Hesiodos
ca. 710 a. Chr. n.
Θεογονία
Textus:Hesiodi theogonia, opera et dies, scutum, fragmentaed. F. Solmsen/R. Merkelbach/M. L. West, Oxford 1970
|
|
______________________________________________________________
|
|
Simulacrum templi archaici (Argolis, saec. VIII)
Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ᾽ ἀείδειν,αἵ θ᾽ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε,καί τε περὶ κρήνην ἰοειδέα πόσσ᾽ ἁπαλοῖσινὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος· | |
5 | καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖοἠ᾽ Ἵππου κρήνης ἠ᾽ Ὀλμειοῦ ζαθέοιοἀκροτάτωι Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο,καλοὺς ἱμερόεντας, ἐπερρώσαντο δὲ ποσσίν.ἔνθεν ἀπορνύμεναι κεκαλυμμέναι ἠέρι πολλῶι |
10 | ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,ὑμνεῦσαι Δία τ᾽ αἰγίοχον καὶ πότνιαν ἭρηνἈργείην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,κούρην τ᾽ αἰγιόχοιο Διὸς γλαυκῶπιν ἈθήνηνΦοῖβόν τ᾽ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν |
15 | ἠδὲ Ποσειδάωνα γαιήοχον ἐννοσίγαιονκαὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ᾽ ἈφροδίτηνἭβην τε χρυσοστέφανον καλήν τε ΔιώνηνΛητώ τ᾽ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτηνἨῶ τ᾽ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην |
20 | Γαῖάν τ᾽ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαινανἄλλων τ᾽ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.
αἵ νύ ποθ᾽ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,ἄρνας ποιμαίνονθ᾽ Ἑλικῶνος ὕπο ζαθέοιο.τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον, |
25 | Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·«ποιμένες ἄγραυλοι, κάκ᾽ ἐλέγχεα, γαστέρες οἶον,ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,ἴδμεν δ᾽ εὖτ᾽ ἐθέλωμεν ἀληθέα γηρύσασθαι.»
ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι, |
30 | καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζονδρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴνθέσπιν, ἵνα κλείοιμι τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα,καί μ᾽ ἐκέλονθ᾽ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,σφᾶς δ᾽ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
|
35 | ἀλλὰ τίη μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,εἴρουσαι τά τ᾽ ἐόντα τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα,φωνῆι ὁμηρεῦσαι, τῶν δ᾽ ἀκάματος ῥέει αὐδὴ |
40 | ἐκ στομάτων ἡδεῖα· γελᾶι δέ τε δώματα πατρὸςΖηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσηισκιδναμένηι, ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπουδώματά τ᾽ ἀθανάτων· αἱ δ᾽ ἄμβροτον ὄσσαν ἱεῖσαιθεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῆι |
45 | ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,οἵ τ᾽ ἐκ τῶν ἐγένοντο, θεοὶ δωτῆρες ἐάων·δεύτερον αὖτε Ζῆνα θεῶν πατέρ᾽ ἠδὲ καὶ ἀνδρῶν,[ἀρχόμεναί θ᾽ ὑμνεῦσι θεαὶ † λήγουσαί τ᾽ ἀοιδῆς,]ὅσσον φέρτατός ἐστι θεῶν κάρτει τε μέγιστος· |
50 | αὖτις δ᾽ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντωνὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς ὈλύμπουΜοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
τὰς ἐν Πιερίηι Κρονίδηι τέκε πατρὶ μιγεῖσαΜνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα, |
55 | λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.ἐννέα γάρ οἱ νύκτας ἐμίσγετο μητίετα Ζεὺςνόσφιν ἀπ᾽ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐνιαυτὸς ἔην, περὶ δ᾽ ἔτραπον ὧραιμηνῶν φθινόντων, περὶ δ᾽ ἤματα πόλλ᾽ ἐτελέσθη, |
60 | ἡ δ᾽ ἔτεκ᾽ ἐννέα κούρας, ὁμόφρονας, ἧισιν ἀοιδὴμέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,τυτθὸν ἀπ᾽ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου·
ἔνθά σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά,πὰρ δ᾽ αὐτῆις Χάριτές τε καὶ Ἵμερος οἰκί᾽ ἔχουσιν |
65 | ἐν θαλίηις· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαιμέλπονται, πάντων τε νόμους καὶ ἤθεα κεδνὰἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.αἳ τότ᾽ ἴσαν πρὸς Ὄλυμπον, ἀγαλλόμεναι ὀπὶ καλῆι,ἀμβροσίηι μολπῆι· περὶ δ᾽ ἴαχε γαῖα μέλαινα |
70 | ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρεινισομένων πατέρ᾽ εἰς ὅν· ὁ δ᾽ οὐρανῶι ἐμβασιλεύει,αὐτὸς ἔχων βροντὴν ἠδ᾽ αἰθαλόεντα κεραυνόν,κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκασταἀθανάτοις διέταξε νόμους καὶ ἐπέφραδε τιμάς. |
75 | ταῦτ᾽ ἄρα Μοῦσαι ἄειδον Ὀλύμπια δώματ᾽ ἔχουσαι,ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,Κλειώ τ᾽ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τεΤερψιχόρη τ᾽ Ἐρατώ τε Πολύμνιά τ᾽ Οὐρανίη τεΚαλλιόπη θ᾽· ἡ δὲ προφερεστάτη ἐστὶν ἁπασέων. |
80 | ἡ γὰρ καὶ βασιλεῦσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ.ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιογεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,τῶι μὲν ἐπὶ γλώσσηι γλυκερὴν χείουσιν ἐέρσην,τοῦ δ᾽ ἔπε᾽ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ νυ λαοὶ |
85 | πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμισταςἰθείηισι δίκηισιν· ὁ δ᾽ ἀσφαλέως ἀγορεύωναἶψά τι καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσε·τούνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖςβλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι |
90 | ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν·ἐρχόμενον δ᾽ ἀν᾽ ἀγῶνα θεὸν ὣς ἱλάσκονταιαἰδοῖ μειλιχίηι, μετὰ δὲ πρέπει ἀγρομένοισι.τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος |
95 | ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,ἐκ δὲ Διὸς βασιλῆες· ὁ δ᾽ ὄλβιος, ὅντινα Μοῦσαιφίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῶιἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς |
100 | Μουσάων θεράπων κλεῖα προτέρων ἀνθρώπωνὑμνήσει μάκαράς τε θεοὺς οἳ Ὄλυμπον ἔχουσιν,αἶψ᾽ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέωνμέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.
χαίρετε τέκνα Διός, δότε δ᾽ ἱμερόεσσαν ἀοιδήν· |
105 | κλείετε δ᾽ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,οἳ Γῆς ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,Νυκτός τε δνοφερῆς, οὕς θ᾽ ἁλμυρὸς ἔτρεφε Πόντος.εἴπατε δ᾽ ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντοκαὶ ποταμοὶ καὶ πόντος ἀπείριτος οἴδματι θυίων |
110 | ἄστρά τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν·[οἵ τ᾽ ἐκ τῶν ἐγένοντο, θεοὶ δωτῆρες ἐάων·]ὥς τ᾽ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο,ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.ταῦτά μοι ἔσπετε Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι |
115 | ἐξ ἀρχῆς, καὶ εἴπαθ᾽, ὅτι πρῶτον γένετ᾽ αὐτῶν.
ἤτοι μὲν πρώτιστα Χάος γένετ᾽· αὐτὰρ ἔπειταΓαῖ᾽ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶἀθανάτων οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,Τάρταρά τ᾽ ἠερόεντα μυχῶι χθονὸς εὐρυοδείης, |
120 | ἠδ᾽ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,λυσιμελής, πάντων τε θεῶν πάντων τ᾽ ἀνθρώπωνδάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.
ἐκ Χάεος δ᾽ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·Νυκτὸς δ᾽ αὖτ᾽ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, |
125 | οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑωυτῆιΟὐρανὸν ἀστερόενθ᾽, ἵνα μιν περὶ πάντα καλύπτοι,ὄφρ᾽ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί,γείνατο δ᾽ οὔρεα μακρά, θεᾶν χαρίεντας ἐναύλους |
130 | Νυμφέων, αἳ ναίουσιν ἀν᾽ οὔρεα βησσήεντα,ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θυῖον,Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειταΟὐρανῶι εὐνηθεῖσα τέκ᾽ Ὠκεανὸν βαθυδίνηνΚοῖόν τε Κρεῖόν θ᾽ Ὑπερίονά τ᾽ Ἰαπετόν τε |
135 | Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τεΦοίβην τε χρυσοστέφανον Τηθύν τ᾽ ἐρατεινήν.τοὺς δὲ μέθ᾽ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,δεινότατος παίδων, θαλερὸν δ᾽ ἤχθηρε τοκῆα.
γείνατο δ᾽ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας, |
140 | Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,οἳ Ζηνὶ βροντήν τ᾽ ἔδοσαν τεῦξάν τε κεραυνόν.οἱ δ᾽ ἤτοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,μοῦνος δ᾽ ὀφθαλμὸς μέσσωι ἐνέκειτο μετώπωι·Κύκλωπες δ᾽ ὄνομ᾽ ἦσαν ἐπώνυμον, οὕνεκ᾽ ἄρά σφεων |
145 | κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπωι·ἰσχὺς δ᾽ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπ᾽ ἔργοις.
ἄλλοι δ᾽ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντοτρεῖς παῖδες μεγάλοι _τ_ε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,Κόττος τε Βριάρεώς τε Γύγης θ᾽, ὑπερήφανα τέκνα. |
150 | τῶν ἑκατὸν μὲν χεῖρες ἀπ᾽ ὤμων ἀίσσοντο,ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστωι πεντήκονταἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·ἰσχὺς δ᾽ ἄπλητος κρατερὴ μεγάλωι ἐπὶ εἴδει.
ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο, |
155 | δεινότατοι παίδων, σφετέρωι δ᾽ ἤχθοντο τοκῆιἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,πάντας ἀποκρύπτασκε καὶ ἐς φάος οὐκ ἀνίεσκεΓαίης ἐν κευθμῶνι, κακῶι δ᾽ ἐπετέρπετο ἔργωι,Οὐρανός· ἡ δ᾽ ἐντὸς στοναχίζετο Γαῖα πελώρη |
160 | στεινομένη, δολίην δὲ κακὴν ἐπεφράσσατο τέχνην.αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντοςτεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
«παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κ᾽ ἐθέλητε |
165 | πείθεσθαι· πατρός κε κακὴν τεισαίμεθα λώβηνὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.»
ὣς φάτο· τοὺς δ᾽ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶνφθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτηςαἶψ᾽ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
|
170 | «μῆτερ, ἐγώ κεν τοῦτό γ᾽ ὑποσχόμενος τελέσαιμιἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζωἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.»
ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·εἷσε δέ μιν κρύψασα λόχωι, ἐνέθηκε δὲ χερσὶν |
175 | ἅρπην καρχαρόδοντα, δόλον δ᾽ ὑπεθήκατο πάντα.ἦλθε δὲ νύκτ᾽ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίηιἱμείρων φιλότητος ἐπέσχετο, καί ῥ᾽ ἐτανύσθηπάντηι· ὁ δ᾽ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶσκαιῆι, δεξιτερῆι δὲ πελώριον ἔλλαβεν ἅρπην, |
180 | μακρὴν καρχαρόδοντα, φίλου δ᾽ ἀπὸ μήδεα πατρὸςἐσσυμένως ἤμησε, πάλιν δ᾽ ἔρριψε φέρεσθαιἐξοπίσω. τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,πάσας δέξατο Γαῖα· περιπλομένων δ᾽ ἐνιαυτῶν |
185 | γείνατ᾽ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,τεύχεσι λαμπομένους, δολίχ᾽ ἔγχεα χερσὶν ἔχοντας,Νύμφας θ᾽ ἃς Μελίας καλέουσ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν.μήδεα δ᾽ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντικάββαλ᾽ ἀπ᾽ ἠπείροιο πολυκλύστωι ἐνὶ πόντωι, |
190 | ὣς φέρετ᾽ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸςἀφρὸς ἀπ᾽ ἀθανάτου χροὸς ὤρνυτο· τῶι δ᾽ ἔνι κούρηἐθρέφθη· πρῶτον δὲ Κυθήροισι ζαθέοισινἔπλητ᾽, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.ἐκ δ᾽ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη |
195 | ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δ᾽ Ἀφροδίτην[ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν]κικλήσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκ᾽ ἐν ἀφρῶιθρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·Κυπρογενέα δ᾽, ὅτι γέντο περικλύστωι ἐνὶ Κύπρωι· |
200 | ἠδὲ φιλομμειδέα, ὅτι μηδέων ἐξεφαάνθη.τῆι δ᾽ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἔσπετο καλὸςγεινομένηι τὰ πρῶτα θεῶν τ᾽ ἐς φῦλον ἰούσηι·ταύτην δ᾽ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχεμοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι, |
205 | παρθενίους τ᾽ ὀάρους μειδήματά τ᾽ ἐξαπάτας τετέρψίν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκεπαῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·φάσκε δὲ τιταίνοντας ἀτασθαλίηι μέγα ῥέξαι |
210 | ἔργον, τοῖο δ᾽ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
Νὺξ δ᾽ ἔτεκε στυγερόν τε Μόρον καὶ Κῆρα μέλαινανκαὶ Θάνατον, τέκε δ᾽ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων. |
214 | δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν |
213 | οὔ τινι κοιμηθεῖσα θεῶν τέκε Νὺξ ἐρεβεννή, |
215 | Ἑσπερίδας θ᾽, αἷς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖοχρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν·καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,[Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵ τε βροτοῖσιγεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,] |
220 | αἵ τ᾽ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν,οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,πρίν γ᾽ ἀπὸ τῶι δώωσι κακὴν ὄπιν, ὅστις ἁμάρτηι.τίκτε δὲ καὶ Νέμεσιν πῆμα θνητοῖσι βροτοῖσιΝὺξ ὀλοή· μετὰ τὴν δ᾽ Ἀπάτην τέκε καὶ Φιλότητα |
225 | Γῆράς τ᾽ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόενταΛήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόενταὙσμίνας τε Μάχας τε Φόνους τ᾽ Ἀνδροκτασίας τεΝείκεά τε Ψεύδεά τε Λόγους τ᾽ Ἀμφιλλογίας τε |
230 | Δυσνομίην τ᾽ Ἄτην τε, συνήθεας ἀλλήληισιν,Ὅρκόν θ᾽, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπουςπημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσηι·
Νηρέα δ᾽ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντοςπρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα, |
235 | οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμίστωνλήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·αὖτις δ᾽ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα ΦόρκυνΓαίηι μισγόμενος καὶ Κητὼ καλλιπάρηονΕὐρυβίην τ᾽ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
|
240 | Νηρῆος δ᾽ ἐγένοντο μεγήριτα τέκνα θεάωνπόντωι ἐν ἀτρυγέτωι καὶ Δωρίδος ἠυκόμοιο,κούρης Ὠκεανοῖο τελήεντος ποταμοῖο,Πρωθώ τ᾽ Εὐκράντη τε Σαώ τ᾽ Ἀμφιτρίτη τεΕὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε, |
245 | Κυμοθόη Σπειώ τε θοὴ Θαλίη τ᾽ ἐρόεσσαΠασιθέη τ᾽ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυςκαὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ ἈγαυὴΔωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τεΝησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια, |
250 | Δωρὶς καὶ Πανόπη καὶ εὐειδὴς ΓαλάτειαἹπποθόη τ᾽ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυςΚυμοδόκη θ᾽, ἣ κύματ᾽ ἐν ἠεροειδέι πόντωιπνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγηιῥεῖα πρηΰνει καὶ ἐυσφύρωι Ἀμφιτρίτηι, |
255 | Κυμώ τ᾽ Ἠιόνη τε ἐυστέφανός θ᾽ ἉλιμήδηΓλαυκονόμη τε φιλομμειδὴς καὶ ΠοντοπόρειαΛειαγόρη τε καὶ Εὐαγόρη καὶ ΛαομέδειαΠουλυνόη τε καὶ Αὐτονόη καὶ ΛυσιάνασσαΕὐάρνη τε φυὴν ἐρατὴ καὶ εἶδος ἄμωμος |
260 | καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε ΜενίππηΝησώ τ᾽ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τεΝημερτής θ᾽, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντοκοῦραι πεντήκοντα, ἀμύμονα ἔργ᾽ εἰδυῖαι·
|
265 | Θαύμας δ᾽ Ὠκεανοῖο βαθυρρείταο θύγατραἠγάγετ᾽ Ἠλέκτρην· ἡ δ᾽ ὠκεῖαν τέκεν Ἶρινἠυκόμους θ᾽ Ἁρπυίας, Ἀελλώ τ᾽ Ὠκυπέτην τε,αἵ ῥ᾽ ἀνέμων πνοιῆισι καὶ οἰωνοῖς ἅμ᾽ ἕπονταιὠκείηις πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.
|
270 | Φόρκυι δ᾽ αὖ Κητὼ γραίας τέκε καλλιπαρήουςἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσινἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τ᾽ ἄνθρωποι,Πεμφρηδώ τ᾽ εὔπεπλον Ἐνυώ τε κροκόπεπλον,Γοργούς θ᾽, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο |
275 | ἐσχατιῆι πρὸς νυκτός, ἵν᾽ Ἑσπερίδες λιγύφωνοι,Σθεννώ τ᾽ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα·ἡ μὲν ἔην θνητή, αἱ δ᾽ ἀθάνατοι καὶ ἀγήρωι,αἱ δύο· τῆι δὲ μιῆι παρελέξατο Κυανοχαίτηςἐν μαλακῶι λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσι. |
280 | τῆς ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,ἐξέθορε Χρυσάωρ τε μέγας καὶ Πήγασος ἵππος.τῶι μὲν ἐπώνυμον ἦν, ὅτ᾽ ἄρ᾽ Ὠκεανοῦ παρὰ πηγὰςγένθ᾽, ὁ δ᾽ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίληισι.χὠ μὲν ἀποπτάμενος, προλιπὼν χθόνα μητέρα μήλων, |
285 | ἵκετ᾽ ἐς ἀθανάτους· Ζηνὸς δ᾽ ἐν δώμασι ναίειβροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι·Χρυσάωρ δ᾽ ἔτεκε τρικέφαλον Γηρυονῆαμιχθεὶς Καλλιρόηι κούρηι κλυτοῦ Ὠκεανοῖο·τὸν μὲν ἄρ᾽ ἐξενάριξε βίη Ἡρακληείη |
290 | βουσὶ πάρ᾽ εἰλιπόδεσσι περιρρύτωι εἰν Ἐρυθείηιἤματι τῶι, ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπουςΤίρυνθ᾽ εἰς ἱερήν, διαβὰς πόρον Ὠκεανοῖο,Ὄρθόν τε κτείνας καὶ βουκόλον Εὐρυτίωνασταθμῶι ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
|
295 | ἡ δ᾽ ἔτεκ᾽ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸςθνητοῖς ἀνθρώποις οὐδ᾽ ἀθανάτοισι θεοῖσι,σπῆι ἔνι γλαφυρῶι, θείην κρατερόφρον᾽ Ἔχιδναν,ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρηον,ἥμισυ δ᾽ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε |
300 | αἰόλον ὠμηστήν, ζαθέης ὑπὸ κεύθεσι γαίης.ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίληι ὑπὸ πέτρηιτηλοῦ ἀπ᾽ ἀθανάτων τε θεῶν θνητῶν τ᾽ ἀνθρώπων,ἔνθ᾽ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
ἡ δ᾽ ἔρυτ᾽ εἰν Ἀρίμοισιν ὑπὸ χθόνα λυγρὴ Ἔχιδνα, |
305 | ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.τῆι δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητιδεινόν θ᾽ ὑβριστήν τ᾽ ἄνομόν θ᾽ ἑλικώπιδι κούρηι·ἡ δ᾽ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι· |
310 | δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειόν,Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λύγρ᾽ εἰδυῖανΛερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη |
315 | ἄπλητον κοτέουσα βίηι Ἡρακληείηι.καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῶιἈμφιτρυωνιάδης σὺν ἀρηιφίλωι ἸολάωιἩρακλέης βουλῆισιν Ἀθηναίης ἀγελείης·ἡ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ, |
320 | δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε.τῆς ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,ἡ δὲ χιμαίρης, ἡ δ᾽ ὄφιος κρατεροῖο δράκοντος.[πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.] |
325 | τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης·ἡ δ᾽ ἄρα Φῖκ᾽ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον,Ὄρθωι ὑποδμηθεῖσα, Νεμειαῖόν τε λέοντα,τόν ῥ᾽ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτιςγουνοῖσιν κατένασσε Νεμείης, πῆμ᾽ ἀνθρώποις. |
330 | ἔνθ᾽ ἄρ᾽ ὅ γ᾽ οἰκείων ἐλεφαίρετο φῦλ᾽ ἀνθρώπων,κοιρανέων Τρητοῖο Νεμείης ἠδ᾽ Ἀπέσαντος·ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
Κητὼ δ᾽ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσαγείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης |
335 | πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστί.
Τηθὺς δ᾽ Ὠκεανῶι ποταμοὺς τέκε δινήεντας,Νεῖλόν τ᾽ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην,Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον |
340 | Φᾶσίν τε Ῥῆσόν τ᾽ Ἀχελῶιόν τ᾽ ἀργυροδίνηνΝέσσόν τε Ῥοδίον θ᾽ Ἁλιάκμονά θ᾽ Ἑπτάπορόν τεΓρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε ΣιμοῦνταΠηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε ΚάικονΣαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε |
345 | Εὔηνόν τε καὶ Ἀλδῆσκον θεῖόν τε Σκάμανδρον·τίκτε δὲ Κουράων ἱερὸν γένος, αἳ κατὰ γαῖανἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτικαὶ ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,Πειθώ τ᾽ Ἀδμήτη τε Ἰάνθη τ᾽ Ἠλέκτρη τε |
350 | Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴςἹππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τεΖευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τεΠληξαύρη τε Γαλαξαύρη τ᾽ ἐρατή τε ΔιώνηΜηλόβοσίς τε Θόη τε καὶ εὐειδὴς Πολυδώρη |
355 | Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπιςΠερσηίς τ᾽ Ἰάνειρά τ᾽ Ἀκάστη τε Ξάνθη τεΠετραίη τ᾽ ἐρόεσσα Μενεσθώ τ᾽ Εὐρώπη τεΜῆτίς τ᾽ Εὐρυνόμη τε Τελεστώ τε κροκόπεπλοςΧρυσηίς τ᾽ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ |
360 | Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τεκαὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.αὗται ἄρ᾽ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντοπρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι·τρὶς γὰρ χίλιαί εἰσι τανίσφυροι Ὠκεανῖναι, |
365 | αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνηςπάντηι ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.τόσσοι δ᾽ αὖθ᾽ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·τῶν ὄνομ᾽ ἀργαλέον πάντων βροτὸν ἄνδρα ἐνισπεῖν, |
370 | οἱ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάουσι.
Θεία δ᾽ Ἠέλιόν τε μέγαν λαμπράν τε ΣελήνηνἨῶ θ᾽, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνειἀθανάτοις τε θεοῖσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,γείναθ᾽ ὑποδμηθεῖσ᾽ Ὑπερίονος ἐν φιλότητι.
|
375 | Κρείωι δ᾽ Εὐρυβίη τέκεν ἐν φιλότητι μιγεῖσαἈστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάωνΠέρσην θ᾽, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνηισιν.Ἀστραίωι δ᾽ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,ἀργεστὴν Ζέφυρον Βορέην τ᾽ αἰψηροκέλευθον |
380 | καὶ Νότον, ἐν φιλότητι θεὰ θεῶι εὐνηθεῖσα.τοὺς δὲ μέτ᾽ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένειαἄστρά τε λαμπετόωντα, τά τ᾽ οὐρανὸς ἐστεφάνωται.Στὺξ δ᾽ ἔτεκ᾽ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσαΖῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισι |
385 | καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα.τῶν οὐκ ἔστ᾽ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,οὐδ᾽ ὁδός, ὅππηι μὴ κείνοις θεὸς ἡγεμονεύει,ἀλλ᾽ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπωι ἑδριόωνται.ὣς γὰρ ἐβούλευσε Στὺξ ἄφθιτος Ὠκεανίνη |
390 | ἤματι τῶι, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴςἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,εἶπε δ᾽, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,μή τιν᾽ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστονἑξέμεν ἣν τὸ πάρος γε μετ᾽ ἀθανάτοισι θεοῖσι. |
395 | τὸν δ᾽ ἔφαθ᾽, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδ᾽ ἀγέραστος,τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἣ θέμις ἐστίν.ἦλθε δ᾽ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδεσὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός·τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα ἔδωκεν. |
400 | αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,παῖδας δ᾽ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.ὣς δ᾽ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,ἐξετέλεσσ᾽· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
Φοίβη δ᾽ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν· |
405 | κυσαμένη δἤπειτα θεὰ θεοῦ ἐν φιλότητιΛητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.γείνατο δ᾽ Ἀστερίην εὐώνυμον, ἥν ποτε Πέρσης |
410 | ἠγάγετ᾽ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.ἡ δ᾽ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντωνΖεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.ἡ δὲ καὶ ἀστερόεντος ἀπ᾽ οὐρανοῦ ἔμμορε τιμῆς, |
415 | ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπωνἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,κικλήσκει Ἑκάτην· πολλή τέ οἱ ἔσπετο τιμὴῥεῖα μάλ᾽, ὧι πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς, |
420 | καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντοκαὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων·οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τ᾽ ἀπηύρα,ὅσσ᾽ ἔλαχεν Τιτῆσι μέτα προτέροισι θεοῖσιν, |
425 | ἀλλ᾽ ἔχει, ὡς τὸ πρῶτον ἀπ᾽ ἀρχῆς ἔπλετο δασμός.οὐδ᾽, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆςκαὶ γεράων γαίηι τε καὶ οὐρανῶι ἠδὲ θαλάσσηι,ἀλλ᾽ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.ὧι δ᾽ ἐθέληι, μεγάλως παραγίνεται ἠδ᾽ ὀνίνησιν· |
434 | ἔν τε δίκηι βασιλεῦσι παρ᾽ αἰδοίοισι καθίζει, |
434 | ἔν τ᾽ ἀγορῆι λαοῖσι μεταπρέπει, ὅν κ᾽ ἐθέληισιν·ἠδ᾽ ὁπότ᾽ ἐς πόλεμον φθισήνορα θωρήσσωνταιἀνέρες, ἔνθα θεὰ παραγίνεται, οἷς κ᾽ ἐθέληισινίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. |
439 | ἐσθλὴ δ᾽ ἱππήεσσι παρεστάμεν, οἷς κ᾽ ἐθέληισιν· |
435 | ἐσθλὴ δ᾽ αὖθ᾽ ὁπότ᾽ ἄνδρες ἀεθλεύωσ᾽ ἐν ἀγῶνι·ἔνθα θεὰ καὶ τοῖς παραγίνεται ἠδ᾽ ὀνίνησι·νικήσας δὲ βίηι καὶ κάρτει, καλὸν ἄεθλονῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει. |
440 | καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,εὔχονται δ᾽ Ἑκάτηι καὶ ἐρικτύπωι Ἐννοσιγαίωι,ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,ῥεῖα δ᾽ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῶι.ἐσθλὴ δ᾽ ἐν σταθμοῖσι σὺν Ἑρμῆι ληίδ᾽ ἀέξειν· |
445 | βουκολίας δὲ βοῶν τε καὶ αἰπόλια πλατέ᾽ αἰγῶνποίμνας τ᾽ εἰροπόκων ὀίων, θυμῶι γ᾽ ἐθέλουσα,ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσαπᾶσι μετ᾽ ἀθανάτοισι τετίμηται γεράεσσι. |
450 | θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ᾽ ἐκείνηνὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.
Ῥείη δὲ δμηθεῖσα Κρόνωι τέκε φαίδιμα τέκνα,Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον, |
455 | ἴφθιμόν τ᾽ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίεινηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον,Ζῆνά τε μητιόεντα, θεῶν πατέρ᾽ ἠδὲ καὶ ἀνδρῶν,τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος |
460 | νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθ᾽ ἵκοιτο,τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνωνἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντοςοὕνεκά οἱ πέπρωτο ἑῶι ὑπὸ παιδὶ δαμῆναι, |
465 | καὶ κρατερῶι περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς.τῶι ὅ γ᾽ ἄρ᾽ οὐκ ἀλαοσκοπιὴν ἔχεν, ἀλλὰ δοκεύωνπαῖδας ἑοὺς κατέπινε· Ῥέην δ᾽ ἔχε πένθος ἄλαστον.ἀλλ᾽ ὅτε δὴ Δί᾽ ἔμελλε θεῶν πατέρ᾽ ἠδὲ καὶ ἀνδρῶντέξεσθαι, τότ᾽ ἔπειτα φίλους λιτάνευε τοκῆας |
470 | τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσαπαῖδα φίλον, τείσαιτο δ᾽ ἐρινῦς πατρὸς ἑοῖοπαίδων <θ᾽> οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.οἱ δὲ θυγατρὶ φίληι μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο, |
475 | καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαιἀμφὶ Κρόνωι βασιλῆι καὶ υἱέι καρτεροθύμωι·πέμψαν δ᾽ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,ὁππότ᾽ ἄρ᾽ ὁπλότατον παίδων ἤμελλε τεκέσθαι,Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη |
480 | Κρήτηι ἐν εὐρείηι τρεφέμεν ἀτιταλλέμεναί τε.ἔνθά μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν,πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσαἄντρωι ἐν ἠλιβάτωι, ζαθέης ὑπὸ κεύθεσι γαίης,Αἰγαίωι ἐν ὄρει πεπυκασμένωι ὑλήεντι. |
485 | τῶι δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξενΟὐρανίδηι μέγ᾽ ἄνακτι, θεῶν προτέρων βασιλῆι.τὸν τόθ᾽ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδύν,σχέτλιος, οὐδ᾽ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσωἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς |
490 | λείπεθ᾽, ὅ μιν τάχ᾽ ἔμελλε βίηι καὶ χερσὶ δαμάσσαςτιμῆς ἐξελάαν, ὁ δ᾽ ἐν ἀθανάτοισιν ἀνάξειν.
καρπαλίμως δ᾽ ἄρ᾽ ἔπειτα μένος καὶ φαίδιμα γυῖαηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένου δ᾽ ἐνιαυτοῦ,Γαίης ἐννεσίηισι πολυφραδέεσσι δολωθείς, |
495 | ὃν γόνον ἂψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης,νικηθεὶς τέχνηισι βίηφί τε παιδὸς ἑοῖο.πρῶτον δ᾽ ἐξήμησε λίθον, πύματον καταπίνων·τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείηςΠυθοῖ ἐν ἠγαθέηι, γυάλοις ὕπο Παρνησσοῖο, |
500 | σῆμ᾽ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσι.
λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν,Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνηισιν·οἵ οἱ ἀπεμνήσαντο χάριν εὐεργεσιάων,δῶκαν δὲ βροντὴν ἠδ᾽ αἰθαλόεντα κεραυνὸν |
505 | καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
κούρην δ᾽ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνηνἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.ἡ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα, |
510 | τίκτε δ᾽ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα,ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τ᾽ Ἐπιμηθέα·ὃς κακὸν ἐξ ἀρχῆς γένετ᾽ ἀνδράσιν ἀλφηστῆισι·πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκαπαρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς |
515 | εἰς ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῶιεἵνεκ᾽ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.Ἄτλας δ᾽ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ᾽ ἀνάγκης,πείρασιν ἐν γαίης πρόπαρ᾽ Ἑσπερίδων λιγυφώνωνἑστηώς, κεφαλῆι τε καὶ ἀκαμάτηισι χέρεσσι· |
520 | ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.δῆσε δ᾽ ἀλυκτοπέδηισι Προμηθέα ποικιλόβουλον,δεσμοῖς ἀργαλέοισι, μέσον διὰ κίον᾽ ἐλάσσας·καί οἱ ἐπ᾽ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γ᾽ ἧπαρἤσθιεν ἀθάνατον, τὸ δ᾽ ἀέξετο ἶσον ἁπάντηι |
525 | νυκτός, ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.τὸν μὲν ἄρ᾽ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸςἩρακλέης ἔκτεινε, κακὴν δ᾽ ἀπὸ νοῦσον ἄλαλκενἸαπετιονίδηι καὶ ἐλύσατο δυσφροσυνάων,οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὕψι μέδοντος, |
530 | ὄφρ᾽ Ἡρακλῆος Θηβαγενέος κλέος εἴηπλεῖον ἔτ᾽ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.ταῦτ᾽ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,οὕνεκ᾽ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι. |
535 | καὶ γὰρ ὅτ᾽ ἐκρίνοντο θεοὶ θνητοί τ᾽ ἄνθρωποιΜηκώνηι, τότ᾽ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῶιδασσάμενος προύθηκε, Διὸς νόον ἐξαπαφίσκων.τῶι μὲν γὰρ σάρκάς τε καὶ ἔγκατα πίονα δημῶιἐν ῥινῶι κατέθηκε, καλύψας γαστρὶ βοείηι, |
540 | τοῖς δ᾽ αὖτ᾽ ὀστέα λευκὰ βοὸς δολίηι ἐπὶ τέχνηιεὐθετίσας κατέθηκε, καλύψας ἀργέτι δημῶι.δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
«Ἰαπετιονίδη, πάντων ἀριδείκετ᾽ ἀνάκτων,ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.»
|
545 | ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς·τὸν δ᾽ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης,ἦκ᾽ ἐπιμειδήσας, δολίης δ᾽ οὐ λήθετο τέχνης·
«Ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,τῶν δ᾽ ἕλευ ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.»
|
550 | φῆ ῥα δολοφρονέων· Ζεὺς δ᾽ ἄφθιτα μήδεα εἰδὼςγνῶ ῥ᾽ οὐδ᾽ ἠγνοίησε δόλον· κακὰ δ᾽ ὄσσετο θυμῶιθνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλε.χερσὶ δ᾽ ὅ γ᾽ ἀμφοτέρηισιν ἀνείλετο λευκὸν ἄλειφαρ,χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν, |
555 | ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίηι ἐπὶ τέχηι.ἐκ τοῦ δ᾽ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπωνκαίουσ᾽ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
«Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, |
560 | ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπελήθεο τέχνης.»
ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς.ἐκ τούτου δἤπειτα χόλου μεμνημένος αἰεὶοὐκ ἐδίδου μελίηισι πυρὸς μένος ἀκαμάτοιοθνητοῖς ἀνθρώποις οἳ ἐπὶ χθονὶ ναιετάουσιν· |
565 | ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖοκλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον αὐγὴνἐν κοίλωι νάρθηκι· δάκεν δ᾽ ἄρα νειόθι θυμὸνΖῆν᾽ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,ὡς ἴδ᾽ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν. |
570 | αὐτίκα δ᾽ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισι·γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήειςπαρθένωι αἰδοίηι ἴκελον Κρονίδεω διὰ βουλάς·ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνηἀργυφέηι ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην |
575 | δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·[ἀμφὶ δέ οἱ στεφάνους νεοθηλέας, ἄνθεα ποίης,ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη·]ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις |
580 | ἀσκήσας παλάμηισι, χαριζόμενος Διὶ πατρί.τῆι δ᾽ ἔνι δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,κνώδαλ᾽ ὅσ᾽ ἤπειρος δεινὰ τρέφει ἠδὲ θάλασσα·τῶν ὅ γε πόλλ᾽ ἐνέθηκε, χάρις δ᾽ ἐπὶ πᾶσιν ἄητο,θαυμάσια, ζωοῖσιν ἐοικότα φωνήεσσιν.
|
585 | αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντ᾽ ἀγαθοῖο,ἐξάγαγ᾽ ἔνθά περ ἄλλοι ἔσαν θεοὶ ἠδ᾽ ἄνθρωποι,κόσμωι ἀγαλλομένην γλαυκώπιδος Ὀβριμοπάτρης·θαῦμα δ᾽ ἔχ᾽ ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους,ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν. |
590 | ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,[τῆς γὰρ ὀλοίιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,]πῆμα μέγα θνητοῖσι, σὺν ἀνδράσι ναιετάουσαι,οὐλομένης Πενίης οὐ σύμφοροι, ἀλλὰ Κόροιο.ὡς δ᾽ ὁπότ᾽ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι |
595 | κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων·αἱ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα† ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,οἱ δ᾽ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλουςἀλλότριον κάματον σφετέρην ἐς γαστέρ᾽ ἀμῶνται· |
600 | ὣς δ᾽ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκαςΖεὺς ὑψιβρεμέτης θῆκε, ξυνήονας ἔργωνἀργαλέων. ἕτερον δὲ πόρεν κακὸν ἀντ᾽ ἀγαθοῖο,ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶνμὴ γῆμαι ἐθέληι, ὀλοὸν δ᾽ ἐπὶ γῆρας ἵκηται |
605 | χήτει γηροκόμοιο· ὁ δ᾽ οὐ βιότου γ᾽ ἐπιδευὴςζώει, ἀποφθιμένου δὲ διὰ ζωὴν δατέονταιχηρωσταί. ὧι δ᾽ αὖτε γάμου μετὰ μοῖρα γένηται,κεδνὴν δ᾽ ἔσχεν ἄκοιτιν, ἀρηρυῖαν πραπίδεσσι,τῶι δέ τ᾽ ἀπ᾽ αἰῶνος κακὸν ἐσθλῶι ἀντιφερίζει |
610 | ἐμμενές· ὃς δέ κε τέτμηι ἀταρτηροῖο γενέθλης,ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίηνθυμῶι καὶ κραδίηι, καὶ ἀνήκεστον κακόν ἐστιν.ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς |
615 | τοῖό γ᾽ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλ᾽ ὑπ᾽ ἀνάγκηςκαὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.
Ὀβριάρεωι δ᾽ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῶιΚόττωι τ᾽ ἠδὲ Γύγηι, δῆσε κρατερῶι ἐνὶ δεσμῶι,ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος |
620 | καὶ μέγεθος· κατένασσε δ᾽ ὑπὸ χθονὸς εὐρυοδείης.ἔνθ᾽ οἵ γ᾽ ἄλγε᾽ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντεςεἵατ᾽ ἐπ᾽ ἐσχατιῆι μεγάλης ἐν πείρασι γαίηςδηθὰ μάλ᾽ ἀχνύμενοι, κραδίηι μέγα πένθος ἔχοντες.ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι |
625 | οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητιΓαίης φραδμοσύνηισιν ἀνήγαγον ἐς φάος αὖτις·αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε,σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέ᾽ ἔχοντες |
631 | ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας |
630 | Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, |
632 | οἱ μὲν ἀφ᾽ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,οἱ δ᾽ ἄρ᾽ ἀπ᾽ Οὐλύμποιο θεοὶ δωτῆρες ἐάωνοὓς τέκεν ἠύκομος Ῥείη Κρόνωι εὐνηθεῖσα. |
635 | οἵ ῥα τότ᾽ ἀλλήλοισι † μάχην θυμαλγέ᾽ ἔχοντεςσυνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴοὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.ἀλλ᾽ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα, |
640 | νέκταρ τ᾽ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,πάντων <τ᾽> ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ,[ὡς νέκταρ τ᾽ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,]δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
«κέκλυτέ μευ Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα, |
645 | ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισινίκης καὶ κάρτευς πέρι μαρνάμεθ᾽ ἤματα πάντα,Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους |
650 | φαίνετε Τιτήνεσσιν ἐναντίον ἐν δαῒ λυγρῆι,μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντεςἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.»
ὣς φάτο· τὸν δ᾽ αἶψ᾽ αὖτις ἀμείβετο Κόττος ἀμύμων· |
655 | «δαιμόνι᾽, οὐκ ἀδάητα πιφαύσκεαι, ἀλλὰ καὶ αὐτοὶἴδμεν ὅ τοι περὶ μὲν πραπίδες, περὶ δ᾽ ἐστὶ νόημα,ἀλκτὴρ δ᾽ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο,σῆισι δ᾽ ἐπιφροσύνηισιν ὑπὸ ζόφου ἠερόεντοςἄψορρον ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν |
660 | ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.τῶι καὶ νῦν ἀτενεῖ τε νόωι καὶ πρόφρονι θυμῶιῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῆι δηιοτῆτι,μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.»
ὣς φάτ᾽· ἐπήινησαν δὲ θεοὶ δωτῆρες ἐάων |
665 | μῦθον ἀκούσαντες· πολέμου δ᾽ ἐλιλαίετο θυμὸςμᾶλλον ἔτ᾽ ἢ τὸ πάροιθε· μάχην δ᾽ ἀμέγαρτον ἔγειρανπάντες, θήλειαί τε καὶ ἄρσενες, ἤματι κείνωι,Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,οὕς τε Ζεὺς ἐρέβεσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε, |
670 | δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.τῶν ἑκατὸν μὲν χεῖρες ἀπ᾽ ὤμων ἀίσσοντοπᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστωι πεντήκονταἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῆι |
675 | πέτρας ἠλιβάτους στιβαρῆις ἐν χερσὶν ἔχοντες·Τιτῆνες δ᾽ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγαςπροφρονέως· χειρῶν τε βίης θ᾽ ἅμα ἔργον ἔφαινονἀμφότεροι, δεινὸν δὲ περίαχε πόντος ἀπείρων,γῆ δὲ μέγ᾽ ἐσμαράγησεν, ἐπέστενε δ᾽ οὐρανὸς εὐρὺς |
680 | σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμποςῥιπῆι ὕπ᾽ ἀθανάτων, ἔνοσις δ᾽ ἵκανε βαρεῖατάρταρον ἠερόεντα ποδῶν, αἰπεῖά τ᾽ ἰωὴἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων.ὣς ἄρ᾽ ἐπ᾽ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα· |
685 | φωνὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ οὐρανὸν ἀστερόεντακεκλομένων· οἱ δὲ ξύνισαν μεγάλωι ἀλαλητῶι.
οὐδ᾽ ἄρ᾽ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γεεἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσανφαῖνε βίην· ἄμυδις δ᾽ ἄρ᾽ ἀπ᾽ οὐρανοῦ ἠδ᾽ ἀπ᾽ Ὀλύμπου |
690 | ἀστράπτων ἔστειχε συνωχαδόν, οἱ δὲ κεραυνοὶἴκταρ ἅμα βροντῆι τε καὶ ἀστεροπῆι ποτέοντοχειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες,ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζεκαιομένη, λάκε δ᾽ ἀμφὶ περὶ μεγάλ᾽ ἄσπετος ὕλη· |
695 | ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθραπόντός τ᾽ ἀτρύγετος· τοὺς δ᾽ ἄμφεπε θερμὸς ἀυτμὴΤιτῆνας χθονίους, φλὸξ δ᾽ αἰθέρα δῖαν ἵκανενἄσπετος, ὄσσε δ᾽ ἄμερδε καὶ ἰφθίμων περ ἐόντωναὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε. |
700 | καῦμα δὲ θεσπέσιον κάτεχεν χάος· εἴσατο δ᾽ ἄνταὀφθαλμοῖσιν ἰδεῖν ἠδ᾽ οὔασιν ὄσσαν ἀκοῦσαιαὔτως, ὡς ὅτε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεπίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει,τῆς μὲν ἐρειπομένης, τοῦ δ᾽ ὑψόθεν ἐξεριπόντος· |
705 | τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.σὺν δ᾽ ἄνεμοι ἔνοσίν τε κονίην τ᾽ ἐσφαράγιζονβροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,κῆλα Διὸς μεγάλοιο, φέρον δ᾽ ἰαχήν τ᾽ ἐνοπήν τεἐς μέσον ἀμφοτέρων· ὄτοβος δ᾽ ἄπλητος ὀρώρει |
710 | σμερδαλέης ἔριδος, κάρτευς δ᾽ ἀνεφαίνετο ἔργον.
ἐκλίνθη δὲ μάχη· πρὶν δ᾽ ἀλλήλοις ἐπέχοντεςἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.οἱ δ᾽ ἄρ᾽ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν,Κόττος τε Βριάρεώς τε Γύγης τ᾽ ἄατος πολέμοιο· |
715 | οἵ ῥα τριηκοσίας πέτρας στιβαρέων ἀπὸ χειρῶνπέμπον ἐπασσυτέρας, κατὰ δ᾽ ἐσκίασαν βελέεσσιΤιτῆνας· καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείηςπέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν,νικήσαντες χερσὶν ὑπερθύμους περ ἐόντας, |
720 | τόσσον ἔνερθ᾽ ὑπὸ γῆς ὅσον οὐρανός ἐστ᾽ ἀπὸ γαίης·τόσσον γάρ τ᾽ ἀπὸ γῆς ἐς τάρταρον ἠερόεντα.ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμωνοὐρανόθεν κατιών, δεκάτηι κ᾽ ἐς γαῖαν ἵκοιτο· |
723a | [ἶσον δ᾽ αὖτ᾽ ἀπὸ γῆς ἐς τάρταρον ἠερόεντα·] |
724 | ἐννέα δ᾽ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων |
725 | ἐκ γαίης κατιών, δεκάτηι κ᾽ ἐς τάρταρον ἵκοι.τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξτριστοιχὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεγῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφωι ἠερόεντι |
730 | κεκρύφαται βουλῆισι Διὸς νεφεληγερέταο,χώρωι ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.τοῖς οὐκ ἐξιτόν ἐστι, θύρας δ᾽ ἐπέθηκε Ποσειδέωνχαλκείας, τεῖχος δ᾽ ἐπελήλαται ἀμφοτέρωθεν.
[ἔνθα Γύγης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος |
735 | ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.
ἔνθα δὲ γῆς δνοφερῆς καὶ ταρτάρου ἠερόεντοςπόντου τ᾽ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντοςἑξείης πάντων πηγαὶ καὶ πείρατ᾽ ἔασιν,ἀργαλέ᾽ εὐρώεντα, τά τε στυγέουσι θεοί περ· |
740 | χάσμα μέγ᾽, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸνοὖδας ἵκοιτ᾽, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλληςἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι.]
[τοῦτο τέρας· καὶ Νυκτὸς ἐρεμνῆς οἰκία δεινὰ |
745 | ἕστηκεν νεφέληις κεκαλυμμένα κυανέηισι.]
τῶν πρόσθ᾽ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺνἑστηὼς κεφαλῆι τε καὶ ἀκαμάτηισι χέρεσσινἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαιἀλλήλας προσέειπον ἀμειβόμεναι μέγαν οὐδὸν |
750 | χάλκεον· ἡ μὲν ἔσω καταβήσεται, ἡ δὲ θύραζεἔρχεται, οὐδέ ποτ᾽ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,ἀλλ᾽ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσαγαῖαν ἐπιστρέφεται, ἡ δ᾽ αὖ δόμου ἐντὸς ἐοῦσαμίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστ᾽ ἂν ἵκηται· |
755 | ἡ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,ἡ δ᾽ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο,Νὺξ ὀλοή, νεφέληι κεκαλυμμένη ἠεροειδεῖ.
ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκί᾽ ἔχουσιν,Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτ᾽ αὐτοὺς |
760 | Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσινοὐρανὸν εἰσανιὼν οὐδ᾽ οὐρανόθεν καταβαίνων.τῶν ἕτερος μὲν γῆν τε καὶ εὐρέα νῶτα θαλάσσηςἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ |
765 | νηλεὲς ἐν στήθεσσιν· ἔχει δ᾽ ὃν πρῶτα λάβηισινἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες[ἰφθίμου τ᾽ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης]ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει, |
770 | νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόνταςσαίνει ὁμῶς οὐρῆι τε καὶ οὔασιν ἀμφοτέροισιν,ἐξελθεῖν δ᾽ οὐκ αὖτις ἐᾶι πάλιν, ἀλλὰ δοκεύωνἐσθίει, ὅν κε λάβηισι πυλέων ἔκτοσθεν ἰόντα.[ἰφθίμου τ᾽ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.]
|
775 | ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖοπρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίειμακρῆισιν πέτρηισι κατηρεφέ᾽· ἀμφὶ δὲ πάντηικίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται. |
780 | παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις† ἀγγελίη πωλεῖται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.ὁππότ᾽ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται,καί ῥ᾽ ὅστις ψεύδηται Ὀλύμπια δώματ᾽ ἐχόντων,Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι |
785 | τηλόθεν ἐν χρυσέηι προχόωι πολυώνυμον ὕδωρ,ψυχρόν, ὅ τ᾽ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιοὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείηςἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν·Ὠκεανοῖο κέρας, δεκάτη δ᾽ ἐπὶ μοῖρα δέδασται· |
790 | ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσηςδίνηις ἀργυρέηις εἱλιγμένος εἰς ἅλα πίπτει,ἡ δὲ μί᾽ ἐκ πέτρης προρέει, μέγα πῆμα θεοῖσιν.ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσηιἀθανάτων οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, |
795 | κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·οὐδέ ποτ᾽ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσονβρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδοςστρωτοῖς ἐν λεχέεσσι, κακὸν δ᾽ ἐπὶ κῶμα καλύπτει.αὐτὰρ ἐπὴν νοῦσον τελέσει μέγαν εἰς ἐνιαυτόν, |
800 | ἄλλος δ᾽ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἆθλος·εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,οὐδέ ποτ᾽ ἐς βουλὴν ἐπιμίσγεται οὐδ᾽ ἐπὶ δαῖταςἐννέα πάντ᾽ ἔτεα· δεκάτωι δ᾽ ἐπιμίσγεται αὖτις† εἰρέας ἀθανάτων οἳ Ὀλύμπια δώματ᾽ ἔχουσι. |
805 | τοῖον ἄρ᾽ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ,ὠγύγιον· τὸ δ᾽ ἵησι καταστυφέλου διὰ χώρου.
ἔνθα δὲ γῆς δνοφερῆς καὶ ταρτάρου ἠερόεντοςπόντου τ᾽ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντοςἑξείης πάντων πηγαὶ καὶ πείρατ᾽ ἔασιν, |
810 | ἀργαλέ᾽ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδός,ἀστεμφὲς ῥίζηισι διηνεκέεσσιν ἀρηρώς,αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντωνΤιτῆνες ναίουσι, πέρην χάεος ζοφεροῖο. |
815 | αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροιδώματα ναιετάουσιν ἐπ᾽ Ὠκεανοῖο θεμέθλοις,Κόττος τ᾽ ἠδὲ Γύγης· Βριάρεών γε μὲν ἠὺν ἐόνταγαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.
|
820 | αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπ᾽ οὐρανοῦ ἐξέλασε Ζεύς,ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρηΤαρτάρου ἐν φιλότητι διὰ χρυσῆν Ἀφροδίτην·οὗ χεῖρες † μὲν ἔασιν ἐπ᾽ ἰσχύι ἔργματ᾽ ἔχουσαι, †καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων |
825 | ἦν ἑκατὸν κεφαλαὶ ὄφιος δεινοῖο δράκοντος,γλώσσηισι δνοφερῆισι λελιχμότες· ἐν δέ οἱ ὄσσεθεσπεσίηις κεφαλῆισιν ὑπ᾽ ὀφρύσι πῦρ ἀμάρυσσεν·[πασέων δ᾽ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·]φωναὶ δ᾽ ἐν πάσηισιν ἔσαν δεινῆις κεφαλῆισι, |
830 | παντοίην ὄπ᾽ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρφθέγγονθ᾽ ὥς τε θεοῖσι συνιέμεν, ἄλλοτε δ᾽ αὖτεταύρου ἐριβρύχεω μένος ἀσχέτου ὄσσαν ἀγαύρου,ἄλλοτε δ᾽ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,ἄλλοτε δ᾽ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματ᾽ ἀκοῦσαι, |
835 | ἄλλοτε δ᾽ αὖ ῥοίζεσχ᾽, ὑπὸ δ᾽ ἤχεεν οὔρεα μακρά.καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνωι,καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·σκληρὸν δ᾽ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα |
840 | σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθεπόντός τ᾽ Ὠκεανοῦ τε ῥοαὶ καὶ τάρταρα γαίης.ποσσὶ δ᾽ ὕπ᾽ ἀθανάτοισι μέγας πελεμίζετ᾽ Ὄλυμποςὀρνυμένοιο ἄνακτος· ἐπεστονάχιζε δὲ γαῖα.καῦμα δ᾽ ὑπ᾽ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον |
845 | βροντῆς τε στεροπῆς τε πυρός τ᾽ ἀπὸ τοῖο πελώρουπρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος·ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·θυῖε δ᾽ ἄρ᾽ ἀμφ᾽ ἀκτὰς περί τ᾽ ἀμφί τε κύματα μακρὰῥιπῆι ὕπ᾽ ἀθανάτων, ἔνοσις δ᾽ ἄσβεστος ὀρώρει· |
850 | τρέε δ᾽ Ἀίδης ἐνέροισι καταφθιμένοισιν ἀνάσσωνΤιτῆνές θ᾽ ὑποταρτάριοι Κρόνον ἀμφὶς ἐόντεςἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
Ζεὺς δ᾽ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δ᾽ ὅπλα,βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, |
855 | πλῆξεν ἀπ᾽ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσαςἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.αὐτὰρ ἐπεὶ δή μιν δάμασε πληγῆισιν ἱμάσσας,ἤριπε γυιωθείς, στονάχιζε δὲ γαῖα πελώρη·φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος |
860 | οὔρεος ἐν βήσσηισιν † ἀιδνῆς παιπαλοέσσηςπληγέντος, πολλὴ δὲ πελώρη καίετο γαῖααὐτμῆι θεσπεσίηι, καὶ ἐτήκετο κασσίτερος ὣςτέχνηι ὑπ᾽ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισιθαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν, |
865 | οὔρεος ἐν βήσσηισι δαμαζόμενος πυρὶ κηλέωιτήκεται ἐν χθονὶ δίηι ὑφ᾽ Ἡφαίστου παλάμηισιν·ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.ῥῖψε δέ μιν θυμῶι ἀκαχὼν ἐς τάρταρον εὐρύν.
ἐκ δὲ Τυφωέος ἔστ᾽ ἀνέμων μένος ὑγρὸν ἀέντων, |
870 | νόσφι Νότου Βορέω τε καὶ ἀργεστέω Ζεφύροιο·οἵ γε μὲν ἐκ θεόφιν γενεήν, θνητοῖς μέγ᾽ ὄνειαρ.αἱ δ᾽ ἄλλαι μὰψ αὖραι ἐπιπνείουσι θάλασσαν·αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,πῆμα μέγα θνητοῖσι, κακῆι θυίουσιν ἀέλληι· |
875 | ἄλλοτε δ᾽ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆαςναύτας τε φθείρουσι· κακοῦ δ᾽ οὐ γίνεται ἀλκὴἀνδράσιν, οἳ κείνηισι συνάντωνται κατὰ πόντον.αἱ δ᾽ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσανἔργ᾽ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων, |
880 | πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.
αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,δή ῥα τότ᾽ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσεινΓαίης φραδμοσύνηισιν Ὀλύμπιον εὐρύοπα Ζῆν |
885 | ἀθανάτων· ὁ δὲ τοῖσιν ἐὺ διεδάσσατο τιμάς.
Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν,πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνηντέξεσθαι, τότ᾽ ἔπειτα δόλωι φρένας ἐξαπατήσας |
890 | αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδύν,Γαίης φραδμοσύνηισι καὶ Οὐρανοῦ ἀστερόεντος·τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴνἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι· |
895 | πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν,ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν,αὐτὰρ ἔπειτ᾽ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶνἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·ἀλλ᾽ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν, |
900 | ὥς οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
* * *
δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,αἵ τ᾽ ἔργ᾽ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,Μοίρας θ᾽, ἧις πλείστην τιμὴν πόρε μητίετα Ζεύς, |
905 | Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵ τε διδοῦσιθνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.
τρεῖς δέ οἱ Εὐρυνόμη Χάριτας τέκε καλλιπαρήους,Ὠκεανοῦ κούρη πολυήρατον εἶδος ἔχουσα,Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τ᾽ ἐρατεινήν· |
910 | τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάωνλυσιμελής· καλὸν δέ θ᾽ ὑπ᾽ ὀφρύσι δερκιόωνται.
αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν·ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺςἥρπασεν ἧς παρὰ μητρός, ἔδωκε δὲ μητίετα Ζεύς.
|
915 | Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντοἐννέα, τῆισιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.
Λητὼ δ᾽ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιρανἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων |
920 | γείνατ᾽ ἄρ᾽ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.
λοισθοτάτην δ᾽ Ἥρην θαλερὴν ποιήσατ᾽ ἄκοιτιν·ἡ δ᾽ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτεμιχθεῖσ᾽ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
αὐτὸς δ᾽ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ᾽ Ἀθήνην, |
925 | δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον ἀτρυτώνην,πότνιαν, ἧι κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε·Ἥρη δ᾽ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσαγείνατο, καὶ ζαμένησε καὶ ἤρισεν ὧι παρακοίτηι,ἐκ πάντων τέχνηισι κεκασμένον Οὐρανιώνων.
|
930 | ἐκ δ᾽ Ἀμφιτρίτης καὶ ἐρικτύπου ἘννοσιγαίουΤρίτων εὐρυβίης γένετο μέγας, ὅς τε θαλάσσηςπυθμέν᾽ ἔχων παρὰ μητρὶ φίληι καὶ πατρὶ ἄνακτιναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηιῥινοτόρωι Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε, |
935 | δεινούς, οἵ τ᾽ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγαςἐν πολέμωι κρυόεντι σὺν Ἄρηι πτολιπόρθωι,Ἁρμονίην θ᾽, ἣν Κάδμος ὑπέρθυμος θέτ᾽ ἄκοιτιν.
Ζηνὶ δ᾽ ἄρ᾽ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,κήρυκ᾽ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
|
940 | Καδμηὶς δ᾽ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸνμιχθεῖσ᾽ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,ἀθάνατον θνητή· νῦν δ᾽ ἀμφότεροι θεοί εἰσιν.
Ἀλκμήνη δ᾽ ἄρ᾽ ἔτικτε βίην Ἡρακληείηνμιχθεῖσ᾽ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
|
945 | Ἀγλαΐην δ᾽ Ἥφαιστος ἀγακλυτὸς ἀμφιγυήειςὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατ᾽ ἄκοιτιν.
χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,κούρην Μίνωος, θαλερὴν ποιήσατ᾽ ἄκοιτιν·τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρων θῆκε Κρονίων.
|
950 | Ἥβην δ᾽ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,αἰδοίην θέτ᾽ ἄκοιτιν ἐν Οὐλύμπωι νιφόεντι·ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας |
955 | ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.
Ἠελίωι δ᾽ ἀκάμαντι τέκε κλυτὸς ὨκεανίνηΠερσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.Αἰήτης δ᾽ υἱὸς φαεσιμβρότου Ἠελίοιοκούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο |
960 | γῆμε θεῶν βουλῆισιν, Ἰδυῖαν καλλιπάρηον·ἣ δή οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητιγείναθ᾽ ὑποδμηθεῖσα διὰ χρυσῆν Ἀφροδίτην.
ὑμεῖς μὲν νῦν χαίρετ᾽, Ὀλύμπια δώματ᾽ ἔχοντες,νῆσοί τ᾽ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος· |
965 | νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαιΜοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,ὅσσαι δὴ θνητοῖσι παρ᾽ ἀνδράσιν εὐνηθεῖσαιἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο δῖα θεάων, |
970 | Ἰασίωι ἥρωι μιγεῖσ᾽ ἐρατῆι φιλότητινειῶι ἔνι τριπόλωι, Κρήτης ἐν πίονι δήμωι,ἐσθλόν, ὃς εἶσ᾽ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσηςπᾶσαν· τῶι δὲ τυχόντι καὶ οὗ κ᾽ ἐς χεῖρας ἵκηται,τὸν δὴ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
|
975 | Κάδμωι δ᾽ Ἁρμονίη, θυγάτηρ χρυσῆς Ἀφροδίτης,Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρηονΑὐτονόην θ᾽, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,γείνατο καὶ Πολύδωρον ἐυστεφάνωι ἐνὶ Θήβηι.
κούρη δ᾽ Ὠκεανοῦ Χρυσάορι καρτεροθύμωι |
980 | μιχθεῖσ᾽ ἐν φιλότητι πολυχρύσου ἈφροδίτηςΚαλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείηβοῶν ἕνεκ᾽ εἰλιπόδων ἀμφιρρύτωι εἰν Ἐρυθείηι.
Τιθωνῶι δ᾽ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν, |
985 | Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.αὐτάρ τοι Κεφάλωι φιτύσατο φαίδιμον υἱόν,ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα·τόν ῥα νέον τέρεν ἄνθος ἔχοντ᾽ ἐρικυδέος ἥβηςπαῖδ᾽ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη |
990 | ὦρτ᾽ ἀνερειψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖςνηοπόλον μύχιον ποιήσατο, δαίμονα δῖον.
κούρην δ᾽ Αἰήταο διοτρεφέος βασιλῆοςΑἰσονίδης βουλῆισι θεῶν αἰειγενετάωνἦγε παρ᾽ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους, |
995 | τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος ὀβριμοεργός·τοὺς τελέσας ἐς Ἰωλκὸν ἀφίκετο πολλὰ μογήσαςὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρηνΑἰσονίδης, καί μιν θαλερὴν ποιήσατ᾽ ἄκοιτιν. |
1000 | καί ῥ᾽ ἥ γε δμηθεῖσ᾽ ὑπ᾽ Ἰήσονι ποιμένι λαῶνΜήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε ΧείρωνΦιλλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.
αὐτὰρ Νηρῆος κοῦραι ἁλίοιο γέροντος,ἤτοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων |
1005 | Αἰακοῦ ἐν φιλότητι διὰ χρυσῆν Ἀφροδίτην·Πηλεῖ δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζαγείνατ᾽ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
Αἰνείαν δ᾽ ἄρ᾽ ἔτικτεν ἐυστέφανος Κυθέρεια,Ἀγχίσηι ἥρωι μιγεῖσ᾽ ἐρατῆι φιλότητι |
1010 | Ἴδης ἐν κορυφῆισι πολυπτύχου ἠνεμοέσσης.
Κίρκη δ᾽ Ἠελίου θυγάτηρ Ὑπεριονίδαογείνατ᾽ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητιἌγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε·[Τηλέγονον δὲ ἔτικτε διὰ χρυσῆν Ἀφροδίτην·] |
1015 | οἳ δή τοι μάλα τῆλε μυχῶι νήσων ἱεράωνπᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.
Ναυσίθοον δ᾽ Ὀδυσῆι Καλυψὼ δῖα θεάωνγείνατο Ναυσίνοόν τε μιγεῖσ᾽ ἐρατῆι φιλότητι.
αὗται μὲν θνητοῖσι παρ᾽ ἀνδράσιν εὐνηθεῖσαι |
1020 | ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.[νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαιΜοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.] |