμφυγόντων· παρὸ καὶ τοῖς ὑπ' Ἀγρίππα προπεμφθεῖσιν ἐπὶ τὴν πολιορκίαν ἀντεῖχεν ἐπὶ μῆνας ἑπτά.

3. [11] Οὐεσπασιανὸς δ' ἄρας ἀπὸ τῆς Ἀμμαθοῦς, ἔνθα πρὸ τῆς Τιβεριάδος ἐστρατοπεδεύκει· μεθερμηνευομένη δ' Ἀμμαθοῦς θερμὰ λέγοιτ' ἄν, ἔστι γὰρ ἐν αὐτῆι πηγὴ θερμῶν ὑδάτων πρὸς ἄκεσιν ἐπιτηδείων· ἀφικνεῖται πρὸς τὴν Γάμαλαν. [12] καὶ πᾶσαν μὲν κυκλώσασθαι φυλακῆι τὴν πόλιν οὐχ οἷός τε ἦν οὕτως διακειμένην, πρὸς δὲ τοῖς δυνατοῖς φρουροὺς καθίστησι καὶ τὸ ὑπερκείμενον ὄρος καταλαμβάνεται. [13] τειχισαμένων δὲ ὥσπερ ἔθος τῶν ταγμάτων ὑπὲρ αὐτοῦ στρατόπεδα χωμάτων ἤρχετο κατ' οὐράν, καὶ τὸ μὲν κατ' ἀνατολὰς αὐτῶι μέρος, ἧιπερ ὁ ἀνωτάτω τῆς πόλεως πύργος ἦν, ἐφ' οὗ τὸ πέμπτον καὶ δέκατον τάγμα, καὶ τὸ πέμπτον μὲν κατὰ μέσην ἐξειργάζετο τὴν πόλιν, τὰς δὲ διώρυγας ἀνεπλήρου καὶ τὰς φάραγγας τὸ δέκατον. [14] κἀν τούτωι προσελθόντα τοῖς τείχεσιν Ἀγρίππαν τὸν βασιλέα καὶ περὶ παραδόσεως τοῖς ἐφεστῶσι πειρώμενον διαλέγεσθαι βάλλει τις τῶν σφενδονητῶν κατὰ τὸν δεξιὸν ἀγκῶνα λίθωι. [15] καὶ ὁ μὲν ὑπὸ τῶν οἰκείων θᾶττον περιεσχέθη, Ῥωμαίους δὲ ἐπήγειρεν εἰς τὴν πολιορκίαν ὀργή τε περὶ τοῦ βασιλέως καὶ περὶ σφῶν αὐτῶν δέος· [16] οὐ γὰρ ἀπολείψειν ὠμότητος ὑπερβολὴν κατ' ἀλλοφύλων καὶ πολεμίων τοὺς πρὸς ὁμόφυλον καὶ τῶν συμφερόντων αὐτοῖς σύμβουλον οὕτως ἀγριωθέντας.

4. [17] Συντελεσθέντων οὖν τῶν χωμάτων θᾶττον πλήθει χειρῶν καὶ τῶν πραττομένων ἔθει προσῆγον τὰς μηχανάς. [18] οἱ δὲ περὶ τὸν Χάρητα καὶ Ἰώσηπον, οὗτοι γὰρ ἦσαν τῶν κατὰ τὴν πόλιν δυνατώτατοι, καίπερ καταπεπληγότας τοὺς ὁπλίτας τάττουσιν, ἐπειδὴ μέχρι πολλοῦ πρὸς τὴν πολιορκίαν ἀνθέξειν οὐχ ὑπελάμβανον ὕδατι καὶ τοῖς ἄλλοις ἐπιτηδείοις μὴ διαρκούμενοι. [19] παρακροτήσαντες δ' ὅμως ἐξήγαγον ἐπὶ τὸ τεῖχος, καὶ πρὸς ὀλίγον μὲν ἀπημύναντο τοὺς προσάγοντας τὰς μηχανάς, βαλλόμενοι δὲ τοῖς καταπελτικοῖς καὶ τοῖς πετροβόλοις ἀνεχώρουν εἰς τὴν πόλιν. [20] καὶ προσάγοντες οἱ Ῥωμαῖοι τριχόθεν τοὺς κριοὺς διασείουσι μὲν τὸ τεῖχος, ὑπὲρ δὲ τῶν ἐρειφθέντων εἰσχεόμενοι μετὰ πολλοῦ σαλπίγγων ἤχου καὶ κτύπου τῶν ὅπλων αὐτοί τ' ἐπαλαλάζοντες συνερρήγνυντο τοῖς κατὰ τὴν πόλιν. [21] οἱ δὲ τέως μὲν κατὰ τὰς πρώτας εἰσόδους ἐνιστάμενοι προσωτέρω χωρεῖν ἐκώλυον καὶ καρτερῶς τοὺς Ῥωμαίους ἀνεῖργον· [22] βιαζόμενοι δὲ ὑπὸ πολλῶν καὶ πάντοθεν τρέπονται πρὸς τὰ ὑψηλὰ τῆς πόλεως καὶ προσκειμένοις τοῖς πολεμίοις ἐξ ὑποστροφῆς ἐπιπεσόντες συνώθουν εἰς τὸ κάταντες καὶ τῆι στενότητι καὶ δυσχωρίαι θλιβομένους ἀνήιρουν. [23] οἱ δὲ μήτε τοὺς κατὰ κορυφὴν ἀμύνασθαι δυνάμενοι μήτε διεκπαίειν τῶν σφετέρων πρόσω βιαζομένων ἐπὶ τὰς οἰκίας τῶν πολεμίων, πρόσγειοι γὰρ ἦσαν, ἀνέφευγον. [24] αἱ δὲ ταχέως κατηρείποντο πληρούμεναι καὶ τὸ βάρος μὴ στέγουσαι, κατέσειε δὲ πολλὰς μία τῶν ὑπ' αὐτῆς πεσοῦσα καὶ πάλιν ἐκεῖναι τὰς ὑπ' αὐτάς. [25] τοῦτο πλείστους διέφθειρε τῶν Ῥωμαίων· ὑπὸ γὰρ ἀμηχανίας καίτοι συνιζανούσας ὁρῶντες ἐπεπήδων ταῖς στέγαις, καὶ πολλοὶ μὲν κατεχώννυντο τοῖς ἐρειπίοις, πολλοὶ δ' ὑποφεύγοντες μέρη τοῦ σώματος κατελαμβάνοντο, πλείστους δὲ ὁ κονιορτὸς ἄγχων ἀνήιρει. [26] συνεργίαν θεοῦ τοῦτο Γαμαλεῖς ὑπελάμβανον καὶ τῆς κατὰ σφᾶς ἀμελοῦντες βλάβης ἐπέκειντο, πρός τε τὰ στέγη τοὺς πολεμίους ἀνωθοῦντες καί τοι κατολισθάνοντας ἐν ὀξέσι τοῖς στενωποῖς καὶ ἀεὶ τοὺς πίπτοντας ὕπερθεν βάλλοντες ἔκτεινον. [27] καὶ τὰ μὲν ἐρείπια χερμάδων πλέα ἦν αὐτοῖς, σίδηρον δὲ παρεῖχον οἱ τῶν πολεμίων νεκροί· παρασπῶντες γὰρ τὰ τῶν πεσόντων ξίφη κατὰ τῶν δυσθανατούντων ἐχρῶντο. [28] πολλοὶ δ' ἀπὸ πιπτόντων ἤδη τῶν δωμάτων σφᾶς αὐτοὺς βάλλοντες ἔθνησκον. [29] ἦν δ' οὐδὲ τραπέντων ἡ φυγὴ ῥάιδιος· κατὰ γὰρ ἄγνοιαν τῶν ὁδῶν καὶ παχύτητα τοῦ κονιορτοῦ μηδὲ ἀλλήλους ἐπιγινώσκοντες ἀνειλοῦντο καὶ περὶ σφᾶς ἔπιπτον.

5. [30] Οἱ μὲν οὖν μόλις εὑρίσκοντες τὰς ἐξόδους ἀνεχώρησαν ἐκ τῆς πόλεως· [31] Οὐεσπασιανὸς δ' ἀεὶ προσμένων τοῖς πονουμένοις, δεινὸν γάρ τι πάθος αὐτὸν εἰσήιει κατερειπομένην ὁρῶντα περὶ τῶι στρατῶι τὴν πόλιν, ἐν λήθηι τοῦ κατ' αὐτὸν ἀσφαλοῦς γενόμενος λανθάνει κατὰ μικρὸν ἀνωτάτω τῆς πόλεως προελθών, ἔνθα μέσοις ἐγκαταλείπεται τοῖς κινδύνοις μετ' ὀλίγων παντελῶς· [32] οὐδὲ γὰρ ὁ παῖς αὐτῶι Τίτος τότε συμπαρῆν τηνικαῦτα πρὸς Μουκιανὸν εἰς Συρίαν ἀπεσταλμένος. [33] τραπῆναι μὲν οὖν οὔτε ἀσφαλὲς οὔτε πρέπον ἡγήσατο, μνησθεὶς δὲ τῶν ἀπὸ νεότητος αὐτῶι πεπονημένων καὶ τῆς ἰδίας ἀρετῆς, ὥσπερ ἔνθους γενόμενος, συνασπίζει μὲν τοὺς ἅμ' αὐτῶι τά τε σώματα καὶ τὰς πανοπλίας, [34] ὑφίσταται δὲ κατὰ κορυφὴν ἐπιρρέοντα τὸν πόλεμον καὶ οὔτε ἀνδρῶν πλῆθος οὔτε βελῶν ὑποπτήξας ἐπέμενε, μέχρι δαιμόνιον τὸ παράστημα τῆς ψυχῆς συννοήσαντες οἱ πολέμιοι ταῖς ὁρμαῖς ἐνέδοσαν. [35] ἀτονώτερον δὲ προσκειμένων αὐτὸς ὑπὸ πόδα ἀνεχώρει νῶτα μὴ δεικνὺς ἕως ἔξω τοῦ τείχους ἐγένετο. [36] πλεῖστοι μὲν οὖν Ῥωμαίων κατὰ ταύτην ἔπεσον τὴν μάχην, ἐν οἷς ὁ δεκαδάρχης Αἰβούτιος, ἀνὴρ οὐ μόνον ἐφ' ἧς ἔπεσε παρατάξεως, ἀλλὰ πανταχοῦ καὶ πρότερον γενναιότατος φανεὶς καὶ πλεῖστα κακὰ Ἰουδαίους ἐργασάμενος. [37] ἑκατοντάρχης δέ τις, Γάλλος ὀνόματι, μετὰ στρατιωτῶν δέκα περισχεθεὶς ἐν τῆι ταραχῆι κατέδυ μὲν εἴς τινος οἰκίαν, [38] τῶν δ' ἐν αὐτῆι διαλαλούντων παρὰ δεῖπνον ὅσα κατὰ τῶν Ῥωμαίων ἢ περὶ σφῶν ὁ δῆμος ἐβουλεύετο κατακροασάμενος, ἦν δὲ αὐτός τε καὶ οἱ σὺν αὐτῶι Σύροι, νύκτωρ ἐπανίσταται καὶ πάντας ἀποσφάξας μετὰ τῶν στρατιωτῶν εἰς τοὺς Ῥωμαίους διασώζεται.

6. [39] Οὐεσπασιανὸς δ' ἀθυμοῦσαν τὴν στρατιὰν ἀνοίαι πταισμάτων καὶ διότι τέως οὐδαμοῦ τηλικαύτηι συμφορᾶι κέχρηντο, τό γε μὴν πλέον αἰδουμένους ἐπὶ τῶι τὸν στρατηγὸν μόνον τοῖς κινδύνοις ἐγκαταλιπεῖν παρεμυθεῖτο, [40] περὶ μὲν τοῦ καθ' αὑτὸν ὑποστελλόμενος, ὡς μηδὲ τὴν ἀρχὴν μέμφεσθαι δοκοίη, δεῖν δὲ τὰ κοινὰ λέγων ἀνδρείως φέρειν τὴν τοῦ πολέμου φύσιν ἐννοοῦντας, ὡς οὐδαμοῦ τὸ νικᾶν ἀναιμωτὶ περιγίνεται, δαπανᾶι δ' ἡ τύχη τι καὶ παρίσταται. [41] τοσαύτας μέντοι μυριάδας Ἰουδαίων ἀνελόντας αὐτοὺς ὀλίγην τῶι δαίμονι δεδωκέναι συμβολήν. [42] εἶναι δ' ὥσπερ ἀπειροκάλων τὸ λίαν ἐπαίρεσθαι ταῖς εὐπραγίαις, οὕτως ἀνάνδρων τὸ καταπτήσσειν ἐν τοῖς πταίσμασιν· ὀξεῖα γὰρ ἐν ἀμφοτέροις ἡ μεταβολή, κἀκεῖνος ἄριστος ὁ κἀν τοῖς εὐτυχήμασιν νήφων, ἵνα μένηι καὶ δι' εὐθυμίας ἀναπαλαίων τὰ σφάλματα. [43] τὰ μέντοι συμβεβηκότα νῦν οὔτε μαλακισθέντων ὑμῶν οὔτε παρὰ τὴν τῶν Ἰουδαίων ἀρετὴν γέγονεν, ἀλλὰ κἀκείνοις τοῦ πλεονεκτῆσαι καὶ τοῦ διαμαρτεῖν ἡμῖν αἴτιον ἡ δυσχωρία. [44] καθ' ἣν ἄν τις ὑμῶν μέμψαιτο τῆς ὁρμῆς τὸ ἀταμίευτον· ἀναφυγόντων γὰρ ἐπὶ τὰ ὑψηλὰ τῶν πολεμίων αὑτοὺς ὑποστέλλειν ἐχρῆν, καὶ μὴ κατὰ κορυφὴν ἱσταμένοις τοῖς κινδύνοις ἕπεσθαι, κρατοῦντας δὲ τῆς κάτω πόλεως κατ' ὀλίγον προκαλεῖσθαι τοὺς ἀναφεύγοντας εἰς ἀσφαλῆ καὶ ἑδραίαν μάχην. νυνὶ δὲ ἀκρατῶς ἐπὶ τὴν νίκην ἐπειγόμενοι τῆς ἀσφαλείας ἠμελήσατε. [45] τὸ δ' ἀπερίσκεπτον ἐν πολέμωι καὶ τῆς ὁρμῆς μανιῶδες οὐ πρὸς Ῥωμαίων, οἳ πάντα ἐμπειρίαι καὶ τάξει κατορθοῦμεν, ἀλλὰ βαρβαρικόν, καὶ ὧι μάλιστα Ἰουδαῖοι κρατοῦνται. [46] χρὴ τοίνυν ἐπὶ τὴν αὑτῶν ἀρετὴν ἀναδραμεῖν καὶ θυμοῦσθαι μᾶλλον ἢ προσαθυμεῖν τῶι παρ' ἀξίαν πταίσματι. [47] τὴν δ' ἀρίστην ἕκαστος ἐκ τῆς ἰδίας χειρὸς ἐπιζητείτω παραμυθίαν· οὕτω γὰρ τοῖς τε ἀπολωλόσι τιμωρήσεσθε καὶ τοὺς ἀνελόντας ἀμυνεῖσθε. [48] πειράσομαι δ' ἐγώ, καθάπερ νῦν, ἐπὶ πάσης μάχης προάγειν τε ὑμῶν εἰς τοὺς πολεμίους καὶ τελευταῖος ἀποχωρεῖν.»

7. [49] Ὁ μὲν οὖν τοιαῦτα λέγων τὴν στρατιὰν ἀνελάμβανεν, τοῖς δὲ Γαμαλεῦσιν πρὸς ὀλίγον μὲν θαρρῆσαι τῶι κατορθώματι παρέστη παραλόγως τε συμβάντι καὶ μεγάλως, [50] λογιζόμενοι δ' ὕστερον ἀφηιρῆσθαι σφᾶς αὐτοὺς καὶ δεξιᾶς ἐλπίδας τό τε μὴ δύνασθαι διαφεύγειν ἐννοοῦντες, ἤδη γὰρ ἐπέλιπε τὰ ἐπιτήδεια, δεινῶς ἠθύμουν καὶ ταῖς ψυχαῖς ἀναπεπτώκεσαν. [51] οὐ μὴν εἰς τὸ δυνατὸν ἠμέλουν σωτηρίας, ἀλλὰ καὶ τὰ παραρρηχθέντα τοῦ τείχους οἱ γενναιότατοι καὶ τὰ μένοντα περισχόντες ἐφύλασσον οἱ λοιποί. [52] τῶν δὲ Ῥωμαίων ἐπιρρωννύντων τὰ χώματα καὶ πάλιν πειρωμένων προσβολῆς οἱ πολλοὶ διεδίδρασκον ἐκ τῆς πόλεως κατά τε δυσβάτων φαράγγων, ἧιπερ οὐκ ἔκειντο φυλακαί, καὶ διὰ τῶν ὑπονόμων. [53] ὅσοι γε μὴν δέει τοῦ ληφθῆναι παρέμενον, [ἐν] ἐνδείαι διεφθείροντο· πανταχόθεν γὰρ τροφὴ τοῖς μάχεσθαι δυναμένοις συνηθροίζετο.

8. [54] Καὶ οἱ μὲν ἐν τοιούτοις πάθεσι διεκαρτέρουν, Οὐεσπασιανὸς δὲ πάρεργον ἐποιεῖτο τῆς πολιορκίας τοὺς τὸ Ἰταβύριον κατειληφότας ὄρος, ὅ ἐστι τοῦ μεγάλου πεδίου καὶ Σκυθοπόλεως μέσον· [55] οὗ τὸ μὲν ὕψος ἐπὶ τριάκοντα σταδίους ἀνίσχει, μόλις προσβατὸν κατὰ τὸ προσάρκτιον κλίμα, πεδίον δ' ἐστὶν ἡ κορυφὴ σταδίων ἓξ καὶ εἴκοσι, πᾶν τετειχισμένον. [56] ἤγειρε δὲ τοσοῦτον ὄντα τὸν περίβολον ὁ Ἰώσηπος ἐν τεσσαράκοντα ἡμέραις τῆι τε ἄλληι χορηγούμενος ὕληι κάτωθεν καὶ ὕδατι· καὶ γὰρ τοῖς ἐποίκοις μόνον ἦν ὄμβριον. [57] πολλοῦ οὖν πλήθους ἐπὶ τοῦτο συνειλεγμένου Οὐεσπασιανὸς Πλάκιδον σὺν ἱππεῦσιν ἑξακοσίοις πέμπει. [58] τούτωι τὸ μὲν προσβαίνειν ἀμήχανον ἦν, ἐλπίδι δὲ δεξιῶν καὶ παρακλήσεως πρὸς εἰρήνην τοὺς πολλοὺς προεκαλεῖτο. [59] κατήιεσαν δὲ ἀντεπιβουλεύοντες· ὅ τε γὰρ Πλάκιδος ὡμίλει πραιότερον σπουδάζων αὐτοὺς ἐν τῶι πεδίωι λαβεῖν, κἀκεῖνοι κατήιεσαν ὡς πειθόμενοι δῆθεν, ἵνα ἀφυλάκτωι προσπέσωσιν. [60] ἐνίκα μέντοι τὸ Πλακίδου πανοῦργον· ἀρξαμένων γὰρ τῶν Ἰουδαίων μάχης φυγὴν ὑπεκρίνετο καὶ διώκοντας ἑλκύσας ἐπὶ πολὺ τοῦ πεδίου τοὺς ἱππεῖς ἐπιστρέφει, τρεψάμενος δὲ πλείστους μὲν αὐτῶν ἀναιρεῖ, τὸ δὲ λοιπὸν πλῆθος ὑποτεμόμενος εἴργει τῆς ἀνόδου. [61] καὶ οἱ μὲν τὸ Ἰταβύριον καταλιπόντες ἐπὶ Ἱεροσολύμων ἔφευγον, οἱ δὲ ἐπιχώριοι πίστεις λαβόντες, ἐπιλελοίπει δ' αὐτοὺς ὕδωρ, τό τε ὄρος καὶ σφᾶς αὐτοὺς Πλακίδωι παρέδοσαν.

9. [62] Τῶν δ' ἐπὶ τῆς Γαμάλας οἱ παραβολώτεροι μὲν φεύγοντες διελάνθανον, οἱ δ' ἀσθενεῖς διεφθείροντο λιμῶι· [63] τὸ μάχιμον δ' ἀντεῖχεν τῆι πολιορκίαι, μέχρι δευτέραι καὶ εἰκάδι μηνὸς Ὑπερβερεταίου τρεῖς τῶν ἀπὸ τοῦ πέμπτου καὶ δεκάτου τάγματος στρατιῶται περὶ τὴν ἑωθινὴν φυλακὴν ὑποδύντες τὸν προύχοντα κατὰ τούτους πύργον ὑπορύσσουσιν ἡσυχῆ. [64] τοῖς δ' ὑπὲρ αὐτοῦ φύλαξιν οὔτε προσιόντων αἴσθησις, νὺξ γὰρ ἦν, οὔτε προσελθόντων ἐγένετο. οἱ δὲ στρατιῶται φειδόμενοι τοῦ ψόφου καὶ πέντε τοὺς κραταιοτάτους ἐκκυλίσαντες λίθους ὑποπηδῶσι. [65] κατηρείπετο δὲ ὁ πύργος ἐξαίφνης μετὰ μεγίστου ψόφου, καὶ συγκατακρημνίζονται μὲν οἱ φύλακες αὐτῶι, θορυβηθέντες δὲ οἱ κατὰ τὰς ἄλλας φυλακὰς ἔφευγον· [66] καὶ πολλοὺς διεκπαίειν τολμῶντας οἱ Ῥωμαῖοι διέφθειραν, ἐν οἷς καὶ Ἰώσηπόν τις ὑπὲρ τὸ παρερρηγμένον τοῦ τείχους ἐκδιδράσκοντα βαλὼν ἀναιρεῖ. [67] τῶν δ' ἀνὰ τὴν πόλιν διασεισθέντων ὑπὸ τοῦ ψόφου διαδρομή τε ἦν καὶ πτόα πολλὴ καθάπερ εἰσπεπαικότων πάντων τῶν πολεμίων. [68] ἔνθα καὶ Χάρης κατακείμενος καὶ νοσηλευόμενος ἐκλείπει πολλοῦ δέους συνεργήσαντος εἰς θάνατον τῆι νόσωι. [69] Ῥωμαῖοί γε μὴν μεμνημένοι τοῦ προτέρου πταίσματος οὐκ εἰσέβαλλον ἕως τρίτηι καὶ εἰκάδι τοῦ προειρημένου μηνός.

10. [70] Τίτος δέ, ἤδη γὰρ παρῆν, ὀργῆι τῆς πληγῆς ἣν παρ' αὐτὸν ἐπλήγησαν ἀπόντα Ῥωμαῖοι, τῶν ἱππέων ἐπιλέξας διακοσίους, πρὸς οἷς πεζοὺς , Εἰσέρχεται τὴν πόλιν ἡσυχῆ. [71] καὶ παρελθόντος οἱ μὲν φύλακες αἰσθόμενοι μετὰ βοῆς ἐχώρουν ἐπὶ τὰ ὅπλα, δήλης δὲ τῆς εἰσβολῆς ταχέως καὶ τοῖς εἴσω γενομένης, οἱ μὲν ἁρπάζοντες τὰ τέκνα καὶ γυναῖκας ἐπισυρόμενοι πρὸς τὴν ἄκραν ἀνέφευγον μετὰ κωκυτοῦ καὶ βοῆς, οἱ δὲ τὸν Τίτον ὑπαντιάζοντες ἀδιαλείπτως ἔπιπτον· [72] ὅσοι δὲ ἀπεκωλύθησαν ἐπὶ τὴν κορυφὴν ἀναδραμεῖν ὑπ' ἀμηχανίας εἰς τὰς τῶν Ῥωμαίων φρουρὰς ἐξέπιπτον. ἄπειρος δ' ἦν πανταχοῦ φονευομένων ὁ στόνος, καὶ τὸ αἷμα πᾶσαν ἐπέκλυζε τὴν πόλιν κατὰ πρανοῦς χεόμενον. [73] πρὸς δὲ τοὺς ἀναφεύγοντας εἰς τὴν ἄκραν ἐπεβοήθει Οὐεσπασιανὸς πᾶσαν εἰσαγαγὼν τὴν δύναμιν. [74] ἦν δ' ἥ τε κορυφὴ πάντοθεν πετρώδης καὶ δύσβατος, εἰς ἄπειρον ὕψος ἐπηρμένη, καὶ πανταχόθεν † τοῦ βάθους κατέγεμεν περιειλημμένη κρημνοῖς κατέτεμνόν τε. [75] ἐνταῦθα τοὺς προσβαίνοντας οἱ Ἰουδαῖοι τοῖς τε ἄλλοις βέλεσι καὶ πέτρας κατακυλινδοῦντες ἐκάκουν· αὐτοὶ δὲ δι' ὕψος ἦσαν δυσέφικτοι βέλει. [76] γίνεται δὲ πρὸς ἀπώλειαν αὐτῶν ἄντικρυς θύελλα δαιμόνιος, ἣ τὰ μὲν Ῥωμαίων ἔφερεν εἰς αὐτοὺς βέλη, τὰ δὲ αὐτῶν ἀνέστρεφεν καὶ πλάγια παρέσυρεν. [77] οὔτε δὲ τοῖς ὑποκρήμνοις ἐφίστασθαι διὰ τὴν βίαν ἐδύναντο τοῦ πνεύματος μηδὲν ἑδραῖον ἔχοντες, οὔτε τοὺς προσβαίνοντας καθορᾶν. [78] ἐπαναβαίνουσι δὲ Ῥωμαῖοι, καὶ περισχόντες οὓς μὲν ἀμυνομένους ἔφθανον, οὓς δὲ χεῖρας προΐσχοντας· ἐτόνου δὲ τὸν θυμὸν αὐτοῖς ἐπὶ πάντας ἡ μνήμη τῶν ἐπὶ τῆς πρώτης εἰσβολῆς ἀπολωλότων. [79] ἀπογινώσκοντες δὲ τὴν σωτηρίαν πανταχόθεν οἱ πολλοὶ περισχόμενοι τέκνα καὶ γυναῖκας αὑτούς τε κατεκρήμνιζον εἰς τὴν φάραγγα· βαθυτάτη δ' αὕτη κατὰ τὴν ἄκραν ὑπορώρυκτο. [80] συνέβη δὲ τὴν Ῥωμαίων ὀργὴν τῆς εἰς ἑαυτοὺς ἀπονοίας τῶν ἁλόντων πραιοτέραν φανῆναι· τετρακισχίλιοι μέν γε ὑπὸ τούτων ἐσφάγησαν, οἱ δὲ ῥίψαντες ἑαυτοὺς ὑπὲρ πεντακισχιλίους εὑρέθησαν. [81] διεσώθη δὲ πλὴν δύο γυναικῶν οὐδείς· τῆς Φιλίππου δὲ ἦσαν ἀδελφῆς θυγατέρες αὗται, αὐτὸς δὲ ὁ Φίλιππος Ἰακίμου τινὸς ἀνδρὸς ἐπισήμου, τετραρχήσαντος Ἀγρίππαι τῶι βασιλεῖ. [82] διεσώθησαν δὲ τὰς παρὰ τὴν ἅλωσιν ὀργὰς Ῥωμαίων λαθοῦσαι· τότε γὰρ οὐδὲ νηπίων ἐφείδοντο, πολλὰ δ' ἑκάστοτε ἁρπάζοντες ἐσφενδόνων ἀπὸ τῆς ἄκρας. [83] Γάμαλα μὲν οὕτως ἑάλω τρίτηι καὶ εἰκάδι μηνὸς Ὑπερβερεταίου τῆς ἀποστάσεως ἀρξαμένης Γορπιαίου μηνὸς τετάρτηι καὶ εἰκάδι.