Flavius Iosephus
ca. 38 - ca. 110
Ἱστορία Ἰουδαϊκοῦπολέμου πρὸς Ῥωμαίους
Βιβλίον αʹ
|
|
___________________________________________________
|
|
XXV
1. [498] Ὁ δ' Ἀλέξανδρος ἐπεὶ τὸν πατέρα μεταπείθειν ἀμήχανον ἑώρα, τοῖς δεινοῖς ὁμόσε χωρεῖν διέγνω, καὶ τέσσαρας κατὰ τῶν ἐχθρῶν βίβλους συνταξάμενος προσωμολόγει μὲν τὴν ἐπιβουλήν, κοινωνοὺς δ' ἀπεδείκνυεν τοὺς πλείστους αὐτῶν, πρὸ δὲ πάντων Φερώραν καὶ Σαλώμην· ταύτην γὰρ δὴ καὶ μιγῆναί ποτε αὐτῶι μὴ θέλοντι νύκτωρ εἰσβιασαμένην. [499] αἵ τε οὖν βίβλοι παρῆσαν εἰς χεῖρας Ἡρώδηι πολλὰ καὶ δεινὰ κατὰ τῶν δυνατωτάτων βοῶσαι, καὶ διὰ τάχους εἰς Ἰουδαίαν Ἀρχέλαος ἀφικνεῖται περὶ τῶι γαμβρῶι καὶ τῆι θυγατρὶ δείσας. γίνεται δὲ βοηθὸς αὐτοῖς μάλα προμηθὴς καὶ τέχνηι τὴν τοῦ βασιλέως ἀπειλὴν διεκρούσατο. [500] συμβαλὼν γὰρ εὐθέως αὐτῶι «ποῦ ποτέ ἐστιν ὁ ἀλιτήριός μου γαμβρός, ἐβόα, ποῦ δὲ τὴν πατροκτόνον ὄψομαι κεφαλήν, ἣν ταῖς ἐμαυτοῦ χερσὶν διασπαράξω; προσθήσω δὲ καὶ τὴν θυγατέρα μου τῶι καλῶι νυμφίωι· καὶ γὰρ εἰ μὴ κεκοινώνηκεν τοῦ σκέμματος, ὅτι τοιούτου γυνὴ γέγονεν, μεμίανται. [501] θαυμάζω δὲ καὶ σὲ τὸν ἐπιβουλευθέντα τῆς ἀνεξικακίας, εἰ ζῆι μέχρι νῦν Ἀλέξανδρος· ἐγὼ γὰρ ἠπειγόμην ἀπὸ Καππαδοκίας ὡς τὸν μὲν εὑρήσων πάλαι δεδωκότα δίκας, μετὰ δὲ σοῦ περὶ τῆς θυγατρὸς ἐξετάσων, ἣν ἐκείνωι γε πρὸς τὸ σὸν ἀξίωμα βλέπων ἐνεγγύησα. νῦν δὲ περὶ ἀμφοῖν ἡμῖν βουλευτέον, κἂν ἦις πατὴρ λίαν ἢ τοῦ κολάζειν υἱὸν ἀτονώτερος ἐπίβουλον, ἀμείψωμεν τὰς δεξιὰς καὶ γενώμεθα τῆς ἀλλήλων ὀργῆς διάδοχοι.»2. [502] Τούτοις περικομπήσας καίπερ παρατεταγμένον Ἡρώδην ὑπάγεται· δίδωσι γοῦν αὐτῶι τὰς συνταχθείσας ὑπ' Ἀλεξάνδρου βίβλους ἀναγνῶναι καὶ καθ' ἕκαστον ἐφιστὰς κεφάλαιον συνεσκέπτετο. λαμβάνει δ' Ἀρχέλαος ἀφορμὴν τοῦ στρατηγήματος καὶ κατὰ μικρὸν εἰς τοὺς ἐγγεγραμμένους καὶ Φερώραν μετήγαγεν τὰς αἰτίας. [503] ὡς δ' ἑώρα πιστεύοντα τὸν βασιλέα, «σκεπτέον, ἔφη, μή ποτε τὸ μειράκιον ὑπὸ τοσούτων εἴη πονηρῶν ἐπιβουλευόμενον, οὐχ ὑπὸ τοῦ μειρακίου σύ· καὶ γὰρ οὐχ ὁρᾶν αἰτίαν, ἐξ ἧς ἂν εἰς τηλικοῦτον μύσος προέπεσεν, ἀπολαύων μὲν ἤδη βασιλείας, ἐλπίζων δὲ καὶ διαδοχήν, εἰ μή τινες ἦσαν ἀναπείθοντες καὶ τὸ τῆς ἡλικίας εὔκολον ἐπὶ κακῶι μεταχειριζόμενοι. διὰ γὰρ τῶν τοιούτων ἐξαπατᾶσθαι μὲν οὐκ ἐφήβους μόνον ἀλλὰ καὶ γέροντας, οἴκους δὲ λαμπροτάτους καὶ βασιλείας ὅλας ἀνατρέπεσθαι.»3. [504] Συνήινει τοῖς λεγομένοις Ἡρώδης, καὶ τὴν μὲν πρὸς Ἀλέξανδρον ὀργὴν ἐπανίει πρὸς ὀλίγον, πρὸς δὲ Φερώραν παρωξύνετο· τῶν γὰρ τεσσάρων βίβλων οὗτος ἦν ὑπόθεσις. ὃς κατιδὼν τό τε τοῦ βασιλέως ὀξύρροπον καὶ τὴν Ἀρχελάου φιλίαν παρ' αὐτῶι πάντων κρατοῦσαν, ὡς οὐκ ἐνῆν εὐσχήμονι σωτηρία, τὴν δι' ἀναιδείας ἐπορίζετο· καταλείψας γοῦν Ἀλέξανδρον προσέφυγεν Ἀρχελάωι. [505] κἀκεῖνος οὐχ ὁρᾶν ἔφη, πῶς ἂν αὐτὸν ἐξαιτήσαιτο τοσούτοις ἐνεχόμενον ἐγκλήμασιν, ἐξ ὧν σαφῶς ἀποδείκνυται τοῦ βασιλέως ἐπίβουλος καὶ τῶν παρόντων τῶι μειρακίωι κακῶν αἴτιος γεγονώς, εἰ μὴ βούλεται τὸ πανοῦργον καὶ τὰς ἀρνήσεις ἀφεὶς προσομολογῆσαι μὲν τὰ κατηγορημένα, συγγνώμην δ' αἰτήσασθαι παρὰ τἀδελφοῦ καὶ φιλοῦντος· εἰς γὰρ τοῦτο πάντα τρόπον αὐτὸς συνεργήσειν.4. [506] Πείθεται Φερώρας, καὶ κατασκευάσας ἑαυτόν, ὡς ἂν οἰκτρότατος φανείη, μελαίνηι τε ἐσθῆτι καὶ δακρύοις προσπίπτει τοῖς Ἡρώδου ποσίν, ὡς πολλάκις ἔτυχεν συγγνώμης αἰτούμενος καὶ μιαρὸν μὲν ἑαυτὸν ὁμολογῶν, δεδρακέναι γὰρ πάντα, ὅσα κατηγοροῖτο, παρακοπὴν δὲ φρενῶν καὶ μανίαν ὀδυρόμενος, ἧς αἴτιον εἶναι τὸν ἔρωτα τῆς γυναικὸς ἔλεγεν. [507] παραστήσας δὴ κατήγορον καὶ μάρτυν ἑαυτοῦ Φερώραν Ἀρχέλαος οὕτως ἤδη παρηιτεῖτο καὶ τὴν Ἡρώδου κατέστελλεν ὀργὴν χρώμενος οἰκείοις ὑποδείγμασιν· καὶ γὰρ αὐτὸς πολλῶι χαλεπώτερα πάσχων ὑπὸ τἀδελφοῦ τῆς ἀμύνης ἐπίπροσθεν τίθεσθαι τὸ τῆς φύσεως δίκαιον· ἐν γὰρ ταῖς βασιλείαις ὥσπερ ἐν μεγάλοις σώμασιν ἀεί τι μέρος φλεγμαίνειν ὑπὸ τοῦ βάρους, ὅπερ ἀποκόπτειν μὲν οὐ χρῆναι, θεραπεύειν δὲ πραιότερον.5. [508] Πολλὰ τοιαῦτα λέγων Ἡρώδην μὲν ἐπὶ Φερώραι μειλίσσεται, διέμενε δ' αὐτὸς ἀγανακτῶν πρὸς Ἀλέξανδρον καὶ τὴν θυγατέρα διαζεύξας ἀπάξειν ἔφασκεν, ἕως περιέστησεν Ἡρώδην ἀντιπαρακαλεῖν ὑπὲρ τοῦ μειρακίου καὶ πάλιν αὐτῶι μνηστεύεσθαι τὴν θυγατέρα. σφόδρα δὲ ἀξιοπίστως Ἀρχέλαος ὧι βούλεται συνοικίζειν αὐτὴν ἐπέτρεπεν πλὴν Ἀλεξάνδρου· περὶ πλείστου γὰρ ποιεῖσθαι τηρεῖν πρὸς αὐτὸν τὰ τῆς ἐπιγαμίας δίκαια. [509] φαμένου δὲ τοῦ βασιλέως δῶρον ἕξειν παρ' αὐτοῦ τὸν υἱόν, εἰ μὴ λύσειεν τὸν γάμον, ὄντων μὲν αὐτοῖς ἤδη καὶ τέκνων, στεργομένης δ' οὕτως ὑπὸ τοῦ μειρακίου τῆς γυναικός, ἣν παραμένουσαν μὲν ἔσεσθαι δυσώπημα τῶν ἁμαρτημάτων, ἀπορραγεῖσαν δὲ αἰτίαν τῆς εἰς ἅπαντα ἀπογνώσεως· μαλακωτέρας γὰρ γίνεσθαι τὰς τόλμας πάθεσιν οἰκείοις περισπωμένας· [510] κατανεύει μόλις Ἀρχέλαος διαλλάσσεταί τε καὶ διαλλάσσει τῶι νεανίσκωι τὸν πατέρα· δεῖν μέντοι πάντως ἔφη πέμπειν αὐτὸν εἰς Ῥώμην Καίσαρι διαλεξόμενον· γεγραφέναι γὰρ αὐτὸς ἐκείνωι περὶ πάντων.6. [511] Τὸ μὲν οὖν Ἀρχελάου στρατήγημα, δι' οὗ τὸν γαμβρὸν ἐρρύσατο, πέρας εἶχεν, μετὰ δὲ τὰς διαλλαγὰς ἐν εὐωχίαις καὶ φιλοφρονήσεσιν διῆγον. ἀπιόντα δ' αὐτὸν Ἡρώδης δωρεῖται ταλάντων ἑβδομήκοντα δώροις θρόνωι τε χρυσῶι διαλίθωι καὶ εὐνούχοις καὶ παλλακίδι, ἥτις ἐκαλεῖτο Παννυχίς, τῶν τε φίλων ἐτίμησεν κατ' ἀξίαν ἕκαστον. [512] ὁμοίως τε καὶ οἱ συγγενεῖς προστάξαντος τοῦ βασιλέως πάντες Ἀρχελάωι δῶρα λαμπρὰ ἔδοσαν, προεπέμφθη τε ὑπό τε Ἡρώδου καὶ τῶν δυνατῶν ἕως Ἀντιοχείας. |