Homeros
ca. 730 a. Chr. n.
Ὀ δ υ σ σ ε ί α ς α
Θεῶν ἀγορά. Ἀθηνᾶςπαραίνεσις πρὸς Τηλέμαχον.
|
|
___________________________________________________
|
|
Ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰπλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·πολλῶν δ᾽ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,πολλὰ δ᾽ ὅ γ᾽ ἐν πόντωι πάθεν ἄλγεα ὃν κατὰ θυμόν, | |
5 | ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.ἀλλ᾽ οὐδ᾽ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·αὐτῶν γὰρ σφετέρηισιν ἀτασθαλίηισιν ὄλοντο,νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιοἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ. |
10 | τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.ἔνθ᾽ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·τὸν δ᾽ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸςνύμφη πότνι᾽ ἔρυκε Καλυψὼ δῖα θεάων |
15 | ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.ἀλλ᾽ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,τῶι οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαιεἰς Ἰθάκην, οὐδ᾽ ἔνθα πεφυγμένος ἦεν ἀέθλωνκαὶ μετὰ οἷσι φίλοισι. θεοὶ δ᾽ ἐλέαιρον ἅπαντες |
20 | νόσφι Ποσειδάωνος· ὁ δ᾽ ἀσπερχὲς μενέαινενἀντιθέωι Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.ἀλλ᾽ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ᾽ ἐόντας,Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ᾽ ἀνιόντος, |
25 | ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.ἔνθ᾽ ὅ γ᾽ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοιΖηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο, |
30 | τόν ῥ᾽ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν᾽ Ὀρέστης·τοῦ ὅ γ᾽ ἐπιμνησθεὶς ἔπε᾽ ἀθανάτοισι μετηύδα·ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·ἐξ ἡμέων γάρ φασι κάκ᾽ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶσφῆισιν ἀτασθαλίηισιν ὑπὲρ μόρον ἄλγε᾽ ἔχουσιν, |
35 | ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαογῆμ᾽ ἄλοχον μνηστήν, τὸν δ᾽ ἔκτανε νοστήσαντα,εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,μήτ᾽ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν· |
40 | ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,ὁππότ᾽ ἂν ἡβήσηι τε καὶ ἧς ἱμείρεται αἴης.ὣς ἔφαθ᾽ Ἑρμείας, ἀλλ᾽ οὐ φρένας Αἰγίσθοιοπεῖθ᾽ ἀγαθὰ φρονέων· νῦν δ᾽ ἁθρόα πάντ᾽ ἀπέτισεν.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· |
45 | ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρωι·ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·ἀλλά μοι ἀμφ᾽ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,δυσμόρωι, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει |
50 | νήσωι ἐν ἀμφιρύτηι, ὅθι τ᾽ ὀμφαλός ἐστι θαλάσσης.νῆσος δενδρήεσσα, θεὰ δ᾽ ἐν δώματα ναίει,Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσηςπάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸςμακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. |
55 | τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισινθέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,ἱέμενος καὶ καπνὸν ἀποθρώισκοντα νοῆσαιἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ |
60 | ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τ᾽ ὈδυσσεὺςἈργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζωνΤροίηι ἐν εὐρείηι; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. |
65 | πῶς ἂν ἔπειτ᾽ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ᾽ ἱρὰ θεοῖσινἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶΚύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν, |
70 | ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστονπᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων |
75 | οὔ τι κατακτείνει, πλάζει δ᾽ ἀπὸ πατρίδος αἴης.ἀλλ᾽ ἄγεθ᾽, ἡμεῖς οἵδε περιφραζώμεθα πάντεςνόστον, ὅπως ἔλθηισι· Ποσειδάων δὲ μεθήσειὃν χόλον· οὐ μὲν γὰρ τι δυνήσεται ἀντία πάντωνἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος. |
80 | τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην |
85 | νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστανύμφηι ἐυπλοκάμωι εἴπηι νημερτέα βουλήν,νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·αὐτὰρ ἐγὼν Ἰθάκηνδ᾽ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸνμᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω, |
90 | εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺςπᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶμῆλ᾽ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.πέμψω δ᾽ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντανόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσηι,ἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχηισιν. |
95 | ὣς εἰποῦσ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴνἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν ἅμα πνοιῆις ἀνέμοιο·εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῶι, |
100 | βριθὺ μέγα στιβαρόν, τῶι δάμνησι στίχας ἀνδρῶνἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀίξασα,στῆ δ᾽ Ἰθάκης ἐνὶ δήμωι ἐπὶ προθύροις Ὀδυσῆος,οὐδοῦ ἐπ᾽ αὐλείου· παλάμηι δ᾽ ἔχε χάλκεον ἔγχος, |
105 | εἰδομένη ξείνωι, Ταφίων ἡγήτορι Μέντηι.εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειταπεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπονἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·κήρυκες δ᾽ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες |
110 | οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,οἱ δ᾽ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζαςνίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, |
115 | ὀσσόμενος πατέρ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼνμνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,τιμὴν δ᾽ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδ᾽ Ἀθήνην.βῆ δ᾽ ἰθὺς προθύροιο, νεμεσσήθη δ᾽ ἐνὶ θυμῶι |
120 | ξεῖνον δηθὰ θύρηισιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰςχεῖρ᾽ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·χαῖρε, ξεῖνε, παρ᾽ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειταδείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή. |
125 | ὣς εἰπὼν ἡγεῖθ᾽, ἡ δ᾽ ἕσπετο Παλλὰς Ἀθήνη.οἱ δ᾽ ὅτε δή ῥ᾽ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρὴνδουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλαἔγχε᾽ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά, |
130 | αὐτὴν δ᾽ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.πὰρ δ᾽ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλωνμνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῶιδείπνωι ἁδήσειεν, ὑπερφιάλοισι μετελθών, |
135 | ἠδ᾽ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.χέρνιβα δ᾽ ἀμφίπολος προχόωι ἐπέχευε φέρουσακαλῆι χρυσείηι, ὑπὲρ ἀργυρέοιο λέβητος,νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα, |
140 | εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων·δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείραςπαντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·κῆρυξ δ᾽ αὐτοῖσιν θάμ᾽ ἐπώιχετο οἰνοχοεύων.ἐς δ᾽ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα |
145 | ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,σῖτον δὲ δμωιαὶ παρενήνεον ἐν κανέοισιν,κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. |
150 | αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντομνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,μολπή τ᾽ ὀρχηστύς τε· τὰ γὰρ τ᾽ ἀναθήματα δαιτός·κῆρυξ δ᾽ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκενΦημίωι, ὅς ῥ᾽ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκηι. |
155 | ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι·ξεῖνε φίλ᾽, ἦ καὶ μοι νεμεσήσεαι ὅττι κεν εἴπω;τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή, |
160 | ῥεῖ᾽, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,ἀνέρος, οὗ δή που λεύκ᾽ ὀστέα πύθεται ὄμβρωικείμεν᾽ ἐπ᾽ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.εἰ κεῖνόν γ᾽ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,πάντες κ᾽ ἀρησαίατ᾽ ἐλαφρότεροι πόδας εἶναι |
165 | ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.νῦν δ᾽ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖνθαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπωνφῆισιν ἐλεύσεσθαι· τοῦ δ᾽ ὤλετο νόστιμον ἦμαρ.ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· |
170 | τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;ὁπποίης τ᾽ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦταιἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;οὐ μὲν γὰρ τί σε πεζὸν ὀίομαι ἐνθάδ᾽ ἱκέσθαι.καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐὺ εἰδῶ, |
175 | ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσιξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·τοιγὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως ἀγορεύσω. |
180 | Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναιυἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.νῦν δ᾽ ὧδε ξὺν νηὶ κατήλυθον ἠδ᾽ ἑτάροισινπλέων ἐπὶ οἴνοπα πόντον ἐπ᾽ ἀλλοθρόους ἀνθρώπους,ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ᾽ αἴθωνα σίδηρον. |
185 | νηῦς δέ μοι ἥδ᾽ ἕστηκεν ἐπ᾽ ἀγροῦ νόσφι πόληος,ἐν λιμένι Ῥείθρωι ὑπὸ Νηίωι ὑλήεντι.ξεῖνοι δ᾽ ἀλλήλων πατρώιοι εὐχόμεθ᾽ εἶναιἐξ ἀρχῆς, εἴ πέρ τε γέροντ᾽ εἴρηαι ἐπελθὼνΛαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε |
190 | ἔρχεσθ᾽, ἀλλ᾽ ἀπάνευθεν ἐπ᾽ ἀγροῦ πήματα πάσχεινγρηὶ σὺν ἀμφιπόλωι, ἥ οἱ βρῶσίν τε πόσιν τεπαρτιθεῖ, εὖτ᾽ ἄν μιν κάματος κατὰ γυῖα λάβηισινἑρπύζοντ᾽ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.νῦν δ᾽ ἦλθον· δὴ γάρ μιν ἔφαντ᾽ ἐπιδήμιον εἶναι, |
195 | σὸν πατέρ᾽· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,ἀλλ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντωινήσωι ἐν ἀμφιρύτηι, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσινἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ᾽ ἀέκοντα. |
200 | αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῶιἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,οὔτε τι μάντις ἐὼν οὔτ᾽ οἰωνῶν σάφα εἰδώς.οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴηςἔσσεται, οὐδ᾽ εἴ πέρ τε σιδήρεα δέσματ᾽ ἔχηισιν· |
205 | φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικαςκείνωι, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ᾽ ἀλλήλοισιν, |
210 | πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοιἈργείων οἱ ἄριστοι ἔβαν κοίληις ἐνὶ νηυσίν·ἐκ τοῦ δ᾽ οὔτ᾽ Ὀδυσῆα ἐγὼν ἴδον οὔτ᾽ ἔμ᾽ ἐκεῖνος.τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω. |
215 | μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γεοὐκ οἶδ᾽· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.ὡς δὴ ἐγώ γ᾽ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸςἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.νῦν δ᾽ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων, |
220 | τοῦ μ᾽ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτ᾽ ἐρεείνεις.τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσωθῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· |
225 | τίς δαίς, τίς δὲ ὅμιλος ὅδ᾽ ἔπλετο; τίπτε δέ σε χρεώ;εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ᾽ ἐστίν·ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσιδαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴραἴσχεα πόλλ᾽ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι. |
230 | τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ξεῖν᾽, ἐπεὶ ἂρ δὴ ταῦτά μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾶις,μέλλεν μέν ποτε οἶκος ὅδ᾽ ἀφνειὸς καὶ ἀμύμωνἔμμεναι, ὄφρ᾽ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·νῦν δ᾽ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες, |
235 | οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντωνἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδ᾽ ἀκαχοίμην,εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμωι,ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.τῶι κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί, |
240 | ἠδέ κε καὶ ὧι παιδὶ μέγα κλέος ἤρατ᾽ ὀπίσσω.νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·οἴχετ᾽ ἄιστος ἄπυστος, ἐμοὶ δ᾽ ὀδύνας τε γόους τεκάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζωοἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε᾽ ἔτευξαν. |
245 | ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,Δουλιχίωι τε Σάμηι τε καὶ ὑλήεντι Ζακύνθωι,ἠδ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,τόσσοι μητέρ᾽ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.ἡ δ᾽ οὔτ᾽ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν |
250 | ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντεςοἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.τὸν δ᾽ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆοςδεύηι, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη. |
255 | εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτηισι θύρηισισταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ᾽ ἐνόησαοἴκωι ἐν ἡμετέρωι πίνοντά τε τερπόμενόν τε, |
260 | ἐξ Ἐφύρης ἀνιόντα παρ᾽ Ἴλου Μερμερίδαο -ὤιχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺςφάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴηἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλ᾽ ὁ μὲν οὔ οἱδῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας, |
265 | ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς -τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.ἀλλ᾽ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα, |
270 | ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.εἰ δ᾽ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺςμῦθον πέφραδε πᾶσι, θεοὶ δ᾽ ἐπὶ μάρτυροι ἔστων.μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι, |
275 | μητέρα δ᾽, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδναπολλὰ μάλ᾽, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.σοὶ δ᾽ αὐτῶι πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι· |
280 | νῆ᾽ ἄρσας ἐρέτηισιν ἐείκοσιν, ἥ τις ἀρίστη,ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,ἤν τίς τοι εἴπηισι βροτῶν, ἢ ὄσσαν ἀκούσηιςἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον, |
285 | κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσηις,ἦ τ᾽ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·εἰ δέ κε τεθνηῶτος ἀκούσηις μηδ᾽ ἔτ᾽ ἐόντος, |
290 | νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖανσῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαιπολλὰ μάλ᾽, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσηις τε καὶ ἔρξηις,φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν |
295 | ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσικτείνηις ἠὲ δόλωι ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴνηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστηςπάντας ἐπ᾽ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, |
300 | Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;καὶ σύ, φίλος, μάλα γάρ σ᾽ ὁρόω καλόν τε μέγαν τε,ἄλκιμος ἔσσ᾽, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπηι.αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδηἠδ᾽ ἑτάρους, οἵ πού με μάλ᾽ ἀσχαλόωσι μένοντες· |
305 | σοὶ δ᾽ αὐτῶι μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·ξεῖν᾽, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,ὥς τε πατὴρ ὧι παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο, |
310 | ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,δῶρον ἔχων ἐπὶ νῆα κίηις, χαίρων ἐνὶ θυμῶι,τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσταιἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· |
315 | μή μ᾽ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.δῶρον δ᾽ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγηι,αὖτις ἀνερχομένωι δόμεναι οἶκόνδε φέρεσθαι,καὶ μάλα καλὸν ἑλών· σοὶ δ᾽ ἄξιον ἔσται ἀμοιβῆς.ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη, |
320 | ὄρνις δ᾽ ὣς ἀνόπαια διέπτατο· τῶι δ᾽ ἐνὶ θυμῶιθῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸςμᾶλλον ἔτ᾽ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ἧισι νοήσαςθάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.αὐτίκα δὲ μνηστῆρας ἐπώιχετο ἰσόθεος φώς. |
325 | τοῖσι δ᾽ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῆιἥατ᾽ ἀκούοντες· ὁ δ᾽ Ἀχαιῶν νόστον ἄειδελυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.τοῦ δ᾽ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴνκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια· |
330 | κλίμακα δ᾽ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,οὐκ οἴη, ἅμα τῆι γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο.ἡ δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα· |
335 | ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.δακρύσασα δ᾽ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,ἔργ᾽ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῆι |
340 | οἶνον πινόντων· ταύτης δ᾽ ἀποπαύε᾽ ἀοιδῆςλυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρτείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,ἀνδρός, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος. |
345 | τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·μῆτερ ἐμή, τί τ᾽ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸντέρπειν ὅππηι οἱ νόος ὄρνυται; οὔ νύ τ᾽ ἀοιδοὶαἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσινἀνδράσιν ἀλφηστῆισιν, ὅπως ἐθέληισιν, ἑκάστωι. |
350 | τούτωι δ᾽ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾽ ἄνθρωποι,ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.σοί δ᾽ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ |
355 | ἐν Τροίηι, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε,ἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευεἔργον ἐποίχεσθαι· μῦθος δ᾽ ἄνδρεσσι μελήσειπᾶσι, μάλιστα δ᾽ ἐμοί· τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ οἴκωι. |
360 | ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῶι.ἐς δ᾽ ὑπερῶι᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶκλαῖεν ἔπειτ᾽ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνονἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. |
365 | μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,πάντες δ᾽ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς |
370 | ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦτοιοῦδ᾽ οἷος ὅδ᾽ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.ἠῶθεν δ᾽ ἀγορήνδε καθεζώμεσθα κιόντεςπάντες, ἵν᾽ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,ἐξιέναι μεγάρων· ἄλλας δ᾽ ἀλεγύνετε δαῖτας, |
375 | ὑμὰ κτήματ᾽ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.εἰ δ᾽ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινονἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,κείρετ᾽· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,αἴ κέ ποθι Ζεὺς δῶισι παλίντιτα ἔργα γενέσθαι· |
380 | νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντεςΤηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·Τηλέμαχ᾽, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ |
385 | ὑψαγόρην τ᾽ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·μὴ σέ γ᾽ ἐν ἀμφιάλωι Ἰθάκηι βασιλῆα Κρονίωνποιήσειεν, ὅ τοι γενεῆι πατρώιόν ἐστιν.τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Ἀντίνο᾽, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω; |
390 | καὶ κεν τοῦτ᾽ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.ἦ φὴις τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.ἀλλ᾽ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι |
395 | πολλοὶ ἐν ἀμφιάλωι Ἰθάκηι, νέοι ἠδὲ παλαιοί,τῶν κέν τις τόδ᾽ ἔχηισιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ᾽ ἡμετέροιοκαὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.τὸν δ᾽ αὖτ᾽ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα· |
400 | Τηλέμαχ᾽, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,ὅς τις ἐν ἀμφιάλωι Ἰθάκηι βασιλεύσει Ἀχαιῶν·κτήματα δ᾽ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.μὴ γὰρ ὅ γ᾽ ἔλθοι ἀνὴρ ὅς τίς σ᾽ ἀέκοντα βίηφινκτήματ᾽ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης. |
405 | ἀλλ᾽ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,ὁππόθεν οὗτος ἀνήρ, ποίης δ᾽ ἐξ εὔχεται εἶναιγαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.ἠέ τιν᾽ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδ᾽ ἱκάνει; |
410 | οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδ᾽ ὑπέμεινεγνώμεναι· οὐ μὲν γάρ τι κακῶι εἰς ὦπα ἐώικει.τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·Εὐρύμαχ᾽, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·οὔτ᾽ οὖν ἀγγελίηι ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι, |
415 | οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.ξεῖνος δ᾽ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,Μέντης δ᾽ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναιυἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει. |
420 | ὣς φάτο Τηλέμαχος, φρεσὶ δ᾽ ἀθανάτην θεὸν ἔγνω.οἱ δ᾽ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴντρεψάμενοι τέρποντο, μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος. |
425 | Τηλέμαχος δ᾽, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆςὑψηλὸς δέδμητο περισκέπτωι ἐνὶ χώρωι,ἔνθ᾽ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.τῶι δ᾽ ἄρ᾽ ἅμ᾽ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖαΕὐρύκλει᾽, Ὦπος θυγάτηρ Πεισηνορίδαο, |
430 | τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσινπρωθήβην ἔτ᾽ ἐοῦσαν, ἐεικοσάβοια δ᾽ ἔδωκεν,ἶσα δέ μιν κεδνῆι ἀλόχωι τίεν ἐν μεγάροισιν,εὐνῆι δ᾽ οὔ ποτ᾽ ἔμικτο, χόλον δ᾽ ἀλέεινε γυναικός·ἥ οἱ ἅμ᾽ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα |
435 | δμωιάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,ἕζετο δ᾽ ἐν λέκτρωι, μαλακὸν δ᾽ ἔκδυνε χιτῶνα·καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα, |
440 | πασσάλωι ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσιβῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο, θύρην δ᾽ ἐπέρυσσε κορώνηιἀργυρέηι, ἐπὶ δὲ κληῖδ᾽ ἐτάνυσσεν ἱμάντι.ἔνθ᾽ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτωι,βούλευε φρεσὶν ἧισιν ὁδὸν τὴν πέφραδ᾽ Ἀθήνη. |