Semonides
ca. 700 - ca. 640 a. Chr. n.
ἐ λ ε γ ε ῖ α
|
|
___________________________________________________
|
|
29 Diehl/Snell = Simonides 8 West
ἓν δὲ τὸ κάλλιστον Χῖος ἔειπεν ἀνήρ·«οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν.»παῦροι μὴν θνητῶν οὔασι δεξάμενοιστέρνοισ' ἐγκατέθεντο· πάρεστι γὰρ ἐλπὶς ἑκάστωι | |
5 | ἀνδρῶν, ἥ τε νέων στήθεσιν ἐμφύεται.θνητῶν δ' ὄφρα τις ἄνθος ἔχηι πολυήρατον ἥβης,κοῦφον ἔχων θυμὸν πόλλ' ἀτέλεστα νοεῖ·οὔτε γὰρ ἐλπίδ' ἔχει γηρασέμεν οὔτε θανεῖσθαιοὐδ', ὑγιὴς ὅταν ἦι, φροντίδ' ἔχει καμάτου. |
10 | νήπιοι, οἷς ταύτηι κεῖται νόος, οὐ δὲ ἴσασιν,ὡς χρόνος ἔσθ' ἥβης καὶ βιότοι' ὀλίγοςθνητοῖσ'· ἀλλὰ σὺ ταῦτα μαθῶν βιότου ποτὶ τέρμαψυχῆι τῶν ἀγαθῶν τλῆθι χαριζόμενος. |