BIBLIOTHECA AUGUSTANA

 

Pseudo-Apollodoros

floruit ca. 100 p. Chr. n.

 

Βιβλιοθήκη

 

Epitome 1

v = epitoma Vaticana

s = fragmenta Sabbaitica

 

______________________________________________________________________________

 

 

 

Ἐπιτόμη αʹ

 

v (I.) [1] Τρίτην ἔκτεινεν ἐν Κρομμυῶνι σῦν τὴν καλουμένην Φαιὰν ἀπὸ τῆς θρεψάσης γραὸς αὐτήν· ταύτην τινὲς Ἐχίδνης καὶ Τυφῶνος λέγουσι. [2] τέταρτον ἔκτεινε Σκείρωνα τὸν Κορίνθιον τοῦ Πέλοπος, ὡς δὲ ἔνιοι Ποσειδῶνος. οὗτος ἐν τῆι Μεγαρικῆι κατέχων τὰς ἀφ᾽ ἑαυτοῦ κληθείσας πέτρας Σκειρωνίδας, ἠνάγκαζε τοὺς παριόντας νίζειν αὐτοῦ τοὺς πόδας, καὶ νίζοντας εἰς τὸν βυθὸν αὐτοὺς ἔρριπτε βορὰν ὑπερμεγέθει χελώνηι. [3] Θησεὺς δὲ ἁρπάσας αὐτὸν τῶν ποδῶν ἔρριψεν <εἰς τὴν θάλασσαν>. πέμπτον ἔκτεινεν ἐν Ἐλευσῖνι Κερκυόνα τὸν Βράγχου καὶ Ἀργιόπης νύμφης. οὗτος ἠνάγκαζε τοὺς παριόντας παλαίειν καὶ παλαίων ἀνήιρει· Θησεὺς δὲ αὐτὸν μετέωρον ἀράμενος ἔρραξεν εἰς γῆν. [4] ἕκτον ἀπέκτεινε Δαμάστην, ὃν ἔνιοι Πολυπήμονα λέγουσιν. οὗτος τὴν οἴκησιν ἔχων παρ᾽ ὁδὸν ἐστόρεσε δύο κλίνας, μίαν μὲν μικράν, ἑτέραν δὲ μεγάλην, καὶ τοὺς παριόντας ἐπὶ ξένια καλῶν τοὺς μὲν βραχεῖς ἐπὶ τῆς μεγάλης κατακλίνων σφύραις ἔτυπτεν, ἵν᾽ ἐξισωθῶσι τῆι κλίνηι, τοὺς δὲ μεγάλους ἐπὶ τῆς μικρᾶς, καὶ τὰ ὑπερέχοντα τοῦ σώματος ἀπέπριζε.

 

v καθάρας οὖν Θησεὺς τὴν ὁδὸν ἧκεν εἰς Ἀθήνας. [5] Μήδεια δὲ Αἰγεῖ τότε συνοικοῦσα ἐπεβούλευσεν αὐτῶι, καὶ πείθει τὸν Αἰγέα φυλάττεσθαι ὡς ἐπίβουλον αὐτοῦ. Αἰγεὺς δὲ τὸν ἴδιον ἀγνοῶν παῖδα, δείσας ἔπεμψεν ἐπὶ τὸν Μαραθώνιον ταῦρον.

 

[6] ὡς δὲ ἀνεῖλεν αὐτόν, παρὰ Μηδείας λαβὼν αὐθήμερινον προσήνεγκεν αὐτῶι φάρμακον. ὁ δὲ μέλλοντος αὐτῶι τοῦ ποτοῦ προσφέρεσθαι ἐδωρήσατο τῶι πατρὶ τὸ ξίφος, ὅπερ ἐπιγνοὺς Αἰγεὺς τὴν κύλικα ἐξέρριψε τῶν χειρῶν αὐτοῦ. Θησεὺς δὲ ἀναγνωρισθεὶς τῶι πατρὶ καὶ τὴν ἐπιβουλὴν μαθὼν ἐξέβαλε τὴν Μήδειαν.

[7] καὶ εἰς τὸν τρίτον δασμὸν τῶι Μινωταύρωι συγκαταλέγεται· ὡς δέ τινες λέγουσιν, ἑκὼν ἑαυτὸν ἔδωκεν. ἐχούσης δὲ τῆς νεὼς μέλαν ἱστίον Αἰγεὺς τῶι παιδὶ ἐνετείλατο, ἐὰν ὑποστρέφηι ζῶν, λευκοῖς πετάσαι τὴν ναῦν ἱστίοις. 

 

s ἔκτεινε δὲ πάντας καὶ κατετροπώσατο τοὺς ἀντιπράττοντας ἥρωας καὶ πάντας τοὺς ληιστρικὸν μετιόντας βίον. [5] Μήδεια Αἰγεῖ τότε συνοικοῦσα [Ἀθήναις] ἐπεβούλευσεν αὐτῶι, καὶ πείθει τὸν Αἰγέα φυλάττεσθαι ὡς ἐπίβουλον αὐτοῦ. Αἰγεὺς δὲ τὸν ἴδιον ἀγνοῶν παῖδα, δείσας [αὐτὸν ὡς βριαρὸν ὄντα] ἐπὶ τὸν Μαραθώνιον ἔπεμψεν ταῦρον [ἀναλωθῆναι ὑπ᾽ αὐτοῦ].

[6] ὡς δ᾽ ὁ Θησεὺς ἀνεῖλεν αὐτόν, παρὰ Μηδείας λαβὼν αὐθήμερον προσήνεγκεν αὐτῶι φάρμακον. ὁ δὲ μέλλοντος αὐτῶι τοῦ ποτοῦ προσφέρεσθαι ἐδωρήσατο τῶι πατρὶ τὸ ξίφος, ὅπερ Αἰγεὺς ἐπιγνοὺς τὴν κύλικα ἐξέρριψε τῶν χειρῶν αὐτοῦ. Θησεὺς δὲ ἀναγνωρισθεὶς τῶι πατρὶ καὶ τὴν ἐπιβουλὴν μαθὼν ἐξέβαλε τὴν Μήδειαν.

[7] καὶ εἰς τὸν τρίτον δασμὸν τῶι Μινωταύρωι συγκαταλέγει βοράν.

[8] ὡς δὲ ἧκεν εἰς Κρήτην, Ἀριάδνη θυγάτηρ Μίνωος ἐρωτικῶς διατεθεῖσα πρὸς αὐτὸν συμπεράσειν ἐπαγγέλλεται, ἐὰν ὁμολογήσηι γυναῖκα αὐτὴν ἕξειν ἀπαγαγὼν εἰς Ἀθήνας.

ὁμολογήσαντος δὲ σὺν ὅρκοις Θησέως δεῖται Δαιδάλου μηνῦσαι τοῦ λαβυρίνθου τὴν ἔξοδον. [9] ὑποθεμένου δὲ ἐκείνου, λίνον εἰσιόντι Θησεῖ δίδωσι· τοῦτο ἐξάψας Θησεὺς τῆς θύρας ἐφελκόμενος εἰσήιει. καταλαβὼν δὲ Μινώταυρον ἐν ἐσχάτωι μέρει τοῦ λαβυρίνθου παίων πυγμαῖς ἀπέκτεινεν, ἐφελκόμενος δὲ τὸ λίνον πάλιν ἐξήιει. καὶ διὰ νυκτὸς μετὰ Ἀριάδνης καὶ τῶν παίδων εἰς Νάξον ἀφικνεῖται. ἔνθα Διόνυσος ἐρασθεὶς Ἀριάδνης ἥρπασε, καὶ κομίσας εἰς Λῆμνον ἐμίγη.

 

[8] ἐξέπλει δ᾽ εἰς Κρήτην καὶ ἧκεν, Ἀριάδνη θυγάτηρ Μίνωος ἐρωτικῶς τῶι Θησεῖ διατεθεῖσα συμπράσσειν ἐπαγγέλλεται [πρὸς τὴν Μινωταύρου εἰσέλευσιν λαβυρίνθου], ἐὰν ὁμολογήσηι γυναῖκα αὐτὴν ἕξειν ἀπαγαγὼν εἰς Ἀθήνας. ὁμολογήσαντος δὲ σὺν ὅρκοις Θησέως δεῖται Δαιδάλου μηνῦσαι τοῦ λαβυρίνθου τὴν ἔξοδον. [9] ὑποθεμένου δὲ ἐκείνου, λίνον εἰσιόντι Θησεῖ δίδωσι· τοῦτο ἐξάψας τῆς θύρας Θησεὺς ἐφελκόμενος εἰσήιει. καταλαβὼν δὲ Μινώταυρον ἐν ἐσχάτωι μέρει τοῦ λαβυρίνθου παίων πυγμαῖς ἀπέκτεινεν αὐτόν. ἐφελκόμενος δὲ τὸ λίνον πάλιν ἐξήιει καὶ διὰ νυκτὸς μετὰ Ἀριάδνης καὶ τῶν παίδων εἰς Νάξον ἀφικνεῖται. ἔνθα Διόνυσος ἐρασθεὶς Ἀριάδνης ἥρπασε, καὶ κομίσας εἰς Λῆμνον ἐμίγη. καὶ γεννᾶι Θόαντα Στάφυλον Οἰνοπίωνα καὶ Πεπάρηθον.

[10] λυπούμενος δὲ Θησεὺς ἐπ᾽ Ἀριάδνηι καταπλέων ἐπελάθετο πετάσαι τὴν ναῦν λευκοῖς ἱστίοις. Αἰγεὺς δὲ ἀπὸ τῆς ἀκροπόλεως τὴν ναῦν ἰδὼν ἔχουσαν μέλαν ἱστίον, Θησέα νομίσας ἀπολωλέναι ῥίψας ἑαυτὸν μετήλλαξε.

 

 

[11] Θησεὺς δὲ παρέλαβε τὴν Ἀθηναίων δυναστείαν.

 

[11] Θησεὺς δὲ παραλαβὼν τὴν Ἀθηναίων δυναστείαν τοὺς μὲν Πάλλαντος παῖδας πεντήκοντα τὸν ἀριθμὸν ἀπέκτεινεν: ὁμοίως δὲ καὶ ὅσοι ἀντᾶραι ἤθελον παρ᾽ αὐτοῦ ἀπεκτάνθησαν, καὶ τὴν ἀρχὴν ἅπασαν ἔσχε μόνος.

v (II.) [12] Ὅτι Μίνως, αἰσθόμενος τοῦ φεύγειν τοὺς μετὰ Θησέως, Δαίδαλον αἴτιον ἐν τῶι λαβυρίνθωι μετὰ τοῦ παιδὸς Ἰκάρου καθεῖρξεν, ὃς ἐγεγέννητο αὐτῶι ἐκ δούλης Μίνωος Ναυκράτης. ὁ δὲ πτερὰ κατασκευάσας ἑαυτῶι καὶ τῶι παιδὶ ἀναπτάντι ἐνετείλατο μήτε εἰς ὕψος πέτεσθαι, μὴ τακείσης τῆς κόλλης ὑπὸ τοῦ ἡλίου αἱ πτέρυγες λυθῶσι, μήτε ἐγγὺς θαλάσσης, ἵνα μὴ τὰ πτερὰ ὑπὸ τῆς νοτίδος λυθῆι. [13] Ἴκαρος δὲ ἀμελήσας τῶν τοῦ πατρὸς ἐντολῶν ψυχαγωγούμενος ἀεὶ μετέωρος ἐφέρετο· τακείσης δὲ τῆς κόλλης πεσὼν εἰς τὴν ἀπ᾽ ἐκείνου κληθεῖσαν Ἰκαρίαν θάλασσαν ἀπέθανε. <Δαίδαλος δὲ διασώζεται εἰς Κάμικον τῆς Σικελίας.> [14] Δαίδαλον δὲ ἐδίωκε Μίνως, καὶ καθ᾽ ἑκάστην χώραν ἐρευνῶν ἐκόμιζε κόχλον, καὶ πολὺν ἐπηγγέλλετο δώσειν μισθὸν τῶι διὰ τοῦ κοχλίου λίνον διείραντι, διὰ τούτου νομίζων εὑρήσειν Δαίδαλον. ἐλθὼν δὲ εἰς Κάμικον τῆς Σικελίας παρὰ Κώκαλον, παρ᾽ ὧι Δαίδαλος ἐκρύπτετο, δείκνυσι τὸν κοχλίαν. ὁ δὲ λαβὼν ἐπηγγέλλετο διείρειν καὶ Δαιδάλωι δίδωσιν· [15] ὁ δὲ ἐξάψας μύρμηκος λίνον καὶ τρήσας τὸν κοχλίαν εἴασε δι᾽ αὐτοῦ διελθεῖν. λαβὼν δὲ Μίνως τὸ λίνον διειρμένον ἤισθετο ὄντα παρ᾽ ἐκείνωι Δαίδαλον, καὶ εὐθέως ἀπήιτει. Κώκαλος δὲ ὑποσχόμενος ἐκδώσειν ἐξένισεν αὐτόν· ὁ δὲ λουσάμενος ὑπὸ τῶν Κωκάλου θυγατέρων ἔκλυτος ἐγένετο· ὡς δὲ ἔνιοί φασι, ζεστῶι καταχυθεὶς <ὕδατι> μετήλλαξεν.

v (III.) [16] Ὅτι Θησεὺς Ἡρακλεῖ συστρατευσάμενος ἐπὶ Ἀμαζόνας ἥρπασε Γλαύκην τὴν καὶ Μελανίππην,

 

ἐξ ἧς ἔσχε παῖδα Ἱππολύτον. τὴν πρότερον δὲ διαλυσάμενος ἔχθραν,

[Ex epitoma Vaticana huc referenda sunt, quae leguntur cap. 5, 2.]

[17] λαμβάνει παρὰ Δευκαλίωνος Φαίδραν τὴν Μίνωος θυγατέρα,

 

 

 

[18] ἐξ ἧς παῖδας Ἀκάμαντα καὶ Δημοφῶντα. Φαίδρα γοῦν ἐρᾶι τοῦ ἐκ τῆς Ἀμαζόνος παιδὸς [ἤγουν τοῦ Ἱππολύτου] καὶ δεῖται συνελθεῖν αὐτῆι. ὁ δὲ μισῶν πάσας γυναῖκας τὴν συνουσίαν ἔφυγεν. ἡ δὲ Φαίδρα, δείσασα μὴ τῶι πατρὶ διαβάληι, κατασχοῦσα τὰς τοῦ θαλάμου θύρας καὶ τὰς ἐσθῆτας σπαράξασα κατεψεύσατο Ἱππολύτου βίαν. [19] Θησεὺς δὲ πιστεύσας ηὔξατο Ποσειδῶνι Ἱππόλυτον διαφθαρῆναι· ὁ δέ, θέοντος αὐτοῦ ἐπὶ τοῦ ἅρματος καὶ παρὰ τῆι θαλάσσηι ὀχουμένου, ταῦρον ἀνῆκεν ἐκ τοῦ κλύδωνος. πτοηθέντων δὲ τῶν ἵππων κατηρράχθη τὸ ἅρμα. ἐμπλακεὶς δὲ <ταῖς ἡνίαις> Ἱππόλυτος συρόμενος ἀπέθανε. γενομένου δὲ τοῦ ἔρωτος περιφανοῦς ἑαυτὴν ἀνήρτησε Φαίδρα.

 

s [16] συστρατευσάμενος δὲ ἐπὶ Ἀμαζόνας Ἡρακλεῖ ἥρπασεν Ἀντιόπην, ὡς δέ τινες Μελανίππην, Σιμωνίδης δὲ Ἱππολύτην. διὸ ἐστράτευσαν ἐπ᾽ Ἀθήνας Ἀμαζόνες. καὶ στρατοπεδευσαμένας αὐτὰς περὶ τὸν Ἄρειον πάγον Θησεὺς μετὰ Ἀθηναίων ἐνίκησεν. ἔχων δὲ ἐκ τῆς Ἀμαζόνος παῖδα Ἱππόλυτον, [17] λαμβάνει μετὰ ταῦτα παρὰ Δευκαλίωνος Φαίδραν τὴν Μίνωος θυγατέρα, ἧς ἐπιτελουμένων τῶν γάμων Ἀμαζὼν ἡ προγαμηθεῖσα Θησεῖ τοὺς συγκατακειμένους σὺν ταῖς μεθ᾽ ἑαυτῆς Ἀμαζόσιν ἐπιστᾶσα σὺν ὅπλοις κτείνειν ἔμελλεν. οἱ δὲ κλείσαντες διὰ τάχους τὰς θύρας ἀπέκτειναν αὐτὴν. τινὲς δὲ μαχομένην αὐτὴν ὑπὸ Θησέως λέγουσιν ἀποθανεῖν. [18] Φαίδρα δὲ γεννήσασα Θησεῖ δύο παιδία Ἀκάμαντα καὶ Δημοφῶντα ἐρᾶι τοῦ ἐκ τῆς Ἀμαζόνος παιδὸς ἤγουν τοῦ Ἱππολύτου καὶ δεῖται συνελθεῖν αὐτῆι. ὁ δὲ μισῶν πάσας γυναῖκας τὴν συνουσίαν ἔφυγεν. ἡ δὲ Φαίδρα, δείσασα μὴ τῶι πατρὶ διαβάληι, κατασχίσασα τὰς τοῦ θαλάμου θύρας καὶ τὰς ἐσθῆτας σπαράξασα κατεψεύσατο Ἱππολύτου βίαν. [19] Θησεὺς δὲ πιστεύσας ηὔξατο Ποσειδῶνι Ἱππόλυτον διαφθαρῆναι· ὁ δέ, θέοντος αὐτοῦ ἐπὶ τοῦ ἅρματος καὶ παρὰ τῆι θαλάσσηι ὀχουμένου, ταῦρον ἀνῆκεν ἐκ τοῦ κλύδωνος. πτοηθέντων δὲ τῶν ἵππων κατηρράχθη τὸ ἅρμα. ἐμπλακεὶς δὲ <ταῖς ἡνίαις> Ἱππόλυτος συρόμενος ἀπέθανε. γενομένου δὲ τοῦ ἔρωτος περιφανοῦς ἑαυτὴν ἀνήρτησε Φαίδρα.

v (IV.) [20] Ὅτι ὁ Ἰξίων Ἥρας ἐρασθεὶς ἐπεχείρει βιάζεσθαι, καὶ προσαγγειλάσης τῆς Ἥρας γνῶναι θέλων ὁ Ζεύς, εἰ οὕτως ἔχει τὸ πρᾶγμα, νεφέλην ἐξεικάσας Ἥραι παρέκλινεν αὐτῶι· καὶ καυχώμενον ὡς Ἥραι μιγέντα ἐνέδησε τροχῶι, ὑφ᾽ οὗ φερόμενος διὰ πνευμάτων ἐν αἰθέρι ταύτην τίνει δίκην. νεφέλη δὲ ἐξ Ἰξίονος ἐγέννησε Κένταυρον.

――――

Hic inserenda sunt, quae Zenobii interpolator de Pirithoi nuptiis ex bibliotheca adscripsit ad V 33:

[21] Συνεμάχησε δὲ τῶι Πειρίθωι Θησεύς, ὅτε κατὰ τῶν Κενταύρων συνεστήσατο πόλεμον. Πειρίθους γὰρ Ἱπποδάμειαν μνηστευόμενος εἱστία Κενταύρους ὡς συγγενεῖς ὄντας αὐτῆι. ἀσυνήθως δὲ ἔχοντες οἴνου ἀφειδῶς ἐμφορησάμενοι ἐμέθυον, καὶ εἰσαγομένην τὴν νύμφην ἐπεχείρουν βιάζεσθαι· ὁ δὲ Πειρίθους μετὰ Θησέως καθοπλισάμενος μάχην συνῆψε, καὶ πολλοὺς ὁ Θησεὺς αὐτῶν ἀνεῖλεν.

――――

(V.) [22] Ὅτι Καινεὺς πρότερον ἦν γυνή, συνελθόντος δὲ αὐτῆι Ποσειδῶνος ἠιτήσατο ἀνὴρ γενέσθαι ἄτρωτος· διὸ καὶ ἐν τῆι πρὸς Κενταύρους μάχηι τραυμάτων καταφρονῶν πολλοὺς τῶν Κενταύρων ἀπώλεσεν, οἱ δὲ λοιποί, περιστάντες αὐτῶι, ἐλάταις τύπτοντες ἔχωσαν εἰς γῆν.

(VI.) [23] Ὅτι Θησεύς, Πειρίθωι συνθέμενος Διὸς θυγατέρας γαμῆσαι, ἑαυτῶι μὲν ἐκ Σπάρτης μετ᾽ ἐκείνου ἥρπασεν Ἑλένην δωδεκαέτη οὖσαν, Πειρίθωι δὲ μνηστευόμενος τὸν Περσεφόνης γάμον εἰς Ἅιδου κάτεισι. καὶ Διόσκουροι μὲν μετὰ Λακεδαιμονίων καὶ Ἀρκάδων εἷλον Ἀθήνας καὶ ἀπάγουσιν Ἑλένην καὶ μετὰ ταύτης Αἴθραν τὴν Πιτθέως αἰχμάλωτον· Δημοφῶν δὲ καὶ Ἀκάμας ἔφυγον. κατάγουσι δὲ καὶ Μενεσθέα καὶ τὴν ἀρχὴν τῶν Ἀθηναίων διδόασι τούτωι. [24] Θησεὺς δὲ μετὰ Πειρίθου παραγενόμενος εἰς Ἅιδου ἐξαπατᾶται, καὶ ὃς ὡς ξενίων μεταληψομένους πρῶτον ἐν τῶι τῆς Λήθης εἶπε καθεσθῆναι θρόνωι, ὧι προσφυέντες σπείραις δρακόντων κατείχοντο. Πειρίθους μὲν οὖν εἰς ἀίδιον δεθεὶς ἔμεινε, Θησέα δὲ Ἡρακλῆς ἀναγαγὼν ἔπεμψεν εἰς Ἀθήνας. ἐκεῖθεν δὲ ὑπὸ Μενεσθέως ἐξελαθεὶς πρὸς Λυκομήδην ἦλθεν, ὃς αὐτὸν βάλλει κατὰ βαράθρων καὶ ἀποκτείνει.