Homeri
Ilias (ca. 730)
Ἰλιάδος Ω
Ἕκτορος λύτρα.
|
|
___________________________________________________________________________________
|
|
Λῦτο δ᾽ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοιἐσκίδναντ᾽ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντοὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺςκλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος | |
5 | ἥιρει πανδαμάτωρ, ἀλλ᾽ ἐστρέφετ᾽ ἔνθα καὶ ἔνθαΠατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,ἠδ᾽ ὁπόσα τολύπευσε σὺν αὐτῶι καὶ πάθεν ἄλγεαἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν, |
10 | ἄλλοτ᾽ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ᾽ αὖτεὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δ᾽ ὀρθὸς ἀναστὰςδινεύεσκ᾽ ἀλύων παρὰ θῖν᾽ ἁλός· οὐδέ μιν ἠὼςφαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ᾽ ἠϊόνας τε.ἀλλ᾽ ὅ γ᾽ ἐπεὶ ζεύξειεν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους, |
15 | Ἕκτορα δ᾽ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,τρὶς δ᾽ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντοςαὖτις ἐνὶ κλισίηι παυέσκετο, τὸν δέ τ᾽ ἔασκενἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ᾽ Ἀπόλλωνπᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ᾽ ἐλεαίρων |
20 | καὶ τεθνηότα περ· περὶ δ᾽ αἰγίδι πάντα κάλυπτεχρυσείηι, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.ὣς ὁ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·τὸν δ᾽ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,κλέψαι δ᾽ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην. |
25 | ἔνθ᾽ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ᾽ Ἥρηιοὐδὲ Ποσειδάων᾽ οὐδὲ γλαυκώπιδι κούρηι,ἀλλ᾽ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴκαὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ᾽ ἄτης,ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο, |
30 | τὴν δ᾽ ἤινησ᾽ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς,καὶ τότ᾽ ἄρ᾽ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθ᾽ ὑμῖνἝκτωρ μηρί᾽ ἔκηε βοῶν αἰγῶν τε τελείων; |
35 | τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαιἧι τ᾽ ἀλόχωι ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ὧικαὶ πατέρι Πριάμωι λαοῖσί τε, τοί κέ μιν ὦκαἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.ἀλλ᾽ ὀλοῶι Ἀχιλῆϊ θεοὶ βούλεσθ᾽ ἐπαρήγειν, |
40 | ὧι οὔτ᾽ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημαγναμπτὸν ἐνὶ στήθεσσι, λέων δ᾽ ὣς ἄγρια οἶδεν,ὅς τ᾽ ἐπεὶ ἂρ μεγάληι τε βίηι καὶ ἀγήνορι θυμῶιεἴξας εἶσ᾽ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβηισιν·ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς |
45 | γίγνεται, ἥ τ᾽ ἄνδρας μέγα σίνεται ἠδ᾽ ὀνίνησι.μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαιἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·ἀλλ᾽ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν. |
50 | αὐτὰρ ὅ γ᾽ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,ἵππων ἐξάπτων περὶ σῆμ᾽ ἑτάροιο φίλοιοἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ᾽ ἄμεινον.μὴ ἀγαθῶι περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. |
55 | τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξεεἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.
Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ |
60 | θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτινΠηλέϊ, ὃς περὶ κῆρι φίλος γένετ᾽ ἀθανάτοισι.πάντες δ᾽ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσιδαίνυ᾽ ἔχων φόρμιγγα κακῶν ἕταρ᾽, αἰὲν ἄπιστε.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· |
65 | Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·οὐ μὲν γὰρ τιμή γε μί᾽ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρφίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίωι εἰσίν·ὣς γὰρ ἔμοιγ᾽, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης |
70 | λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.ἀλλ᾽ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πηι ἔστι,λάθρηι Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶμήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.ἀλλ᾽ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο, |
75 | ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺςδώρων ἐκ Πριάμοιο λάχηι ἀπό θ᾽ Ἕκτορα λύσηι.ὣς ἔφατ᾽, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσηςἔνθορε μείλανι πόντωι· ἐπεστονάχησε δὲ λίμνη. |
80 | ἣ δὲ μολυβδαίνηι ἰκέλη ἐς βυσσὸν ὄρουσεν,ἥ τε κατ᾽ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖαἔρχεται ὠμηστῆισιν ἐπ᾽ ἰχθύσι κῆρα φέρουσα.εὗρε δ᾽ ἐνὶ σπῆϊ γλαφυρῶι Θέτιν, ἀμφὶ δ᾽ ἄρ᾽ ἄλλαιεἵαθ᾽ ὁμηγερέες ἅλιαι θεαί· ἣ δ᾽ ἐνὶ μέσσηις |
85 | κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλεφθίσεσθ᾽ ἐν Τροίηι ἐριβώλακι τηλόθι πάτρης.ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· |
90 | τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲμίσγεσθ᾽ ἀθανάτοισιν, ἔχω δ᾽ ἄχε᾽ ἄκριτα θυμῶι.
εἶμι μέν, οὐδ᾽ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπηι.ὣς ἄρα φωνήσασα κάλυμμ᾽ ἕλε δῖα θεάωνκυάνεον, τοῦ δ᾽ οὔ τι μελάντερον ἔπλετο ἔσθος. |
95 | βῆ δ᾽ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶριςἡγεῖτ᾽· ἀμφὶ δ᾽ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.ἀκτὴν δ᾽ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,εὗρον δ᾽ εὐρύοπα Κρονίδην, περὶ δ᾽ ἄλλοι ἅπαντεςεἵαθ᾽ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες. |
100 | ἣ δ᾽ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ᾽ Ἀθήνη.
Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκεκαί ῥ᾽ εὔφρην᾽ ἐπέεσσι· Θέτις δ᾽ ὤρεξε πιοῦσα.τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ, |
105 | πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ᾽ εἵνεκα δεῦρο κάλεσσα.ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρενἝκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθωι·κλέψαι δ᾽ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην· |
110 | αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτωαἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.αἶψα μάλ᾽ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῶι ἐπίτειλον·σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ᾽ ἔξοχα πάντωνἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένηισιν |
115 | Ἕκτορ᾽ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ᾽ ἀπέλυσεν,αἴ κέν πως ἐμέ τε δείσηι ἀπό θ᾽ Ἕκτορα λύσηι.αὐτὰρ ἐγὼ Πριάμωι μεγαλήτορι Ἶριν ἐφήσωλύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν,δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνηι. |
120 | ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα,ἷξεν δ᾽ ἐς κλισίην οὗ υἱέος· ἔνθ᾽ ἄρα τόν γεεὗρ᾽ ἁδινὰ στενάχοντα· φίλοι δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροιἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον· |
125 | τοῖσι δ᾽ ὄϊς λάσιος μέγας ἐν κλισίηι ἱέρευτο.ἣ δὲ μάλ᾽ ἄγχ᾽ αὐτοῖο καθέζετο πότνια μήτηρ,χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύωνσὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου |
130 | οὔτ᾽ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητιμίσγεσθ᾽· οὐ γάρ μοι δηρὸν βέηι, ἀλλά τοι ἤδηἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.ἀλλ᾽ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ᾽ ἔξοχα πάντων |
135 | ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένηισινἝκτορ᾽ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ᾽ ἀπέλυσας.
ἀλλ᾽ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·τῆιδ᾽ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο, |
140 | εἰ δὴ πρόφρονι θυμῶι Ὀλύμπιος αὐτὸς ἀνώγει.ὣς οἵ γ᾽ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸςπολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον.Ἶριν δ᾽ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·βάσκ᾽ ἴθι Ἶρι ταχεῖα λιποῦσ᾽ ἕδος Οὐλύμποιο |
145 | ἄγγειλον Πριάμωι μεγαλήτορι Ἴλιον εἴσωλύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν,δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνηιοἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ᾽ ἰθύνοι |
150 | ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτιςνεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσηι. |
155 | αὐτὰρ ἐπὴν ἀγάγηισιν ἔσω κλισίην Ἀχιλῆος,οὔτ᾽ αὐτὸς κτενέει ἀπό τ᾽ ἄλλους πάντας ἐρύξει·οὔτε γάρ ἐστ᾽ ἄφρων οὔτ᾽ ἄσκοπος οὔτ᾽ ἀλιτήμων,ἀλλὰ μάλ᾽ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.ὣς ἔφατ᾽, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα. |
160 | ἷξεν δ᾽ ἐς Πριάμοιο, κίχεν δ᾽ ἐνοπήν τε γόον τε.
παῖδες μὲν πατέρ᾽ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆςδάκρυσιν εἵματ᾽ ἔφυρον, ὁ δ᾽ ἐν μέσσοισι γεραιὸςἐντυπὰς ἐν χλαίνηι κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴκόπρος ἔην κεφαλῆι τε καὶ αὐχένι τοῖο γέροντος |
165 | τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῆισι.θυγατέρες δ᾽ ἀνὰ δώματ᾽ ἰδὲ νυοὶ ὠδύροντοτῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶχερσὶν ὑπ᾽ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα |
170 | τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ᾽ ἱκάνωἀλλ᾽ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ᾽ ἐλεαίρει.
|
175 | λύσασθαί σ᾽ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνηιοἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ᾽ ἰθύνοιἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις |
180 | νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·τοῖος γάρ τοι πομπὸς ἅμ᾽ ἕψεται ἀργεϊφόντης,ὅς σ᾽ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσηι.αὐτὰρ ἐπὴν ἀγάγηισιν ἔσω κλισίην Ἀχιλῆος, |
185 | οὔτ᾽ αὐτὸς κτενέει ἀπό τ᾽ ἄλλους πάντας ἐρύξει·οὔτε γάρ ἔστ᾽ ἄφρων οὔτ᾽ ἄσκοπος οὔτ᾽ ἀλιτήμων,ἀλλὰ μάλ᾽ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις,αὐτὰρ ὅ γ᾽ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην |
190 | ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ᾽ αὐτῆς.αὐτὸς δ᾽ ἐς θάλαμον κατεβήσετο κηώεντακέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·ἐς δ᾽ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε |
195 | λύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν,δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνηι.ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;αἰνῶς γάρ μ᾽ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγεκεῖσ᾽ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν. |
200 | ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθωι·ὤ μοι πῆι δή τοι φρένες οἴχονθ᾽, ἧις τὸ πάρος περἔκλε᾽ ἐπ᾽ ἀνθρώπους ξείνους ἠδ᾽ οἷσιν ἀνάσσεις;πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶοςἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς |
205 | υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.εἰ γάρ σ᾽ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσινὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σ᾽ ἐλεήσει,οὐδέ τί σ᾽ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθενἥμενοι ἐν μεγάρωι· τῶι δ᾽ ὥς ποθι Μοῖρα κραταιὴ |
210 | γιγνομένωι ἐπένησε λίνωι, ὅτε μιν τέκον αὐτή,ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήωνἀνδρὶ πάρα κρατερῶι, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμιἐσθέμεναι προσφῦσα· τότ᾽ ἄντιτα ἔργα γένοιτοπαιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, |
215 | ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπωνἑσταότ᾽ οὔτε φόβου μεμνημένον οὔτ᾽ ἀλεωρῆς.τὴν δ᾽ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·μή μ᾽ ἐθέλοντ᾽ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.
|
220 | εἰ μὲν γάρ τίς μ᾽ ἄλλος ἐπιχθονίων ἐκέλευεν,ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·νῦν δ᾽, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα |
225 | τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνωνβούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺςἀγκὰς ἑλόντ᾽ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλ᾽ ἀνέωιγεν·ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, |
230 | δώδεκα δ᾽ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,τόσσα δὲ φάρεα λευκά, τόσους δ᾽ ἐπὶ τοῖσι χιτῶνας.
χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,ἐκ δὲ δύ᾽ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῆικες πόρον ἄνδρες |
235 | ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περφείσατ᾽ ἐνὶ μεγάροις ὁ γέρων, περὶ δ᾽ ἤθελε θυμῶιλύσασθαι φίλον υἱόν. ὁ δὲ Τρῶας μὲν ἅπανταςαἰθούσης ἀπέεργεν ἔπεσσ᾽ αἰσχροῖσιν ἐνίσσων·ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν |
240 | οἴκοι ἔνεστι γόος, ὅτι μ᾽ ἤλθετε κηδήσοντες;ἦ ὀνόσασθ᾽ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκεπαῖδ᾽ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθεκείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε |
245 | πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τεὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.ἦ καὶ σκηπανίωι δίεπ᾽ ἀνέρας· οἳ δ᾽ ἴσαν ἔξωσπερχομένοιο γέροντος· ὁ δ᾽ υἱάσιν οἷσιν ὁμόκλανεικείων Ἕλενόν τε Πάριν τ᾽ Ἀγάθωνά τε δῖον |
250 | Πάμμονά τ᾽ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε ΠολίτηνΔηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·ἐννέα τοῖς ὁ γεραιὸς ὁμοκλήσας ἐκέλευε·σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθ᾽ ἅμα πάντεςἝκτορος ὠφέλετ᾽ ἀντὶ θοῆις ἐπὶ νηυσὶ πεφάσθαι. |
255 | ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστουςΤροίηι ἐν εὐρείηι, τῶν δ᾽ οὔ τινά φημι λελεῖφθαι,Μήστορά τ᾽ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμηνἝκτορά θ᾽, ὃς θεὸς ἔσκε μετ᾽ ἀνδράσιν, οὐδὲ ἐώικειἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο. |
260 | τοὺς μὲν ἀπώλεσ᾽ Ἄρης, τὰ δ᾽ ἐλέγχεα πάντα λέλειπταιψεῦσταί τ᾽ ὀρχησταί τε χοροιτυπίηισιν ἄριστοιἀρνῶν ἠδ᾽ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,ταῦτά τε πάντ᾽ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο; |
265 | ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴνἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείηνκαλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ᾽ αὐτῆς,κὰδ δ᾽ ἀπὸ πασσαλόφι ζυγὸν ἥιρεον ἡμιόνειονπύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός· |
270 | ἐκ δ᾽ ἔφερον ζυγόδεσμον ἅμα ζυγῶι ἐννεάπηχυ.καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστωι ἐπὶ ῥυμῶιπέζηι ἔπι πρώτηι, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,τρὶς δ᾽ ἑκάτερθεν ἔδησαν ἐπ᾽ ὀμφαλόν, αὐτὰρ ἔπειταἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ᾽ ἔκαμψαν. |
275 | ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ᾽ ἀπήνηςνήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι᾽ ἄποινα,ζεῦξαν δ᾽ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,τούς ῥά ποτε Πριάμωι Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.ἵππους δὲ Πριάμωι ὕπαγον ζυγόν, οὓς ὁ γεραιὸς |
280 | αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστηι ἐπὶ φάτνηι.τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσικῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε᾽ ἔχοντες·ἀγχίμολον δέ σφ᾽ ἦλθ᾽ Ἑκάβη τετιηότι θυμῶιοἶνον ἔχουσ᾽ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι |
285 | χρυσέωι ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·στῆ δ᾽ ἵππων προπάροιθεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ᾽ ἱκέσθαιἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸςὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης. |
290 | ἀλλ᾽ εὔχεο σύ γ᾽ ἔπειτα κελαινεφέϊ ΚρονίωνιἸδαίωι, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,αἴτει δ᾽ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῶιφίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας |
295 | τῶι πίσυνος ἐπὶ νῆας ἴηις Δαναῶν ταχυπώλων.εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,οὐκ ἂν ἔγωγέ σ᾽ ἔπειτα ἐποτρύνουσα κελοίμηννῆας ἐπ᾽ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.τὴν δ᾽ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής· |
300 | ὦ γύναι οὐ μέν τοι τόδ᾽ ἐφιεμένηι ἀπιθήσω.ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ᾽ ἐλεήσηι.ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν᾽ ὁ γεραιὸςχερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστηχέρνιβον ἀμφίπολος πρόχοόν θ᾽ ἅμα χερσὶν ἔχουσα. |
305 | νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·εὔχετ᾽ ἔπειτα στὰς μέσωι ἕρκεϊ, λεῖβε δὲ οἶνονοὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστεδός μ᾽ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ᾽ ἐλεεινόν, |
310 | πέμψον δ᾽ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῶιφίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσαςτῶι πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε μητίετα Ζεὺς |
315 | αὐτίκα δ᾽ αἰετὸν ἧκε τελειότατον πετεηνῶνμόρφνον θηρητῆρ᾽ ὃν καὶ περκνὸν καλέουσιν.ὅσση δ᾽ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκταιἀνέρος ἀφνειοῖο ἐῢ κληῗσ᾽ ἀραρυῖα,τόσσ᾽ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι |
320 | δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντεςγήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.σπερχόμενος δ᾽ ὁ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,ἐκ δ᾽ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην, |
325 | τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθενἵπποι, τοὺς ὁ γέρων ἐφέπων μάστιγι κέλευεκαρπαλίμως κατὰ ἄστυ· φίλοι δ᾽ ἅμα πάντες ἕποντοπόλλ᾽ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.οἳ δ᾽ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ᾽ ἀφίκοντο, |
330 | οἳ μὲν ἄρ᾽ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντοπαῖδες καὶ γαμβροί, τὼ δ᾽ οὐ λάθον εὐρύοπα Ζῆνἐς πεδίον προφανέντε· ἰδὼν δ᾽ ἐλέησε γέροντα,αἶψα δ᾽ ἄρ᾽ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν |
335 | ἀνδρὶ ἑταιρίσσαι, καί τ᾽ ἔκλυες ὧι κ᾽ ἐθέληισθα,βάσκ᾽ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶνὣς ἄγαγ᾽, ὡς μήτ᾽ ἄρ τις ἴδηι μήτ᾽ ἄρ τε νοήσηιτῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δ᾽ ἱκέσθαι.ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε διάκτορος ἀργεϊφόντης. |
340 | αὐτίκ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλαἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴνἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν ἅμα πνοιῆις ἀνέμοιο·εἵλετο δὲ ῥάβδον, τῆι τ᾽ ἀνδρῶν ὄμματα θέλγειὧν ἐθέλει, τοὺς δ᾽ αὖτε καὶ ὑπνώοντας ἐγείρει· |
345 | τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.αἶψα δ᾽ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,βῆ δ᾽ ἰέναι κούρωι αἰσυμνητῆρι ἐοικὼςπρῶτον ὑπηνήτηι, τοῦ περ χαριεστάτη ἥβη.οἳ δ᾽ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν, |
350 | στῆσαν ἄρ᾽ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιενἐν ποταμῶι· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.τὸν δ᾽ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξἙρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται. |
355 | ἄνδρ᾽ ὁρόω, τάχα δ᾽ ἄμμε διαρραίσεσθαι ὀΐω.ἀλλ᾽ ἄγε δὴ φεύγωμεν ἐφ᾽ ἵππων, ἤ μιν ἔπειταγούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ᾽ ἐλεήσηι.ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ᾽ αἰνῶς,ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι, |
360 | στῆ δὲ ταφών· αὐτὸς δ᾽ ἐριούνιος ἐγγύθεν ἐλθὼνχεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·πῆι πάτερ ὧδ᾽ ἵππους τε καὶ ἡμιόνους ἰθύνειςνύκτα δι᾽ ἀμβροσίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι;οὐδὲ σύ γ᾽ ἔδεισας μένεα πνείοντας Ἀχαιούς, |
365 | οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναντοσσάδ᾽ ὀνείατ᾽ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;
οὔτ᾽ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,ἄνδρ᾽ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνηι. |
370 | ἀλλ᾽ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλονσεῦ ἀπαλεξήσαιμι· φίλωι δέ σε πατρὶ ἐΐσκω.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής·οὕτω πηι τάδε γ᾽ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.ἀλλ᾽ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα, |
375 | ὅς μοι τοιόνδ᾽ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαιαἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,πέπνυσαί τε νόωι, μακάρων δ᾽ ἔξεσσι τοκήων.τὸν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες. |
380 | ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ἠέ πηι ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνηι,ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴνδειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε |
385 | σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ᾽ Ἀχαιῶν.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής·τίς δὲ σύ ἐσσι φέριστε τέων δ᾽ ἔξεσσι τοκήων;ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.τὸν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· |
390 | πειρᾶι ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχηι ἔνι κυδιανείρηιὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ᾽ ἐπὶ νηυσὶν ἐλάσσαςἈργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῶι·ἡμεῖς δ᾽ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς |
395 | εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.τοῦ γὰρ ἐγὼ θεράπων, μία δ᾽ ἤγαγε νηῦς εὐεργής·Μυρμιδόνων δ᾽ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.
ἀφνειὸς μὲν ὅ γ᾽ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι· |
400 | τῶν μέτα παλλόμενος κλήρωι λάχον ἐνθάδ᾽ ἕπεσθαι.
νῦν δ᾽ ἦλθον πεδίον δ᾽ ἀπὸ νηῶν· ἠῶθεν γὰρθήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανταιἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν. |
405 | τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής·εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆοςεἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδηἧισι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς. |
410 | τὸν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδ᾽ οἰωνοί,ἀλλ᾽ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒαὔτως ἐν κλισίηισι· δυωδεκάτη δέ οἱ ἠὼςκειμένωι, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ |
415 | ἔσθουσ᾽, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.
ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιοἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήηι,οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼνοἷον ἐερσήεις κεῖται, περὶ δ᾽ αἷμα νένιπται, |
420 | οὐδέ ποθι μιαρός· σὺν δ᾽ ἕλκεα πάντα μέμυκενὅσσ᾽ ἐτύπη· πολέες γὰρ ἐν αὐτῶι χαλκὸν ἔλασσαν.ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆοςκαὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.ὣς φάτο, γήθησεν δ᾽ ὁ γέρων, καὶ ἀμείβετο μύθωι· |
425 | ὦ τέκος, ἦ ῥ᾽ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναιἀθανάτοις, ἐπεὶ οὔ ποτ᾽ ἐμὸς πάϊς, εἴ ποτ᾽ ἔην γε,λήθετ᾽ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσηι.ἀλλ᾽ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον, |
430 | αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.τὸν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·πειρᾶι ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,ὅς με κέληι σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι. |
435 | τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρισυλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.σοὶ δ᾽ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,ἐνδυκέως ἐν νηῒ θοῆι ἢ πεζὸς ὁμαρτέων·οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο. |
440 | ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππουςκαρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,ἐν δ᾽ ἔπνευσ᾽ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.ἀλλ᾽ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο, |
445 | τοῖσι δ᾽ ἐφ᾽ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντηςπᾶσιν, ἄφαρ δ᾽ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,ἐς δ᾽ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ᾽ ἐπ᾽ ἀπήνης.ἀλλ᾽ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντοὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι |
450 | δοῦρ᾽ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψανλαχνήεντ᾽ ὄροφον λειμωνόθεν ἀμήσαντες·ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτισταυροῖσιν πυκινοῖσι· θύρην δ᾽ ἔχε μοῦνος ἐπιβλὴςεἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί, |
455 | τρεῖς δ᾽ ἀναοίγεσκον μεγάλην κληῗδα θυράωντῶν ἄλλων· Ἀχιλεὺς δ᾽ ἄρ᾽ ἐπιρρήσσεσκε καὶ οἶος·δή ῥα τόθ᾽ Ἑρμείας ἐριούνιος ὦιξε γέροντι,ἐς δ᾽ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,ἐξ ἵππων δ᾽ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε· |
460 | ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθαἙρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.ἀλλ᾽ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδ᾽ Ἀχιλῆοςὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴηἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην· |
465 | τύνη δ᾽ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιολίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνηις.ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν ὌλυμπονἙρμείας· Πρίαμος δ᾽ ἐξ ἵππων ἆλτο χαμᾶζε, |
470 | Ἰδαῖον δὲ κατ᾽ αὖθι λίπεν· ὁ δὲ μίμνεν ἐρύκωνἵππους ἡμιόνους τε· γέρων δ᾽ ἰθὺς κίεν οἴκου,τῆι ῥ᾽ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸνεὗρ᾽, ἕταροι δ᾽ ἀπάνευθε καθήατο· τὼ δὲ δύ᾽ οἴωἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος |
475 | ποίπνυον παρεόντε· νέον δ᾽ ἀπέληγεν ἐδωδῆςἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.τοὺς δ᾽ ἔλαθ᾽ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ᾽ ἄρα στὰςχερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖραςδεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας. |
480 | ὡς δ᾽ ὅτ᾽ ἂν ἄνδρ᾽ ἄτη πυκινὴ λάβηι, ὅς τ᾽ ἐνὶ πάτρηιφῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμονἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ᾽ ἔχει εἰσορόωντας,ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο. |
485 | τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ,τηλίκου ὥς περ ἐγών, ὀλοῶι ἐπὶ γήραος οὐδῶι·καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντεςτείρουσ᾽, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. |
490 | ἀλλ᾽ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούωνχαίρει τ᾽ ἐν θυμῶι, ἐπί τ᾽ ἔλπεται ἤματα πάνταὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστουςΤροίηι ἐν εὐρείηι, τῶν δ᾽ οὔ τινά φημι λελεῖφθαι. |
495 | πεντήκοντά μοι ἦσαν ὅτ᾽ ἤλυθον υἷες Ἀχαιῶν·ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,τοὺς δ᾽ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ᾽ ἔλυσεν·ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, |
500 | τὸν σὺ πρώιην κτεῖνας ἀμυνόμενον περὶ πάτρηςἝκτορα· τοῦ νῦν εἵνεχ᾽ ἱκάνω νῆας Ἀχαιῶνλυσόμενος παρὰ σεῖο, φέρω δ᾽ ἀπερείσι᾽ ἄποινα.ἀλλ᾽ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τ᾽ ἐλέησονμνησάμενος σοῦ πατρός· ἐγὼ δ᾽ ἐλεεινότερός περ, |
505 | ἔτλην δ᾽ οἷ᾽ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ᾽ ὀρέγεσθαι.ὣς φάτο, τῶι δ᾽ ἄρα πατρὸς ὑφ᾽ ἵμερον ὦρσε γόοιο·ἁψάμενος δ᾽ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.τὼ δὲ μνησαμένω ὁ μὲν Ἕκτορος ἀνδροφόνοιο |
510 | κλαῖ᾽ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ᾽, ἄλλοτε δ᾽ αὖτεΠάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματ᾽ ὀρώρει.αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,καί οἱ ἀπὸ πραπίδων ἦλθ᾽ ἵμερος ἠδ᾽ ἀπὸ γυίων, |
515 | αὐτίκ᾽ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστηοἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἆ δείλ᾽, ἦ δὴ πολλὰ κάκ᾽ ἄνσχεο σὸν κατὰ θυμόν.πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος |
520 | ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺςυἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.ἀλλ᾽ ἄγε δὴ κατ᾽ ἄρ᾽ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ᾽ ἔμπηςἐν θυμῶι κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο· |
525 | ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσιζώειν ἀχνυμένοις· αὐτοὶ δέ τ᾽ ἀκηδέες εἰσί.δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδειδώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·ὧι μέν κ᾽ ἀμμίξας δώηι Ζεὺς τερπικέραυνος, |
530 | ἄλλοτε μέν τε κακῶι ὅ γε κύρεται, ἄλλοτε δ᾽ ἐσθλῶι·ὧι δέ κε τῶν λυγρῶν δώηι, λωβητὸν ἔθηκε,καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,φοιτᾶι δ᾽ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα |
535 | ἐκ γενετῆς· πάντας γὰρ ἐπ᾽ ἀνθρώπους ἐκέκαστοὄλβωι τε πλούτωι τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,καί οἱ θνητῶι ἐόντι θεὰν ποίησαν ἄκοιτιν.ἀλλ᾽ ἐπὶ καὶ τῶι θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τιπαίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων, |
540 | ἀλλ᾽ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γεγηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρηςἧμαι ἐνὶ Τροίηι, σέ τε κήδων ἠδὲ σὰ τέκνα.καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει |
545 | καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,τῶν σε γέρον πλούτωι τε καὶ υἱάσι φασὶ κεκάσθαι.αὐτὰρ ἐπεί τοι πῆμα τόδ᾽ ἤγαγον Οὐρανίωνεςαἰεί τοι περὶ ἄστυ μάχαι τ᾽ ἀνδροκτασίαι τε.ἄνσχεο, μὴ δ᾽ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· |
550 | οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθηισθα.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής·μή πω μ᾽ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρκεῖται ἐνὶ κλισίηισιν ἀκηδής, ἀλλὰ τάχιστα |
555 | λῦσον ἵν᾽ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποιναπολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδ᾽ ἀπόναιο, καὶ ἔλθοιςσὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασαςαὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
560 | μηκέτι νῦν μ᾽ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸςἝκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθεμήτηρ, ἥ μ᾽ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,ὅττι θεῶν τίς σ᾽ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. |
565 | οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ᾽ ἡβῶν,ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ᾽ ὀχῆαῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνηις,μή σε γέρον οὐδ᾽ αὐτὸν ἐνὶ κλισίηισιν ἐάσω |
570 | καὶ ἱκέτην περ ἐόντα, Διὸς δ᾽ ἀλίτωμαι ἐφετμάς.ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ ὁ γέρων καὶ ἐπείθετο μύθωι.Πηλεΐδης δ᾽ οἴκοιο λέων ὣς ἆλτο θύραζεοὐκ οἶος, ἅμα τῶι γε δύω θεράποντες ἕποντοἥρως Αὐτομέδων ἠδ᾽ Ἄλκιμος, οὕς ῥα μάλιστα |
575 | τῖ᾽ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,οἳ τόθ᾽ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,ἐς δ᾽ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,κὰδ δ᾽ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δ᾽ ἀπ᾽ ἀπήνηςἥιρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι᾽ ἄποινα. |
580 | κὰδ δ᾽ ἔλιπον δύο φάρε᾽ ἐΰννητόν τε χιτῶνα,ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.δμωιὰς δ᾽ ἐκκαλέσας λοῦσαι κέλετ᾽ ἀμφί τ᾽ ἀλεῖψαινόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,μὴ ὁ μὲν ἀχνυμένηι κραδίηι χόλον οὐκ ἐρύσαιτο |
585 | παῖδα ἰδών, Ἀχιλῆϊ δ᾽ ὀρινθείη φίλον ἦτορ,καί ἑ κατακτείνειε, Διὸς δ᾽ ἀλίτηται ἐφετμάς.τὸν δ᾽ ἐπεὶ οὖν δμωιαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίωι,ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,αὐτὸς τόν γ᾽ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας, |
590 | σὺν δ᾽ ἕταροι ἤειραν ἐϋξέστην ἐπ᾽ ἀπήνην.ὤιμωξέν τ᾽ ἄρ᾽ ἔπειτα, φίλον δ᾽ ὀνόμηνεν ἑταῖρον·μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαιεἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσαπατρὶ φίλωι, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα. |
595 | σοὶ δ᾽ αὖ ἐγὼ καὶ τῶνδ᾽ ἀποδάσσομαι ὅσσ᾽ ἐπέοικεν.ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,ἕζετο δ᾽ ἐν κλισμῶι πολυδαιδάλωι ἔνθεν ἀνέστητοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες, |
600 | κεῖται δ᾽ ἐν λεχέεσσ᾽· ἅμα δ᾽ ἠοῖ φαινομένηφινὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.καὶ γάρ τ᾽ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,τῆι περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντοἓξ μὲν θυγατέρες, ἓξ δ᾽ υἱέες ἡβώοντες. |
605 | τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ᾽ ἀργυρέοιο βιοῖοχωόμενος Νιόβηι, τὰς δ᾽ Ἄρτεμις ἰοχέαιρα,οὕνεκ᾽ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρήιωι·φῆ δοιὼ τεκέειν, ἣ δ᾽ αὐτὴ γείνατο πολλούς·τὼ δ᾽ ἄρα καὶ δοιώ περ ἐόντ᾽ ἀπὸ πάντας ὄλεσσαν. |
610 | οἳ μὲν ἄρ᾽ ἐννῆμαρ κέατ᾽ ἐν φόνωι, οὐδέ τις ἦενκατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·τοὺς δ᾽ ἄρα τῆι δεκάτηι θάψαν θεοὶ Οὐρανίωνες.ἣ δ᾽ ἄρα σίτου μνήσατ᾽, ἐπεὶ κάμε δάκρυ χέουσα.νῦν δέ που ἐν πέτρηισιν ἐν οὔρεσιν οἰοπόλοισιν |
615 | ἐν Σιπύλωι, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰςνυμφάων, αἵ τ᾽ ἀμφ᾽ Ἀχελώϊον ἐρρώσαντο,ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲσίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα |
620 | Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺςσφάξ᾽· ἕταροι δ᾽ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,μίστυλλόν τ᾽ ἄρ᾽ ἐπισταμένως πεῖράν τ᾽ ὀβελοῖσιν,ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. |
625 | Αὐτομέδων δ᾽ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζηικαλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.οἳ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ᾽ Ἀχιλῆα |
630 | ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐώικει·αὐτὰρ ὁ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺςεἰσορόων ὄψίν τ᾽ ἀγαθὴν καὶ μῦθον ἀκούων.αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής· |
635 | λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδηὕπνωι ὕπο γλυκερῶι ταρπώμεθα κοιμηθέντες·οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσινἐξ οὗ σῆις ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,ἀλλ᾽ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω |
640 | αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνονλαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.ἦ ῥ᾽, Ἀχιλεὺς δ᾽ ἑτάροισιν ἰδὲ δμωιῆισι κέλευσεδέμνι᾽ ὑπ᾽ αἰθούσηι θέμεναι καὶ ῥήγεα καλὰ |
645 | πορφύρε᾽ ἐμβαλέειν, στορέσαι τ᾽ ἐφύπερθε τάπητας,χλαίνας τ᾽ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.αἳ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,αἶψα δ᾽ ἄρα στόρεσαν δοιὼ λέχε᾽ ἐγκονέουσαι.τὸν δ᾽ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
650 | ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶνἐνθάδ᾽ ἐπέλθηισιν βουληφόρος, οἵ τέ μοι αἰεὶβουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,αὐτίκ᾽ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν, |
655 | καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής· |
660 | εἰ μὲν δή μ᾽ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίωι,ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δ᾽ ὕληἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.ἐννῆμαρ μέν κ᾽ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν, |
665 | τῆι δεκάτηι δέ κε θάπτοιμεν δαινῦτό τε λαός,ἑνδεκάτηι δέ κε τύμβον ἐπ᾽ αὐτῶι ποιήσαιμεν,τῆι δὲ δυωδεκάτηι πολεμίξομεν εἴ περ ἀνάγκη.τὸν δ᾽ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ᾽ ὡς σὺ κελεύεις· |
670 | σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.ὣς ἄρα φωνήσας ἐπὶ καρπῶι χεῖρα γέροντοςἔλλαβε δεξιτερήν, μή πως δείσει᾽ ἐνὶ θυμῶι.οἳ μὲν ἄρ᾽ ἐν προδόμωι δόμου αὐτόθι κοιμήσαντοκῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε᾽ ἔχοντες, |
675 | αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῶι κλισίης ἐϋπήκτου·τῶι δὲ Βρισηῒς παρελέξατο καλλιπάρηιος.ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶεὗδον παννύχιοι μαλακῶι δεδμημένοι ὕπνωι·ἀλλ᾽ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν |
680 | ὁρμαίνοντ᾽ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆανηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθ᾽ εὕδειςἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σ᾽ εἴασεν Ἀχιλλεύς.
|
685 | καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ᾽ ἔδωκας·σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποιναπαῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ᾽ Ἀγαμέμνωνγνώηι σ᾽ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ ὁ γέρων, κήρυκα δ᾽ ἀνίστη. |
690 | τοῖσιν δ᾽ Ἑρμείας ζεῦξ᾽ ἵππους ἡμιόνους τε,ῥίμφα δ᾽ ἄρ᾽ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖοΞάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,Ἑρμείας μὲν ἔπειτ᾽ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, |
695 | Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾽ αἶαν,οἳ δ᾽ εἰς ἄστυ ἔλων οἰμωγῆι τε στοναχῆι τεἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλοςἔγνω πρόσθ᾽ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,ἀλλ᾽ ἄρα Κασσάνδρη ἰκέλη χρυσῆι Ἀφροδίτηι |
700 | Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ᾽ εἰσενόησενἑσταότ᾽ ἐν δίφρωι, κήρυκά τε ἀστυβοώτην·τὸν δ᾽ ἄρ᾽ ἐφ᾽ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·κώκυσέν τ᾽ ἄρ᾽ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·ὄψεσθε Τρῶες καὶ Τρωιάδες Ἕκτορ᾽ ἰόντες, |
705 | εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντιχαίρετ᾽, ἐπεὶ μέγα χάρμα πόλει τ᾽ ἦν παντί τε δήμωι.ὣς ἔφατ᾽, οὐδέ τις αὐτόθ᾽ ἐνὶ πτόλεϊ λίπετ᾽ ἀνὴροὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι. |
710 | πρῶται τόν γ᾽ ἄλοχός τε φίλη καὶ πότνια μήτηρτιλλέσθην ἐπ᾽ ἄμαξαν ἐΰτροχον ἀΐξασαιἁπτόμεναι κεφαλῆς· κλαίων δ᾽ ἀμφίσταθ᾽ ὅμιλος.καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἝκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων, |
715 | εἰ μὴ ἄρ᾽ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειταἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.ὣς ἔφαθ᾽, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνηι.οἳ δ᾽ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα |
720 | τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δ᾽ εἷσαν ἀοιδοὺςθρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴνοἳ μὲν ἄρ᾽ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.τῆισιν δ᾽ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιοἝκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα· |
725 | ἆνερ ἀπ᾽ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρηνλείπεις ἐν μεγάροισι· πάϊς δ᾽ ἔτι νήπιος αὔτωςὃν τέκομεν σύ τ᾽ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴωἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατ᾽ ἄκρηςπέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν |
730 | ῥύσκευ, ἔχες δ᾽ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῆισι,καὶ μὲν ἐγὼ μετὰ τῆισι· σὺ δ᾽ αὖ τέκος ἢ ἐμοὶ αὐτῆιἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιοἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν |
735 | ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρονχωόμενος, ὧι δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρἢ πατέρ᾽ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ ἈχαιῶνἝκτορος ἐν παλάμηισιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.
οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῆι· |
740 | τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκαςἝκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.οὐ γάρ μοι θνήισκων λεχέων ἐκ χεῖρας ὄρεξας,οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ |
745 | μεμνήιμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.ὣς ἔφατο κλαίουσ᾽, ἐπὶ δὲ στενάχοντο γυναῖκες.τῆισιν δ᾽ αὖθ᾽ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·Ἕκτορ ἐμῶι θυμῶι πάντων πολὺ φίλτατε παίδων,ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν· |
750 | οἳ δ᾽ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσηι.ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺςπέρνασχ᾽ ὅν τιν᾽ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,ἐς Σάμον ἔς τ᾽ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·σεῦ δ᾽ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῶι, |
755 | πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ᾽ ἑτάροιοΠατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδ᾽ ὧς.νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισικεῖσαι, τῶι ἴκελος ὅν τ᾽ ἀργυρότοξος Ἀπόλλωνοἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν. |
760 | ὣς ἔφατο κλαίουσα, γόον δ᾽ ἀλίαστον ὄρινε.τῆισι δ᾽ ἔπειθ᾽ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·Ἕκτορ ἐμῶι θυμῶι δαέρων πολὺ φίλτατε πάντων,ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,ὅς μ᾽ ἄγαγε Τροίηνδ᾽· ὡς πρὶν ὤφελλον ὀλέσθαι. |
765 | ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶνἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·ἀλλ᾽ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ᾽ ἀσύφηλον·ἀλλ᾽ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοιδαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, |
770 | ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκεςσῆι τ᾽ ἀγανοφροσύνηι καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.τὼ σέ θ᾽ ἅμα κλαίω καὶ ἔμ᾽ ἄμμορον ἀχνυμένη κῆρ·οὐ γάρ τίς μοι ἔτ᾽ ἄλλος ἐνὶ Τροίηι εὐρείηι |
775 | ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.ὣς ἔφατο κλαίουσ᾽, ἐπὶ δ᾽ ἔστενε δῆμος ἀπείρων.λαοῖσιν δ᾽ ὁ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῶιδείσητ᾽ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς |
780 | πέμπων μ᾽ ὧδ᾽ ἐπέτελλε μελαινάων ἀπὸ νηῶνμὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόληι ἠώς.ὣς ἔφαθ᾽, οἳ δ᾽ ὑπ᾽ ἀμάξηισιν βόας ἡμιόνους τεζεύγνυσαν, αἶψα δ᾽ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην· |
785 | ἀλλ᾽ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,καὶ τότ᾽ ἄρ᾽ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,ἐν δὲ πυρῆι ὑπάτηι νεκρὸν θέσαν, ἐν δ᾽ ἔβαλον πῦρ.ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,τῆμος ἄρ᾽ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός. |
790 | αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντοπρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνωιπᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειταὀστέα λευκὰ λέγοντο κασίγνητοί θ᾽ ἕταροί τεμυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. |
795 | καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντεςπορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.αἶψα δ᾽ ἄρ᾽ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθεπυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·ῥίμφα δὲ σῆμ᾽ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντηι, |
800 | μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειταεὖ συναγειρόμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖταδώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.
ὣς οἵ γ᾽ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο. |