BIBLIOTHECA AUGUSTANA

 

Homeros

ca. 730 a. Chr. n.

 

 

 

Ὀ δ υ σ σ ε ί α ς   ω

 

Νέκυια δευτέρα.

Σπονδαί.

 

___________________________________________________

 

 

 

ρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο

ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν

καλὴν χρυσείην, τῆι τ᾽ ἀνδρῶν ὄμματα θέλγει

ὧν ἐθέλει, τοὺς δ᾽ αὖτε καὶ ὑπνώοντας ἐγείρει·

5

τῆι ῥ᾽ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.

ὡς δ᾽ ὅτε νυκτερίδες μυχῶι ἄντρου θεσπεσίοιο

τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσηισιν

ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ᾽ ἀλλήληισιν ἔχονται,

ὣς αἱ τετριγυῖαι ἅμ᾽ ἤϊσαν· ἦρχε δ᾽ ἄρα σφιν

10

Ἑρμείας ἀκάκητα κατ᾽ εὐρώεντα κέλευθα.

πὰρ δ᾽ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,

ἠδὲ παρ᾽ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων

ἤϊσαν· αἶψα δ᾽ ἵκοντο κατ᾽ ἀσφοδελὸν λειμῶνα,

ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.

15

εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος

καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο

Αἴαντός θ᾽, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε

τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐδαο

 

ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ

20

ἤλυθ᾽ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο

ἀχνυμένη· περὶ δ᾽ ἄλλαι ἀγηγέραθ᾽, ὅσσαι ἅμ᾽ αὐτῶι

οἴκωι ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.

τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·

 

Ἀτρεΐδη, περὶ μέν σ᾽ ἔφαμεν Διὶ τερπικεραύνωι

25

ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,

οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες

δήμωι ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε᾽ Ἀχαιοί.

ἦ τ᾽ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν

μοῖρ᾽ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.

30

ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,

δήμωι ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·

τῶι κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,

ἠδέ κε καὶ σῶι παιδὶ μέγα κλέος ἤρα᾽ ὀπίσσω·

νῦν δ᾽ ἄρα σ᾽ οἰκτίστωι θανάτωι εἵμαρτο ἁλῶναι.

35

τὸν δ᾽ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·

ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ,

ὃς θάνες ἐν Τροίηι ἑκὰς Ἄργεος· ἀμφὶ δέ σ᾽ ἄλλοι

κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,

μαρνάμενοι περὶ σεῖο· σὺ δ᾽ ἐν στροφάλιγγι κονίης

40

κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.

ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθ᾽· οὐδέ κε πάμπαν

παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.

αὐτὰρ ἐπεί σ᾽ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,

κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν

45

ὕδατί τε λιαρῶι καὶ ἀλείφατι· πολλὰ δέ σ᾽ ἀμφὶ

δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.

μήτηρ δ᾽ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτηις ἁλίηισιν

ἀγγελίης ἀΐουσα· βοὴ δ᾽ ἐπὶ πόντον ὀρώρει

θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·

50

καί νύ κ᾽ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,

εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,

Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·

ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·

 

ἴσχεσθ᾽, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·

55

μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτηις ἁλίηισιν

ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·

ἀμφὶ δέ σ᾽ ἔστησαν κοῦραι ἁλίοιο γέροντος

οἴκτρ᾽ ὀλοφυρόμεναι, περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσαν.

60

Μοῦσαι δ᾽ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῆι

θρήνεον· ἔνθα κεν οὔ τιν᾽ ἀδάκρυτόν γ᾽ ἐνόησας

Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.

ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ

κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τ᾽ ἄνθρωποι·

65

ὀκτωκαιδεκάτηι δ᾽ ἔδομεν πυρί, πολλὰ δέ σ᾽ ἀμφὶ

μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.

καίεο δ᾽ ἔν τ᾽ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῶι

καὶ μέλιτι γλυκερῶι· πολλοὶ δ᾽ ἥρωες Ἀχαιοὶ

τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,

70

πεζοί θ᾽ ἱππῆές τε· πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει

αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,

ἠῶθεν δή τοι λέγομεν λεύκ᾽ ὀστέ᾽, Ἀχιλλεῦ,

οἴνωι ἐν ἀκρήτωι καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ

χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον

75

φάσκ᾽ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.

ἐν τῶι τοι κεῖται λεύκ᾽ ὀστέα, φαίδιμ᾽ Ἀχιλλεῦ,

μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,

χωρὶς δ᾽ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων

τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.

80

ἀμφ᾽ αὐτοῖσι δ᾽ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον

χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων

ἀκτῆι ἔπι προὐχούσηι, ἐπὶ πλατεῖ Ἑλλησπόντωι,

ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη

τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.

85

μήτηρ δ᾽ αἰτήσασα θεοὺς περικαλλέ᾽ ἄεθλα

θῆκε μέσωι ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.

ἤδη μὲν πολέων τάφωι ἀνδρῶν ἀντεβόλησας

ἡρώων, ὅτε κέν ποτ᾽ ἀποφθιμένου βασιλῆος

ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·

90

ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῶι,

οἷ᾽ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέ᾽ ἄεθλα,

ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.

ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομ᾽ ὤλεσας, ἀλλά τοι αἰεὶ

πάντας ἐπ᾽ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,

95

αὐτὰρ ἐμοὶ τί τόδ᾽ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;

ἐν νόστωι γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον

Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.

 

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

ἀγχίμολον δέ σφ᾽ ἦλθε διάκτορος ἀργεϊφόντης,

100

ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,

τὼ δ᾽ ἄρα θαμβήσαντ᾽ ἰθὺς κίον, ὡς ἐσιδέσθην.

ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο

παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·

ξεῖνος γάρ οἱ ἔην Ἰθάκηι ἔνι οἰκία ναίων.

105

τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·

 

Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε

πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως

κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.

ἦ ὔμμ᾽ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,

110

ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;

ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου

βοῦς περιταμνομένους ἠδ᾽ οἰῶν πώεα καλά,

ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;

εἰπέ μοι εἰρομένωι· ξεῖνος δέ τοι εὔχομαι εἶναι.

115

ἦ οὐ μέμνηι ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,

ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέωι Μενελάωι

Ἴλιον εἰς ἅμ᾽ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;

μηνὶ δ᾽ ἄρ᾽ οὔλωι πάντα περήσαμεν εὐρέα πόντον,

σπουδῆι παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.

120

τὸν δ᾽ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·

Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,

μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·

σοὶ δ᾽ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,

ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.

125

μνώμεθ᾽ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·

ἡ δ᾽ οὔτ᾽ ἠρνεῖτο στυγερὸν γάμον οὔτ᾽ ἐτελεύτα,

ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,

ἀλλὰ δόλον τόνδ᾽ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·

στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,

130

λεπτὸν καὶ περίμετρον· ἄφαρ δ᾽ ἡμῖν μετέειπε·

 

κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,

μίμνετ᾽ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος

ἐκτελέσω, μή μοι μεταμώνια νήματ᾽ ὄληται,

Λαέρτηι ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν

135

μοῖρ᾽ ὀλοὴ καθέληισι τανηλεγέος θανάτοιο,

μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσηι,

αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.

 

ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,

140

νύκτας δ᾽ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.

ὣς τρίετες μὲν ἔληθε δόλωι καὶ ἔπειθεν Ἀχαιούς·

ἀλλ᾽ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,

μηνῶν φθινόντων, περὶ δ᾽ ἤματα πόλλ᾽ ἐτελέσθη,

καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ἤιδη,

145

καὶ τήν γ᾽ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.

ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ᾽, ὑπ᾽ ἀνάγκης.

 

εὖθ᾽ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,

πλύνασ᾽, ἠελίωι ἐναλίγκιον ἠὲ σελήνηι,

καὶ τότε δή ῥ᾽ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων

150

ἀγροῦ ἐπ᾽ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.

ἔνθ᾽ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,

ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνηι·

τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε

ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς

155

ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθ᾽ ἡγεμόνευε.

τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματ᾽ ἔχοντα,

πτωχῶι λευγαλέωι ἐναλίγκιον ἠδὲ γέροντι

σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·

οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα

160

ἐξαπίνης προφανέντ᾽, οὐδ᾽ οἳ προγενέστεροι ἦσαν,

ἀλλ᾽ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῆισιν.

αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι

βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῶι·

ἀλλ᾽ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,

165

σὺν μὲν Τηλεμάχωι περικαλλέα τεύχε᾽ ἀείρας

ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,

αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείηισιν ἄνωγε

τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,

ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.

170

οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο

νευρὴν ἐντανύσαι, πολλὸν δ᾽ ἐπιδευέες ἦμεν.

ἀλλ᾽ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,

ἔνθ᾽ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι

τόξον μὴ δόμεναι, μηδ᾽ εἰ μάλα πολλ᾽ ἀγορεύοι·

175

Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.

αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,

ῥηϊδίως δ᾽ ἐτάνυσσε βιόν, διὰ δ᾽ ἧκε σιδήρου,

στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰών, ταχέας δ᾽ ἐκχεύατ᾽ ὀϊστοὺς

δεινὸν παπταίνων, βάλε δ᾽ Ἀντίνοον βασιλῆα.

180

αὐτὰρ ἔπειτ᾽ ἄλλοις ἐφίει βέλεα στονόεντα,

ἄντα τιτυσκόμενος· τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον.

γνωτὸν δ᾽ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·

αὐτίκα γὰρ κατὰ δώματ᾽ ἐπισπόμενοι μένεϊ σφῶι

κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ᾽ ἀεικὴς

185

κράτων τυπτομένων, δάπεδον δ᾽ ἅπαν αἵματι θῦεν.

ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθ᾽, ὧν ἔτι καὶ νῦν

σώματ᾽ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·

οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθ᾽ ἑκάστου,

οἵ κ᾽ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων

190

κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.

 

τὸν δ᾽ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·

ὄλβιε Λαέρταο πάϊ, πολυμήχαν᾽ Ὀδυσσεῦ,

ἦ ἄρα σὺν μεγάληι ἀρετῆι ἐκτήσω ἄκοιτιν.

ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείηι,

195

κούρηι Ἰκαρίου· ὡς εὖ μέμνητ᾽ Ὀδυσῆος,

ἀνδρὸς κουριδίου· τῶι οἱ κλέος οὔ ποτ᾽ ὀλεῖται

ἧς ἀρετῆς, τεύξουσι δ᾽ ἐπιχθονίοισιν ἀοιδὴν

ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείηι,

οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,

200

κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τ᾽ ἀοιδὴ

ἔσσετ᾽ ἐπ᾽ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει

θηλυτέρηισι γυναιξί, καὶ ἥ κ᾽ εὐεργὸς ἔηισιν.

 

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

ἑσταότ᾽ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·

 

205

οἱ δ᾽ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δ᾽ ἀγρὸν ἵκοντο

καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτ᾽ αὐτὸς

Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλ᾽ ἐμόγησεν.

ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,

ἐν τῶι σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον

210

δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.

ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα

ἐνδυκέως κομέεσκεν ἐπ᾽ ἀγροῦ, νόσφι πόληος.

ἔνθ᾽ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·

 

ὑμεῖς μὲν νῦν ἔλθετ᾽ ἐϋκτίμενον δόμον εἴσω,

215

δεῖπνον δ᾽ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·

αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,

αἴ κέ μ᾽ ἐπιγνώηι καὶ φράσσεται ὀφθαλμοῖσιν,

ἦέ κεν ἀγνοιῆισι, πολὺν χρόνον ἀμφὶς ἐόντα.

 

ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχε᾽ ἔδωκεν.

220

οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς

ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.

οὐδ᾽ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,

οὐδέ τινα δμώων οὐδ᾽ υἱῶν· ἀλλ᾽ ἄρα τοί γε

αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος

225

ὤιχοντ᾽, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.

τὸν δ᾽ οἶον πατέρ᾽ εὗρεν ἐϋκτιμένηι ἐν ἀλωῆι,

λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα

ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμηισι βοείας

κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,

230

χειρῖδάς τ᾽ ἐπὶ χερσὶ βάτων ἕνεκ᾽· αὐτὰρ ὕπερθεν

αἰγείην κυνέην κεφαλῆι ἔχε, πένθος ἀέξων.

τὸν δ᾽ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς

γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,

στὰς ἄρ᾽ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.

235

μερμήριξε δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

κύσσαι καὶ περιφῦναι ἑὸν πατέρ᾽, ἠδὲ ἕκαστα

εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτ᾽ ἐς πατρίδα γαῖαν,

ἦ πρῶτ᾽ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.

ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,

240

πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.

τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.

ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·

τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·

 

ὦ γέρον, οὐκ ἀδαημονίη σ᾽ ἔχει ἀμφιπολεύειν

245

ὄρχατον, ἀλλ᾽ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,

οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,

οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.

ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῶι

αὐτόν σ᾽ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλ᾽ ἅμα γῆρας

250

λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.

οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκ᾽ οὔ σε κομίζει,

οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι

εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.

τοιούτωι δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,

255

εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.

ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δ᾽ ὄρχατον ἀμφιπολεύεις;

καὶ μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐῢ εἰδῶ,

εἰ ἐτεόν γ᾽ Ἰθάκην τήνδ᾽ ἱκόμεθ᾽, ὥς μοι ἔειπεν

260

οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδ᾽ ἰόντι,

οὔ τι μάλ᾽ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα

εἰπεῖν ἠδ᾽ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον

ἀμφὶ ξείνωι ἐμῶι, ἤ που ζώει τε καὶ ἔστιν

ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.

265

ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·

ἄνδρα ποτ᾽ ἐξείνισσα φίληι ἐνὶ πατρίδι γαίηι

ἡμέτερόνδ᾽ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος

ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·

εὔχετο δ᾽ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε

270

Λαέρτην Ἀρκεισιάδην πατέρ᾽ ἔμμεναι αὐτῶι.

τὸν μὲν ἐγὼ πρὸς δώματ᾽ ἄγων ἐῢ ἐξείνισσα,

ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,

καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐώικει.

χρυσοῦ μέν οἱ δῶκ᾽ εὐεργέος ἑπτὰ τάλαντα,

275

δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,

δώδεκα δ᾽ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,

τόσσα δὲ φάρεα καλά, τόσους δ᾽ ἐπὶ τοῖσι χιτῶνας,

χωρὶς δ᾽ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,

τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.

 

280

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·

ξεῖν᾽, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,

ὑβρισταὶ δ᾽ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·

δῶρα δ᾽ ἐτώσια ταῦτα χαρίζεο, μυρί᾽ ὀπάζων·

εἰ γάρ μιν ζωόν γ᾽ ἐκίχεις Ἰθάκης ἐνὶ δήμωι,

285

τῶι κέν σ᾽ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε

καὶ ξενίηι ἀγαθῆι ἡ γὰρ θέμις, ὅς τις ὑπάρξηι.

ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον

σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδ᾽, εἴ ποτ᾽ ἔην γε,

290

δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης

ἠέ που ἐν πόντωι φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου

θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετ᾽· οὐδέ ἑ μήτηρ

κλαῦσε περιστείλασα πατήρ θ᾽, οἵ μιν τεκόμεσθα·

οὐδ᾽ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,

295

κώκυσ᾽ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεώικει,

ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.

καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐῢ εἰδῶ·

τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;

ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σ᾽ ἤγαγε δεῦρο

300

ἀντιθέους θ᾽ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας

νηὸς ἐπ᾽ ἀλλοτρίης, οἱ δ᾽ ἐκβήσαντες ἔβησαν;

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

τοιγὰρ ἐγώ τοι πάντα μάλ᾽ ἀτρεκέως καταλέξω.

εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,

305

υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·

αὐτὰρ ἐμοί γ᾽ ὄνομ᾽ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων

πλάγξ᾽ ἀπὸ Σικανίης δεῦρ᾽ ἐλθέμεν οὐκ ἐθέλοντα·

νηῦς δέ μοι ἥδ᾽ ἕστηκεν ἐπ᾽ ἀγροῦ νόσφι πόληος.

αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,

310

ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,

δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,

δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,

χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δ᾽ ἔτι νῶϊν ἐώλπει

μίξεσθαι ξενίηι ἠδ᾽ ἀγλαὰ δῶρα διδώσειν.

 

315

ὣς φάτο, τὸν δ᾽ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·

ἀμφοτέρηισι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν

χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.

τοῦ δ᾽ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη

δριμὺ μένος προὔτυψε φίλον πατέρ᾽ εἰσορόωντι.

320

κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·

 

κεῖνος μέν τοι ὅδ᾽ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾶις,

ἤλυθον εἰκοστῶι ἔτεϊ ἐς πατρίδα γαῖαν.

ἀλλ᾽ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.

ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·

325

μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,

λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.

 

τὸν δ᾽ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·

εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδ᾽ ἱκάνεις,

σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.

 

330

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,

τὴν ἐν Παρνησῶι μ᾽ ἔλασεν σῦς λευκῶι ὀδόντι

οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ

ἐς πατέρ᾽ Αὐτόλυκον μητρὸς φίλον, ὄφρ᾽ ἂν ἑλοίμην

335

δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.

εἰ δ᾽ ἄγε τοι καὶ δένδρε᾽ ἐϋκτιμένην κατ᾽ ἀλωὴν

εἴπω, ἅ μοί ποτ᾽ ἔδωκας, ἐγὼ δ᾽ ἤιτεόν σε ἕκαστα

παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δ᾽ αὐτῶν

ἱκνεύμεσθα, σὺ δ᾽ ὠνόμασας καὶ ἔειπες ἕκαστα.

340

ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,

συκέας τεσσαράκοντ᾽· ὄρχους δέ μοι ὧδ᾽ ὀνόμηνας

δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος

ἤην· ἔνθα δ᾽ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν -

ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.

 

345

ὣς φάτο, τοῦ δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,

σήματ᾽ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδ᾽ Ὀδυσσεύς.

ἀμφὶ δὲ παιδὶ φίλωι βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ

εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.

αὐτὰρ ἐπεί ῥ᾽ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,

350

ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·

 

Ζεῦ πάτερ, ἦ ῥα ἔτ᾽ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,

εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.

νῦν δ᾽ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες

ἐνθάδ᾽ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ

355

πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῆισι μελόντων.

ἀλλ᾽ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·

ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην

360

προὔπεμψ᾽, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.

 

ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.

οἱ δ᾽ ὅτε δή ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,

εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην

ταμνομένους κρέα πολλὰ κερῶντάς τ᾽ αἴθοπα οἶνον.

365

τόφρα δὲ Λαέρτην μεγαλήτορα ὧι ἐνὶ οἴκωι

ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίωι,

 

ἀμφὶ δ᾽ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη

ἄγχι παρισταμένη μέλε᾽ ἤλδανε ποιμένι λαῶν,

μείζονα δ᾽ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.

370

ἐκ δ᾽ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,

ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

 

ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων

εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.

375

τὸν δ᾽ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·

αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,

ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,

τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,

380

τεύχε᾽ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν

ἄνδρας μνηστῆρας· τῶι κε σφέων γούνατ᾽ ἔλυσα

πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.

 

ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.

οἱ δ᾽ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,

385

ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·

ἔνθ᾽ οἱ μὲν δείπνωι ἐπεχείρεον, ἀγχίμολον δὲ

ἦλθ᾽ ὁ γέρων Δολίος, σὺν δ᾽ υἱεῖς τοῖο γέροντος,

ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν

μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα

390

ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.

οἱ δ᾽ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῶι,

ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς

μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·

 

ὦ γέρον, ἵζ᾽ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·

395

δηρὸν γὰρ σίτωι ἐπιχειρήσειν μεμαῶτες

μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.

 

ὣς ἄρ ἔφη, Δολίος δ᾽ ἰθὺς κίε χεῖρε πετάσσας

ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ᾽ ἐπὶ καρπῶι,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

 

400

ὦ φίλ᾽, ἐπεὶ νόστησας ἐελδομένοισι μάλ᾽ ἡμῖν

οὐδ᾽ ἔτ᾽ ὀϊομένοισι, θεοὶ δέ σ᾽ ἀνήγαγον αὐτοί,

οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.

καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐῢ εἰδῶ,

ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια

405

νοστήσαντά σε δεῦρ᾽, ἦ ἄγγελον ὀτρύνωμεν.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;

 

ὣς φάθ᾽, ὁ δ᾽ αὖτις ἄρ᾽ ἕζετ᾽ ἐϋξέστου ἐπὶ δίφρου.

ὣς δ᾽ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφ᾽ Ὀδυσῆα

410

δεικανόωντ᾽ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,

ἑξείης δ᾽ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.

 

ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·

Ὄσσα δ᾽ ἄρ᾽ ἄγγελος ὦκα κατὰ πτόλιν ὤιχετο πάντη,

μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ᾽ ἐνέπουσα.

415

οἱ δ᾽ ἄρ᾽ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος

μυχμῶι τε στοναχῆι τε δόμων προπάροιθ᾽ Ὀδυσῆος,

ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,

τοὺς δ᾽ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον

πέμπον ἄγειν ἁλιεῦσι θοῆις ἐπὶ νηυσὶ τιθέντες·

420

αὐτοὶ δ᾽ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.

αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,

τοῖσιν δ᾽ Εὐπείθης ἀνά θ᾽ ἵστατο καὶ μετέειπε·

παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,

Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·

425

τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·

 

ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδ᾽ ἐμήσατ᾽ Ἀχαιούς·

τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς

ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δ᾽ ὤλεσε λαούς·

τοὺς δ᾽ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ᾽ ἀρίστους,

430

ἀλλ᾽ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι

ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,

ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ᾽ αἰεί·

λώβη γὰρ τάδε γ᾽ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,

εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας

435

τισόμεθ᾽. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο

ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.

ἀλλ᾽ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.

 

ὣς φάτο δάκρυ χέων, οἶκτος δ᾽ ἕλε πάντας Ἀχαιούς.

ἀγχίμολον δέ σφ᾽ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς

440

ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,

ἔσταν δ᾽ ἐν μέσσοισι· τάφος δ᾽ ἕλεν ἄνδρα ἕκαστον.

τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·

 

κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς

ἀθανάτων ἀέκητι θεῶν τάδ᾽ ἐμήσατο ἔργα·

445

αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥ᾽ Ὀδυσῆϊ

ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐώικει.

ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθ᾽ Ὀδυσῆος

φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων

θῦνε κατὰ μέγαρον· τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον.

 

450

ὣς φάτο, τοὺς δ᾽ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ἥιρει.

τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης

Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·

ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·

 

κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

455

ὑμετέρηι κακότητι, φίλοι, τάδε ἔργα γένοντο·

οὐ γὰρ ἐμοὶ πείθεσθ᾽, οὐ Μέντορι ποιμένι λαῶν,

ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,

οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίηισι κακῆισι,

κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν

460

ἀνδρὸς ἀριστῆος· τὸν δ᾽ οὐκέτι φάντο νέεσθαι.

καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·

μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρηι.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρ᾽ ἀνήϊξαν μεγάλωι ἀλαλητῶι

ἡμίσεων πλείους· τοὶ δ᾽ ἀθρόοι αὐτόθι μίμνον·

465

οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλ᾽ Εὐπείθει

πείθοντ᾽· αἶψα δ᾽ ἔπειτ᾽ ἐπὶ τεύχεα ἐσσεύοντο.

αὐτὰρ ἐπεί ῥ᾽ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,

ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.

τοῖσιν δ᾽ Εὐπείθης ἡγήσατο νηπιέηισι·

470

φῆ δ᾽ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδ᾽ ἄρ᾽ ἔμελλεν

ἂψ ἀπονοστήσειν, ἀλλ᾽ αὐτοῦ πότμον ἐφέψειν.

 

αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·

ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,

εἰπέ μοι εἰρομένηι, τί νύ τοι νόος ἔνδοθι κεύθει;

475

ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν

τεύξεις, ἦ φιλότητα μετ᾽ ἀμφοτέροισι τίθησθα;

 

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾶις;

οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,

480

ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;

ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.

ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,

ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,

ἡμεῖς δ᾽ αὖ παίδων τε κασιγνήτων τε φόνοιο

485

ἔκλησιν θέωμεν· τοὶ δ᾽ ἀλλήλους φιλεόντων

ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.

 

ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,

βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα.

 

οἱ δ᾽ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,

490

τοῖς δ᾽ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·

ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.

 

ὣς ἔφατ᾽· ἐκ δ᾽ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·

στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·

αἶψα δ᾽ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·

495

οἵδε δὴ ἐγγὺς ἔασ᾽· ἀλλ᾽ ὁπλιζώμεθα θᾶσσον.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,

τέσσαρες ἀμφ᾽ Ὀδυσῆ᾽, ἓξ δ᾽ υἱεῖς οἱ Δολίοιο·

ἐν δ᾽ ἄρα Λαέρτης Δολίος τ᾽ ἐς τεύχε᾽ ἔδυνον,

καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.

500

αὐτὰρ ἐπεί ῥ᾽ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,

ὤϊξάν ῥα θύρας, ἐκ δ᾽ ἤϊον, ἄρχε δ᾽ Ὀδυσσεύς.

 

τοῖσι δ᾽ ἐπ᾽ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη

Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·

505

αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·

 

Τηλέμαχ᾽, ἤδη μὲν τόδε γ᾽ εἴσεαι αὐτὸς ἐπελθών,

ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,

μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ

ἀλκῆι τ᾽ ἠνορέηι τε κεκάσμεθα πᾶσαν ἐπ᾽ αἶαν.

510

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

ὄψεαι, αἴ κ᾽ ἐθέληισθα, πάτερ φίλε, τῶιδ᾽ ἐπὶ θυμῶι

οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.

 

ὣς φάτο, Λαέρτης δ᾽ ἐχάρη καὶ μῦθον ἔειπε·

τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·

515

υἱός θ᾽ υἱωνός τ᾽ ἀρετῆς πέρι δῆριν ἔχουσιν.

 

τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·

ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθ᾽ ἑταίρων,

εὐξάμενος κούρηι γλαυκώπιδι καὶ Διὶ πατρί,

αἶψα μαλ᾽ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.

 

520

ὣς φάτο, καί ῥ᾽ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη

εὐξάμενος δ᾽ ἄρ᾽ ἔπειτα Διὸς κούρηι μεγάλοιο,

αἶψα μάλ᾽ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρήιου.

ἡ δ᾽ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,

525

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῶι.

ἐν δ᾽ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,

τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.

καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,

εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,

530

ἤϋσεν φωνῆι, κατὰ ἔσχεθε λαὸν ἅπαντα.

 

ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,

ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.

 

ὣς φάτ᾽ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·

τῶν δ᾽ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,

535

πάντα δ᾽ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·

πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.

σμερδαλέον δ᾽ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,

οἴμησεν δὲ ἀλεὶς ὥς τ᾽ αἰετὸς ὑψιπετήεις.

καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,

540

κὰδ δ᾽ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.

δὴ τότ᾽ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·

 

διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,

μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.

 

545

ὣς φάτ᾽ Ἀθηναίη, ὁ δ᾽ ἐπείθετο, χαῖρε δὲ θυμῶι.

ὅρκια δ᾽ αὖ κατόπισθε μετ᾽ ἀμφοτέροισιν ἔθηκεν

Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,

Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.