BIBLIOTHECA AUGUSTANA

 

Hesiodos

ca. 710 a. Chr. n.

 

Ἔργα καὶ ἡμέραι

 

Textus:

Hesiodi theogonia, opera et dies, scutum, fragmenta

ed. F. Solmsen/R. Merkelbach/M. L. West, Oxford 1970

 

______________________________________________________________

 

 

 

Pictura geometrica (ca. 720 a. Chr. n.)

 

 

Μοῦσαι Πιερίηθεν ἀοιδῆισι κλείουσαι,

δεῦτε Δί᾽ ἐννέπετε, σφέτερον πατέρ᾽ ὑμνείουσαι.

ὅν τε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,

ῥητοί τ᾽ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.

5

ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,

ῥεῖα δ᾽ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,

ῥεῖα δέ τ᾽ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει

Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.

κλῦθι ἰδὼν ἀίων τε, δίκηι δ᾽ ἴθυνε θέμιστας

10

τύνη· ἐγὼ δέ κε Πέρσηι ἐτήτυμα μυθησαίμην.

 

Οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλ᾽ ἐπὶ γαῖαν

εἰσὶ δύω· τὴν μέν κεν ἐπαινήσειε νοήσας,

ἣ δ᾽ ἐπιμωμητή· διὰ δ᾽ ἄνδιχα θυμὸν ἔχουσιν.

ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,

15

σχετλίη· οὔ τις τήν γε φιλεῖ βροτός, ἀλλ᾽ ὑπ᾽ ἀνάγκης

ἀθανάτων βουλῆισιν Ἔριν τιμῶσι βαρεῖαν.

τὴν δ᾽ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,

θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,

γαίης [τ᾽] ἐν ῥίζηισι καὶ ἀνδράσι πολλὸν ἀμείνω·

20

ἥ τε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἐγείρει·

εἰς ἕτερον γάρ τίς τε ἴδεν ἔργοιο χατίζων

πλούσιον, ὃς σπεύδει μὲν ἀρόμεναι ἠδὲ φυτεύειν

οἶκόν τ᾽ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων

εἰς ἄφενος σπεύδοντ᾽· ἀγαθὴ δ᾽ Ἔρις ἥδε βροτοῖσιν.

25

καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,

καὶ πτωχὸς πτωχῶι φθονέει καὶ ἀοιδὸς ἀοιδῶι.

 

Ὦ Πέρση, σὺ δὲ ταῦτα τεῶι ἐνικάτθεο θυμῶι,

μηδέ σ᾽ Ἔρις κακόχαρτος ἀπ᾽ ἔργου θυμὸν ἐρύκοι

νείκε᾽ ὀπιπεύοντ᾽ ἀγορῆς ἐπακουὸν ἐόντα.

30

ὤρη γάρ τ᾽ ὀλίγη πέλεται νεικέων τ᾽ ἀγορέων τε

ὧιτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται

ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.

τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις

κτήμασ᾽ ἐπ᾽ ἀλλοτρίοις. σοὶ δ᾽ οὐκέτι δεύτερον ἔσται

35

ὧδ᾽ ἔρδειν· ἀλλ᾽ αὖθι διακρινώμεθα νεῖκος

ἰθείηισι δίκηις, αἵ τ᾽ ἐκ Διός εἰσιν ἄρισται.

ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθ᾽, ἄλλα τε πολλὰ

ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας

δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δικάσσαι.

40

νήπιοι, οὐδὲ ἴσασιν ὅσωι πλέον ἥμισυ παντὸς

οὐδ᾽ ὅσον ἐν μαλάχηι τε καὶ ἀσφοδέλωι μέγ᾽ ὄνειαρ.

 

Κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν.

ῥηιδίως γάρ κεν καὶ ἐπ᾽ ἤματι ἐργάσσαιο,

ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·

45

αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,

ἔργα βοῶν δ᾽ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.

ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶ ἧισιν,

ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·

τοὔνεκ᾽ ἄρ᾽ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά,

50

κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο

ἔκλεψ᾽ ἀνθρώποισι Διὸς παρὰ μητιόεντος

ἐν κοίλωι νάρθηκι, λαθὼν Δία τερπικέραυνον.

τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·

«Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,

55

χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,

σοί τ᾽ αὐτῶι μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.

τοῖς δ᾽ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ὧι κεν ἅπαντες

τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.»

 

Ὣς ἔφατ᾽, ἐκ δ᾽ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε·

60

Ἥφαιστον δ᾽ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα

γαῖαν ὕδει φύρειν, ἐν δ᾽ ἀνθρώπου θέμεν αὐδὴν

καὶ σθένος, ἀθανάτηις δὲ θεῆις εἰς ὦπα ἐίσκειν

παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην

ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·

65

καὶ χάριν ἀμφιχέαι κεφαλῆι χρυσέην Ἀφροδίτην

καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας·

ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος

Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.

 

Ὣς ἔφαθ᾽, οἳ δ᾽ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι ...

70

[αὐτίκα δ᾽ ἐκ γαίης πλάσσε κλυτὸς Ἀμφιγυήεις

παρθένωι αἰδοίηι ἴκελον Κρονίδεω διὰ βουλάς·

ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·

ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ

ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε

75

Ὧραι καλλίκομοι στέφον ἄνθεσι εἰαρινοῖσιν·

πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη·]

ἐν δ᾽ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης

ψεύδεά θ᾽ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος

τεῦξε Διὸς βουλῆισι βαρυκτύπου· ἐν δ᾽ ἄρα φωνὴν

80

θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα

Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματ᾽ ἔχοντες

δῶρον ἐδώρησαν, πῆμ᾽ ἀνδράσιν ἀλφηστῆισιν.

αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,

εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην

85

δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδ᾽ Ἐπιμηθεὺς

ἐφράσαθ᾽ ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον

δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλ᾽ ἀποπέμπειν

ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται·

αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχ᾽, ἐνόησε.

 

90

Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων

νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο

νούσων τ᾽ ἀργαλέων, αἵ τ᾽ ἀνδράσι κῆρας ἔδωκαν.

[αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.]

ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ᾽ ἀφελοῦσα

95

ἐσκέδασ᾽, ἀνθρώποισι δ᾽ ἐμήσατο κήδεα λυγρά.

μούνη δ᾽ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν

ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν οὐδὲ θύραζε

ἐξέπτη· πρόσθεν γὰρ ἐπέμβαλε πῶμα πίθοιο

αἰγιόχου βουλῆισι Διὸς νεφεληγερέταο.

100

ἄλλα δὲ μυρία λυγρὰ κατ᾽ ἀνθρώπους ἀλάληται·

πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·

νοῦσοι δ᾽ ἀνθρώποισιν ἐφ᾽ ἡμέρηι, αἳ δ᾽ ἐπὶ νυκτὶ

αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι

σιγῆι, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.

105

οὕτως οὔ τί πη ἔστι Διὸς νόον ἐξαλέασθαι.

 

Εἰ δ᾽ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω

εὖ καὶ ἐπισταμένως· σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισιν

[ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τ᾽ ἄνθρωποι.]

 

Χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων

110

ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ᾽ ἔχοντες.

οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ᾽ οὐρανῶι ἐμβασίλευεν·

ὥστε θεοὶ δ᾽ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες

νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος, οὐδέ τι δειλὸν

γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι

115

τέρποντ᾽ ἐν θαλίηισι, κακῶν ἔκτοσθεν ἁπάντων·

θνῆισκον δ᾽ ὥσθ᾽ ὕπνωι δεδμημένοι· ἐσθλὰ δὲ πάντα

τοῖσιν ἔην· καρπὸν δ᾽ ἔφερε ζείδωρος ἄρουρα

αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δ᾽ ἐθελημοὶ

ἥσυχοι ἔργ᾽ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.

120

[ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.]

αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖα κάλυψε,

τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν

ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,

[οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα

125

ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπ᾽ αἶαν,]

πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον.

 

Δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν

ἀργύρεον ποίησαν Ὀλύμπια δώματ᾽ ἔχοντες,

χρυσέωι οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα·

130

ἀλλ᾽ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῆι

ἐτρέφετ᾽ ἀτάλλων, μέγα νήπιος, ὧι ἐνὶ οἴκωι·

ἀλλ᾽ ὅτ᾽ ἄρ᾽ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,

παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγε᾽ ἔχοντες

ἀφραδίηις· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο

135

ἀλλήλων ἀπέχειν, οὐδ᾽ ἀθανάτους θεραπεύειν

ἤθελον οὐδ᾽ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,

ἧι θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα

Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς

οὐκ ἔδιδον μακάρεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν.

140

αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖα κάλυψε,

τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοὶ καλέονται,

δεύτεροι, ἀλλ᾽ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ.

 

Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων

χάλκειον ποίησ᾽, οὐκ ἀργυρέωι οὐδὲν ὁμοῖον,

145

ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος

ἔργ᾽ ἔμελε στονόεντα καὶ ὕβριες, οὐδέ τι σῖτον

ἤσθιον, ἀλλ᾽ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν.

[ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι

ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσι.]

150

τῶν δ᾽ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι,

χαλκῶι δ᾽ εἰργάζοντο· μέλας δ᾽ οὐκ ἔσκε σίδηρος.

καὶ τοὶ μὲν χείρεσσιν ὑπὸ σφετέρηισι δαμέντες

βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Ἀίδαο,

νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας

155

εἷλε μέλας, λαμπρὸν δ᾽ ἔλιπον φάος ἠελίοιο.

 

Αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖα κάλυψεν,

αὖτις ἔτ᾽ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρηι

Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,

ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται

160

ἡμίθεοι, προτέρη γενεὴ κατ᾽ ἀπείρονα γαῖαν.

καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ

τοὺς μὲν ὑφ᾽ ἑπταπύλωι Θήβηι, Καδμηίδι γαίηι,

ὤλεσε μαρναμένους μήλων ἕνεκ᾽ Οἰδιπόδαο,

τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης

165

ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκ᾽ ἠυκόμοιο.

[ἔνθ᾽ ἦ τοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε]

τοῖς δὲ δίχ᾽ ἀνθρώπων βίοτον καὶ ἤθε᾽ ὀπάσσας

Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.

τηλοῦ ἀπ᾽ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει.

170

καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες

ἐν μακάρων νήσοισι παρ᾽ Ὠκεανὸν βαθυδίνην,

ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν

τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.

 

Μηκέτ᾽ ἔπειτ᾽ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι

175

ἀνδράσιν, ἀλλ᾽ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.

νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτ᾽ ἦμαρ

παύσονται καμάτου καὶ ὀιζύος οὐδέ τι νύκτωρ

φθειρόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας.

ἀλλ᾽ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.

180

Ζεὺς δ᾽ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,

εὖτ᾽ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.

οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες

οὐδὲ ξεῖνος ξεινοδόκωι καὶ ἑταῖρος ἑταίρωι,

οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.

185

αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·

μέμψονται δ᾽ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι,

σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε

γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν·

[χειροδίκαι· ἕτερος δ᾽ ἑτέρου πόλιν ἐξαλαπάξει·]

190

οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὐδὲ δικαίου

οὐδ᾽ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν

ἀνέρα τιμήσουσι· δίκη δ᾽ ἐν χερσί· καὶ αἰδὼς

οὐκ ἔσται, βλάψει δ᾽ ὁ κακὸς τὸν ἀρείονα φῶτα

μύθοισι σκολιοῖς ἐνέπων, ἐπὶ δ᾽ ὅρκον ὀμεῖται.

195

ζῆλος δ᾽ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι

δυσκέλαδος κακόχαρτος ὁμαρτήσει στυγερώπης.

καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης

λευκοῖσιν φάρεσσι καλυψαμένω χρόα καλὸν

ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ᾽ ἀνθρώπους

200

Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ

θνητοῖς ἀνθρώποισι· κακοῦ δ᾽ οὐκ ἔσσεται ἀλκή.

 

Νῦν δ᾽ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·

ὧδ᾽ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον

ὕψι μάλ᾽ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς·

205

ἣ δ᾽ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφ᾽ ὀνύχεσσι,

μύρετο· τὴν ὅ γ᾽ ἐπικρατέως πρὸς μῦθον ἔειπεν·

«δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων·

τῆι δ᾽ εἶς ἧι σ᾽ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·

δεῖπνον δ᾽, αἴ κ᾽ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.

210

ἄφρων δ᾽, ὅς κ᾽ ἐθέληι πρὸς κρείσσονας ἀντιφερίζειν·

νίκης τε στέρεται πρός τ᾽ αἴσχεσιν ἄλγεα πάσχει».

ὣς ἔφατ᾽ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.

 

Ὦ Πέρση, σὺ δ᾽ ἄκουε δίκης μηδ᾽ ὕβριν ὄφελλε·

ὕβρις γάρ τε κακὴ δειλῶι βροτῶι, οὐδὲ μὲν ἐσθλὸς

215

ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θ᾽ ὑπ᾽ αὐτῆς

ἐγκύρσας ἄτηισιν· ὁδὸς δ᾽ ἑτέρηφι παρελθεῖν

κρείσσων ἐς τὰ δίκαια· δίκη δ᾽ ὑπὲρ ὕβριος ἴσχει

ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.

αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῆισι δίκηισιν·

220

τῆς δὲ Δίκης ῥόθος ἑλκομένης ἧι κ᾽ ἄνδρες ἄγωσι

δωροφάγοι, σκολιῆις δὲ δίκηις κρίνωσι θέμιστας·

ἣ δ᾽ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,

ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,

οἵ τέ μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.

225

οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν

ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,

τοῖσι τέθηλε πόλις, λαοὶ δ᾽ ἀνθεῦσιν ἐν αὐτῆι·

εἰρήνη δ᾽ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτ᾽ αὐτοῖς

ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·

230

οὐδέ ποτ᾽ ἰθυδίκηισι μετ᾽ ἀνδράσι λιμὸς ὀπηδεῖ

οὐδ᾽ ἄτη, θαλίηις δὲ μεμηλότα ἔργα νέμονται.

τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς

ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·

εἰροπόκοι δ᾽ ὄιες μαλλοῖς καταβεβρίθασι·

235

τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσι·

θάλλουσιν δ᾽ ἀγαθοῖσι διαμπερές· οὐδ᾽ ἐπὶ νηῶν

νίσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.

οἷς δ᾽ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,

τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.

240

πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,

ὅστις ἀλιτραίνηι καὶ ἀτάσθαλα μηχανάαται.

τοῖσιν δ᾽ οὐρανόθεν μέγ᾽ ἐπήγαγε πῆμα Κρονίων,

λιμὸν ὁμοῦ καὶ λοιμόν, ἀποφθινύθουσι δὲ λαοί·

[οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι]

245

Ζηνὸς φραδμοσύνηισιν Ὀλυμπίου· ἄλλοτε δ᾽ αὖτε

ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος

ἢ νέας ἐν πόντωι Κρονίδης ἀποτείνυται αὐτῶν.

 

Ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ

τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες

250

ἀθάνατοι φράζονται ὅσοι σκολιῆισι δίκηισιν

ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.

τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρηι

ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων,

οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα

255

ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπ᾽ αἶαν.

ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,

κυδρή τ᾽ αἰδοίη τε θεοῖς οἳ Ὄλυμπον ἔχουσιν,

καί ῥ᾽ ὁπότ᾽ ἄν τίς μιν βλάπτηι σκολιῶς ὀνοτάζων,

αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι

260

γηρύετ᾽ ἀνθρώπων ἀδίκων νόον, ὄφρ᾽ ἀποτείσηι

δῆμος ἀτασθαλίας βασιλέων οἳ λυγρὰ νοεῦντες

ἄλληι παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.

ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε μύθους,

δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.

265

οἷ αὐτῶι κακὰ τεύχει ἀνὴρ ἄλλωι κακὰ τεύχων,

ἡ δὲ κακὴ βουλὴ τῶι βουλεύσαντι κακίστη.

πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας

καί νυ τάδ᾽, αἴ κ᾽ ἐθέληισ᾽, ἐπιδέρκεται, οὐδέ ἑ λήθει

οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.

270

νῦν δὴ ἐγὼ μήτ᾽ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος

εἴην μήτ᾽ ἐμὸς υἱός, ἐπεὶ κακὸν ἄνδρα δίκαιον

ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει.

ἀλλὰ τά γ᾽ οὔπω ἔολπα τελεῖν Δία μητιόεντα.

 

Ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῆισι

275

καί νυ δίκης ἐπάκουε, βίης δ᾽ ἐπιλήθεο πάμπαν.

τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων,

ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς

ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ᾽ αὐτοῖς·

ἀνθρώποισι δ᾽ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη

280

γίνεται· εἰ γάρ τίς κ᾽ ἐθέληι τὰ δίκαι᾽ ἀγορεῦσαι

γινώσκων, τῶι μέν τ᾽ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·

ὃς δέ κε μαρτυρίηισιν ἑκὼν ἐπίορκον ὀμόσσας

ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῆι,

τοῦ δέ τ᾽ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·

285

ἀνδρὸς δ᾽ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.

 

Σοὶ δ᾽ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση·

τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι

ῥηιδίως· λείη μὲν ὁδός, μάλα δ᾽ ἐγγύθι ναίει·

τῆς δ᾽ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν

290

ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν

καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ᾽ εἰς ἄκρον ἵκηται,

ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.

 

Οὗτος μὲν πανάριστος, ὃς αὐτῶι πάντα νοήσει

[φρασσάμενος τά κ᾽ ἔπειτα καὶ ἐς τέλος ἦισιν ἀμείνω·]

295

ἐσθλὸς δ᾽ αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται·

ὃς δέ κε μήτ᾽ αὐτῶι νοέηι μήτ᾽ ἄλλου ἀκούων

ἐν θυμῶι βάλληται, ὃ δ᾽ αὖτ᾽ ἀχρήιος ἀνήρ.

ἀλλὰ σύ γ᾽ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς

ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε Λιμὸς

300

ἐχθαίρηι, φιλέηι δέ σ᾽ ἐυστέφανος Δημήτηρ

αἰδοίη, βιότου δὲ τεὴν πιμπλῆισι καλιήν·

Λιμὸς γάρ τοι πάμπαν ἀεργῶι σύμφορος ἀνδρί·

τῶι δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες ὅς κεν ἀεργὸς

ζώηι, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,

305

οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ

ἔσθοντες· σοὶ δ᾽ ἔργα φίλ᾽ ἔστω μέτρια κοσμεῖν,

ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.

ἐξ ἔργων δ᾽ ἄνδρες πολύμηλοί τ᾽ ἀφνειοί τε,

καί τ᾽ ἐργαζόμενος πολὺ φίλτερος ἀθανάτοισιν

310

[ἔσσεαι ἠδὲ βροτοῖς· μάλα γὰρ στυγέουσιν ἀεργούς.]

ἔργον δ᾽ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ᾽ ὄνειδος.

εἰ δέ κεν ἐργάζηι, τάχα σε ζηλώσει ἀεργὸς

πλουτεῦντα· πλούτωι δ᾽ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.

δαίμονι δ᾽ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,

315

εἴ κεν ἀπ᾽ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν

ἐς ἔργον τρέψας μελετᾶις βίου, ὥς σε κελεύω.

αἰδὼς δ᾽ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,

αἰδώς, ἥ τ᾽ ἄνδρας μέγα σίνεται ἠδ᾽ ὀνίνησιν·

αἰδώς τοι πρὸς ἀνολβίηι, θάρσος δὲ πρὸς ὄλβωι.

320

χρήματα δ᾽ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω·

εἰ γάρ τις καὶ χερσὶ βίηι μέγαν ὄλβον ἕληται,

ἢ ὅ γ᾽ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ

γίνεται, εὖτ᾽ ἂν δὴ κέρδος νόον ἐξαπατήσηι

ἀνθρώπων, αἰδῶ δέ τ᾽ ἀναιδείη κατοπάζηι,

325

ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον

ἀνέρι τῶι, παῦρον δέ τ᾽ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.

 

Ἶσον δ᾽ ὅς θ᾽ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξει,

ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνηι

[κρυπταδίηις εὐνῆις ἀλόχου, παρακαίρια ῥέζων],

330

ὅς τέ τευ ἀφραδίηις ἀλιταίνητ᾽ ὀρφανὰ τέκνα,

ὅς τε γονῆα γέροντα κακῶι ἐπὶ γήραος οὐδῶι

νεικείηι χαλεποῖσι καθαπτόμενος ἐπέεσσι·

τῶι δ᾽ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν

ἔργων ἀντ᾽ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.

335

ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργ᾽ ἀεσίφρονα θυμόν.

 

Κὰδ δύναμιν δ᾽ ἔρδειν ἱέρ᾽ ἀθανάτοισι θεοῖσιν

ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δ᾽ ἀγλαὰ μηρία καίειν·

ἄλλοτε δὲ σπονδῆισι θύεσσί τε ἱλάσκεσθαι,

ἠμὲν ὅτ᾽ εὐνάζηι καὶ ὅτ᾽ ἂν φάος ἱερὸν ἔλθηι,

340

ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν,

ὄφρ᾽ ἄλλων ὠνῆι κλῆρον, μὴ τὸν τεὸν ἄλλος.

 

Τὸν φιλέοντ᾽ ἐπὶ δαῖτα καλεῖν, τὸν δ᾽ ἐχθρὸν ἐᾶσαι·

τὸν δὲ μάλιστα καλεῖν ὅστις σέθεν ἐγγύθι ναίει·

 

εἰ γάρ τοι καὶ χρῆμ᾽ ἐγκώμιον ἄλλο γγένηται,

345

γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.

πῆμα κακὸς γείτων, ὅσσον τ᾽ ἀγαθὸς μέγ᾽ ὄνειαρ·

ἔμμορέ τοι τιμῆς ὅς τ᾽ ἔμμορε γείτονος ἐσθλοῦ·

οὐδ᾽ ἂν βοῦς ἀπόλοιτ᾽, εἰ μὴ γείτων κακὸς εἴη.

εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ᾽ ἀποδοῦναι,

350

αὐτῶι τῶι μέτρωι, καὶ λώιον αἴ κε δύνηαι,

ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρηις.

μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσ᾽ ἄτηισι.

τὸν φιλέοντα φιλεῖν, καὶ τῶι προσιόντι προσεῖναι.

καὶ δόμεν ὅς κεν δῶι καὶ μὴ δόμεν ὅς κεν μὴ δῶι·

355

δώτηι μέν τις ἔδωκεν, ἀδώτηι δ᾽ οὔ τις ἔδωκεν·

δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα·

ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε καὶ μέγα, δώηι,

χαίρει τῶι δώρωι καὶ τέρπεται ὃν κατὰ θυμόν·

ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,

360

καί τε σμικρὸν ἐόν, τό γ᾽ ἐπάχνωσεν φίλον ἦτορ.

εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῶι καταθεῖο

καὶ θαμὰ τοῦτ᾽ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο·

ὃς δ᾽ ἐπ᾽ ἐόντι φέρει, ὃ δ᾽ ἀλέξεται αἴθοπα λιμόν.

οὐδὲ τό γ᾽ εἰν οἴκωι κατακείμενον ἀνέρα κήδει·

365

οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.

ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῶι

χρηίζειν ἀπεόντος· ἅ σε φράζεσθαι ἄνωγα.

 

Ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,

μεσσόθι φείδεσθαι· δειλὴ δ᾽ ἐν πυθμένι φειδώ.

370

[μισθὸς δ᾽ ἀνδρὶ φίλωι εἰρημένος ἄρκιος ἔστω·

καί τε κασιγνήτωι γελάσας ἐπὶ μάρτυρα θέσθαι·

† πίστεις δ᾽ ἄρα † ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.]

μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω

αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν·

375

ὃς δὲ γυναικὶ πέποιθε, πέποιθ᾽ ὅ γε φιλήτηισιν.

μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον

φερβέμεν· ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν·

γηραιὸς δὲ θάνοι ἕτερον παῖδ᾽ ἐγκαταλείπων.

ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον·

380

πλείων μὲν πλεόνων μελέτη, μείζων δ᾽ ἐπιθήκη.

σοὶ δ᾽ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶ σῆισιν,

ὧδ᾽ ἔρδειν, καὶ ἔργον ἐπ᾽ ἔργωι ἐργάζεσθαι.

 

382

Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων

ἄρχεσθ᾽ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.

αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα

385

κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ

φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.

οὗτός τοι πεδίων πέλεται νόμος οἵ τε θαλάσσης

ἐγγύθι ναιετάουσ᾽ οἵ τ᾽ ἄγκεα βησσήεντα

πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον,

390

ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,

γυμνὸν δ᾽ ἀμάειν, εἴ χ᾽ ὥρια πάντ᾽ ἐθέληισθα

ἔργα κομίζεσθαι Δημήτερος, ὥς τοι ἕκαστα

ὥρι᾽ ἀέξηται, μή πως τὰ μέταζε χατίζων

395

πτώσσηις ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσηις.

ὡς καὶ νῦν ἐπ᾽ ἔμ᾽ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω

οὐδ᾽ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,

ἔργα τά τ᾽ ἀνθρώποισι θεοὶ διετεκμήραντο,

μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων

400

ζητεύηις βίοτον κατὰ γείτονας, οἳ δ᾽ ἀμελῶσιν.

δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δ᾽ ἔτι λυπῆις,

χρῆμα μὲν οὐ πρήξεις, σὺ δ᾽ ἐτώσια πόλλ᾽ ἀγορεύσεις,

ἀχρεῖος δ᾽ ἔσται ἐπέων νομός. ἀλλά σ᾽ ἄνωγα

φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τ᾽ ἀλεωρήν.

 

405

Οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ᾽ ἀροτῆρα,

[κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,]

χρήματα δ᾽ εἰν οἴκωι πάντ᾽ ἄρμενα ποιήσασθαι,

μὴ σὺ μὲν αἰτῆις ἄλλον, ὃ δ᾽ ἀρνῆται, σὺ δὲ τητᾶι,

ἡ δ᾽ ὥρη παραμείβηται, μινύθηι δέ τοι ἔργον.

410

μηδ᾽ ἀναβάλλεσθαι ἔς τ᾽ αὔριον ἔς τε ἔνηφι·

οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν

οὐδ᾽ ἀναβαλλόμενος· μελέτη δέ τοι ἔργον ὀφέλλει·

αἰεὶ δ᾽ ἀμβολιεργὸς ἀνὴρ ἄτηισι παλαίει.

 

Ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο

415

καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος

Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς

πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ

βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων

ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·

420

τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρωι

ὕλη, φύλλα δ᾽ ἔραζε χέει, πτόρθοιό τε λήγει·

τῆμος ἄρ᾽ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα·

ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,

ἄξονα δ᾽ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·

425

εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.

τρισπίθαμον δ᾽ ἅψιν τάμνειν δεκαδώρωι ἀμάξηι,

πόλλ᾽ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτ᾽ ἂν εὕρηις,

εἰς οἶκον, κατ᾽ ὄρος διζήμενος ἢ κατ᾽ ἄρουραν,

πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,

430

εὖτ᾽ ἂν Ἀθηναίης δμῶος ἐν ἐλύματι πήξας

γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.

δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,

αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·

εἴ χ᾽ ἕτερον [γ᾽] ἄξαις, ἕτερόν κ᾽ ἐπὶ βουσὶ βάλοιο.

435

δάφνης δ᾽ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες.

δρυὸς ἔλυμα, πρίνου δὲ γύην. βόε δ᾽ ἐνναετήρω

ἄρσενε κεκτῆσθαι· τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν·

ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.

οὐκ ἂν τώ γ᾽ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον

440

ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.

τοῖς δ᾽ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο

ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,

ὅς κ᾽ ἔργου μελετῶν ἰθείην αὔλακ᾽ ἐλαύνοι,

μηκέτι παπταίνων μεθ᾽ ὁμήλικας, ἀλλ᾽ ἐπὶ ἔργωι

445

θυμὸν ἔχων· τοῦ δ᾽ οὔ τι νεώτερος ἄλλος ἀμείνων

σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι·

κουρότερος γὰρ ἀνὴρ μεθ᾽ ὁμήλικας ἐπτοίηται.

 

Φράζεσθαι δ᾽, εὖτ᾽ ἂν γεράνου φωνὴν ἐπακούσηις

ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης,

450

ἥ τ᾽ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην

δεικνύει ὀμβρηροῦ, κραδίην δ᾽ ἔδακ᾽ ἀνδρὸς ἀβούτεω·

δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·

ῥηίδιον γὰρ ἔπος εἰπεῖν· «βόε δὸς καὶ ἄμαξαν·

ῥηίδιον δ᾽ ἀπανήνασθαι· πάρα [δ᾽] ἔργα βόεσσιν».

455

φησὶ δ᾽ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν·

νήπιος, οὐδὲ τὸ οἶδ᾽· ἑκατὸν δέ τε δούρατ᾽ ἀμάξης,

τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.

 

Εὖτ᾽ ἂν δὴ πρώτιστ᾽ ἄροτος θνητοῖσι φανήηι,

δὴ τότ᾽ ἐφορμηθῆναι, ὁμῶς δμῶές τε καὶ αὐτός,

460

αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθ᾽ ὥρην,

πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.

ἔαρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σ᾽ ἀπατήσει·

νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν.

νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.

 

465

Εὔχεσθαι δὲ Διὶ χθονίωι Δημήτερί θ᾽ ἁγνῆι

ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,

ἀρχόμενος τὰ πρῶτ᾽ ἀρότου, ὅτ᾽ ἂν ἄκρον ἐχέτλης

χειρὶ λαβὼν ὅρπηκι βοῶν ἐπὶ νῶτον ἵκηαι

ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε

470

δμῶος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη

σπέρμα κατακρύπτων· εὐθημοσύνη γὰρ ἀρίστη

θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.

ὧδέ κεν ἁδροσύνηι στάχυες νεύοιεν ἔραζε,

εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,

475

ἐκ δ᾽ ἀγγέων ἐλάσειας ἀράχνια, καί σε ἔολπα

γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.

εὐοχθέων δ᾽ ἵξεαι πολιὸν ἔαρ οὐδὲ πρὸς ἄλλους

αὐγάσεαι· σέο δ᾽ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.

 

Εἰ δέ κεν ἠελίοιο τροπῆις ἀρόωις χθόνα δῖαν,

480

ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,

ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,

οἴσεις δ᾽ ἐν φορμῶι· παῦροι δέ σε θηήσονται.

ἄλλοτε δ᾽ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,

ἀργαλέος δ᾽ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.

485

εἰ δή κ᾽ ὄψ᾽ ἀρόσηις, τόδε κέν τοι φάρμακον εἴη·

ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι

τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπ᾽ ἀπείρονα γαῖαν,

τῆμος Ζεὺς ὕοι τρίτωι ἤματι μηδ᾽ ἀπολήγοι,

μήτ᾽ ἄρ᾽ ὑπερβάλλων βοὸς ὁπλὴν μήτ᾽ ἀπολείπων·

490

οὕτω κ᾽ ὀψαρότης πρωιηρότηι ἰσοφαρίζοι.

ἐν θυμῶι δ᾽ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι

μήτ᾽ ἔαρ γινόμενον πολιὸν μήθ᾽ ὥριος ὄμβρος.

 

Πὰρ δ᾽ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην

ὥρηι χειμερίηι, ὁπότε κρύος ἀνέρα ἔργων

495

ἰσχάνει, ἔνθα κ᾽ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,

μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψηι

σὺν πενίηι, λεπτῆι δὲ παχὺν πόδα χειρὶ πιέζηις.

πολλὰ δ᾽ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,

χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῶι.

500

ἐλπὶς δ᾽ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,

ἥμενον ἐν λέσχηι, τῶι μὴ βίος ἄρκιος εἴη.

δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·

«οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.»

 

Μῆνα δὲ Ληναιῶνα, κάκ᾽ ἤματα, βουδόρα πάντα,

505

τοῦτον ἀλεύασθαι καὶ πηγάδας, αἵ τ᾽ ἐπὶ γαῖαν

πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,

ὅς τε διὰ Θρήικης ἱπποτρόφου εὐρέι πόντωι

ἐμπνεύσας ὤρινε, μέμυκε δὲ γαῖα καὶ ὕλη·

πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας

510

οὔρεος ἐν βήσσηις πιλνᾶι χθονὶ πουλυβοτείρηι

ἐμπίπτων, καὶ πᾶσα βοᾶι τότε νήριτος ὕλη·

θῆρες δὲ φρίσσουσ᾽, οὐρὰς δ᾽ ὑπὸ μέζε᾽ ἔθεντο·

τῶν καὶ λάχνηι δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν

ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων·

515

καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται οὐδέ μιν ἴσχει,

καί τε δι᾽ αἶγα ἄησι τανύτριχα· πώεα δ᾽ οὔτι,

οὕνεκ᾽ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησι

ἲς ἀνέμου Βορέω· τροχαλὸν δὲ γέροντα τίθησιν

καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,

520

ἥ τε δόμων ἔντοσθε φίληι παρὰ μητέρι μίμνει,

οὔπω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης,

εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπ᾽ ἐλαίωι

χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου,

ἤματι χειμερίωι, ὅτ᾽ ἀνόστεος ὃν πόδα τένδει

525

ἔν τ᾽ ἀπύρωι οἴκωι καὶ ἤθεσι λευγαλέοισιν·

οὐ γάρ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι,

ἀλλ᾽ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε

στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.

καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται

530

λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα,

φεύγουσιν, καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,

οἷ σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχουσι

κὰκ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτοὶ ἶσοι,

οὗ τ᾽ ἐπὶ νῶτα ἔαγε, κάρη δ᾽ εἰς οὖδας ὁρᾶται·

535

τῶι ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.

 

Καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,

χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·

στήμονι δ᾽ ἐν παύρωι πολλὴν κρόκα μηρύσασθαι·

τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι

540

μηδ᾽ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα·

ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο

ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας·

πρωτογόνων δ᾽ ἐρίφων, ὁπότ᾽ ἂν κρύος ὥριον ἔλθηι,

δέρματα συρράπτειν νεύρωι βοός, ὄφρ᾽ ἐπὶ νώτωι

545

ὑετοῦ ἀμφιβάληι ἀλέην· κεφαλῆφι δ᾽ ὕπερθεν

πῖλον ἔχειν ἀσκητόν, ἵν᾽ οὔατα μὴ καταδεύηι.

ψυχρὴ γάρ τ᾽ ἠὼς πέλεται Βορέαο πεσόντος,

ἠῶιος δ᾽ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανοῦ ἀστερόεντος

ἀὴρ πυροφόροις τέταται μακάρων ἐπὶ ἔργοις,

550

ὅς τε ἀρυσσάμενος ποταμῶν ἀπὸ αἰεναόντων,

ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλληι,

ἄλλοτε μέν θ᾽ ὕει ποτὶ ἕσπερον, ἄλλοτ᾽ ἄησι,

πυκνὰ Θρηικίου Βορέω νέφεα κλονέοντος.

τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,

555

μή ποτέ σ᾽ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψηι,

χρῶτα δὲ μυδαλέον θήηι κατά θ᾽ εἵματα δεύσηι·

ἀλλ᾽ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,

χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δ᾽ ἀνθρώποις.

τῆμος τὤμισυ βουσίν, ἐπ᾽ ἀνέρι δὲ πλέον εἴη

560

ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.

[ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν

ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰς ὅ κεν αὖτις

γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκηι.]

 

Εὖτ᾽ ἂν δ᾽ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο

565

χειμέρι᾽ ἐκτελέσηι Ζεὺς ἤματα, δή ῥα τότ᾽ ἀστὴρ

Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο

πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.

τὸν δὲ μέτ᾽ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν

ἐς φάος ἀνθρώποις ἔαρος νέον ἱσταμένοιο·

570

τὴν φθάμενος οἴνας περιταμνέμεν· ὣς γὰρ ἄμεινον.

 

Ἀλλ᾽ ὁπότ᾽ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνηι

Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων,

ἀλλ᾽ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·

φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπ᾽ ἠόα κοῖτον

575

ὥρηι ἐν ἀμήτου, ὅτε τ᾽ ἠέλιος χρόα κάρφει·

τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν

ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.

ἠὼς γὰρ [τ᾽] ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,

ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,

580

ἠώς, ἥ τε φανεῖσα πολέας ἐπέβησε κελεύθου

ἀνθρώπους πολλοῖσί τ᾽ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.

 

Ἦμος δὲ σκόλυμός τ᾽ ἀνθεῖ καὶ ἠχέτα τέττιξ

δενδρέωι ἐφεζόμενος λιγυρὴν καταχεύετ᾽ ἀοιδὴν

πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρηι,

585

τῆμος πιόταταί τ᾽ αἶγες, καὶ οἶνος ἄριστος,

μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες

εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,

αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότ᾽ ἤδη

εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος

590

μάζα τ᾽ ἀμολγαίη γάλα τ᾽ αἰγῶν σβεννυμενάων

καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης

πρωτογόνων τ᾽ ἐρίφων· ἐπὶ δ᾽ αἴθοπα πινέμεν οἶνον,

ἐν σκιῆι ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,

ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα·

595

κρήνης δ᾽ ἀενάου καὶ ἀπορρύτου ἥ τ᾽ ἀθόλωτος

τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.

 

Δμωσὶ δ᾽ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν

δινέμεν, εὖτ᾽ ἂν πρῶτα φανῆι σθένος Ὠρίωνος,

χώρωι ἐν εὐαεῖ καὶ ἐυτροχάλωι ἐν ἀλωῆι.

600

μέτρωι δ᾽ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ

πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,

θῆτά τ᾽ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον

δίζησθαι κέλομαι· χαλεπὴ δ᾽ ὑπόπορτις ἔριθος·

καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,

605

μή ποτέ σ᾽ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθ᾽ ἕληται.

χόρτον δ᾽ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη

βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα

δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.

 

Εὖτ᾽ ἂν δ᾽ Ὠρίων καὶ Σείριος ἐς μέσον ἔλθηι

610

οὐρανόν, Ἀρκτοῦρον δὲ ἴδηι ῥοδοδάκτυλος Ἠώς,

ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς,

δεῖξαι δ᾽ ἠελίωι δέκα τ᾽ ἤματα καὶ δέκα νύκτας,

πέντε δὲ συσκιάσαι, ἕκτωι δ᾽ εἰς ἄγγε᾽ ἀφύσσαι

δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ

615

Πληιάδες θ᾽ Ὑάδες τε τό τε σθένος Ὠρίωνος

δύνωσιν, τότ᾽ ἔπειτ᾽ ἀρότου μεμνημένος εἶναι

ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἴη.

 

617

Εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ·

εὖτ᾽ ἂν Πληιάδες σθένος ὄβριμον Ὠρίωνος

φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,

620

δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·

καὶ τότε μηκέτι νῆα ἔχειν ἐνὶ οἴνοπι πόντωι,

γῆν δ᾽ ἐργάζεσθαι μεμνημένος ὥς σε κελεύω·

νῆα δ᾽ ἐπ᾽ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι

πάντοθεν, ὄφρ᾽ ἴσχωσ᾽ ἀνέμων μένος ὑγρὸν ἀέντων,

625

χείμαρον ἐξερύσας, ἵνα μὴ πύθηι Διὸς ὄμβρος.

ὅπλα δ᾽ ἐπάρμενα πάντα τεῶι ἐγκάτθεο οἴκωι,

εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·

πηδάλιον δ᾽ εὐεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.

αὐτὸς δ᾽ ὡραῖον μίμνειν πλόον εἰς ὅ κεν ἔλθηι·

630

καὶ τότε νῆα θοὴν ἅλαδ᾽ ἑλκέμεν, ἐν δέ τε φόρτον

ἄρμενον ἐντύνασθαι, ἵν᾽ οἴκαδε κέρδος ἄρηαι,

ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρση,

πλωίζεσκ᾽ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ·

635

ὅς ποτε καὶ τεῖδ᾽ ἦλθε πολὺν διὰ πόντον ἀνύσσας,

Κύμην Αἰολίδα προλιπὼν ἐν νηὶ μελαίνηι,

οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,

ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν.

νάσσατο δ᾽ ἄγχ᾽ Ἑλικῶνος ὀιζυρῆι ἐνὶ κώμηι,

640

Ἄσκρηι, χεῖμα κακῆι, θέρει ἀργαλέηι, οὐδέ ποτ᾽ ἐσθλῆι.

τύνη δ᾽, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι

ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.

νῆ᾽ ὀλίγην αἰνεῖν, μεγάληι δ᾽ ἐνὶ φορτία θέσθαι·

μείζων μὲν φόρτος, μεῖζον δ᾽ ἐπὶ κέρδεϊ κέρδος

645

ἔσσεται, εἴ κ᾽ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.

 

Εὖτ᾽ ἂν ἐπ᾽ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν

βούληαι [δὲ] χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,

δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,

οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.

650

οὐ γάρ πώ ποτε νηὶ [γ᾽] ἐπέπλων εὐρέα πόντον,

εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ἧι ποτ᾽ Ἀχαιοὶ

μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν

Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.

ἔνθα δ᾽ ἐγὼν ἐπ᾽ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος

655

Χαλκίδα [τ᾽] εἰσεπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ

ἄεθλ᾽ ἔθεσαν παῖδες μεγαλήτορες· ἔνθα μέ φημι

ὕμνωι νικήσαντα φέρειν τρίποδ᾽ ὠτώεντα.

τὸν μὲν ἐγὼ Μούσηισ᾽ Ἑλικωνιάδεσσ᾽ ἀνέθηκα

ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.

660

τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·

ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·

Μοῦσαι γάρ μ᾽ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.

 

Ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,

ἐς τέλος ἐλθόντος θέρεος, καματώδεος ὥρης,

665

ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα

καυάξαις οὔτ᾽ ἄνδρας ἀποφθείσειε θάλασσα,

εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων

ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέληισιν ὀλέσσαι·

ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.

670

τῆμος δ᾽ εὐκρινέες τ᾽ αὖραι καὶ πόντος ἀπήμων·

εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας

ἑλκέμεν ἐς πόντον φόρτον τ᾽ ἐς πάντα τίθεσθαι·

σπεύδειν δ᾽ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι

μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον

675

καὶ χειμῶν᾽ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,

ὅς τ᾽ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρωι

πολλῶι ὀπωρινῶι, χαλεπὸν δέ τε πόντον ἔθηκεν.

ἄλλος δ᾽ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·

ἦμος δὴ τὸ πρῶτον, ὅσον τ᾽ ἐπιβᾶσα κορώνη

680

ἴχνος ἐποίησεν, τόσσον πέταλ᾽ ἀνδρὶ φανήηι

ἐν κράδηι ἀκροτάτηι, τότε δ᾽ ἄμβατός ἐστι θάλασσα·

εἰαρινὸς δ᾽ οὗτος πέλεται πλόος· οὔ μιν ἔγωγε

αἴνημ᾽, οὐ γὰρ ἐμῶι θυμῶι κεχαρισμένος ἐστίν·

ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ

685

ἄνθρωποι ῥέζουσιν ἀιδρείηισι νόοιο·

χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.

δεινὸν δ᾽ ἐστὶ θανεῖν μετὰ κύμασιν· ἀλλά σ᾽ ἄνωγα

φράζεσθαι τάδε πάντα μετὰ φρεσὶν ὡς ἀγορεύω.

μηδ᾽ ἐν νηυσὶν ἅπαντα βίον κοίληισι τίθεσθαι,

690

ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι·

δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι·

δεινὸν δ᾽ εἴ κ᾽ ἐπ᾽ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας

ἄξονα καυάξαις καὶ φορτία μαυρωθείη.

μέτρα φυλάσσεσθαι· καιρὸς δ᾽ ἐπὶ πᾶσιν ἄριστος.

 

694

Ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,

695

μήτε τριηκόντων ἐτέων μάλα πόλλ᾽ ἀπολείπων

μήτ᾽ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·

ἡ δὲ γυνὴ τέτορ᾽ ἡβώοι, πέμπτωι δὲ γαμοῖτο.

παρθενικὴν δὲ γαμεῖν, ὥς κ᾽ ἤθεα κεδνὰ διδάξηις,

[τὴν δὲ μάλιστα γαμεῖν, ἥτις σέθεν ἐγγύθι ναίει]

700

πάντα μάλ᾽ ἀμφὶς ἰδών, μὴ γείτοσι χάρματα γήμηις.

οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ᾽ ἄμεινον

τῆς ἀγαθῆς, τῆς δ᾽ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,

δειπνολόχης, ἥ τ᾽ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα

εὕει ἄτερ δαλοῖο καὶ ὠμῶι γήραϊ δῶκεν.

705

[εὖ δ᾽ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.]

μὴ δὲ κασιγνήτωι ἶσον ποιεῖσθαι ἑταῖρον·

εἰ δέ κε ποιήσηις, μή μιν πρότερος κακὸν ἔρξαι

μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δέ σέ γ᾽ ἄρχηι

ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,

710

δὶς τόσα τείνυσθαι μεμνημένος· εἰ δέ κεν αὖτις

ἡγῆτ᾽ ἐς φιλότητα, δίκην δ᾽ ἐθέληισι παρασχεῖν,

δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον

ποιεῖται· σὲ δὲ μή τι νόος κατελεγχέτω εἶδος.

μηδὲ πολύξεινον μηδ᾽ ἄξεινον καλέεσθαι,

715

μηδὲ κακῶν ἕταρον μηδ᾽ ἐσθλῶν νεικεστῆρα.

μηδέ ποτ᾽ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ

τέτλαθ᾽ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.

γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος

φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης·

720

εἰ δὲ κακὸν εἴποις, τάχα κ᾽ αὐτὸς μεῖζον ἀκούσαις.

μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι·

ἐκ κοινοῦ πλείστη τε χάρις δαπάνη τ᾽ ὀλιγίστη.

[μηδέ ποτ᾽ ἐξ ἠοῦς Διὶ λείβειν αἴθοπα οἶνον

725

χερσὶν ἀνίπτοισιν μηδ᾽ ἄλλοις ἀθανάτοισιν·

οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τ᾽ ἀράς.

μηδ᾽ ἄντ᾽ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν,

αὐτὰρ ἐπεί κε δύηι, μεμνημένος, ἔς τ᾽ ἀνιόντα,

730

μὴ δ᾽ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν.

729

μήτ᾽ ἐν ὁδῶι μήτ᾽ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσηις·

731

ἑζόμενος δ᾽ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,

ἢ ὅ γε πρὸς τοῖχον πελάσας εὐερκέος αὐλῆς.

μηδ᾽ αἰδοῖα γονῆι πεπαλαγμένος ἔνδοθι οἴκου

ἱστίηι ἐμπελαδὸν παραφαινέμεν, ἀλλ᾽ ἀλέασθαι.

735

μηδ᾽ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα

σπερμαίνειν γενεήν, ἀλλ᾽ ἀθανάτων ἀπὸ δαιτός.

736a

μηδ᾽ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ᾽ ἐξαλέασθαι.

737

μηδέ ποτ᾽ ἀενάων ποταμῶν καλλίρροον ὕδωρ

ποσσὶ περᾶν πρίν γ᾽ εὔξηι ἰδὼν ἐς καλὰ ῥέεθρα

χεῖρας νιψάμενος πολυηράτωι ὕδατι λευκῶι.

740

ὃς ποταμὸν διαβῆι κακότητ᾽ ἰδὲ χεῖρας ἄνιπτος,

τῶι δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.

μηδ᾽ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείηι

αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρωι.

μηδέ ποτ᾽ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν

745

πινόντων· ὀλοὴ γὰρ ἐπ᾽ αὐτῶι μοῖρα τέτυκται.

μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,

μή τοι ἐφεζομένη κρώξηι λακέρυζα κορώνη.

μηδ᾽ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα

ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔπι ποινή.

750

μηδ᾽ ἐπ᾽ ἀκινήτοισι καθίζειν, οὐ γὰρ ἄμεινον,

παῖδα δυωδεκαταῖον, ὅ τ᾽ ἀνέρ᾽ ἀνήνορα ποιεῖ,

μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.

μηδὲ γυναικείωι λουτρῶι χρόα φαιδρύνεσθαι

ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστ᾽ ἐπὶ καὶ τῶι

755

ποινή. μηδ᾽ ἱεροῖσιν ἐπ᾽ αἰθομένοισι κυρήσας

μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾶι.

μηδέ ποτ᾽ ἐν προχοῆις ποταμῶν ἅλαδε προρεόντων

μηδ᾽ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ᾽ ἐξαλέασθαι·

μηδ᾽ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.]

760

ὧδ᾽ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην·

φήμη γάρ τε κακὴ πέλεται κούφη μὲν ἀεῖραι

ῥεῖα μάλ᾽, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δ᾽ ἀποθέσθαι.

φήμη δ᾽ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα πολλοὶ

λαοὶ φημίξουσι· θεός νύ τίς ἐστι καὶ αὐτή.

 

764

Ἤματα δ᾽ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν

765

πεφραδέμεν δμώεσσι τριηκάδα μηνὸς ἀρίστην

ἔργα τ᾽ ἐποπτεύειν ἠδ᾽ ἁρμαλιὴν δατέασθαι.

 

769

Αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς παρὰ μητιόεντος,

768

εὖτ᾽ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν·

770

πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·

τῆι γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·

ὀγδοάτη δ᾽ ἐνάτη τε δύω γε μὲν ἤματα μηνὸς

ἔξοχ᾽ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·

ἑνδεκάτη δὲ δυωδεκάτη τ᾽ ἄμφω γε μὲν ἐσθλαὶ

775

ἠμὲν ὄις πείκειν ἠδ᾽ εὔφρονα καρπὸν ἀμᾶσθαι·

ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγ᾽ ἀμείνων·

τῆι γάρ τοι νεῖ νήματ᾽ ἀερσιπότητος ἀράχνης

ἤματος ἐκ πλείου, ὅτε τ᾽ ἴδρις σωρὸν ἀμᾶται·

τῆι δ᾽ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.

 

780

Μηνὸς δ᾽ ἱσταμένου τρεισκαιδεκάτην ἀλέασθαι

σπέρματος ἄρξασθαι· φυτὰ δ᾽ ἐνθρέψασθαι ἀρίστη.

ἕκτη δ᾽ ἡ μέσση μάλ᾽ ἀσύμφορός ἐστι φυτοῖσιν,

ἀνδρογόνος δ᾽ ἀγαθή· κούρηι δ᾽ οὐ σύμφορός ἐστιν

οὔτε γενέσθαι πρῶτ᾽ οὔτ᾽ ἂρ γάμου ἀντιβολῆσαι.

785

οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρηι γε γενέσθαι

ἄρμενος, ἀλλ᾽ ἐρίφους τάμνειν καὶ πώεα μήλων,

σηκόν τ᾽ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·

ἐσθλὴ δ᾽ ἀνδρογόνος· φιλέοι δ᾽ ὅ γε κέρτομα βάζειν

ψεύδεά θ᾽ αἱμυλίους τε λόγους κρυφίους τ᾽ ὀαρισμούς.

 

790

Μηνὸς δ᾽ ὀγδοάτηι κάπρον καὶ βοῦν ἐρίμυκον

ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτηι ταλαεργούς.

 

Εἰκάδι δ᾽ ἐν μεγάληι, πλέωι ἤματι, ἵστορα φῶτα

γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἔσται.

 

Ἐσθλὴ δ᾽ ἀνδρογόνος δεκάτη, κούρηι δέ τε τετρὰς

795

μέσση· τῆι δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς

καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς

πρηΰνειν ἐπὶ χεῖρα τιθείς· πεφύλαξο δὲ θυμῶι

[τετράδ᾽ ἀλεύασθαι φθίνοντός θ᾽ ἱσταμένου τε]

ἄλγεα· θυμοβορεῖν μάλα τοι τετελεσμένον ἦμαρ.

 

800

Ἐν δὲ τετάρτηι μηνὸς ἄγεσθ᾽ εἰς οἶκον ἄκοιτιν

οἰωνοὺς κρίνας οἳ ἐπ᾽ ἔργματι τούτωι ἄριστοι.

 

Πέμπτας δ᾽ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί·

ἐν πέμπτηι γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν

Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμ᾽ ἐπιόρκοις.

 

805

Μέσσηι δ᾽ ἑβδομάτηι Δημήτερος ἱερὸν ἀκτὴν

εὖ μάλ᾽ ὀπιπεύοντα ἐυτροχάλωι ἐν ἀλωῆι

βάλλειν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα

νήιά τε ξύλα πολλά, τά τ᾽ ἄρμενα νηυσὶ πέλονται.

τετράδι δ᾽ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.

 

810

Εἰνὰς δ᾽ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ·

πρωτίστη δ᾽ εἰνὰς παναπήμων ἀνθρώποισιν·

ἐσθλὴ μὲν γάρ θ᾽ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι

ἀνέρι τ᾽ ἠδὲ γυναικί, καὶ οὔποτε πάγκακον ἦμαρ.

 

Παῦροι δ᾽ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην

815

[ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι

βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,]

νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον

εἰρύμεναι· παῦροι δέ τ᾽ ἀληθέα κικλήσκουσιν.

 

Τετράδι δ᾽ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ

820

μέσση· παῦροι δ᾽ αὖτε μετ᾽ εἰκάδα μηνὸς ἀρίστην

ἠοῦς γεινομένης· ἐπὶ δείελα δ᾽ ἐστὶ χερείων.

 

Αἵδε μὲν ἡμέραι εἰσὶν ἐπιχθονίοις μέγ᾽ ὄνειαρ·

αἱ δ᾽ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.

ἄλλος δ᾽ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.

825

ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.

τάων εὐδαίμων τε καὶ ὄλβιος ὃς τάδε πάντα

εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,

ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.