BIBLIOTHECA AUGUSTANA

 

Hesiodos

ca. 710 a. Chr. n.

 

Ἀσπίς

 

Textus:

Hesiodi theogonia, opera et dies, scutum, fragmenta

ed. F. Solmsen/R. Merkelbach/M. L. West, Oxford 1970

 

______________________________________________________________

 

 

 

 

[...]

οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν

ἤλυθεν ἐς Θήβας μετ᾽ ἀρήιον Ἀμφιτρύωνα

Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·

ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων

5

εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε

τάων ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.

τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τ᾽ ἄπο κυανεάων

τοῖον ἄηθ᾽ οἷόν τε πολυχρύσου Ἀφροδίτης.

ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,

10

ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·

ἦ μέν οἱ πατέρ᾽ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,

χωσάμενος περὶ βουσί· λιπὼν δ᾽ ὅ γε πατρίδα γαῖαν

ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.

ἔνθ᾽ ὅ γε δώματ᾽ ἔναιε σὺν αἰδοίηι παρακοίτι

15

νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν

πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης

πρίν γε φόνον τείσαιτο κασιγνήτων μεγαθύμων

ἧς ἀλόχου, μαλερῶι δὲ καταφλέξαι πυρὶ κώμας

ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.

20

τὼς γάρ οἱ διέκειτο, θεοὶ δ᾽ ἐπὶ μάρτυροι ἦσαν·

τῶν ὅ γ᾽ ὀπίζετο μῆνιν, ἐπείγετο δ᾽ ὅττι τάχιστα

ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.

τῶι δ᾽ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε

Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,

25

Λοκροί τ᾽ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι

ἕσποντ᾽· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο

κυδιόων λαοῖσι. πατὴρ δ᾽ ἀνδρῶν τε θεῶν τε

ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν

ἀνδράσι τ᾽ ἀλφηστῆισιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.

30

ὦρτο δ᾽ ἀπ᾽ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,

ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,

ἐννύχιος· τάχα δ᾽ ἷξε Τυφαόνιον· τόθεν αὖτις

Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.

ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·

35

αὐτῆι μὲν γὰρ νυκτὶ τανισφύρου Ἠλεκτρυώνης

εὐνῆι καὶ φιλότητι μίγη, τέλεσεν δ᾽ ἄρ᾽ ἐέλδωρ·

αὐτῆι δ᾽ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,

ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε,

οὐδ᾽ ὅ γε πρὶν δμῶας καὶ ποιμένας ἀγροιώτας

40

ὦρτ᾽ ἰέναι, πρίν γ᾽ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·

τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.

[ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγηι κακότητα

νούσου ὑπ᾽ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,

ὥς ῥα τότ᾽ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας

45

ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.]

παννύχιος δ᾽ ἄρ᾽ ἔλεκτο σὺν αἰδοίηι παρακοίτι

τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.

ἣ δὲ θεῶι δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστωι

Θήβηι ἐν ἑπταπύλωι διδυμάονε γείνατο παῖδε,

50

οὐκέθ᾽ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·

τὸν μὲν χειρότερον, τὸν δ᾽ αὖ μέγ᾽ ἀμείνονα φῶτα

δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην,

τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,

αὐτὰρ Ἰφικλῆα δορυσσόωι Ἀμφιτρύωνι·

55

κεκριμένην γενεήν, τὸν μὲν βροτῶι ἀνδρὶ μιγεῖσα,

τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.

 

――――――――

 

56

Ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.

εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος

αὐτὸν καὶ πατέρα ὃν Ἄρη᾽, ἄατον πολέμοιο,

60

τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,

ἑσταότ᾽ ἐν δίφρωι· χθόνα δ᾽ ἔκτυπον ὠκέες ἵπποι

νύσσοντες χηλῆισι, κόνις δέ σφ᾽ ἀμφιδεδήει

κοπτομένη πλεκτοῖσιν ὑφ᾽ ἅρμασι καὶ ποσὶν ἵππων·

ἅρματα δ᾽ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον

65

ἵππων ἱεμένων. κεχάρητο δὲ Κύκνος ἀμύμων,

ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε

χαλκῶι δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.

ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·

αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.

70

πᾶν δ᾽ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου

λάμπεν ὑπαὶ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ,

πῦρ δ᾽ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου

ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι

πλήν γ᾽ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;

75

[κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι

ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.]

ὅς ῥα τόθ᾽ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·

 

«Ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,

ἦ τι μέγ᾽ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,

80

ἤλιτεν Ἀμφιτρύων, ὅτ᾽ ἐυστέφανον ποτὶ Θήβην

ἦλθε λιπὼν Τίρυνθον, ἐυκτίμενον πτολίεθρον,

κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκ᾽ εὐρυμετώπων·

ἵκετο δ᾽ ἐς Κρείοντα καὶ Ἡνιόχην τανύπεπλον,

οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρματα πάντα παρεῖχον,

85

ἣ δίκη ἔσθ᾽ ἱκέτηισι, τίον δ᾽ ἄρα κηρόθι μᾶλλον.

ζῶε δ᾽ ἀγαλλόμενος σὺν ἐυσφύρωι Ἠλεκτρυώνηι,

ἧι ἀλόχωι· τάχα δ᾽ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν

γεινόμεθ᾽ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,

σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,

90

ὃς προλιπὼν σφέτερόν τε δόμον σφετέρους τε τοκῆας

ὤιχετο τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,

σχέτλιος· ἦ που πολλὰ μετεστοναχίζετ᾽ ὀπίσσω

ἣν ἄτην ὀχέων· ἣ δ᾽ οὐ παλινάγρετός ἐστιν.

αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετ᾽ ἀέθλους.

95

ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχ᾽ ἡνία φοινικόεντα

ἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξων

ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,

μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,

ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος

100

Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος·

ἦ μὴν καὶ κράτερός περ ἐὼν ἄαται πολέμοιο.»

 

Τὸν δ᾽ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος·

«ἠθεῖ᾽, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε

τιμᾶι σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,

105

ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα,

οἷον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε

σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.

ἀλλ᾽ ἄγε δύσεο τεύχε᾽ ἀρήια, ὄφρα τάχιστα

δίφρους ἐμπελάσαντες Ἄρηός θ᾽ ἡμέτερόν τε

110

μαρνώμεσθ᾽, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν

οὐδ᾽ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω

φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,

οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο

φυλόπιδα στήσειν, τά σφιν πολὺ φίλτερα θοίνης.»

 

115

Ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη

θυμῶι γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν·

καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·

«ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ

ὑσμίνη τρηχεῖα· σὺ δ᾽ ὡς πάρος ἦσθα δαΐφρων,

120

ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην

πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν ὥς κε δύνηαι.»

 

Ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,

Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμηισιν ἔθηκε.

δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε

125

καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε

Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότ᾽ ἔμελλε

τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.

θήκατο δ᾽ ἀμφ᾽ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον,

δεινὸς ἀνήρ· κοίλην δὲ περὶ στήθεσσι φαρέτρην

130

κάββαλεν ἐξόπιθεν· πολλοὶ δ᾽ ἔντοσθεν ὀιστοὶ

ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες·

πρόσθεν μὲν θάνατόν τ᾽ εἶχον καὶ δάκρυσι μῦρον,

μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε

μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.

135

εἵλετο δ᾽ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῶι.

κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμωι κυνέην ἐύτυκτον ἔθηκε,

δαιδαλέην, ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,

ἥ τ᾽ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.

 

Χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ

140

οὔτ᾽ ἔρρηξε βαλὼν οὔτ᾽ ἔθλασε, θαῦμα ἰδέσθαι.

πᾶν μὲν γὰρ κύκλωι τιτάνωι λευκῶι τ᾽ ἐλέφαντι

ἠλέκτρωι θ᾽ ὑπολαμπὲς ἔην χρυσῶι τε φαεινῶι

[λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο].

ἐν μέσσωι δ᾽ ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,

145

ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς·

τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκαθεόντων,

δεινῶν, ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου

δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,

σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν

150

οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.

[τῶν καὶ ψυχαὶ μὲν χθόνα δύνουσ᾽ Ἄιδος εἴσω

αὐτῶν, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης

Σειρίου ἀζαλέοιο κελαινῆι πύθεται αἴηι.]

 

Ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,

155

ἐν δ᾽ Ὅμαδός τε Φόνος τ᾽ Ἀνδροκτασίη τε δεδήει,

[ἐν δ᾽ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δ᾽ ὀλοὴ Κὴρ

ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,

ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·

εἷμα δ᾽ ἔχ᾽ ἀμφ᾽ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,

160

δεινὸν δερκομένη καναχῆισί τε βεβρυχυῖα.]

 

Ἐν δ᾽ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,

δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων

[οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν].

τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο

165

Ἀμφιτρυωνιάδης· τὰ δ᾽ ἐδαίετο θαυματὰ ἔργα·

στίγματα δ᾽ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσι·

κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.

 

Ἐν δὲ συῶν ἀγέλαι χλούνων ἔσαν ἠδὲ λεόντων

ἐς σφέας δερκομένων, κοτεόντων θ᾽ ἱεμένων τε.

170

τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν, οὐδέ νυ τώ γε

οὐδέτεροι τρεέτην, φρῖσσόν γε μὲν αὐχένας ἄμφω.

ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι

δοιοί, ἀπουράμενοι ψυχάς· κατὰ δέ σφι κελαινὸν

αἷμ᾽ ἀπελείβετ᾽ ἔραζ᾽· οἳ δ᾽ αὐχένας ἐξεριπόντες

175

κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν·

τοὶ δ᾽ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,

ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.

 

Ἐν δ᾽ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων

Καινέα τ᾽ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε

180

Ὁπλέα τ᾽ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε

Μόψον τ᾽ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος

Θησέα τ᾽ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·

ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχε᾽ ἔχοντες.

Κένταυροι δ᾽ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο

185

ἀμφὶ μέγαν Πετραῖον ἰδ᾽ Ἄσβολον οἰωνιστὴν

Ἄρκτον τ᾽ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα

καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,

ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.

καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες

190

ἔγχεσιν ἠδ᾽ ἐλάτηις αὐτοσχεδὸν ὠριγνῶντο.

 

Ἐν δ᾽ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι

χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης,

αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,

αἵματι φοινικόεις ὡς εἰ ζωοὺς ἐναρίζων,

195

δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε

ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.

 

Ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,

τῆι ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,

ἔγχος ἔχουσ᾽ ἐν χειρὶ † χρυσέην τε τρυφάλειαν

200

αἰγίδα τ᾽ ἀμφ᾽ ὤμοις· ἐπὶ δ᾽ ὤιχετο φύλοπιν αἰνήν.

 

Ἐν δ᾽ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δ᾽ ἄρα μέσσωι

ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς

χρυσείηι φόρμιγγι· θεῶν δ᾽ ἕδος ἁγνὸς Ὄλυμπος·

ἐν δ᾽ ἀγορή, περὶ δ᾽ ὄλβος ἀπείριτος ἐστεφάνωτο

205

ἀθανάτων ἐν ἀγῶνι· θεαὶ δ᾽ ἐξῆρχον ἀοιδῆς

Μοῦσαι Πιερίδες, λιγὺ μελπομένηις ἐικυῖαι.

 

Ἐν δὲ λιμὴν εὔορμος ἀμαιμακέτοιο θαλάσσης

κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο

κλυζομένωι ἴκελος· [πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ

210

δελφῖνες τῆι καὶ τῆι ἐθύνεον ἰχθυάοντες

νηχομένοις ἴκελοι·] δοιὼ δ᾽ ἀναφυσιόωντες

ἀργύρεοι δελφῖνες ἐφοίβεον ἔλλοπας ἰχθῦς.

τῶν δ᾽ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπ᾽ ἀκτῆς

ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος, εἶχε δὲ χερσὶν

215

ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.

 

Ἐν δ᾽ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,

οὔτ᾽ ἄρ᾽ ἐπιψαύων σάκεος ποσὶν οὔθ᾽ ἑκὰς αὐτοῦ,

θαῦμα μέγα φράσσασθ᾽, ἐπεὶ οὐδαμῆι ἐστήρικτο.

τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις,

220

χρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα·

ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο

χαλκέου ἐκ τελαμῶνος· ὃ δ᾽ ὥς τε νόημ᾽ ἐποτᾶτο·

πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,

Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,

225

ἀργυρέη· θύσανοι δὲ κατηιωρεῦντο φαεινοὶ

χρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισι ἄνακτος

κεῖτ᾽ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.

αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς

Περσεὺς Δαναΐδης ἐτιταίνετο· ταὶ δὲ μετ᾽ αὐτὸν

230

Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο

ἱέμεναι μαπέειν· ἐπὶ δὲ χλωροῦ ἀδάμαντος

βαινουσέων ἰάχεσκε σάκος μεγάλωι ὀρυμαγδῶι

ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνηισι δράκοντε

δοιὼ ἀπηιωρεῦντ᾽ ἐπικυρτώοντε κάρηνα·

235

λίχμαζον δ᾽ ἄρα τώ γε, μένει δ᾽ ἐχάρασσον ὀδόντας

ἄγρια δερκομένω· ἐπὶ δὲ δεινοῖσι καρήνοις

Γοργείοις ἐδονεῖτο μέγας φόβος. οἳ δ᾽ ὑπὲρ αὐτέων

ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχε᾽ ἔχοντες,

τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων

240

λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες.

πολλοὶ μὲν κέατο, πλέονες δ᾽ ἔτι δῆριν ἔχοντες

μάρνανθ᾽. αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων

χαλκέων ὀξὺ βόων, κατὰ δ᾽ ἐδρύπτοντο παρειάς,

ζωῆισιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.

245

ἄνδρες δ᾽ οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν

ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι

χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι

δειδιότες· τοὶ δ᾽ αὖτε μάχην ἔχον. αἳ δὲ μετ᾽ αὐτοὺς

Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,

250

δεινωποὶ βλοσυροί τε δαφοινοί τ᾽ ἄπλητοί τε

δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δ᾽ ἄρ᾽ ἵεντο

αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν

κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῶι

βάλλ<ον ὁμῶς> ὄνυχας μεγάλους, ψυχὴ δὲ [Ἄιδόσδε] κατῆιεν

255

Τάρταρον ἐς κρυόενθ᾽· αἳ δὲ φρένας εὖτ᾽ ἀρέσαντο

αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,

ἂψ δ᾽ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.

[Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσων

Ἄτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλ᾽ ἄρα ἥ γε

260

τῶν γε μὲν ἀλλάων προφερής τ᾽ ἦν πρεσβυτάτη τε.

πᾶσαι δ᾽ ἀμφ᾽ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο·

δεινὰ δ᾽ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,

ἐν δ᾽ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.]

πὰρ δ᾽ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,

265

χλωρὴ ἀυσταλέη λιμῶι καταπεπτηυῖα,

γουνοπαχής, μακροὶ δ᾽ ὄνυχες χείρεσσιν ὑπῆσαν·

τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν

αἷμ᾽ ἀπελείβετ᾽ ἔραζ᾽· ἣ δ᾽ ἄπλητον σεσαρυῖα

εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,

270

δάκρυσι μυδαλέη. παρὰ δ᾽ εὔπυργος πόλις ἀνδρῶν,

χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι

ἑπτὰ πύλαι· τοὶ δ᾽ ἄνδρες ἐν ἀγλαΐαις τε χοροῖς τε

τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπ᾽ ἀπήνης

ἤγοντ᾽ ἀνδρὶ γυναῖκα, πολὺς δ᾽ ὑμέναιος ὀρώρει·

275

τῆλε δ᾽ ἀπ᾽ αἰθομένων δαΐδων σέλας εἰλύφαζε

χερσὶν ἐνὶ δμωιῶν· ταὶ δ᾽ ἀγλαΐηι τεθαλυῖαι

πρόσθ᾽ ἔκιον, τῆισιν δὲ χοροὶ παίζοντες ἕποντο·

τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν

ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ·

280

αἳ δ᾽ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.

[ἔνθεν δ᾽ αὖθ᾽ ἑτέρωθε νέοι κώμαζον ὑπ᾽ αὐλοῦ.]

τοί γε μὲν αὖ παίζοντες ὑπ᾽ ὀρχηθμῶι καὶ ἀοιδῆι

[τοί γε μὲν αὖ γελόωντες ὑπ᾽ αὐλητῆρι ἕκαστος]

πρόσθ᾽ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε

285

ἀγλαΐαι τ᾽ εἶχον. τοὶ δ᾽ αὖ προπάροιθε πόληος

νῶθ᾽ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δ᾽ ἀροτῆρες

ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας

ἐστάλατ᾽. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων

αἰχμῆις ὀξείηισι κορωνιόωντα πέτηλα

290

βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν·

οἳ δ᾽ ἄρ᾽ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωῆι·

οἳ δ᾽ ἐτρύγων οἴνας, δρεπάνας ἐν χερσὶν ἔχοντες·

[οἳ δ᾽ αὖτ᾽ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων

λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,

295

βριθομένων φύλλοισι καὶ ἀργυρέηις ἑλίκεσσιν.]

οἳ δ᾽ αὖτ᾽ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος

χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,

[τοί γε μὲν αὖ παίζοντες ὑπ᾽ αὐλητῆρι ἕκαστος]

[σειόμενος φύλλοισι καὶ ἀργυρέηισι κάμαξι,]

300

βριθόμενος σταφυλῆισι· μελάνθησάν γε μὲν αἵδε.

οἵ γε μὲν ἐτράπεον, τοὶ δ᾽ ἤρυον. οἳ δὲ μάχοντο

πύξ τε καὶ ἑλκηδόν· τοὶ δ᾽ ὠκύποδας λαγὸς ἥιρευν

ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,

ἱέμενοι μαπέειν, οἳ δ᾽ ἱέμενοι ὑπαλύξαι.

305

πὰρ δ᾽ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δ᾽ ἀέθλωι

δῆριν ἔχον καὶ μόχθον· ἐυπλεκέων δ᾽ ἐπὶ δίφρων

ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους

ῥυτὰ χαλαίνοντες, τὰ δ᾽ ἐπικροτέοντα πέτοντο

ἅρματα κολλήεντ᾽, ἐπὶ δὲ πλῆμναι μέγ᾽ ἀύτευν.

310

οἳ μὲν ἄρ᾽ ἀίδιον εἶχον πόνον, οὐδέ ποτέ σφιν

νίκη ἐπηνύσθη, ἀλλ᾽ ἄκριτον εἶχον ἄεθλον.

τοῖσι δὲ καὶ προύκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,

χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.

 

Ἀμφὶ δ᾽ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,

315

πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον· οἳ δὲ κατ᾽ αὐτὸν

κύκνοι ἀερσιπόται μεγάλ᾽ ἤπυον, οἵ ῥά τε πολλοὶ

νῆχον ἐπ᾽ ἄκρον ὕδωρ· παρὰ δ᾽ ἰχθύες ἐκλονέοντο·

θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπωι, οὗ διὰ βουλὰς

Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,

320

ἀρσάμενος παλάμηισι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς

πάλλεν ἐπικρατέως· ἐπὶ δ᾽ ἱππείου θόρε δίφρου,

εἴκελος ἀστεροπῆι πατρὸς Διὸς αἰγιόχοιο,

κοῦφα βιβάς· τῶι δ᾽ ἡνίοχος κρατερὸς Ἰόλαος

δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.

 

325

Ἀγχίμολον δέ σφ᾽ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,

καί σφεας θαρσύνουσ᾽ ἔπεα πτερόεντα προσηύδα·

«Χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·

νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων

Κύκνον τ᾽ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.

330

ἄλλο δέ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·

εὖτ᾽ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσηις,

τὸν μὲν ἔπειτ᾽ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,

αὐτὸς δὲ βροτολοιγὸν Ἄρη᾽ ἐπιόντα δοκεύσας,

ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο

335

ὀφθαλμοῖσιν ἴδηις, ἔνθ᾽ οὐτάμεν ὀξέι χαλκῶι·

ἂψ δ᾽ ἀναχάσσασθαι, ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν

οὔθ᾽ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.»

 

Ὣς εἰποῦσ᾽ ἐς δίφρον ἐβήσατο δῖα θεάων,

νίκην ἀθανάτηις χερσὶν καὶ κῦδος ἔχουσα,

340

ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος

σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δ᾽ ὑπ᾽ ὀμοκλῆς

ῥίμφ᾽ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο·

ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη

αἰγίδ᾽ ἀνασσείσασα· περιστενάχησε δὲ γαῖα.

345

τοὶ δ᾽ ἄμυδις προγένοντ᾽ ἴκελοι πυρὶ ἠὲ θυέλληι,

Κύκνος θ᾽ ἱππόδαμος καὶ Ἄρης ἀκόρηττος ἀυτῆς.

τῶν δ᾽ ἵπποι μὲν ἔπειθ᾽ ὑπενααντίοι ἀλλήλοισιν

ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.

τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·

 

350

«Κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους,

ἀνδράσιν οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;

ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου

εἶκε † παρὲξ ἰέναι † · Τρηχῖνάδε τοι παρελαύνω

ἐς Κήυκα ἄνακτα· ὃ γὰρ δυνάμει τε καὶ αἰδοῖ

355

Τρηχῖνος προβέβηκε. σὺ δ᾽ εὖ μάλα οἶσθα καὶ αὐτός·

τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.

ὦ πέπον, οὐ μὲν γάρ τοι Ἄρης θανάτοιο τελευτὴν

ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.

ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι

360

ἔγχεος ἡμετέρου, ὅθ᾽ ὑπὲρ Πύλου ἠμαθόεντος

ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.

τρὶς μὲν ἐμῶι ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίηι

οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν

παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα·

365

πρηνὴς δ᾽ ἐν κονίηισι χαμαὶ πέσεν ἔγχεος ὁρμῆι.

ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη

χερσὶν ὕφ᾽ ἡμετέρηισι λιπὼν ἔναρα βροτόεντα ...»

 

Ὣς ἔφατ᾽· οὐδ᾽ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα

τῶι ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.

370

δὴ τότ᾽ ἀπ᾽ εὐπλεκέων δίφρων θόρον αἶψ᾽ ἐπὶ γαῖαν

παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος·

ἡνίοχοι δ᾽ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους.

τῶν δ᾽ ὑπὸ σευομένων κανάχιζε † πόσ᾽ εὐρεῖα χθών †

ὡς δ᾽ ὅτ᾽ ἀφ᾽ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο

375

πέτραι ἀποθρώσκωσιν, ἐπ᾽ ἀλλήλαις δὲ πέσωσι,

πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δέ τε πεῦκαι

αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπ᾽ αὐτέων

ῥίμφα κυλινδομένων, ἧος πεδίονδ᾽ ἀφίκωνται,

ὣς οἳ ἐπ᾽ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.

380

πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τ᾽ Ἰαωλκὸς

Ἄρνη τ᾽ ἠδ᾽ Ἑλίκη Ἄνθειά τε ποιήεσσα

φωνῆι ὑπ᾽ ἀμφοτέρων μεγάλ᾽ ἴαχον· οἳ δ᾽ ἀλαλητῶι

θεσπεσίωι σύνισαν· μέγα δ᾽ ἔκτυπε μητίετα Ζεύς,

[κὰδ δ᾽ ἄρ᾽ ἀπ᾽ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,]

385

σῆμα τιθεὶς πολέμοιο ἑῶι μεγαθαρσέι παιδί.

οἷος δ᾽ ἐν βήσσηις ὄρεος χαλεπὸς προϊδέσθαι

κάπρος χαυλιόδων φρονέει [δὲ] θυμῶι μαχέσασθαι

ἀνδράσι θηρευτῆις, θήγει δέ τε λευκὸν ὀδόντα

δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι

390

λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,

ὀρθὰς δ᾽ ἐν λοφιῆι φρίσσει τρίχας ἀμφί τε δειρήν·

τῶι ἴκελος Διὸς υἱὸς ἀφ᾽ ἱππείου θόρε δίφρου.

ἦμος δὲ χλοερῶι κυανόπτερος ἠχέτα τέττιξ

ὄζωι ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν

395

ἄρχεται, ὧι τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση,

καί τε πανημέριός τε καὶ ἠῶιος χέει αὐδὴν

ἴδει ἐν αἰνοτάτωι, ὅτε τε χρόα Σείριος ἄζει,

τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι

τούς τε θέρει σπείρουσιν, ὅτ᾽ ὄμφακες αἰόλλονται,

400

οἷα Διώνυσος δῶκ᾽ ἀνδράσι χάρμα καὶ ἄχθος·

τὴν ὥρην μάρναντο, πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.

ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο

ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,

δεινὴ δέ σφ᾽ ἰαχὴ ἄραβός θ᾽ ἅμα γίνετ᾽ ὀδόντων ...

405

[οἳ δ᾽ ὥς τ᾽ αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχῆλαι,

πέτρηι ἐφ᾽ ὑψηλῆι μεγάλα κλάζοντε μάχωνται

αἰγὸς ὀρεσσινόμου ἢ ἀγροτέρης ἐλάφοιο

πίονος, ἥν τ᾽ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ

ἰῶι ἀπὸ νευρῆς, αὐτὸς δ᾽ ἀπαλήσεται ἄλληι

410

χώρου ἄιδρις ἐών· οἳ δ᾽ ὀτραλέως ἐνόησαν,

ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο·

ὣς οἳ κεκλήγοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν. ]

ἔνθ᾽ ἦ τοι Κύκνος μέν, ὑπερμενέος Διὸς υἱὸν

κτεινέμεναι μεμαώς, σάκει ἔμβαλε χάλκεον ἔγχος,

415

οὐδ᾽ ἔρρηξεν χαλκός, ἔρυτο δὲ δῶρα θεοῖο·

Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη,

μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῶι

αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου

ἤλασ᾽ ἐπικρατέως, ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε

420

ἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός.

ἤριπε δ᾽, ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκη

ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῶι·

ὣς ἔριπ᾽, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῶι.

 

Τὸν μὲν ἔπειτ᾽ εἴασε Διὸς ταλακάρδιος υἱός,

425

αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας,

δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας,

ὅς τε μάλ᾽ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι

σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα·

ἐμ μένεος δ᾽ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·

430

γλαυκιόων δ᾽ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους

οὐρῆι μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν

ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι·

τοῖος ἄρ᾽ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,

ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,

435

ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ.

[ἀμφότεροι δ᾽ ἰάχοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.]

ὡς δ᾽ ὅτ᾽ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσηι,

μακρὰ δ᾽ ἐπιθρώσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῆι

ἔρχεται ἐμμεμαυῖα· πάγος δέ οἱ ἀντεβόλησεν

440

ὑψηλός, τῶι δὴ συνενείκεται, ἔνθα μιν ἴσχει·

τὼς <ἄρ᾽> ὃ μὲν ἰαχῆι βρισάρματος οὔλιος Ἄρης

κεκληγὼς ἐπόρουσεν, ὃ δ᾽ ἐμμαπέως ὑπέδεκτο.

αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,

ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδ᾽ ἔχουσα·

445

δεινὰ δ᾽ ὑπόδρα ἰδοῦσ᾽ ἔπεα πτερόεντα προσηύδα·

 

«Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·

οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι

Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·

ἀλλ᾽ ἄγε παῦε μάχης, μηδ᾽ ἀντίος ἵστασ᾽ ἐμεῖο.»

 

450

Ὣς ἔφατ᾽· ἀλλ᾽ οὐ πεῖθ᾽ Ἄρεος μεγαλήτορα θυμόν,

ἀλλὰ μέγα ἰάχων, φλογὶ εἴκελα τεύχεα πάλλων

καρπαλίμως ἐπόρουσε βίηι Ἡρακληείηι

κακκτάμεναι μεμαώς· καί ῥ᾽ ἔμβαλε χάλκεον ἔγχος,

σπερχνὸν παιδὸς ἑοῦ κοτέων περὶ τεθνηῶτος,

455

ἐν σάκεϊ μεγάλωι. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη

ἔγχεος ὁρμὴν ἔτραπ᾽ ὀρεξαμένη ἀπὸ δίφρου.

δριμὺ δ᾽ Ἄρη᾽ ἄχος εἷλεν· ἐρυσσάμενος δ᾽ ἄορ ὀξὺ

ἔσσυτ᾽ ἐφ᾽ Ἡρακλέα κρατερόφρονα· τὸν δ᾽ ἐπιόντα

Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,

460

μηρὸν γυμνωθέντα σάκευς ὑπὸ δαιδαλέοιο

οὔτασ᾽ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε

δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσηι.

τῶι δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους

ἤλασαν αἶψ᾽ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης

465

ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δ᾽ ἔπειτα

ἵππους μαστιέτην, ἵκοντο δὲ μακρὸν Ὄλυμπον.

υἱὸς δ᾽ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος

Κύκνον σκυλεύσαντες ἀπ᾽ ὤμων τεύχεα καλὰ

νίσοντ᾽· αἶψα δ᾽ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο

470

ἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνη

ἐξίκετ᾽ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.

Κύκνον δ᾽ αὖ Κήυξ θάπτεν καὶ λαὸς ἀπείρων,

οἵ ῥ᾽ ἐγγὺς ναῖον πόλιος κλειτοῦ βασιλῆος,

[Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τ᾽ Ἰαωλκὸν

475

Ἄρνην τ᾽ ἠδ᾽ Ἑλίκην· πολλὸς δ᾽ ἠγείρετο λαός,]

τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.

τοῦ δὲ τάφον καὶ σῆμ᾽ ἀιδὲς ποίησεν Ἄναυρος

ὄμβρωι χειμερίωι πλήθων· τὼς γάρ μιν Ἀπόλλων

Λητοΐδης ἤνωξ᾽, ὅτι ῥα κλειτὰς ἑκατόμβας

480

ὅστις ἄγοι Πυθοῖδε βίηι σύλασκε δοκεύων.