BIBLIOTHECA AUGUSTANA

 

Homeros

ca. 730 a. Chr. n.

 

Βίος Ὁμήρου

 

Textus:

Vita Herodotea, in: Homeri opera, tom. V,

ed. Thomas W. Allen, Oxonii 1912

 

___________________________________________________

 

 

1

αʹ. Ἡρόδοτος ὁ Ἁλικαρνασσεὺς περὶ Ὁμήρου γενέσιος καὶ ἡλικίης καὶ βιοτῆς τάδε ἱστόρηκε, ζητήσας ἐπεξελθεῖν εἰς τὸ ἀτρεκέστατον. ἐπεὶ γὰρ ἡ πάλαι Αἰολιῶτις Κύμη ἐκτίζετο συνῆλθον ἐν ταὐτῶι παντοδαπὰ ἔθνεα Ἑλληνικά, καὶ δὴ καὶ ἐκ Μαγνησίης ἄλλοι τέ τινες καὶ Μελάνωπος ὁ Ἰθαγένεος τοῦ Κρήθωνος, οὐ πολύφορτος ἀλλὰ βραχέα τοῦ βίου ἔχων. οὗτος δὲ ὁ Μελάνωπος ἔγημεν ἐν τῆι Κύμηι τὴν θυγατέρα Ὀμύρητος, καὶ αὐτῶι γίνεται ἐκ κοίτης θῆλυ τέκνον, ὧι οὔνομα τίθεται Κρηθηΐδα. καὶ αὐτὸς μὲν ὁ Μελάνωπος καὶ ἡ γυνὴ αὐτοῦ ἐτελεύτησαν τὸν βίον· τὴν δὲ θυγατέρα ἐπιτρέπει ἀνδρὶ ὧι ἐχρῆτο μάλιστα, Κλεάνακτι τῶι Ἀργείωι.

2

βʹ. Χρόνου δὲ προϊόντος συνέβη τὴν παῖδα μιγεῖσαν ἀνδρὶ λαθραίως ἐν γαστρὶ σχεῖν. τὰ μὲν οὖν πρῶτα ἐλάνθανεν. ἐπεὶ δὲ ἤισθετο ὁ Κλεάναξ, ἤχθετο τῆι συμφορῆι, καὶ καλεσάμενος τὴν Κρηθηΐδα χωρὶς πάντων ἐν αἰτίηι μεγάληι εἶχεν, ἐπιλεγόμενος τὴν αἰσχύνην τὴν πρὸς τοὺς πολιήτας· προβουλεύεται οὖν περὶ αὐτῆς τάδε· ἔτυχον οἱ Κυμαῖοι κτίζοντες τότε τοῦ Ἑρμείου κόλπου τὸν μυχόν· κτιζομένοισι δὲ τὴν πόλιν Σμύρναν ἔθετο τὸ ὄνομα Θησεύς, μνημεῖον ἐθέλων καταστῆσαι τῆς ἑωυτοῦ γυναικὸς ὁμώνυμον· ἦν γὰρ αὐτῆι τοὔνομα Σμύρνη. ὁ δὲ Θησεὺς ἦν τῶν τὴν Κύμην κτισάντων ἐν τοῖς πρώτοις Θεσσαλῶν, ἀπὸ Εὐμήλου τοῦ Ἀδμήτου, κάρτα εὖ ἔχων τοῦ βίου. ἐνθαῦτα ὑπεκτίθεται ὁ Κλεάναξ τὴν Κρηθηΐδα πρὸς Ἰσμηνίην τὸν Βοιώτιον τῶν ἀποίκων λελογχότα, ὃς ἐτύγχανεν αὐτῶι ἐὼν ἑταῖρος τὰ μάλιστα.

3

γʹ. Χρόνου δὲ προϊόντος ἐξελθοῦσα ἡ Κρηθηῒς μετ᾽ ἄλλων γυναικῶν πρὸς ἑορτήν τινα ἐπὶ τὸν ποταμὸν τὸν καλούμενον Μέλητα, ἤδη ἐπίτοκος οὖσα, τίκτει τὸν Ὅμηρον, οὐ τυφλὸν ἀλλὰ δεδορκότα· καὶ τίθεται ὄνομα τῶι παιδίωι Μελησιγένεα, ἀπὸ τοῦ ποταμοῦ τὴν ἐπωνυμίαν λαβοῦσα. τέως μὲν οὖν ἡ Κρηθηῒς ἦν παρὰ τῶι Ἰσμηνίηι· προϊόντος δὲ τοῦ χρόνου ἐξῆλθε, καὶ ἀπὸ ἐργασίης χειρῶν ὡρμημένη ἔτρεφε τὸ παιδίον καὶ ἑωυτήν, ἄλλοτε παρ᾽ ἄλλων ἔργα λαμβάνουσα· καὶ ἐπαίδευσε τὸν παῖδα ἀφ᾽ ὧν ἠδύνατο.

4

δʹ. Ἦν δέ τις ἐν Σμύρνηι τοῦτον τὸν χρόνον Φήμιος τοὔνομα, παῖδας γράμματα καὶ τὴν ἄλλην μουσικὴν διδάσκων πᾶσαν. οὗτος μισθοῦται τὴν Κρηθηΐδα, ὢν μονότροπος, ἐριουργῆσαι αὐτῶι ἔριά τινα ἃ παρὰ τῶν παίδων εἰς μισθὸν ἐλάμβανεν. ἡ δὲ παρ᾽ αὐτῶι εἰργάζετο, πολλῶι κοσμίωι καὶ σωφροσύνηι πολλῆι χρωμένη, καὶ τῶι Φημίωι κάρτα ἠρέσκετο. τέλος δὲ προσηνέγκατο αὐτῆι λόγους πείθων ἑωυτῶι συνοικεῖν, ἄλλα τε πολλὰ λέγων οἷς μιν ὤιετο προσάξεσθαι, καὶ ἔτι περὶ τοῦ παιδός, υἱὸν ποιούμενος· καὶ ὅτι τραφεὶς καὶ παιδευθεὶς ὑπ᾽ αὐτοῦ ἄξιος λόγου ἔσται· ἑώρα γὰρ τὸν παῖδα ὄντα συνετὸν καὶ κάρτα εὐφυέα· ἔστ᾽ ἀνέπεισεν αὐτὴν ποιεῖν ταῦτα.

5

εʹ. Ὁ παῖς δὲ ἦν τε φύσιν ἔχων ἀγαθήν, ἐπιμελίης τε καὶ παιδεύσιος προσγενομένης αὐτίκα πολλὸν τῶν πάντων ὑπερεῖχε. χρόνου δὲ ἐπιγενομένου ἀνδρούμενος οὐδὲν τοῦ Φημίου ὑποδεέστερος ἦν ἐν τῆι διδασκαλίαι. καὶ οὕτως ὁ μὲν Φήμιος ἐτελεύτησε τὸν βίον, καταλιπὼν πάντα τῶι παιδί, οὐ πολλῶι δὲ ὕστερον καὶ ἡ Κρηθηῒς ἐτελεύτησεν. ὁ δὲ Μελησιγένης ἐπὶ τῆι διδασκαλίαι καθειστήκει· καθ᾽ ἑωυτὸν δὲ γενόμενος μᾶλλον ὑπὸ τῶν ἀνθρώπων ἑωρᾶτο. καὶ αὐτοῦ θωυμασταὶ καθειστήκεισαν οἵ τε ἐγχώριοι καὶ τῶν ξένων οἱ ἐσαπικνεόμενοι. ἐμπόριον γὰρ ἦν ἡ Σμύρνη, καὶ σῖτος ἐξήγετο πολὺς αὐτόθεν ἐκ τῆς ἐπικειμένης χώρας δαψιλέως κάρτα ἐσαγόμενος ἐς αὐτήν. οἱ οὖν ξένοι, ὁκότε παύσοιντο τῶν ἔργων, ἀπεσχόλαζον παρὰ τῶι Μελησιγένει ἐγκαθίζοντες.

6

ςʹ. Ἦν δὲ ἐν αὐτοῖς τότε καὶ Μέντης ναύκληρος ἀπὸ τῶν περὶ Λευκάδα τόπων καταπεπλευκὼς ἐπὶ σῖτον, ἔχων ναῦν, πεπαιδευμένος τε ἀνὴρ ὡς ἐν ἐκείνωι τῶι χρόνωι καὶ πολυΐστωρ· ὅς μιν ἔπεισε τὸν Μελησιγένη μεθ᾽ ἑωυτοῦ πλεῖν καταλύσαντα τὴν διδασκαλίαν, μισθόν τε λαμβάνοντα καὶ τὰ δέοντα πάντα, καὶ ὅτι χώρας καὶ πόλιας θεήσασθαι ἄξιον εἴη αὐτῶι ἕως νέος ἐστί. καί μιν οἴομαι μάλιστα τούτοισι προαχθῆναι· ἴσως γὰρ καὶ τῆι ποιήσει ἤδη τότε ἐπενόει ἐπιθήσεσθαι. καταλύσας δὲ τὴν διδασκαλίαν ἐναυτίλλετο μετὰ τοῦ Μέντεω. καὶ ὅπου ἑκάστοτε ἀφίκοιτο πάντα τὰ ἐπιχώρια διεωρᾶτο, καὶ ἱστορέων ἐπυνθάνετο. εἰκὸς δέ μιν ἦν καὶ μνημόσυνα πάντων γράφεσθαι.

7

ζʹ. Ἀνακομιζόμενοι δὲ ἐκ Τυρσηνίης καὶ τῆς Ἰβηρίης ἀπικνέονται εἰς Ἰθάκην. καὶ τῶι Μελησιγένει συνέβη νοσήσαντι τοὺς ὀφθαλμοὺς κάρτα δεινῶς ἔχειν, καὶ αὐτὸν θεραπείης εἵνεκα πλεῖν μέλλων εἰς τὴν Λευκάδα, καταλιπεῖν ὁ Μέντης παρὰ ἀνδρὶ φίλωι ἑωυτοῦ ἐς τὰ μάλιστα Μέντορι τῶι Ἀλκίμου Ἰθακησίωι, πολλὰ δεηθεὶς ἐπιμελίην ἔχειν· ἐπαναπλώσας δὲ ἀναλήψεσθαι αὐτόν. ὁ δὲ Μέντωρ ἐνοσήλευσεν αὐτὸν ἐκτενέως· καὶ γὰρ τοῦ βίου ἀρκεόντως εἶχε, καὶ ἤκουεν εὖ ἐς δικαιοσύνην τε καὶ φιλοξενίην μακρῶι μάλιστα τῶν ἐν Ἰθάκηι ἀνδρῶν. ἐνθαῦτα συνέβη τῶι Μελησιγένει περὶ Ὀδυσσέως ἐξιστορῆσαι καὶ πυθέσθαι. οἱ μὲν δὴ Ἰθακήσιοι λέγουσι τότε μιν παρ᾽ ἑωυτοῖς τυφλωθῆναι· ὡς δὲ ἐγώ φημι τότε μὲν ὑγιῆ γενέσθαι, ὕστερον δὲ ἐν Κολοφῶνι τυφλωθῆναι. συνομολογοῦσι δέ μοι καὶ Κολοφώνιοι τούτοις.

8

ηʹ. Ὁ δὲ Μέντης ἀναπλέων ἐκ τῆς Λευκάδος προσέσχεν εἰς τὴν Ἰθάκην καὶ ἀνέλαβε τὸν Μελησιγένεα· χρόνον τε ἐπὶ συχνὸν συμπεριέπλει αὐτῶι. ἀπικομένωι δὲ ἐς Κολοφῶνα συνέβη πάλιν νοσήσαντα τοὺς ὀφθαλμοὺς μὴ δύνασθαι διαφυγεῖν τὴν νόσον, ἀλλὰ τυφλωθῆναι ἐνθαῦτα. ἐκ δὲ τῆς Κολοφῶνος τυφλὸς ἐὼν ἀπικνέεται εἰς τὴν Σμύρναν καὶ οὕτως ἐπεχείρει τῆι ποιήσει.

9

θʹ. Χρόνου δὲ προϊόντος ἐν τῆι Σμύρνηι ἄπορος ἐὼν τοῦ βίου διενοήθη ἀπικέσθαι ἐς Κύμην. πορευόμενος δὲ διὰ τοῦ Ἕρμου πεδίου, ἀπικνέεται ἐς Νέον τεῖχος, ἀποικίην Κυμαίων. ὠικίσθη δὲ τοῦτο τὸ χωρίον ὕστερον Κύμης ἔτεσιν ὀκτώ. ἐνθαῦτα λέγεται αὐτὸν ἐπιστάντα ἐπὶ σκυτεῖόν τι εἰπεῖν πρῶτα τὰ ἔπεα τάδε·

 

αἰδεῖσθε ξενίων κεχρημένον ἠδὲ δόμοιο,

οἳ πόλιν αἰπεινὴν Κύμην ἐριώπιδα κούρην

ναίετε, Σαρδήνης πόδα νείατον ὑψικόμοιο·

ἀμβρόσιον πίνοντες ὕδωρ θείου ποταμοῖο

Ἕρμου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς.

 

ἡ δὲ Σαρδήνη ὄρος ἐστὶν ὑπερκείμενον τοῦ τε Ἕρμου ποταμοῦ καὶ τοῦ Νέου τείχους. τῶι δὲ σκυτεῖ ὄνομα ἦν Τυχίος· ἀκούσαντι δὲ τῶν ἐπέων ἔδοξεν αὐτῶι δέξασθαι τὸν ἄνθρωπον. ἠλέησε γὰρ αἰτέοντα τυφλόν, καὶ ἐκέλευσεν εἰσιέναι τ᾽ αὐτὸν εἰς τὸ ἐργαστήριον καὶ μετέξειν ἔφη τῶν παρεόντων, ὁ δὲ ἐσῆλθε. κατήμενος δὲ ἐν τῶι σκυτείωι παρεόντων καὶ ἄλλων τήν τε ποίησιν αὐτοῖς ἐπεδείκνυτο, Ἀμφιάρεώ τε τὴν ἐξελασίαν τὴν ἐς Θήβας, καὶ τοὺς ὕμνους τοὺς ἐς θεοὺς πεποιημένους αὐτῶι· καὶ περὶ τῶν λεγομένων ὑπὸ τῶν παρεόντων ἐς τὸ μέσον γνώμας ἀποφαινόμενος θωύματος ἄξιος ἐφαίνετο εἶναι τοῖς ἀκούουσι.

10

ιʹ. Τέως μὲν οὖν κατεῖχεν ὁ Μελησιγένης περὶ τὸ Νέον τεῖχος, ἀπὸ τῆς ποιήσιός γε τοῦ βίου τὴν μηχανὴν ἔχων. ἐδείκνυον δὲ οἱ Νεοτειχεῖς μέχρις ἐπ᾽ ἐμοῦ τὸν χῶρον ἐν ὧι κατίζων τῶν ἐπέων τὴν ἐπίδειξιν ἐποιέετο, καὶ κάρτα ἐσέβοντο τὸν τόπον. ἐν ὧι καὶ αἴγειρος ἐπεφύκει ἣν ἐκεῖνοι ἔφασαν ἀφ᾽ οὗ ὁ Μελησιγένης ἦλθεν αὐτοῖς πεφυκέναι.

11

ιαʹ. Χρόνου δὲ προϊόντος, ἀπόρως κείμενος καὶ μόλις τὴν τροφὴν ἔχων ἐπενοήθη εἰς τὴν Κύμην ἀπικέσθαι, εἴ τι βέλτιον πρήξει. μέλλων δὲ πορεύεσθαι τάδε τὰ ἔπεα λέγει·

 

αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν·

τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη.

 

ἀπὸ δὲ τοῦ Νέου τείχεος πορευόμενος ἀπίκετο εἰς τὴν Κύμην διὰ Λαρίσσης τὴν πορείαν ποιησάμενος· ἦν γὰρ οὕτως αὐτῶι εὐπορώτατον· καί, ὡς Κυμαῖοι λέγουσι, τῶι Φρυγίης βασιλῆϊ Μίδηι τῶι Γορδίεω δεηθέντων πενθερῶν αὐτοῦ ποιεῖ καὶ τὸ ἐπίγραμμα τόδε, τὸ ἔτι καὶ νῦν ἐπὶ τῆς στήλης τοῦ μνήματος τοῦ Γορδίεω ἐπιγέγραπται·

 

χαλκῆ παρθένος εἰμί, Μίδεω δ᾽ ἐπὶ σήματι κεῖμαι·

ἔστ᾽ ἂν ὕδωρ τε ῥέηι καὶ δένδρεα μακρὰ τεθήληι

ἠέλιός τ᾽ ἀνιὼν λάμπηι, λαμπρά τε σελήνη,

καὶ ποταμοί γε ῥέωσιν ἀνακλύζηι δὲ θάλασσα,

αὐτοῦ τῆιδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου

ἀγγελέω παριοῦσι Μίδης ὅτι τῆιδε τέθαπται.

 

12

ιβʹ. Κατίζων δὲ ἐν ταῖς λέσχαις τῶν γερόντων ἐν τῆι Κύμηι ὁ Μελησιγένης τὰ ἔπεα τὰ πεποιημένα αὐτῶι ἐπεδείκνυτο, καὶ ἐν τοῖς λόγοις ἔτερπε τοὺς ἀκούοντας· καὶ αὐτοῦ θωυμασταὶ καθειστήκεσαν. γνοὺς δὲ ὅτι ἀποδέκονται αὐτοῦ τὴν ποίησιν οἱ Κυμαῖοι καὶ εἰς συνήθειαν ἕλκων τοὺς ἀκούοντας, λόγους πρὸς αὐτοὺς τοιούσδε προσήνεγκε, λέγων ὡς εἰ θέλοιεν αὐτὸν δημοσίηι τρέφειν ἐπικλεεστάτην αὐτῶν τὴν πόλιν ποιήσει. τοῖς δὲ ἀκούουσι βουλομένοις τε ἦν ταῦτα, καὶ αὐτοὶ παρήινεον ἐλθόντα ἐπὶ τὴν βουλὴν δεηθῆναι τῶν βουλευτέων· καὶ αὐτοὶ ἔφασαν συμπρήξειν. ὁ δὲ ἐπείθετο αὐτοῖς, καὶ βουλῆς συλλεγομένης ἐλθὼν ἐπὶ τὸ βουλεῖον ἐδεῖτο τοῦ ἐπὶ τῆι τιμῆι ταύτηι καθεστῶτος ἀπαγαγεῖν αὐτὸν ἐπὶ τὴν βουλήν. ὁ δὲ ὑπεδέξατό τε καὶ ἐπεὶ καιρὸς ἦν ἀπήγαγε· καταστὰς δὲ ὁ Μελησιγένης ἔλεξε περὶ τῆς τροφῆς τὸν λόγον ὃν καὶ ἐν ταῖς λέσχαις ἔλεγεν. ὡς δὲ εἶπεν ἐξελθὼν ἐκάθητο.

13

ιγʹ. Οἱ δὲ ἐβουλεύοντο ὅτι χρεὼν εἴη ἀποκρίνασθαι αὐτῶι. προθυμουμένου δὲ τοῦ ἀπάγοντος αὐτὸν καὶ ἄλλων ὅσοι τῶν βουλευτέων ἐν ταῖς λέσχαις ἐπήκοοι ἐγένοντο, τῶν βουλευτέων ἕνα λέγεται ἐναντιωθῆναι τῆι χρήμηι αὐτοῦ, ἄλλα τε πολλὰ λέγοντα καὶ ὡς εἰ τοὺς ὁμήρους δόξει τρέφειν αὐτοῖς ὅμιλον πολλόν τε καὶ ἀχρεῖον ἕξουσιν. ἐντεῦθεν δὲ καὶ τοὔνομα Ὅμηρος ἐπεκράτησε τῶι Μελησιγένει ἀπὸ τῆς συμφορῆς· οἱ γὰρ Κυμαῖοι τοὺς τυφλοὺς ὁμήρους λέγουσιν· ὥστε πρότερον ὀνομαζομένου αὐτοῦ Μελησιγένεος τοῦτο γενέσθαι τοὔνομα Ὅμηρος. Καὶ οἱ ξένοι διήνεγκαν ὅτε μνήμην αὐτοῦ ἐποιοῦντο.

14

ιδʹ. ἐτελεύτα δ᾽ οὖν ὁ λόγος τῶι ἄρχοντι μὴ τρέφειν τὸν Ὅμηρον, ἔδοξε δέ πως καὶ τῆι ἄλληι βουλῆι. ἐπελθὼν δὲ ὁ ἐπιστάτης καὶ παρεζόμενος αὐτῶι διηγήσατο τοὺς ἐναντιωθέντας λόγους τῆι χρήμηι αὐτοῦ καὶ τὰ δόξαντα τῆι βουλῆι. Ὁ δέ, ὡς ἤκουσεν, ἐσυμφόρηνέ τε καὶ λέγει τὰ ἔπεα τάδε·

 

οἵηι μ᾽ αἴσηι δῶκε πατὴρ Ζεὺς κύρμα γενέσθαι,

νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων.

ἥν ποτ᾽ ἐπύργωσαν βουλῆι Διὸς αἰγιόχοιο

λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων,

ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα,

Αἰολίδα Σμύρνην ἁλιγείτονα ποντοτίνακτον

ἥν τε δι᾽ ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος·

ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα,

ἠθελέτην κλῆισαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν,

οἱ δ᾽ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν, ἀοιδήν.

ἀφραδίηι τῶν μέν τε παθών τις φράσσεται αὖθις,

ὅς σφιν ὀνείδεσσιν τὸν ἐμὸν διεμήσατο πότμον.

κῆρα δ᾽ ἐγὼ τήν μοι θεὸς ὤπασε γεινομένωι περ

τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῶι.

οὐδέ τι μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς

Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει

δῆμον ἐς ἀλλοδαπῶν ἰέναι ὀλίγον περ ἐόντα.

 

15

ιεʹ. Μετὰ τοῦτο ἀπαλλάσσεται ἐκ τῆς Κύμης ἐς Φωκαίην, Κυμαίοις ἐπαρησάμενος μηδένα ποιητὴν δόκιμον ἐν τῆι χώραι γενέσθαι ὅστις Κυμαίους ἐπαγλαϊεῖ. ἀπικόμενος δὲ ἐς Φωκαίην τῶι αὐτῶι τρόπωι ἐβιότευσεν, ἔπεα ἐνδεικνύμενος ἐν ταῖς λέσχαις κατίζων. ἐν δὲ τῆι Φωκαίηι τοῦτον τὸν χρόνον Θεστορίδης τις ἦν γράμματα διδάσκων τοὺς παῖδας, ἀνὴρ οὐ κρήγυος· κατανοήσας δὲ τοῦ Ὁμήρου τὴν ποίησιν λόγους τοιούσδε αὐτῶι προσήνεγκε, φὰς ἕτοιμος εἶναι θεραπεύειν καὶ τρέφειν αὐτὸν ἀναλαβών, εἰ ἐθέλοι ἅ γε πεποιημένα εἴη αὐτῶι τῶν ἐπέων ἀναγράψασθαι καὶ ἄλλα ποιῶν πρὸς ἑωυτὸν ἀναφέρειν αἰεί.

16

ιςʹ. Τῶι δὲ Ὁμήρωι ἀκούσαντι ἔδοξε ποιητέα εἶναι ταῦτα· ἐνδεὴς γὰρ ἦν τῶν ἀναγκαίων καὶ θεραπείης. διατρίβων δὲ παρὰ τῶι Θεστορίδηι ποιεῖ Ἰλιάδα τὴν ἐλάσσω, ἧς ἡ ἀρχή

 

Ἴλιον ἀείδω καὶ Δαρδανίην ἐΰπωλον,

ἧς πέρι πολλὰ πάθον Δαναοί, θεράποντες Ἄρηος·

 

καὶ τὴν καλουμένην Φωκαΐδα, ἥν φασιν οἱ Φωκαεῖς Ὅμηρον παρ᾽ αὐτοῖσι ποιῆσαι. ἐπεὶ δὲ τήν τε Φωκαΐδα καὶ τἄλλα πάντα παρὰ τοῦ Ὁμήρου ὁ Θεστορίδης ἐγράψατο, διενοήθη ἐκ τῆς Φωκαίης ἀπαλλάσσεσθαι, τὴν ποίησιν θέλων τοῦ Ὁμήρου ἐξιδιώσασθαι, καὶ οὐκ ἔτι ὁμοίως ἐν ἐπιμελείαι εἶχε τὸν Ὅμηρον. ὁ δὲ λέγει αὐτῶι τὰ ἔπεα τάδε·

 

Θεστορίδης θνητοῖσιν ἀνωΐστων πολέων περ,

οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν.

 

ὁ μὲν δὴ Θεστορίδης ἐκ τῆς Φωκαίης ἀπηλλάγη ἐς τὴν Χίον καὶ διδασκαλίην κατεσκευάσατο· καὶ τὰ ἔπεα ἐπιδεικνύμενος ὡς ἑωυτοῦ ἐόντα ἔπαινόν τε πολλὸν εἶχε καὶ ὠφελεῖτο· ὁ δὲ Ὅμηρος πάλιν τὸν αὐτὸν τρόπον διηιτᾶτο ἐν τῆι Φωκαίηι, ἀπὸ τῆς ποιήσιος τὴν βιοτὴν ἔχων.

17

ιζʹ. Χρόνωι δὲ οὐ πολλῶι μετέπειτα ἄνδρες Χῖοι ἔμποροι ἀπίκοντο ἐς τὴν Φωκαίην· ἀκούσαντες δὲ τῶν ἐπέων τοῦ Ὁμήρου ἃ πρότερον ἀκηκόεσαν πολλάκις ἐν τῆι Χίωι τοῦ Θεστορίδεω, ἐξήγγελλον Ὁμήρωι ὅτι ἐν τῆι Χίωι τις ἐπιδεικνύμενος τὰ ἔπεα ταῦτα γραμμάτων διδάσκαλος κάρτα πολλὸν ἔπαινον ἔχει. ὁ δὲ Ὅμηρος κατενόησεν ὅτι Θεστορίδης ἂν εἴη, καὶ παντὶ θυμῶι ἐσπούδαζεν εἰς τὴν Χίον ἀπικέσθαι. καταβὰς δὲ ἐπὶ τὸν λιμένα, ἐς μὲν τὴν Χίον οὐ καταλαμβάνει οὐδὲν πλοῖον πλέον, ἐς δὲ τὴν Ἐρυθραίην τινες ἐπὶ ξύλου παρεσκευάζοντο πλεῖν. καλῶς δὲ εἶχε τῶι Ὁμήρωι δι᾽ Ἐρυθραίης τὸν πλοῦν ποιήσασθαι. καὶ προσελθὼν ἐχρήϊζε παρὰ τῶν ναυτέων δέξασθαι αὐτὸν σύμπλουν, πολλά τε καὶ προσαγωγὰ λέγων οἷς σφέας ἔμελλε πείσειν. τοῖς δὲ ἔδοξε δέξασθαι αὐτόν, καὶ ἐκέλευον ἐσβαίνειν εἰς τὸ πλοῖον. ὁ δὲ Ὅμηρος πολλὰ ἐπαινέσας αὐτοὺς ἐσέβη· καὶ ἐπεὶ ἕζετο λέγει τὰ ἔπεα τάδε·

 

κλῦθι Ποσειδάων μεγαλοσθενὲς ἐννοσίγαιε,

εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος,

δὸς δ᾽ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι

ναύταις, οἳ νηὸς πομποὶ ἠδ᾽ ἀρχοὶ ἔασι.

δὸς δ᾽ ἐς ὑπώρειαν ὑψικρήμνοιο Μίμαντος

αἰδοίων μ᾽ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι,

Φῶτά τε τισαίμην ὃς ἐμὸν νόον ἠπεροπεύσας

ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τραπέζην.

 

18

ιηʹ. Ἐπεὶ δὲ ἀπίκοντο εὐπλοήσαντες ἐς τὴν Ἐρυθραίην, τότε μὲν Ὅμηρος τὴν αὖλιν ἐπὶ τῶι πλοίωι ἐποιήσατο· τῆι δὲ ὑστεραίηι ἐχρήϊζε τῶν ναυτέων τινα ἡγήσασθαι αὐτῶι ἐς τὴν πόλιν· οἱ δὲ συνέπεμψαν ἕνα αὐτῶν. πορευόμενος δὲ Ὅμηρος ἐπεὶ ἔτυχε τῆς Ἐρυθραίης τραχείης καὶ ὀρεινῆς ἐούσης, φθέγγεται τάδε τὰ ἔπεα·

 

πότνια γῆ, πάνδωρε δότειρα μελίφρονος ὄλβου,

ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης,

τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ᾽ οἷς ἐχολώθης.

 

ἀπικόμενος δὲ ἐς τὴν πόλιν τῶν Ἐρυθραίων ἐπηρώτησε περὶ τοῦ ἐς τὴν Χίον πλοῦ· καί τινος προσελθόντος αὐτῶι τῶν ἑωρακότων ἐν τῆι Φωκαίηι καὶ ἀσπασαμένου, ἐχρήϊζεν αὐτοῦ συνεξευρεῖν αὐτῶι πλοῖον ὅπως ἂν εἰς τὴν Χίον διαβαίη.

19

ιθʹ. Ἐκ μὲν δὴ τοῦ λιμένος οὐδὲν ἦν ἀπόστολον, ἄγει δὲ αὐτὸν ἔνθα τῶν ἁλιέων τὰ πλοῖα ὁρμίζεται. καί πως ἐντυγχάνει μέλλουσί τισι διαπλεῖν ἐς τὴν Χίον, ὧν ἐδέετο προσελθὼν ὁ ἄγων αὐτὸν ἀναλαβεῖν τὸν Ὅμηρον. οἱ δὲ οὐδένα λόγον ποιησάμενοι ἀνήγοντο· ὁ δὲ Ὅμηρος φθέγγεται τάδε τὰ ἔπεα·

 

ναῦται ποντοπόροι στυγερῆι ἐναλίγκιοι ἄτηι,

πτωκάσιν αἰθυίηισι βίον δύσζηλον ἔχοντες,

αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος·

δεινὴ γὰρ μέτ᾽ ὄπις ξενίου Διός, ὅς κ᾽ ἀλίτηται.

 

ἀναχθεῖσι δὲ αὐτοῖς συνέβη ἐναντίου ἀνέμου γενομένου παλιν­δρομῆσαι καὶ ἐς τὸ χωρίον ἀναδραμεῖν ὅθεν ἀνηγάγοντο καὶ τὸν Ὅμηρον ἀναλαβεῖν καθήμενον ἐπὶ τῆς κυματωγῆς. μαθὼν δὲ αὐτοὺς πεπαλινδρομηκότας ἔλεξε τάδε· Ὑμᾶς, ὦ ξένοι, ἔλαβεν ὁ ἄνεμος ἀντίος γενόμενος· ἀλλ᾽ ἔτι καὶ νῦν με δέξασθε, καὶ ὁ πλοῦς ὑμῖν ἔσται. οἱ δ᾽ ἁλιεῖς ἐν μεταμελίηι γενόμενοι ὅτι οὐ πρότερον ἐδέξαντο, εἰπόντες ὅτι οὐ καταλιμπάνουσιν ἢν ἐθέλοι συμπλεῖν ἐκέλευον ἐσβαίνειν· καὶ οὕτως ἀναλαβόντες αὐτὸν ἀνήχθησαν καὶ ἴσχουσιν ἐπ᾽ ἀκτῆς.

20

κʹ. Οἱ μὲν δὴ ἁλιεῖς πρὸς ἔργον ἐτράπησαν. ὁ δὲ Ὅμηρος τὴν μὲν νύκτα ἐπὶ τοῦ αἰγιαλοῦ κατέμεινε, τὴν δὲ ἡμέραν πορευόμενος καὶ πλανώμενος ἀπίκετο εἰς τὸ χωρίον τοῦτο ὃ Πίτυς καλέεται. κἀνταῦθα αὐτῶι ἀναπαυομένωι τὴν νύκτα ἐπιπίπτει καρπὸς τῆς πίτυος, ὃν δὴ μετεξέτεροι στρόβιλον, οἱ δὲ κῶνον καλέουσιν. ὁ δὲ Ὅμηρος φθέγγεται τὰ ἔπεα τάδε·

 

ἄλλη τίς σου πεύκη ἀμείνονα καρπὸν ἵησιν

Ἴδης ἐν κορυφῆισι πολυπτύχου ἠνεμοέσσης,

ἔνθα σίδηρος Ἄρηος ἐπιχθονίοισι βροτοῖσιν

ἔσσεται εὖτ᾽ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσι.

 

τὰ δὲ Κεβρήνια τοῦτον χρόνον κτίζειν οἱ Κυμαῖοι παρεσκευάζοντο πρὸς τῆι Ἴδηι, καὶ γίνεται αὐτόθι σίδηρος.

21

καʹ. Ἐντεῦθεν δ᾽ ἀναστὰς Ὅμηρος ἐπορεύετο κατὰ φωνήν τινα αἰγῶν νεμομένων. ὡς δὲ ὑλάκτεον αὐτὸν οἱ κύνες ἀνέκραγεν. ὁ δὲ Γλαῦκος ὡς ἤκουσε τῆς φωνῆς, ἦν γὰρ τοῦτο ὄνομα τῶι νέμοντι τὰς αἶγας, ἐπέδραμεν ὀτραλέως, τάς τε κύνας ἀνεκαλεῖτο καὶ ἀπεσόβησεν ἀπὸ τοῦ Ὁμήρου. ἐπὶ πολὺν δὲ χρόνον ἐν θωύματι ἦν ὅκως τυφλὸς ἐὼν μόνος ἀπίκοιτο ἐς τοιούτους χώρους, καὶ ὅτι θέλων. προσελθών τέ μιν ἱστορέειν ὅστις τε ἦν καὶ τίνι τρόπωι ἀπίκοιτο ἐς τόπους ἀοικήτους καὶ ἀστιβέα χωρία, καὶ τίνος κεχρημένος εἴη. ὁ δὲ Ὅμηρος αὐτῶι πᾶσαν τὴν ἑωυτοῦ πάθην καταλεγόμενος εἰς οἶκτον προηγάγετο. ἦν γάρ, ὡς ἔοικεν, οὐδ᾽ ἀγνώμων ὁ Γλαῦκος. ἀναλαβὼν δ᾽ αὐτὸν ἀνήγαγεν ἐπὶ τὸν σταθμόν, πῦρ τ᾽ ἀνακαύσας δεῖπνον παρασκευάζει, καὶ παραθεὶς δειπνεῖν ἐκέλευεν ὁ Γλαῦκος.

22

κβʹ. Τῶν δὲ κυνῶν μὴ ἐσθιόντων καὶ ὑλακτούντων δειπνοῦντας καθάπερ εἰώθεσαν λέγει πρὸς τὸν Γλαῦκον Ὅμηρος τὰ ἔπεα τάδε·

 

Γλαῦκε πέπων, ἐπιών τοι ἔπος τι ἐνὶ φρεσὶ θήσω·

πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ᾽ αὐλείηισι θύρηισι

δοῦναι· ὣς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει

ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος.

 

ταῦτα ἀκούσας ὁ Γλαῦκος ἥσθη τῆι παραινέσει, καὶ ἐν θωύματι εἶχεν αὐτόν, δειπνήσαντες δὲ διὰ λόγων εἱστιῶντο. ἀπηγεομένου δὲ Ὁμήρου τήν τε πλάνην τὴν ἑωυτοῦ καὶ τὰς πόλεις ἃς ἐσαπίκοιτο, ἔκπληκτος ἦν ὁ Γλαῦκος ἀκούων. καὶ τότε μὲν ἐπεὶ ὥρη κοίτου ἦν ἀνεπαύετο.

23

κγʹ. Τῆι δ᾽ ὑστεραίηι διενοήθη ὁ Γλαῦκος πρὸς τὸν δεσπότην πορευθῆναι, σημανέων τὰ περὶ Ὁμήρου. ἐπιτρέψας δὲ τῶι συνδούλωι νέμειν τὰς αἶγας τὸν Ὅμηρον καταλείπει ἔνδον, εἰπὼν πρὸς αὐτὸν ὅτι διὰ ταχέων πορεύσομαι. καταβὰς δὲ ἐς Βολισσόν, ἔστι δὲ πλησίον τοῦ χωρίου τούτου, καὶ συγγενόμενος τῶι δεσπότηι, ἀπηγέετο ὑπὲρ Ὁμήρου πᾶσαν τὴν ἀλήθειαν, περί τε αὐτοῦ τῆς ἀφίξιος ἐν θωύματι ποιεύμενος· ἠρώτεέ τε ὅ τι χρὴ ποιέειν περὶ αὐτοῦ. ὁ δὲ ὀλίγα μὲν προσίετο τῶν λόγων, κατεγίνωσκε δὲ τοῦ Γλαύκου ὡς ἄφρονος ἐόντος καὶ τοὺς ἀναπήρους δεχομένου καὶ τρέφοντος. ἐκέλευσε δὲ ὅμως τὸν ξεῖνον ἄγειν πρὸς ἑαυτόν.

24

κδʹ. Ἐλθὼν δὲ πρὸς τὸν Ὅμηρον διηγήσατο ταῦτα ὁ Γλαῦκος καὶ ἐκέλευσε πορεύεσθαι τοῦτον· οὕτω γὰρ εὖ πρήξειν· ὁ δὲ Ὅμηρος ἤθελε πορεύεσθαι. ἀναλαβὼν οὖν αὐτὸν ὁ Γλαῦκος ἤγαγε πρὸς τὸν δεσπότην. διὰ λόγων δὲ ἰὼν τῶι Ὁμήρωι ὁ Χῖος, εὑρίσκει ἐόντα δεξιὸν καὶ πολλῶν ἔμπειρον. ἔπειθέ τε αὐτὸν μένειν καὶ τῶν παιδίων ἐπιμέλειαν ποιέεσθαι· ἦσαν γὰρ τῶι Χίωι παῖδες ἐν ἡλικίηι. τούτους οὖν αὐτῶι παρατίθησι παιδεύειν. ὁ δὲ ἔπρησσε ταῦτα· καὶ τοὺς Κέρκωπας καὶ Βατραχομυομαχίαν καὶ Ψαρομαχίην καὶ Ἑπταπακτικὴν καὶ Ἐπικιχλίδας καὶ τἄλλα πάντα ὅσα παίγνιά ἐστιν Ὁμήρου ἐνταῦθα ἐποίησε παρὰ τῶι Χίωι ἐν Βολισσῶι, ὥστε καὶ ἐν τῆι πόλει περιβόητος ἤδη ἐγένετο ἐν τῆι ποιήσει. καὶ ὁ μὲν Θεστορίδης, ὡς τάχιστα ἐπύθετο αὐτὸν παρεόντα, ὤιχετο ἐκπλέων ἐκ τῆς Χίου.

25

κεʹ. Χρόνου δὲ προιόντος δεηθεὶς τοῦ Χίου πορεῦσαι αὐτὸν εἰς τὴν Χίον ἀπίκετο εἰς τὴν πόλιν· καὶ διδασκαλεῖον κατασκευα­σάμενος ἐδίδασκε παῖδας τὰ ἔπεα. καὶ κάρτα δεξιὸς ἐδόκεεν εἶναι τοῖς Χίοις, καὶ πολλοὶ θωυμασταὶ αὐτοῦ καθειστήκεσαν. συλλεξάμενος δὲ βίον ἱκανὸν γυναῖκα ἔγημεν ἐξ ἧς αὐτῶι θυγατέρες δύο ἐγένοντο· καὶ ἡ μὲν αὐτῶν ἄγαμος ἐτελεύτησε, τὴν δὲ συνώικισεν ἀνδρὶ Χίωι.

26

κςʹ. Ἐπιχειρήσας δὲ τῆι ποιήσει ἀπέδωκε χάριν ἣν εἶχε, πρῶτον μὲν Μέντορι τῶι Ἰθακησίωι ἐν τῆι Ὀδυσσείαι, ὅτι μιν κάμνοντα τοὺς ὀφθαλμοὺς ἐν Ἰθάκηι ἐνοσήλευεν ἐκτενέως, τοὔνομα αὐτοῦ ἐναρμόσας ἐς τὴν ποίησιν Ὀδυσσέως τε ἑταῖρον φὰς εἶναι, ποιήσας Ὀδυσσέα ὡς ἐς Τροίην ἔπλεε Μέντορι ἐπιτρέψαι τὸν οἶκον ὡς ἐόντι Ἰθακησίων ἀρίστωι καὶ δικαιοτάτωι. πολλαχῆι δὲ καὶ ἄλληι τῆς ποιήσεως τιμῶν αὐτόν, τὴν Ἀθηνᾶν ὁπότε ἐς λόγον τινι καθίσταιτο τῶι Μέντορι οἰκυίην ποιεῖ. ἀπέδωκε δὲ καὶ Φημίωι τῶι ἑαυτοῦ διαδασκάλωι τροφεῖα καὶ διδασκαλεῖα ἐν τῆι Ὀδυσσείηι, μάλιστα ἐν τοῖσδε τοῖς ἔπεσι

 

κήρυξ δ᾽ ἐν χερσὶν κίθαριν περικαλλέ᾽ ἔθηκε

Φημίωι, ὃς δὴ πολλὸν ἐκαίνυτο πάντας ἀείδων.

 

καὶ πάλιν

 

αὐτὰρ ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.

 

μέμνηται δὲ καὶ τοῦ ναυκλήρου μεθ᾽ οὗ ἐκπεριέπλευσε καὶ εἶδε πόλιάς τε πολλὰς καὶ χώρας, ὧι ὄνομα ἦν Μέντης, ἐν τοῖς ἔπεσι τοῖσδε

 

Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι

υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.

 

ἀπέδωκε δὲ χάριν καὶ Τυχίωι τῶι σκυτεῖ, ὃς ἐδέξατο αὐτὸν ἐν τῶι Νέωι τείχει προσελθόντα πρὸς τὸ σκυτεῖον, ἐν τοῖς ἔπεσι καταζεύξας ἐν τῆι Ἰλιάδι τοῖσδε

 

Αἴας δ᾽ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,

χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων,

σκυτοτόμων ὄχ᾽ ἄριστος Ὕληι ἔνι οἰκία ναίων.

 

27

κζʹ. Ἀπὸ δὲ τῆς ποιήσεως ταύτης εὐδοκιμεῖ Ὅμηρος περί τε τὴν Ἰωνίην καὶ ἐς τὴν Ἑλλάδα ἤδη περὶ αὐτοῦ λόγος ἀναφέρετο· κατοικέων δὲ ἐν τῆι Χίωι καὶ εὐδοκιμέων περὶ τὴν ποίησιν, ἀπικνεομένων πολλῶν πρὸς αὐτόν, συνεβούλευον οἱ ἐντυγχάνοντες αὐτῶι ἐς τὴν Ἑλλάδα ἀπικέσθαι· ὁ δὲ προσεδέξατο τὸν λόγον καὶ κάρτα ἐπεθύμει ἀποδημῆσαι.

28

κηʹ. Κατανοήσας δὲ ὅτι ἐς μὲν Ἄργος πολλαὶ καὶ μεγάλαι εἶεν εὐλογίαι πεποιημέναι, ἐς δὲ τὰς Ἀθήνας οὔ, ἐμποιεῖ ἐς τὴν ποίησιν, ἐς μὲν Ἰλιάδα τὴν μεγάλην Ἐρεχθέα μεγαλύνων ἐν νεῶν καταλόγωι τὰ ἔπεα τάδε

 

δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ᾽ Ἀθήνη

θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα.

 

καὶ τὸν στρατηγὸν αὐτῶν Μενεσθέα αἰνέσας ὡς πάντων εἴη ἄριστος τάξαι πεζὸν στρατὸν καὶ ἱππότας, ἐν τοῖσδε τοῖς ἔπεσιν εἶπε·

 

τῶν αὖθ᾽ ἡγεμόνευ᾽ υἱὸς Πετεῶο Μενεσθεύς.

τῶι δ᾽ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ᾽ ἀνὴρ

κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.

 

Αἴαντα δὲ τὸν Τελαμῶνος καὶ Σαλαμινίους ἐν νεῶν καταλόγωι ἔταξε πρὸς Ἀθηναίους, λέγων τάδε·

 

Αἴας δ᾽ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,

στῆσε δ᾽ ἄγων ἵν᾽ Ἀθηναίων ἵσταντο φάλαγγες.

 

ἐς δὲ τὴν Ὀδυσσείην τάδε ἐποίησεν, ὡς Ἀθηνᾶ ἐς λόγους ἐλθοῦσα τῶι Ὀδυσσεῖ ἐς τὴν Ἀθηναίων πόλιν ἀπίκετο, τιμῶσα ταύτην τῶν ἄλλων πολλῶι μάλιστα

 

ἵκετο δ᾽ ἐς Μαραθῶνα καὶ εὐρυχόρους ἐς Ἀθήνας,

δῦνε δ᾽ Ἐρεχθῆος πυκινὸν δόμον.

 

29

κθʹ. Ἐμποιήσας δὲ ἐς τὴν ποίησιν ταῦτα καὶ παρασκευασά­μενος, ἐς Ἑλλάδα βουλόμενος ποιήσασθαι τὸν πλοῦν, προσίσχει τῆι Σάμωι. ἔτυχον δὲ οἱ ἐκεῖσε τὸν τότε καιρὸν ἄγοντες ἑορτὴν Ἀπατούρια. καί τις τῶν Σαμίων ἰδὼν τὸν Ὅμηρον ἀπιγμένον, πρότερον αὐτὸν ὀπωπὼς ἐν Χίωι, ἐλθὼν ἐς τοὺς φράτορας διηγήσατο, ὡς ἐν ἐπαίνωι μεγάλωι ποιεύμενος αὐτόν. οἱ δὲ φράτορες ἐκέλευον ἄγειν αὐτόν· ὁ δὲ ἐντυχὼν τῶι Ὁμήρωι ἔλεξεν, ὦ ξένε Ἀπατούρια ἀγούσης τῆς πόλιος καλέουσί σε οἱ φράτορες οἱ ἡμέτεροι συνεορτάσοντα. ὁ δὲ Ὅμηρος ἔφη ταῦτα ποιήσειν καὶ ἤιει μετὰ τοῦ καλέσαντος.

30

λʹ. Πορευόμενος δὲ ἐγχρίμπτεται γυναιξὶ Κουροτρόφωι θυού­σαις ἐν τῆι τριόδωι. ἡ δὲ ἱέρεια εἶπε πρὸς αὐτόν, δυσχεράνασα τῆι ὄψει, ἄνερ ἀπὸ τῶν ἱερῶν. ὁ δὲ Ὅμηρος ἐς θυμόν τε ἔβαλε τὸ ῥηθέν, καὶ ἤρετο τὸν ἄγοντα τίς τε εἴη ὁ φθεγξάμενος, καὶ τίνι θεῶν ἱερὰ θύεται. ὁ δὲ αὐτῶι διηγήσατο ὅτι γυνὴ εἴη Κουροτρόφωι θύουσα. ὁ δ᾽ ἀκούσας λέγει τάδε τὰ ἔπεα·

 

κλῦθι μοι εὐχομένωι Κουροτρόφε, δὸς δὲ γυναῖκα

τήνδε νέων μὲν ἀνήνασθαι φιλότητα καὶ εὐνήν,

ἡ δ᾽ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,

ὧν ὥρη μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾶι.

 

31

λαʹ. Ἐπεὶ δὲ ἦλθεν εἰς τὴν φρήτρην καὶ τοῦ οἴκου ἔνθα δὴ ἐδαίνυντο ἐπὶ τὸν οὐδὸν ἔστη, οἱ μὲν λέγουσι καιομένου πυρὸς ἐν τῶι οἴκωι, οἱ δέ φασι τότε ἐκκαῦσαι σφᾶς, ἐπειδὴ Ὅμηρος τὰ ἔπεα εἶπεν

 

ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος,

ἵπποι δ᾽ ἐν πεδίωι κόσμος, νῆες δὲ θαλάσσης,

χρήματα δ᾽ αὔξει οἶκον· ἀτὰρ γεραροὶ βασιλῆες

ἥμενοι εἰν ἀγορῆι κόσμος τ᾽ ἄλλοισιν ὁρᾶσθαι.

αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι.

 

εἰσελθὼν δὲ καὶ κατακλιθεὶς ἐδαίνυτο μετὰ τῶν φρατόρων· καὶ αὐτὸν ἐτίμων καὶ ἐν θωύματι εἶχον· καὶ τότε μὲν τὴν κοίτην αὐτοῦ ἐποιήσατο Ὅμηρος.

32

λβʹ. Τῆι δὲ εἰσαύριον ἀποπορευόμενον ἰδόντες κεραμέες τινες κάμινον ἐγκαίοντες κεράμου λεπτοῦ, προσεκαλέσαντο αὐτόν, πεπυσμένοι ὅτι σοφὸς εἴη· καὶ ἐκέλευόν σφιν ἀεῖσαι, φάμενοι δώσειν αὐτῶι τοῦ κεράμου καὶ ὅ τι ἂν ἄλλο ἔχωσιν. ὁ δὲ Ὅμηρος ἀείδει αὐτοῖς τὰ ἔπεα τάδε ἃ καλέεται Κάμινος·

 

εἰ μὲν δώσετε μισθὸν ἀείσω ὦ κεραμῆες·

δεῦρ᾽ ἄγ᾽ Ἀθηναίη καὶ ὑπείρεχε χεῖρα καμίνου,

εὖ δὲ μελανθεῖεν κότυλοι καὶ πάντα μάλευρα,

φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,

πολλὰ μὲν εἰν ἀγορῆι πωλεύμενα, πολλὰ δ᾽ ἀγυιαῖς,

πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δὴ ὥς σφι νοῆσαι.

ἢν δ᾽ ἐπ᾽ ἀναιδείην τρεφθέντες ψεύδε᾽ ἄρησθε

συγκαλέω δ᾽ ἤπειτα καμίνωι δηλητῆρας,

Σύντριβ᾽ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδέ γ᾽ Ἄβακτον,

Ὠμόδαμόν θ᾽ ὃς τῆιδε τέχνηι κακὰ πολλὰ πορίζοι.

†πεῖθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος

πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.

ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος

πάντ᾽ ἔντοσθ᾽ αὐτῆς κεραμήϊα λεπτὰ ποιοῦσα.

δεῦρο καὶ ἠελίου θύγατερ πολυφάρμακε Κίρκη·

ἄγρια φάρμακα βάλλε, κάκου δ᾽ αὐτούς τε καὶ ἔργα.

δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,

οἵ θ᾽ Ἡρακλείους χεῖρας φύγον, οἵ τ᾽ ἀπόλοντο·

τύπτοιεν τάδε ἔργα κακῶς, τύπτοι δὲ κάμινον,

αὐτοὶ δ᾽ οἰμώζοντες ὁρώιατο ἔργα πονηρά.

γηθήσω δ᾽ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην.

ὃς δέ χ᾽ ὑπερκύψηι, περὶ τούτου πᾶν τὸ πρόσωπον

φλεχθείη, ὡς πάντες ἐπίσταιντ᾽ αἴσιμα ῥέζειν.

 

33

Παραχειμάζων δὲ ἐν τῆι Σάμωι, ταῖς νουμηνίαις προσπορευό­μενος πρὸς τὰς οἰκίας τὰς εὐδαιμονεστάτας, ἐλάμβανέ τι ἀείδων τὰ ἔπεα τάδε ἃ καλεῖται Εἰρεσιώνη, ὡδήγουν δὲ αὐτὸν καὶ συμπαρῆσαν αἰεὶ τῶν παίδων τινες τῶν ἐγχωρίων·

 

δῶμα προσετραπόμεσθ᾽ ἀνδρὸς μέγα δυναμένοιο,

ὃς μέγα μὲν δύναται, μέγα δὲ βρέμει, ὄλβιος αἰεί.

αὐταὶ ἀνακλίνεσθε θύραι· πλοῦτος γὰρ ἔσεισι

πολλός, σὺν πλούτωι δὲ καὶ εὐφροσύνη τεθαλυῖα,

εἰρήνη τ᾽ ἀγαθή. ὅσα δ᾽ ἄγγεα, μεστὰ μὲν εἴη,

κυρβαίη δ᾽ αἰεὶ κατὰ καρδόπου ἕρποι μάζα,

τοῦ παιδὸς δὲ γυνὴ κατὰ διφράδα βήσεται ὕμμιν,

ἡμίονοι δ᾽ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα,

αὐτὴ δ᾽ ἱστὸν ὑφαίνοι ἐπ᾽ ἠλέκτρωι βεβαυῖα.

νεῦμαί τοι νεῦμαι ἐνιαύσιος ὥστε χελιδὼν

ἕστηκ᾽ ἐν προθύροις·

 

καὶ

 

εἰ μέν τι δώσεις εἰ δὲ μή, οὐχ ἑστήξομεν,

οὐ γὰρ συνοικήσοντες ἐνθάδ᾽ ἤλθομεν.

 

ἤιδετο δὲ τάδε τὰ ἔπεα ἐν τῆι Σάμωι ἐπὶ πολὺν χρόνον ὑπὸ τῶν παίδων ὅτε ἀγείροιεν ἐν τῆι ἑορτῆι τοῦ Ἀπόλλωνος.

34

λδʹ. Ἀρχομένου δὲ τοῦ ἔαρος ἐπεχείρησε πλεῖν Ὅμηρος εἰς τὰς Ἀθήνας ἐκ τῆς Σάμου. καὶ ἀναχθεὶς μετά τινων ἐγχωρίων ἀπηνέχθη εἰς τὴν Ἴον· καὶ ὡρμίσθησαν οὐ κατὰ πόλιν, ἀλλ᾽ ἐπ᾽ ἀκτῆς. συνέβη δὲ τῶι Ὁμήρωι κατὰ πολύ τι ἄρξασθαι μαλακῶς ἔχειν· ἐκβὰς δὲ τοῦ πλοίου ἐκοιμᾶτο ἐπὶ τῆς κυματωγῆς ἀδυνάτως ἔχων. πλείους δὲ ἡμέρας ὁρμούντων αὐτῶν δι᾽ ἀπλοΐην, καταβαίνοντες αἰεί τινες τῶν ἐκ τῆς πόλιος ἀπεσχόλαζον παρὰ τῶι Ὁμήρωι καὶ ἐν θωύματι εἶχον αὐτὸν ἀκούοντες αὐτοῦ.

35

λεʹ. Τῶν δὲ ναυτέων καὶ τῶν ἐκ τῆς πόλιος τινῶν ἡμένων παρὰ τῶι Ὁμήρωι κατέπλωσαν παῖδες ἁλιῆες τὸν τόπον, καὶ ἐκβάντες ἐκ τοῦ ἀκατίου προσελθόντες αὐτοῖς τάδε εἶπον· ἄγετε ὦ ξένοι ἐπακούσατε ἡμέων, ἂν ἄρα δύνησθε διαγνῶναι ἅσς᾽ ἂν ὑμῖν εἴπωμεν. καί τις τῶν παρεόντων ἐκέλευε λέγειν· οἱ δὲ εἶπαν ἡμεῖς ἅσσα εἵλομεν κατελίπομεν· ἃ δὲ μὴ εἵλομεν φέρομεν. οἱ δέ φασι μέτρωι εἰπεῖν αὐτοὺς

 

ἅσσ᾽ ἕλομεν λιπόμεσθα· ἃ δ᾽ οὐχ ἕλομεν φερόμεσθα.

 

οὐ δυναμένων δὲ τῶν παρεόντων γνῶναι τὰ ῥηθέντα, διηγήσαντο οἱ παῖδες ὅτι ἁλιεύοντες οὐδὲν ἐδύναντο ἑλεῖν, καθήμενοι δὲ ἐν γῆι ἐφθειρίζοντο, καὶ ὅσους μὲν ἔλαβον τῶν φθειρῶν κατέλιπον· ὅσους δὲ μὴ ἐδύναντο ἐς οἴκους ἀπεφέροντο. ὁ δὲ Ὅμηρος ἀκούσας ταῦτα ἔλεξε τὰ ἔπεα τάδε·

 

τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε,

οὔτε βαθυκλήρων οὔτ᾽ ἄσπετα μῆλα νεμόντων.

 

36

λςʹ. Ἐκ δὲ τῆς ἀσθενείας ταύτης συνέβη τὸν Ὅμηρον τελευτῆσαι ἐν Ἴωι, οὐ παρὰ τὸ μὴ γνῶναι τὸ παρὰ τῶν παίδων ῥηθέν, ὡς οἴονταί τινες, ἀλλὰ τῆι μαλακίηι. τελευτήσας δὲ ἐν τῆι Ἴωι αὐτοῦ ἐπ᾽ ἀκτῆς ἐτάφη ὑπό τε τῶν συμπλόων καὶ τῶν πολιήτεων ὅσοι ἐν διαλογῆι ἐγεγένηντο αὐτῶι. καὶ τὸ ἐλεγεῖον τόδε ἐπέγραψαν Ἰῆται ὕστερον χρόνωι πολλῶι, ὡς ἤδη ἥ τε ποίησις ἐξεπεπτώκεε καὶ ἐθαυμάζετο ὑπὸ πάντων· οὐδὲ Ὁμήρου ἐστίν·

 

ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύψεν

ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.

 

37

λζʹ. Ὅτι δὲ ἦν Αἰολεὺς Ὅμηρος καὶ οὔτε Ἴων οὔτε Δωριεύς, τοῖς τε εἰρημένοις δεδήλωταί μοι καὶ δὴ καὶ τοῖσδε τεκμαίρεσθαι παρέχει. ἄνδρα ποιητὴν τηλικοῦτον εἰκός ἐστι τῶν νομίμων τῶν παρὰ τοῖς ἀνθρώποις ποιοῦντα ἐς τὴν ποίησιν ἤτοι τὰ κάλλιστα ἐξευρόντα ποιέειν ἢ τὰ ἑωυτοῦ, πάτρια ἐόντα. ἤδη τοίνυν τὸ ἐνθένδε αὐτοὶ τῶν ἐπέων ἀκούοντες κρινεῖτε. ἱεροποιΐην γὰρ ἢ τὴν κρατίστην ἐξευρὼν ἐποίησεν ἢ τὴν ἑωυτοῦ πατρίδι προσήκουσαν. λέγει γὰρ ὧδε·

 

αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,

μηρούς τ᾽ ἐξέταμον κατά τε κνίσσηι ἐκάλυψαν,

δίπτυχα ποιήσαντες, ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν.

 

ἐν τούτοις ὑπὲρ ὀσφύος οὐδὲν εἴρηται ἧι ἐς τὰ ἱερὰ χρέονται· μονώτατον γὰρ τῶν Ἑλλήνων τὸ Αἰολικὸν ἔθνος οὐ καίει ὀσφύν. δηλοῖ δὲ καὶ ἐν τοῖσδε τοῖς ἔπεσιν ὅτι Αἰολεὺς ὢν δικαίως τοῖς νόμοις τοῖς τούτων ἐχρῆτο·

 

καῖε δ᾽ ἐπὶ σχίζηις ὁ γέρων, ἐπὶ δ᾽ αἴθοπα οἶνον

λεῖβε· νέοι δὲ παρ᾽ αὐτὸν ἔχον πεμπώβολα χερσίν.

 

Αἰολέες γὰρ μόνοι τὰ σπλάγχνα ἐπὶ πέντε ὀβελῶν ὀπτῶσιν, οἱ δὲ ἄλλοι Ἕλληνες ἐπὶ τριῶν. καὶ γὰρ ὀνομάζουσιν οἱ Αἰολεῖς τὰ πέντε πέμπε.

38

ληʹ. Τὰ μὲν οὖν ὑπὲρ τῆς γενέσιος καὶ τελευτῆς καὶ βίου δεδήλωταί μοι. περὶ δὲ ἡλικίης τῆς Ὁμήρου ἐκ τῶνδ᾽ ἄν τις ἐπισκεπτόμενος ἀκριβῶς καὶ ὀρθῶς λογίζοιτο. ἀπὸ γὰρ τῆς εἰς Ἴλιον στρατίης, ἣν Ἀγαμέμνων καὶ Μενέλαος ἤγειραν, ἔτεσιν ὕστερον ἑκατὸν καὶ τριάκοντα Λέσβος ὠικίσθη κατὰ πόλεις, πρότερον ἐοῦσα ἄπολις. μετὰ δὲ Λέσβον οἰκισθεῖσαν ἔτεσιν ὕστερον εἴκοσι Κύμη ἡ Αἰολιῶτις καὶ Φρικωνὶς καλεομένη ὠικίσθη. μετὰ δὲ Κύμην ὀκτωκαίδεκα ἔτεσιν ὕστερον Σμύρνα ὑπὸ Κυμαίων κατωικίσθη· καὶ ἐν τούτωι γίνεται Ὅμηρος. ἀφ᾽ οὗ δ᾽ Ὅμηρος ἐγένετο ἔτεά ἐστιν ἑξακόσια εἰκοσιδύο μέχρι τῆς Ξέρξεω διαβάσεως, ἣν στρατευσάμενος ἐπὶ τοὺς Ἕλληνας καὶ ζεύξας τὸν Ἑλλήσποντον διέβη ἐκ τῆς Ἀσίας ἐς τὴν Εὐρώπην. ἀπὸ δὲ τούτου ῥηϊδίως ἐστὶ ἀριθμῆσαι τὸν χρόνον τῶι ἐθέλοντι ζητεῖν ἐκ τῶν ἀρχόντων τῶν Ἀθήνησι. τῶν δὲ Τρωϊκῶν ὕστερον γέγονεν Ὅμηρος ἔτεσιν ἑκατὸν ἑξήκοντα ὀκτώ.