|
Ἐπιτόμη ςʹ
v ἀναχθέντες δὲ Διομήδης καὶ Νέστωρ καὶ Μενέλαος ἅμα, οἱ μὲν ἀποπλοοῦσιν, ὁ δὲ Μενέλαος χειμῶνι περιπεσών, τῶν λοιπῶν ἀπολομένων σκαφῶν, πέντε ναυσὶν ἐπ᾽ Αἴγυπτον ἀφικνεῖται.
[2] Ἀμφίλοχος δὲ καὶ Κάλχας καὶ Λεοντεὺς καὶ Ποδαλείριος καὶ Πολυποίτης ἐν Ἰλίωι τὰς ναῦς ἀπολιπόντες ἐπὶ Κολοφῶνα πεζῆι πορεύονται, κἀκεῖ θάπτουσι Κάλχαντα τὸν μάντιν· ἦν γὰρ αὐτῶι λόγιον τελευτήσειν, ἐὰν ἑαυτοῦ σοφωτέρωι περιτύχηι μάντει. [3] ὑποδεχθέντων οὖν ὑπὸ Μόψου μάντεως, ὃς Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπῆρχεν, οὗτος ὁ Μόψος περὶ μαντικῆς ἤρισε Κάλχαντι. καὶ Κάλχαντος ἀνακρίναντος ἐρινεοῦ ἑστώσης ‘πόσους ὀλύνθους φέρει;’ ὁ Μόψος· ‘μυρίους’ ἔφη ‘καὶ μέδιμνον καὶ ἕνα ὄλυνθον περισσόν·’ καὶ εὑρέθησαν οὕτω.
[4] Μόψος δὲ συὸς οὔσης ἐπιτόκου ἠρώτα, πόσους χοίρους κατὰ γαστρὸς ἔχει καὶ πότε τέκοι·
τοῦ δὲ μηδὲν εἰπόντος αὐτὸς ἔφη δέκα χοίρους ἔχειν καὶ τὸν ἕνα τούτων ἄρρενα, τέξεσθαι δὲ αὔριον.
ὧν γενομένων Κάλχας ἀθυμήσας τελευτᾶι.
[cf. c. 6, 12]
(XXII.) [6] Ὅτι Ἀθηνᾶ ἐπὶ τὴν Αἴαντος ναῦν κεραυνὸν βάλλει, ὁ δὲ τῆς νεὼς διαλυθείσης ἐπί τινα πέτραν διασωθεὶς παρὰ τὴν θεοῦ ἔφη πρόνοιαν σεσῶσθαι. Ποσειδῶν δὲ τριαίνηι πλήξας τὴν πέτραν ἔσχισεν· ὁ δὲ πεσὼν εἰς τὴν θάλασσαν τελευτᾶι, καὶ ἐκβρασθέντα θάπτει Θέτις ἐν Μυκόνωι.
[7] τῶν δὲ ἄλλων Εὐβοίαι προσφερομένων νυκτὸς Ναύπλιος ἐπὶ τοῦ Καφηρέως ὄρους πυρσὸν ἀνάπτει· οἱ δὲ νομίσαντες εἶναί τινας τῶν σεσωσμένων προσπλέουσι, καὶ περὶ τὰς Καφηρίδας πέτρας θραύεται τὰ σκάφη καὶ πολλοὶ τελευτῶσιν.
|
|
s Καὶ μετὰ ταῦτα συνελθόντων εἰς ἐκκλησίαν, Ἀγαμέμνων καὶ Μενέλαος ἐφιλονείκουν, Μενελάου λέγοντος ἀποπλεῖν, Ἀγαμέμνονος δὲ ἐπιμένειν κελεύοντος καὶ θύειν Ἀθηνᾶι. Διομήδης μὲν οὖν καὶ Νέστωρ εὐπλοοῦσι, Μενέλαος δὲ μετὰ τούτων ἀναχθεὶς χειμῶνι περιπεσών, τῶν λοιπῶν ἀπολομένων σκαφῶν, πέντε ναυσὶν ἐπ᾽ Αἴγυπτον ἀφικνεῖται.
[2] Ἀμφίλοχος δὲ καὶ Κάλχας καὶ Λεοντεὺς ἐν Ἰλίωι τὰς ναῦς ἀπολιπόντες ἐπὶ Κολοφῶνα πεζῆι πορεύονται, κἀκεῖ θάπτουσι Κάλχαντα τὸν μάντιν· ἦν γὰρ αὐτῶι λόγιον τελευτήσειν, ἐὰν ἑαυτοῦ σοφωτέρωι περιτύχηι μάντει. [3] ὑποδεχθέντων οὖν ὑπὸ Μόψου μάντεως, ὃς Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπῆρχεν, οὗτος ὁ Μόψος περὶ μαντικῆς ἤρισε Κάλχαντι. καὶ Κάλχαντος ἀνακρίναντος ἐρινεοῦ ἑστώσης ‘πόσα ἔχει;’ τοῦ δὲ εἰπόντος· ‘μύρια καὶ μέτρωι μέδιμνον καὶ ἓν περισσόν’, †καταστήσας† Κάλχας μυριάδα εὗρε καὶ μέδιμνον καὶ ἓν πλεονάζον κατὰ τὴν τοῦ Μόψου πρόρρησιν.
[4] Μόψος δὲ συὸς οὔσης ἐπιτόκου ἠρώτα Κάλχαντα, πόσους χοίρους κατὰ γαστρὸς ἔχει, τοῦ δὲ εἰπόντος· ‘ὀκτώ,’ μειδιάσας ὁ Μόψος ἔφη· ‘Κάλχας τῆς ἀκριβοῦς μαντείας ἀπεναντιῶς διακεῖται, ἐγὼ δ᾽ Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπάρχων τῆς ἀκριβοῦς μαντείας τὴν ὀξυδορκίαν πάντως πλουτῶ, καὶ οὐχ ὡς ὁ Κάλχας ὀκτώ, ἀλλ᾽ ἐννέα κατὰ γαστρός, καὶ τούτους ἄρρενας ὅλους ἔχειν μαντεύομαι, καὶ αὔριον ἀνυπερθέτως ἐν ἕκτηι ὥραι τεχθήσεσθαι.’ τούτων γοῦν γενομένων Κάλχας ἀθυμήσας ἀπέθανε καὶ ἐτάφη ἐν Νοτίωι.
[5] Ἀγαμέμνων δὲ θύσας ἀνάγεται καὶ Τενέδωι προσίσχει, Νεοπτόλεμον δὲ πείθει Θέτις ἀφικομένη ἐπιμεῖναι δύο ἡμέρας καὶ θυσιάσαι, καὶ ἐπιμένει. οἱ δὲ ἀνάγονται καὶ περὶ Τῆνον χειμάζονται. Ἀθηνᾶ γὰρ ἐδεήθη Διὸς τοῖς Ἕλλησι χειμῶνα ἐπιπέμψαι. καὶ πολλαὶ νῆες βυθίζονται.
[6] Ἀθηνᾶ δὲ ἐπὶ τὴν Αἴαντος ναῦν κεραυνὸν βάλλει, ὁ δὲ τῆς νεὼς διαλυθείσης ἐπί τινα πέτραν διασωθεὶς παρὰ τὴν θεοῦ ἔφη πρόνοιαν σεσῶσθαι. Ποσειδῶν δὲ πλήξας τῆι τριαίνηι τὴν πέτραν ἔσχισεν, ὁ δὲ πεσὼν εἰς τὴν θάλασσαν τελευτᾶι, καὶ ἐκβρασθέντα θάπτει Θέτις ἐν Μυκόνωι.
[7] τῶν δὲ ἄλλων Εὐβοίαι προσφερομένων νυκτὸς Ναύπλιος ἐπὶ τοῦ Καφηρέως ὄρους τῆς Εὐβοίας πυρσὸν ἀνάπτει· οἱ δὲ νομίσαντες εἶναί τινας τῶν σεσωσμένων προσπλέουσι, καὶ περὶ τὰς Καφηρίδας πέτρας θραύεται τὰ σκάφη καὶ πολλοὶ τελευτῶσιν.
|
v [8] ὁ γὰρ τοῦ Ναυπλίου καὶ Κλυμένης τῆς Κατρέως υἱὸς Παλαμήδης ἐπιβουλαῖς Ὀδυσσέως λιθοβοληθεὶς ἀναιρεῖται. τοῦτο μαθὼν Ναύπλιος ἔπλευσε πρὸς τοὺς Ἕλληνας καὶ τὴν τοῦ παιδὸς ἀπήιτει ποινήν· [9] ἄπρακτος δὲ ὑποστρέψας, ὡς πάντων χαριζομένων τῶι βασιλεῖ Ἀγαμέμνονι, μεθ᾽ οὗ τὸν Παλαμήδην ἀνεῖλεν Ὀδυσσεύς, παραπλέων τὰς χώρας τὰς Ἑλληνίδας παρεσκεύασε τὰς τῶν Ἑλλήνων γυναῖκας μοιχευθῆναι, Κλυταιμνήστραν Αἰγίσθωι, Αἰγιάλειαν τῶι Σθενέλου Κομήτηι, τὴν Ἰδομενέως Μήδαν ὑπὸ Λεύκου· [10] ἣν καὶ ἀνεῖλε Λεῦκος ἅμα Κλεισιθύραι τῆι θυγατρὶ ταύτης ἐν τῶι ναῶι προσφυγούσηι, καὶ δέκα πόλεις ἀποσπάσας τῆς Κρήτης ἐτυράννησε· καὶ μετὰ τὸν Τρωικὸν πόλεμον καὶ τὸν Ἰδομενέα κατάραντα τῆι Κρήτηι ἐξήλασε. [11] ταῦτα πρότερον κατασκευάσας ὁ Ναύπλιος, ὕστερον μαθὼν τὴν εἰς τὰς πατρίδας τῶν Ἑλλήνων ἐπάνοδον, τὸν εἰς τὸν Καφηρέα, νῦν δὲ Ξυλοφάγον λεγόμενον, ἀνῆψε φρυκτόν· ἔνθα προσπελάσαντες Ἕλληνες ἐν τῶι δοκεῖν λιμένα εἶναι διεφθάρησαν.
[12] Νεοπτόλεμος δὲ μείνας ἐν Τενέδωι δύο ἡμέρας ὑποθήκαις τῆς Θέτιδος εἰς Μολοσσοὺς πεζῆι ἀπήιει μετὰ Ἑλένου, καὶ παρὰ τὴν ὁδὸν ἀποθανόντα Φοίνικα θάπτει, καὶ νικήσας μάχηι Μολοσσοὺς βασιλεύει, καὶ ἐξ Ἀνδρομάχης γεννᾶι Μολοσσόν. [13] Ἕλενος δὲ κτίσας ἐν τῆι Μολοσσίαι πόλιν κατοικεῖ, καὶ δίδωσιν αὐτῶι Νεοπτόλεμος εἰς γυναῖκα τὴν μητέρα Δηιδάμειαν. Πηλέως δὲ ἐκ Φθίας ἐκβληθέντος ὑπὸ τῶν Ἀκάστου παίδων καὶ ἀποθανόντος, Νεοπτόλεμος τὴν βασιλείαν τοῦ πατρὸς παρέλαβε. [14] καὶ μανέντος Ὀρέστου ἁρπάζει τὴν ἐκείνου γυναῖκα Ἑρμιόνην κατηγγυημένην αὐτῶι πρότερον ἐν Τροίαι, καὶ διὰ τοῦτο ἐν Δελφοῖς ὑπὸ Ὀρέστου κτείνεται. ἔνιοι δὲ αὐτόν φασι παραγενόμενον εἰς Δελφοὺς ἀπαιτεῖν ὑπὲρ τοῦ πατρὸς τὸν Ἀπόλλωνα δίκας καὶ συλᾶν τὰ ἀναθήματα καὶ τὸν νεὼν ἐμπιμπράναι, καὶ διὰ τοῦτο ὑπὸ Μαχαιρέως τοῦ Φωκέως ἀναιρεθῆναι.
v (XXIII.) [15] Ὅτι πλανηθέντες Ἕλληνες ἄλλοι ἀλλαχοῦ κατάραντες κατοικοῦσιν, οἱ μὲν εἰς Λιβύην, οἱ δὲ εἰς Ἰταλίαν, εἰς Σικελίαν ἕτεροι, τινὲς δὲ πρὸς τὰς πλησίον Ἰβηρίας νήσους, ἄλλοι παρὰ τὸν Σαγγάριον ποταμόν· εἰσὶ δὲ οἳ καὶ Κύπρον ὤικησαν.
|
|
s [15] τῶν δὲ ναυαγησάντων περὶ τὸν Καφηρέα ἄλλος ἀλλαχῆ φέρεται, Γουνεὺς μὲν εἰς Λιβύην, Ἄντιφος δὲ ὁ Θεσσαλοῦ εἰς Πελασγοὺς καὶ <τὴν> χώραν κατασχὼν Θεσσαλίαν ἐκάλεσεν, ὁ δὲ Φιλοκτήτης πρὸς Ἰταλίαν εἰς Καμπανούς, Φείδιππος μετὰ τῶν Κώιων ἐν Ἄνδρωι κατώικησεν, Ἀγαπήνωρ ἐν Κύπρωι, καὶ ἄλλος ἀλλαχοῦ.
|
* * *
Tzetzes uberiora fragmenta ex hac bibliothecae parte servavit in commentariis ad Lycophronis versus:
[15a] 902: Ἀπολλόδωρος δὲ καὶ οἱ λοιποὶ οὕτω φασί· Γουνεὺς εἰς Λιβύην λιπὼν τὰς ἑαυτοῦ ναῦς ἐλθὼν ἐπὶ Κίνυφα ποταμὸν κατοικεῖ. Μέγης δὲ καὶ Πρόθοος ἐν Εὐβοίαι περὶ τὸν Καφηρέα σὺν πολλοῖς ἑτέροις διαφθείρεται ... τοῦ δὲ Προθόου περὶ τὸν Καφηρέα ναυαγήσαντος, οἱ σὺν αὐτῶι Μάγνητες εἰς Κρήτην ῥιφέντες ὤικησαν.
[15b] 911: μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Μενεσθεὺς Φείδιππός τε καὶ Ἄντιφος καὶ οἱ Ἐλεφήνορος καὶ Φιλοκτήτης μέχρι Μίμαντος κοινῆι ἔπλευσαν. εἶτα Μενεσθεὺς μὲν εἰς Μῆλον ἐλθὼν βασιλεύει, τοῦ ἐκεῖ βασιλέως Πολυάνακτος τελευτήσαντος. Ἄντιφος δὲ ὁ Θεσσαλοῦ εἰς Πελασγοὺς ἐλθὼν καὶ τὴν χώραν κατασχὼν Θεσσαλίαν ἐκάλεσε. Φείδιππος δὲ μετὰ Κώιων ἐξωσθεὶς περὶ τὴν Ἄνδρον, εἶτα περὶ Κύπρον ἐκεῖ κατώικησεν. Ἐλεφήνορος δὲ ἀποθανόντος ἐν Τροίαι, οἱ σὺν αὐτῶι ἐκριφέντες περὶ τὸν Ἰόνιον κόλπον Ἀπολλωνίαν ὤικησαν τὴν ἐν Ἠπείρωι. καὶ οἱ τοῦ Τληπολέμου προσίσχουσι Κρήτηι, εἶτα ὑπ᾽ ἀνέμων ἐξωσθέντες περὶ τὰς Ἰβηρικὰς νήσους ὤικησαν ... οἱ τοῦ Πρωτεσιλάου εἰς Πελλήνην ἀπερρίφησαν πλησίον πεδίου Κανάστρου. Φιλοκτήτης δὲ ἐξώσθη εἰς Ἰταλίαν πρὸς Καμπανοὺς καὶ πολεμήσας Λευκανοὺς πλησίον Κρότωνος καὶ Θουρίου Κρίμισσαν κατοικεῖ· καὶ παυθεὶς τῆς ἄλης Ἀλαίου Ἀπόλλωνος ἱερὸν κτίζει, ὧι καὶ τὸ τόξον αὑτοῦ ἀνέθηκεν, ὥς φησιν Εὐφορίων.
[15c] 921: [Ναύαιθος] ποταμός ἐστιν Ἰταλίας· ἐκλήθη δὲ οὕτω κατὰ μὲν Ἀπολλόδωρον καὶ τοὺς λοιπούς, ὅτι μετὰ τὴν Ἰλίου ἅλωσιν αἱ Λαομέδοντος θυγατέρες, Πριάμου δὲ ἀδελφαί, Αἴθυλλα Ἀστυόχη Μηδεσικάστη μετὰ τῶν λοιπῶν αἰχμαλωτίδων ἐκεῖσε γεγονυῖαι τῆς Ἰταλίας, εὐλαβούμεναι τὴν ἐν τῆι Ἑλλάδι δουλείαν τὰ σκάφη ἐνέπρησαν, ὅθεν ὁ ποταμὸς Ναύαιθος ἐκλήθη καὶ αἱ γυναῖκες Ναυπρήστιδες· οἱ δὲ σὺν αὐταῖς Ἕλληνες ἀπολέσαντες τὰ σκάφη ἐκεῖ κατώικησαν.
Quae praeterea de Diomedis, Teucri, Schedii Epistrophique comitum erroribus non sine magna dubitatione
bibliothecae restitueram ex Tzetzae adnotationibus in vv. 603, 450, 1067 (Epit. Vat. p. 73 et 284ss.), nunc stare vix possunt,
cum ei tantum in rationem vocandi esse videantur, qui ex Capharea tempestate servati erant.
* * *
[16] Δημοφῶν δὲ Θραιξὶ Βισάλταις μετ᾽ ὀλίγων νεῶν προσίσχει, καὶ αὐτοῦ ἐρασθεῖσα Φυλλὶς ἡ θυγάτηρ τοῦ βασιλέως ἐπὶ προικὶ τῆι βασιλείαι συνευνάζεται ὑπὸ τοῦ πατρός. ὁ δὲ βουλόμενος εἰς τὴν πατρίδα ἀπιέναι, πολλὰ δεηθεὶς ὀμόσας ἀναστρέψειν ἀπέρχεται· καὶ Φυλλὶς αὐτὸν ἄχρι τῶν Ἐννέα ὁδῶν λεγομένων προπέμπει καὶ δίδωσιν αὐτῶι κίστην, εἰποῦσα ἱερὸν <τῆς> μητρὸς Ῥέας ἐνεῖναι, καὶ ταύτην μὴ ἀνοίγειν, εἰ μὴ ὅταν ἀπελπίσηι τῆς πρὸς αὐτὴν ἀνόδου. [17] Δημοφῶν δὲ ἐλθὼν εἰς Κύπρον ἐκεῖ κατώικει. καὶ τοῦ τακτοῦ χρόνου διελθόντος Φυλλὶς ἀρὰς θεμένη κατὰ Δημοφῶντος ἑαυτὴν ἀναιρεῖ· Δημοφῶν δὲ τὴν κίστην ἀνοίξας φόβωι κατασχεθεὶς ἄνεισιν ἐπὶ τὸν ἵππον καὶ τοῦτον ἐλαύνων ἀτάκτως ἀπόλλυται· τοῦ γὰρ ἵππου σφαλέντος κατενεχθεὶς ἐπὶ τὸ ξίφος ἔπεσεν. οἱ δὲ σὺν αὐτῶι κατώικησαν ἐν Κύπρωι.
[18] Ποδαλείριος δὲ ἀφικόμενος εἰς Δελφοὺς ἐχρᾶτο ποῦ κατοικήσει· χρησμοῦ δὲ δοθέντος, εἰς ἣν πόλιν τοῦ περιέχοντος οὐρανοῦ πεσόντος οὐδὲν πείσεται, τῆς Καρικῆς Χερρονήσου τὸν πέριξ οὐρανοῦ κυκλούμενον ὄρεσι τόπον κατώικησεν.
[19] Ἀμφίλοχος δὲ ὁ Ἀλκμαίωνος, κατά τινας ὕστερον παραγενόμενος εἰς Τροίαν, κατὰ [τὸν] χειμῶνα ἀπερρίφη πρὸς Μόψον, καί, ὥς τινες λέγουσιν, ὑπὲρ τῆς βασιλείας μονομαχοῦντες ἔκτειναν ἀλλήλους.
[20] Λοκροὶ δὲ μόλις τὴν ἑαυτῶν καταλαβόντες, ἐπεὶ μετὰ τρίτον ἔτος τὴν Λοκρίδα κατέσχε φθορά, δέχονται χρησμὸν ἐξιλάσασθαι τὴν ἐν Ἰλίωι Ἀθηνᾶν καὶ δύο παρθένους πέμπειν ἱκέτιδας ἐπὶ ἔτη χίλια. καὶ λαγχάνουσι πρῶται Περίβοια καὶ Κλεοπάτρα. [21] αὗται δὲ εἰς Τροίαν ἀφικόμεναι, διωκόμεναι παρὰ τῶν ἐγχωρίων εἰς τὸ ἱερὸν κατέρχονται· καὶ τῆι μὲν θεᾶι οὐ προσήρχοντο, τὸ δὲ ἱερὸν ἔσαιρόν τε καὶ ἔρραινον· ἐκτὸς δὲ τοῦ νεὼ οὐκ ἐξήιεσαν, κεκαρμέναι δὲ ἦσαν καὶ μονοχίτωνες καὶ ἀνυπόδετοι. [22] τῶν δὲ πρώτων ἀποθανουσῶν ἄλλας ἔπεμπον· εἰσήιεσαν δὲ εἰς τὴν πόλιν νύκτωρ, ἵνα μὴ φανεῖσαι τοῦ τεμένους ἔξω φονευθῶσι· μετέπειτα δὲ βρέφη μετὰ τροφῶν ἔπεμπον. χιλίων δὲ ἐτῶν παρελθόντων μετὰ τὸν Φωκικὸν πόλεμον ἱκέτιδας ἐπαύσαντο πέμποντες.
v [23] Ἀγαμέμνων δὲ καταντήσας εἰς Μυκήνας μετὰ Κασάνδρας ἀναιρεῖται ὑπὸ Αἰγίσθου καὶ Κλυταιμνήστρας· δίδωσι γὰρ αὐτῶι χιτῶνα ἄχειρα καὶ ἀτράχηλον, καὶ τοῦτον ἐνδυόμενος φονεύεται, καὶ βασιλεύει Μυκηνῶν Αἴγισθος· κτείνουσι δὲ καὶ Κασάνδραν. [24] Ἠλέκτρα δὲ μία τῶν Ἀγαμέμνονος θυγατέρων Ὀρέστην τὸν ἀδελφὸν ἐκκλέπτει καὶ δίδωσι Στροφίωι Φωκεῖ τρέφειν, ὁ δὲ αὐτὸν ἐκτρέφει μετὰ Πυλάδου παιδὸς ἰδίου. τελειωθεὶς δὲ Ὀρέστης εἰς Δελφοὺς παραγίνεται κἀκεῖ ἐρωτᾶι, εἰ τοὺς αὐτόχειρας τοῦ πατρὸς μετέλθοι. [25] τοῦτο δ᾽ ἐπιτραπεὶς ἀπέρχεται <εἰς> Μυκήνας μετὰ Πυλάδου λαθραίως καὶ κτείνει τήν τε μητέρα καὶ τὸν Αἴγισθον, καὶ μετ᾽ οὐ πολὺ μανίαι κατασχεθεὶς ὑπὸ Ἐριννύων διωκόμενος εἰς Ἀθήνας παραγίνεται καὶ κρίνεται ἐν Ἀρείωι πάγωι καὶ ἀπολύεται.
[26] καὶ λαμβάνει χρησμὸν ἀπαλλαγῆναι τῆς νόσου, εἰ τὸ ἐν Ταύροις μετακομίσοι βρέτας.
[27] καὶ δὴ παραγενόμενος ἐν Ταύροις μετὰ Πυλάδου φωραθεὶς ἑάλω καὶ ἄγεται πρὸς Θόαντα τὸν βασιλέα δέσμιος, ὁ δὲ ἀμφοτέρους πρὸς τὴν ἱέρειαν ἀποστέλλει. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῆς ἀδελφῆς, ἄρας τὸ ξόανον σὺν αὐτῆι φεύγει.
[28] καὶ δὴ ἐλθὼν εἰς Μυκήνας Πυλάδηι μὲν τὴν ἀδελφὴν Ἠλέκτραν συζεύγνυσιν, αὐτὸς δὲ γήμας Ἑρμιόνην, ἢ κατά τινας Ἠριγόνην, τεκνοῖ ..., καὶ δηχθεὶς ὑπὸ ὄφεως ἐν Ὀρεστείωι τῆς Ἀρκαδίας θνήσκει.
[29] Μενέλαος δὲ πέντε ναῦς τὰς ὅλας ἔχων μεθ᾽ ἑαυτοῦ
πολλὰ χώρας παραμείψας πολλὰ συναθροίζει χρήματα. καὶ κατά τινας εὑρίσκεται παρὰ Πρωτεῖ τῶι τῶν Αἰγυπτίων βασιλεῖ Ἑλένη, μέχρι τότε εἴδωλον ἐκ νεφῶν ἐσχηκότος τοῦ Μενελάου. ὀκτὼ δὲ πλανηθεὶς ἔτη κατέπλευσεν εἰς Μυκήνας, κἀκεῖ κατέλαβεν Ὀρέστην μετεληλυθότα τὸν τοῦ πατρὸς φόνον. ἐλθὼν δὲ εἰς Σπάρτην τὴν ἰδίαν ἐκτήσατο βασιλείαν. καὶ...
|
|
s [23] Ἀγαμέμνων δὲ καταντήσας εἰς Μυκήνας μετὰ Κασάνδρας ἀναιρεῖται ὑπὸ Αἰγίσθου καὶ Κλυταιμνήστρας· δίδωσι γὰρ αὐτῶι χιτῶνα ἄχειρα καὶ ἀτράχηλον, καὶ τοῦτον ἐνδυόμενος φονεύεται, καὶ βασιλεύει Μυκηνῶν Αἴγισθος· κτείνουσι δὲ καὶ Κασάνδραν. [24] Ἠλέκτρα δὲ μία τῶν Ἀγαμέμνονος θυγατέρων Ὀρέστην τὸν ἀδελφὸν ἐκκλέπτει καὶ δίδωσι Φωκεῖ Στροφίωι τρέφειν, ὁ δὲ αὐτὸν ἐκτρέφει μετὰ Πυλάδου παιδὸς ἰδίου. τελειωθεὶς δὲ Ὀρέστης εἰς Δελφοὺς παραγίνεται κἀκεῖ ἐρωτᾶι, εἰ τοὺς αὐτόχειρας τοῦ πατρὸς μετέλθοι. [25] τοῦ θεοῦ ἐπιτρέποντος ἀπερχόμενος εἰς Μυκήνας μετὰ Πυλάδου λαθραίως τόν τε Αἴγισθον καὶ τὴν μητέρα κτείνει, καὶ μετ᾽ οὐ πολὺ μανίαι κατασχεθεὶς ὑπὸ Ἐριννύων διωκόμενος εἰς Ἀθήνας παραγίνεται. κρίνεται δὲ Ὀρέστης ἐν Ἀρείωι πάγωι, ὡς μὲν λέγουσί τινες ὑπὸ Ἐρινύων, ὡς δέ τινες ὑπὸ Τυνδάρεω, ὡς δέ τινες ὑπὸ Ἠριγόνης τῆς Αἰγίσθου καὶ Κλυταιμνήστρας, καὶ κριθεὶς ἴσων γενομένων τῶν ψήφων ἀπολύεται.
[26] ἐρομένωι δὲ αὐτῶι, πῶς ἂν ἀπαλλαγείη τῆς νόσου, ὁ θεὸς εἶπεν, εἰ τὸ ἐν Ταύροις ξόανον μετακομίσειεν.οἱ δὲ Ταῦροι μοῖρά ἐστι Σκυθῶν, οἳ τοὺς ξένους φονεύουσι καὶ εἰς τὸ ἱερὸν πῦρ ῥίπτουσι. τοῦτο ἦν ἐν τῶι τεμένει διά τινος πέτρας ἀναφερόμενον ἐξ Ἅιδου. [27] παραγενόμενος οὖν εἰς Ταύρους Ὀρέστης μετὰ Πυλάδου φωραθεὶς ἑάλω καὶ ἄγεται πρὸς Θόαντα τὸν βασιλέα δέσμιος, ὁ δὲ ἀμφοτέρους πρὸς τὴν ἱέρειαν ἀποστέλλει. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῆς ἀδελφῆς ἱερὰ ποιούσης ἐν Ταύροις, ἄρας τὸ ξόανον σὺν αὐτῆι φεύγει.κομισθὲν δὲ εἰς Ἀθήνας νῦν λέγεται τὸ τῆς Ταυροπόλου· ἔνιοι δὲ αὐτὸν κατὰ χειμῶνα προσενεχθῆναι τῆι νήσωι Ῥόδωι λέγουσιν ... αὐτὸν καὶ κατὰ χρησμὸν ἐν τείχει καθοσιωθῆναι. [28] καὶ δὴ ἐλθὼν εἰς Μυκήνας Πυλάδηι μὲν τὴν ἀδελφὴν Ἠλέκτραν συζεύγνυσιν, αὐτὸς δὲ γήμας Ἑρμιόνην, ἢ κατά τινας Ἠριγόνην, τεκνοῖ Τισαμενόν.
[29] Μενέλαος δὲ πέντε ναῦς τὰς πάσας ἔχων μεθ᾽ ἑαυτοῦ προσσχὼν Σουνίωι τῆς Ἀττικῆς ἀκρωτηρίωι κἀκεῖθεν εἰς Κρήτην ἀπορριφεὶς πάλιν ὑπὸ ἀνέμων μακρὰν ἀπωθεῖται, καὶ πλανώμενος ἀνά τε Λιβύην καὶ Φοινίκην καὶ Κύπρον καὶ Αἴγυπτον πολλὰ συναθροίζει χρήματα. καὶ κατά τινας εὑρίσκεται παρὰ Πρωτεῖ τῶι τῶν Αἰγυπτίων βασιλεῖ Ἑλένη, μέχρι τότε εἴδωλον ἐκ νεφῶν ἐσχηκότος τοῦ Μενελάου. ὀκτὼ δὲ πλανηθεὶς ἔτη κατέπλευσεν εἰς Μυκήνας, κἀκεῖ κατέλαβεν Ὀρέστην μετεληλυθότα τὸν τοῦ πατρὸς φόνον. ἐλθὼν δὲ εἰς Σπάρτην <τὴν> ἰδίαν ἐκτήσατο βασιλείαν. καὶ ἀποθανατισθεὶς ὑπὸ Ἥρας εἰς τὸ Ἠλύσιον ἦλθε πεδίον μεθ᾽ Ἑλένης.
|
|