BIBLIOTHECA AUGUSTANA

 

Flavius Iosephus

ca. 38 - ca. 110

 

Ἱστορία Ἰουδαϊκοῦ

πολέμου πρὸς Ῥωμαίους

 

Βιβλίον αʹ

 

___________________________________________________

 

 

 

XXVII

 

1. [534] Παρώξυνεν δ' αὐτοῦ καὶ Σαλώμη τὴν ἐπὶ τοῖς τέκνοις ὠμότητα· ταύτην γὰρ συνδήσασθαι τοῖς κινδύνοις ὁ Ἀριστόβουλος θέλων οὖσαν ἑκυρὰν καὶ τηθίδα, διαπέμπεται σώζειν ἑαυτὴν παραινῶν· παρεσκευάσθαι γὰρ βασιλέα κτείνειν αὐτὴν διαβληθεῖσαν ἐφ' οἷς καὶ πρότερον, ὅτι Συλλαίωι τῶι Ἄραβι γήμασθαι σπουδάζουσα λάθρα τὰ τοῦ βασιλέως ἀπόρρητα διαγγέλλοι πρὸς αὐτὸν ἐχθρὸν ὄντα. [535] τοῦτο δ' ὥσπερ τελευταία θύελλα χειμαζομένους τοὺς νεανίσκους ἐπεβάπτισεν· ἡ γὰρ Σαλώμη δραμοῦσα πρὸς βασιλέα τὴν παραίνεσιν ἐμήνυσεν. κἀκεῖνος οὐκέτι καρτερήσας δεσμεῖ μὲν ἀμφοτέρους τοὺς υἱεῖς καὶ διεχώρισεν ἀπ' ἀλλήλων, πέμπει δὲ πρὸς Καίσαρα διὰ τάχους Οὐολούμνιόν τε τὸν στρατοπεδάρχην καὶ τῶν φίλων Ὄλυμπον ἐγγράφους τὰς μηνύσεις φέροντας. [536] οἱ δ' ὡς εἰς Ῥώμην πλεύσαντες ἀπέδοσαν τὰ ἀπὸ τοῦ βασιλέως γράμματα, σφόδρα μὲν ἠχθέσθη Καῖσαρ ἐπὶ τοῖς νεανίσκοις, οὐ μὴν ὤιετο δεῖν ἀφελέσθαι τὸν πατέρα τὴν περὶ τῶν υἱῶν ἐξουσίαν. [537] ἀντιγράφει γοῦν κύριον μὲν αὐτὸν καθιστάς, εὖ μέντοι ποιήσειν λέγων, εἰ μετὰ κοινοῦ συνεδρίου τῶν τε ἰδίων συγγενῶν καὶ τῶν κατὰ τὴν ἐπαρχίαν ἡγεμόνων ἐξετάσειεν τὴν ἐπιβουλήν· κἂν μὲν ἐνέχωνται, κτείνειν, ἐὰν δὲ μόνον ὦσιν δρασμὸν βεβουλευμένοι, κολάζειν μετριώτερον.

2. [538] Τούτοις Ἡρώδης πείθεται, καὶ παραγενόμενος εἰς Βηρυτόν, ἔνθα προσέταξεν Καῖσαρ, συνῆγε τὸ δικαστήριον. προκαθίζουσίν τε οἱ ἡγεμόνες γραφὲν αὐτοῖς ὑπὸ Καίσαρος, Σατορνῖνός τε καὶ οἱ περὶ Πεδάνιον πρέσβεις, σὺν οἷς [καὶ] Οὐολούμνιος ἐπίτροπος, ἔπειθ' οἱ τοῦ βασιλέως συγγενεῖς καὶ φίλοι, Σαλώμη τε καὶ Φερώρας, μεθ' οὓς οἱ πάσης Συρίας ἄριστοι πλὴν Ἀρχελάου τοῦ βασιλέως· τοῦτον γὰρ ὄντα κηδεστὴν Ἀλεξάνδρου δι' ὑποψίας εἶχεν Ἡρώδης. [539] τούς γε μὴν υἱοὺς οὐ προήγαγεν εἰς τὴν δίκην μάλα προμηθῶς· ἤιδει γάρ, ὅτι καὶ μόνον ὀφθέντες ἐλεηθήσονται πάντως· εἰ δὲ δὴ καὶ λόγου μεταλάβοιεν, ῥαιδίως Ἀλέξανδρον ἀπολύσεσθαι τὰς αἰτίας. ἀλλ' οἱ μὲν ἐν Πλατάνηι κώμηι Σιδωνίων ἐφρουροῦντο.

3. [540] Καταστὰς δ' ὁ βασιλεὺς ὡς πρὸς παρόντας διετείνετο κατηγόρει τε τὴν μὲν ἐπιβουλὴν ἀσθενῶς ὡς ἂν ἀπορούμενος εἰς αὐτὴν ἐλέγχων, λοιδορίας δὲ καὶ σκώμματα καὶ ὕβρεις καὶ πλημμελείας μυρίας εἰς αὐτόν, ἃ καὶ θανάτου χαλεπώτερα τοῖς συνέδροις ἀπέφηνεν. ἔπειτα μηδενὸς ἀντιλέγοντος ἐποικτισάμενος, ὡς αὐτὸς ἁλίσκοιτο καὶ νικῶν νίκην πικρὰν κατὰ τῶν τέκνων, ἐπηρώτα τὴν γνώμην ἑκάστου. [541] καὶ πρῶτος Σατορνῖνος ἀπεφήνατο κατακρίνειν μὲν τῶν νεανίσκων, ἀλλ' οὐ θάνατον· οὐ γὰρ εἶναι θεμιτὸν αὐτῶι τριῶν παρεστώτων τέκνων ἑτέρου τέκνοις ἀπώλειαν ἐπιψηφίσασθαι. σύμψηφοι δ' αὐτῶι καὶ οἱ δύο πρεσβευταὶ γίνονται, καὶ τούτοις ἕτεροί τινες ἠκολούθησαν. [542] Οὐολούμνιος δὲ τῆς σκυθρωπῆς ἀποφάσεως ἤρξατο, καὶ μετ' αὐτὸν πάντες θάνατον κατακρίνουσιν τῶν μειρακίων, οἱ μὲν κολακεύοντες, οἱ δὲ μισοῦντες Ἡρώδην καὶ οὐδεὶς δι' ἀγανάκτησιν. [543] ἔνθα δὴ μετέωρος ἥ τε Συρία πᾶσα καὶ τὸ Ἰουδαϊκὸν ἦν ἐκδεχομένων τὸ τέλος τοῦ δράματος· οὐδεὶς μέντοι ὑπελάμβανεν ἔσεσθαι μέχρι τεκνοκτονίας ὠμὸν Ἡρώδην. ὁ δὲ σύρας τοὺς υἱοὺς εἰς Τύρον κἀκεῖθεν διαπλεύσας εἰς Καισάρειαν τρόπον ἀναιρέσεως τοῖς μειρακίοις ἐσκέπτετο.

4. [544] Παλαιὸς δέ τις τοῦ βασιλέως στρατιώτης, ὄνομα Τίρων, ἔχων υἱὸν σφόδρα συνήθη καὶ φίλον Ἀλεξάνδρωι καὶ αὐτὸς ἠγαπηκὼς ἰδίαι τὰ μειράκια, δι' ὑπερβολὴν ἀγανακτήσεως ἔκφρων ἐγίνετο, καὶ τὸ μὲν πρῶτον ἐβόα περιιὼν πεπατῆσθαι τὸ δίκαιον, ἀπολωλέναι τὴν ἀλήθειαν, συγκεχύσθαι τὴν φύσιν, ἀνομίας γέμειν τὸν βίον, καὶ πάνθ' ὅσα μὴ φειδομένωι τοῦ ζῆν ὑπηγόρευε τὸ πάθος. [545] τέλος δὲ καὶ τῶι βασιλεῖ τολμήσας προσελθεῖν «ἀλλ' ἐμοὶ μέν, ἔφη, κακοδαιμονέστατος εἶναι δοκεῖς, ὅστις κατὰ τῶν φιλτάτων πείθηι τοῖς πονηροτάτοις, εἴ γε Φερώρα καὶ Σαλώμης καταγνοὺς πολλάκις θάνατον πιστεύεις τούτοις κατὰ τῶν τέκνων, οἵ σε τῶν γνησίων περικόπτοντες διαδόχων ἐπ' Ἀντιπάτρωι καταλείπουσι μόνωι, τὸν ἑαυτοῖς εὐμεταχείριστον αἱρούμενοι βασιλέα. [546] σκέψαι μέντοι γε, μή ποτε κἀκείνωι γένηται μῖσος ἐν τοῖς στρατιώταις ὁ τῶν ἀδελφῶν θάνατος· οὐ γὰρ ἔστιν ὅστις οὐκ ἐλεεῖ τὰ μειράκια, τῶν δὲ ἡγεμόνων καὶ φανερῶς ἀγανακτοῦσιν πολλοί.» ταῦθ' ἅμα λέγων ὠνόμαζεν τοὺς ἀγανακτοῦντας. ὁ δὲ βασιλεὺς εὐθέως ἐκείνους τε καὶ αὐτὸν καὶ τὸν υἱὸν αὐτοῦ συνελάμβανεν.

5. [547] Ἐφ' ὧι τῶν ἐκ τῆς αὐλῆς τις κουρέων, Τρύφων ὄνομα, προεκπηδήσας ἔκ τινος θεοβλαβείας ἑαυτοῦ μηνυτὴς γίνεται. «κἀμὲ γάρ, ἔφη, Τίρων οὗτος ἀνέπειθεν, ὅταν θεραπεύω τῶι ξυρῶι σε διαχειρίσασθαι, μεγάλας τέ μοι παρ' Ἀλεξάνδρου δωρεὰς ὑπισχνεῖτο.» [548] ταῦτ' ἀκούσας Ἡρώδης τόν τε Τίρωνα σὺν τῶι παιδὶ καὶ τὸν κουρέα βασάνοις διήλεγχεν, καὶ τῶν μὲν ἀρνουμένων, τοῦ δὲ μηδὲν πλέον λέγοντος, στρεβλοῦν ἐκέλευσεν τὸν Τίρωνα σφοδρότερον. [549] ὁ δ' υἱὸς οἰκτείρας ὑπέσχετο τῶι βασιλεῖ πάντα μηνύσειν, εἰ χαρίσαιτο τὸν πατέρα αὐτῶι. κἀκείνου δόντος εἶπεν, ὡς ὁ πατὴρ αὐτοῦ πεισθεὶς Ἀλεξάνδρωι θελήσειεν αὐτὸν ἀνελεῖν. τοῦθ' οἱ μὲν εἰς ἀπαλλαγὴν τῆς τοῦ πατρὸς αἰκίας πεπλάσθαι, τινὲς δὲ ἀληθὲς ἔλεγον.

6. [550] Ἡρώδης γε μὴν ἐν ἐκκλησίαι τῶν τε ἡγεμόνων καὶ Τίρωνος κατηγορήσας τὸν λαὸν ἐπ' αὐτοὺς ἐστρατολόγησεν· αὐτόθι γοῦν ἀναιροῦνται μετὰ τοῦ κουρέως ξύλοις βαλλόμενοι καὶ λίθοις. [551] πέμψας δὲ καὶ τοὺς υἱεῖς εἰς Σεβαστὴν οὖσαν οὐ πόρρω τῆς Καισαρείας προσέταξεν ἀποπνῖξαι. καὶ τελεσθέντος αὐτῶι ταχέως τοῦ προστάγματος τοὺς νεκροὺς εἰς Ἀλεξάνδρειον ἐκέλευσεν ἀνακομισθῆναι τὸ φρούριον συνταφησομένους Ἀλεξάνδρωι τῶι μητροπάτορι. τὸ μὲν οὖν Ἀλεξάνδρου καὶ Ἀριστοβούλου τέλος τοιοῦτον.