BIBLIOTHECA AUGUSTANA

 

Hesiodos

ca. 710 a. Chr. n.

 

Γένος Ἡσιόδου

 

Textus:

Hesiodi carmina. Recensuit et commentariis

instruxit Carolus Goettlingius, Gothae 1843.

Sumptibus Fridericae Hennings.

(Londini apud D. Nutt. 158 Fleet Street.)

 

___________________________________________________________

 

 

 

σίοδος σὺν τῶι ἀδελφῶι Πέρσηι παῖς ἐγεγόνει Δίου καὶ Πυκιμήδης, Κυμαίων Αἰολέων, πενήτων ἀνθρώπων, οἳ διὰ τὸ ἄπορον καὶ τὰ χρέα τὴν ἑαυτῶν πατρίδα Κύμην ἀφέντες μεταναστεύουσιν ἐπὶ τὴν Ἄσκρην, χωρίον τὴν Βοιωτῶν δυσχείμερον καὶ κακοθέρειον, περὶ τοὺς πόδας κειμένην τοῦ Ἑλικῶνος, κἀκεῖ κατοικοῦσι. τοιαύτηι δὲ πενίαι τῶν ἀνθρώπων συνεσχημένων, συνέβη τὸν Ἡσίοδον τοῦτον πρόβατα ἐν τῶι Ἑλικῶνι ποιμαίνειν. φασὶ δὲ ὡς ἐννέα τινὲς ἐλθοῦσαι γυναῖκες καὶ δρεψάμεναι κλῶνας ἐκ δάφνης Ἑλικωνίτιδος αὐτὸν ἐπεσίτισαν, καὶ οὕτω σοφίας καὶ ποιητικῆς ἐμπεφόρητο. ἀλλὰ τὰ μέχρι μὲν τούτων ἀτρεκῆ τε καὶ ἀληθέστατα ὅτι παῖς ὁ Ἡσίοδος Δίου καὶ Πυκιμήδης, καὶ ὡς κατὰ τὸν Ἑλικώνα ἐποίμανε· τὰ δ᾽ ἐντεῦθεν μεμυθηγόρηναι καὶ ἀλληγορικώτερον λέλεκται. ἢ γὰρ ἐν τῶι ποιμαίνειν περὶ τὸν Ἑλικῶνα ἐνόμευε καὶ καθευδήσας ὁ Ἡσίοδος ὄναρ εἶδεν ἐννέα γυναῖκας δάφνας αὐτῶι ψωμιζούσας. ἐδήλου δὲ τὸ ὄναρ πάντως ὡς πικρίας καὶ πόνων μετεσχηκὼς τῆς παιδεύσεως ἀειθαλῆ γεννήσει ποιήματα· ταῦτα τοίνυν ὁ Ἡσίοδος ἢ ὄψει ὀνείρων τεθεαμένος καὶ διυπνισθεὶς καὶ τὸ ποιμαίνειν ἀφεὶς καὶ πόνοις ἑαυτὸν ἐνδοὺς καὶ μαθήμασι τὴν τὸν ὀνείρων ἐπίλυσιν ἐξεπέρανεν, ἢ περὶ τὸν Ἑλικῶνα ποιμαίνων ἐγρηγορὼς καὶ ἄϋπνος ὢν σύννους τε πρὸς ἑαυτὸν γεγονὼς καὶ πρέποντα νοῦν ἐσχηκὼς ἀποδιδράσκει μὲν τὸ εὐτελὲς καὶ ποιμενικὸν καὶ σκληρόβιον καὶ προσδραμὼν τῆι παιδεύσει καὶ πόνοις ἐγκαρτερήσας μεγάλην καρποῦται τὴν εὔκλειαν, καὶ βίβλους τοσαύτας ἐξεπονήσατο, ἃς ἐγὼ Μουσῶν τε καὶ γνώσεως ἐπίσταμαι ψώμισμα καὶ δάφνας λάλους Ἑλικωνίτιδας, ἑλισσομένας ἁπανταχοῦ καὶ θαλλούσας καὶ κηρυττούσας τὸν πρὶν μὲν οἰκτρόβιον καὶ ἀφανῆ νομέα ποιμνίων, νῦν δὲ ἡμίθεον χρηματίσαντα δι᾽ ἀρετῆς καὶ παιδεύσεως. ὥσπερ καὶ ὁ Σωφρονίσκου Σωκράτης ὁ λιθοξόος, καὶ ὁ ἰχθυοπώλης Δημάδης, καὶ ὁ τῆς τυμπανιστρίας Αἰσχίνης, Σίμων τε ὁ σκυτεύς, καὶ ὁ λαχανεὺς Εὐριπίδης, ἔτι τε ὁ Σκύθης Ἀνάχαρσις, καὶ ἄμφω τὼ δούλω Αἴσωπος καὶ Ἐπίκτητος, καὶ ὁ Σύρος ῥήτωρ ὁ Λουκιανὸς ὁ λιθοξόος τε καὶ ἡμίδουλος , καὶ οἱ λοιποί, (ὥσπερ καὶ παρ᾽ ἡμῖν ὁ χρυσογνώμων ἐκεῖνος Σωτήριχος καὶ ὁ νῦν περιὼν τῆς Νικομήδους οἰνοπράτης ἀρχιερεύς, ὃς οὐδὲ νῦν ἐθέλει τοῦ πιθεῶνος εξίστασθαι, ἀλλ᾽ ἔτι τὸν οἶνον μιγνύει καὶ μεταβάλλει τοὺς ἀμφορεῖς). συνηκμακέναι δ᾽ αὐτὸν οἱ μὲν Ὁμήρωι φασίν, οἱ δὲ καὶ Ὁμήρου προγενέστερον εἶναι διισχυρίζονται. καὶ οἱ μὲν προγενέστερον εἶναι Ὁμήρου διισχυριζόμενοι ἐν ἀρχαῖς εἶναί φασι τῆς Ἀρχίππου ἀρχῆς, Ὅμηρον δὲ ἐν τῶι τέλει· ὁ δ᾽ Ἄρχιππος οὗτος υἱὸς ἦν Ἀκάστου, ἄρξας Ἀθηναίων ἔτη λεʹ· οἱ δὲ συγχρόνους αὐτοὺς εἶναι λέγοντες ἐπὶ τῆι τελευτῆι τοῦ Ἀμφιδάμαντος τοῦ βασιλέως Εὐβοίας φασὶν αὐτοὺς ἀγωνίσασθαι, καὶ νενικηκέναι Ἡσίοδον ἀγωνοθετοῦντος καὶ κρίνοντος Πανείδου τοῦ βασιλέως τοῦ ἀδελφοῦ Ἀμφιδάμαντος καὶ τῶν υἱῶν Ἀμφιδάμαντος Γανύκτορός τε καὶ τῶν λοιπῶν. ἐξηρωτηκέναι γὰρ αὐτοὺς πολλὰ πρὸς ἀλλήλους φασὶ δι᾽ ἐπῶν αὐτοσχεδίων καὶ ἀποκρίνασθαι, καὶ πᾶσι τὸν Ὅμηρον τὰ πρωτεῖα λαμβάνειν· τέλος τοῦ βασιλέως Πανείδου εἰπόντος αὐτοῖς τὰ κάλλιστα τῶν ἑαυτῶν ἐπῶν ἀναλεξαμένους εἰπεῖν, Ὅμηρος μὲν ἄρχεται λέγειν τοῦτο τὸ χωρίον ἀπὸ πολλῶν ἐπῶν ἀρξάμενος ὄπισθεν·

 

ἀσπὶς ἄρ᾽ ἀσπίδ᾽ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ᾽ ἀνήρ,

ψαῦον δ᾽ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι

νευόντων· ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι,

 

καὶ περαιτέρω τούτων. Ἡσίοδος δὲ τῶν

 

Πληϊάδων Ἀτλαγγενέων ἐπιτελλομενάων

 

ἀπάρχεται καὶ ὁμοίως Ὁμήρωι προβαίνει μέχρι πολλοῦ τῶν ἐπῶν. καὶ πάλιν ἐπὶ τούτοις οἱ παρεστῶτες πάντες τῶν ἐλλογίμων καὶ στρατιωτῶν τὸν Ὅμηρον ἐστεφάνουν, ὁ δὲ Πανείδης ἔκρινε νικᾶν Ἡσίοδον ὡς εἰρήνην καὶ γεωργίαν διδάσκοντα καὶ οὐ καθάπερ Ὅμηρος πολέμους καὶ σφάγια. ἀλλὰ ταῦτα μέν εἰσι ληρήματα τῶν νεωτέρων καὶ πλάσεις τῶν πρὸς ἀλλήλους ἐρωτημάτων καὶ τῶν ἐξ Ὁμήρου παρεκβεβλημένων ἐπῶν καὶ ὑπ᾽ ἐκείνου δῆθεν ῥηθέντων. Ὅμηρος γὰρ ὁ χρυσοῦς, ὡς ἐγὦιμαι, μᾶλλον δὲ ἀκριβεστάτως ἐπίσταμαι, πολύ τε παλαιότερος Ἡσιόδου ὑπῆρχε, καὶ εἰ πρὸς τοὺς θρυλλουμένους ἐκείνους θεοὺς ἔριν ἐστήσατο λόγων, καὶ κατὰ τούτων ἂν τὰ πρωτεῖα καὶ τοὺς στεφάνους ἠνέγκατο. ἀλλ᾽ ἴσως ὁ ἕτερος Ὅμηρος ἦν ὁ τῶι Ἡσιόδωι ἰσόχρονος ὁ τοῦ Εὔφρονος παῖς ὁ Φωκεὺς ὁ καὶ τούτωι τὴν ἔριν στησάμενος, κἂν τὰ ἔπη τοῦ θείου ἐκείνου ἀνδρὸς τῆι ὁμωνυμίαι πεπλανημένοι λέγειν τοῦτο ἐπλάσαντο. Ὅμηροι γὰρ πολλοὶ γεγόνασιν ἕτεροι ζήλωι τοῦ παλαιοῦ τὴν κλῆσιν λαμβάνοντες· καὶ γὰρ καὶ τοῦ Φωκέως Ὁμήρου τούτου ἕτερος ὑπάρχει νεώτερος Ὅμηρος. οὗτος ὁ νεώτερος Ὅμηρος ἦν παῖς Ἀνδρομάχου τῶι γένει Βυζάντιος ὁ τὴν Εὐρυπύλειαν ποιήσας. τὸν παλαιὸν δὲ Ὅμηρον Διονύσιος ὁ κυκλογράφος φησὶν ἐπ᾽ ἀμφοτέρων ὑπάρχειν τῶν Θηβαϊκῶν στρατειῶν καὶ τῆς Ἰλίου ἁλώσεως. ἐκ τούτου οὖν λογίζομαι τοῦτον τοῦ Ἡσιόδου εἶναι τετρακοσίων ἐτῶν προγενέστερον. Ἀριστοτέλης γὰρ ὁ φιλόσοφος, μᾶλλον δὲ οἶμαι ὁ τοὺς πέπλους συντάξας, ἐν τῆι Ὀρχομενίων πολιτείαι Στησίχορον τὸν μελοποιὸν εἶναί φησιν υἱὸν Ἡσιόδου ἐκ τῆς Κλυμένης αὐτῶι γεννηθέντα τῆς Ἀμφιφάνους καὶ Γανύκτορος ἀδελφῆς, θυγατρὸς δὲ Φηγέως. ὁ δὲ Στησίχορος οὗτος σύγχρονος ἦν Πυθαγόραι τῶι φιλοσόφωι καὶ τῶι Ἀκραγαντίνωι Φαλάριδι. Ἀστυπαλαιεὺς δ᾽ ἦν τῶι γένει ὁ Φάλαρις, ὡς αὐτός φησιν ἐπιστολαῖς ταῖς αὐτοῦ, τύραννος δε Ἀκραγαντίνων. Ἐγὼ δὲ οὐκ ἀκριβολογησάμενος Ἀκραγαντῖνον ἐκάλεσα τῆι κοινῆι συνηθείαι χρώμενος· ἡ δὲ Ἀστυπάλη πόλις τῆς Σάμου ἐστίν. οἱ δὲ Ὁμήρου τετρακοσίοις ὑστερίζοντα ἔτεσι, καθά φησι καὶ Ἡρόδοτος, συνεγράψατο δὲ ὁ τοιοῦτος Ἡσίοδος βίβλους ἑκκαίδεχα, Ὅμηρος δὲ ὁ παλαιὸς ιγʹ. τελευτᾶι δὲ ὁ Ἡσίοδος ἐν Λοκρίδι τοιουτοτρόπως. μετὰ τὴν νίκην ἣν αὐτὸν νενικηκέναι φασὶν ἐπὶ τῆι τελευτῆι Ἀμφιδάμαντος εἰς Δελφοὺς ἐπορεύθη, καὶ ἐδόθη αὐτῶι οὑτοσὶ ὁ χρησμός·

 

ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον ἀμφιπολεύει,

Ἡσίοδος, Μούσηισι τετιμένος ἀθανάτηισι·

τοῦ δή τοι κλέος ἔσται ὅσον τ᾽ ἐπικίδναται Ἠώς.

ἀλλὰ Διὸς πεφύλαξα Νεμείου κάλλιμον ἄλσος·

κεῖθι δέ τοι θανάτοιο τέλος πεπρωμένον ἐστίν.

 

ὁ δε τὴν ἐν Πελοποννήσωι Νεμέαν φυγὼν ἐν Οἰνόη τῆς Λοκρίδος ὑπὸ Ἀμφιφάνους καὶ Γανύκτορος τῶν Φηγέως παίδων ἀναιρεῖται καὶ ῥίπτεται εἰς τὴν θάλασσαν, ὡς φθείρας τὴν ἀδελφὴν ἐκείνων Κλυμένην, ἐξ ἧς ἐγεννήθη Στησίχορος· ἐκαλεῖτο δὲ ἡ Οἰνόη Διὸς Νεμείου ἱερόν. μετὰ δὲ τρίτην ἡμέραν ὑπὸ δελφίνων πρὸς τὸν αἰγιαλὸν ἐξήχθη τὸ σῶμα μεταξὺ Λοκρίδος καὶ Εὐβοίας, καὶ ἔθαψαν αὐτὸν Λοκροὶ ἐν Νεμέαι τῆς Οἰνόης. οἱ δὲ φονεῖς αὐτοῦ νηὸς ἐπιβάντες ἐπειρῶντο φυγεῖν, χειμῶνι δὲ διεφθάρησαν. Ὀρχομένιοι δὲ ὕστερον κατὰ χρησμὸν ἐνεγκόντες τὰ Ἡσιόδου ὀστᾶ θάπτουσιν ἐν μέσῆι τῆι ἀγορᾶι καὶ ἐπέγραψαν τάδε·

 

Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστίν,

ἀνδρῶν κρινόμενων ἐν βασάνοις σοφίης,

Ἄσκρη μὲν πατρὶς πολυλήϊος, ἀλλὰ θανόντος

ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει.

 

ἐπέγραψε δὲ καὶ Πίνδαρος·

 

χαῖρε δὶς ἡβήσας καὶ δὶς τάφου ἀντιβολήσας,

Ἡσίοδ᾽, ἀνθρώποις μέτρον ἔχων σοφίης.