Archilochos
ca. 680 - ca. 630 a. Chr. n.
Mnesiepes inscriptioParos SEG 15:517
Textus:D. Clay, Archilochos Heros:The Cult of Poets in the Greek PolisCambridge, MA 2004Fontes:University of DurhamThe Packard Humanities InstituteAndrea Rotstein , The Parian Marble and the Mnesiepes InscriptionSecundaria:The Mnesiepes Inscription and Female ChorusesDie Archilochos-Legende
|
|
___________________________________________________
|
|
E1 col. I
...............................κ]αὶ ὅτε...............................τῶν Π]αρίων...............................ι....κρας....................................... | |
5 | ...............................ον...............................ι...............................]ος
vv. 8-57 desunt
E1 col. II
Μνησιέπει ὁ θεὸς ἔ̣χ̣ρησε λῶιον καὶ ἄμεινον εἶμενἐν τῶι τεμένει, ὃ κατασκευάζει, ἱδρυσαμένωιβω̣μὸν καὶ θ̣ύοντι ἐπὶ τούτου Μούσαις καὶ Ἀπόλλ[ω]ν[ι]Μουσαγέται καὶ Μνημοσύνει· θύειν δὲ καὶ καλλι- |
5 | ερεῖν Διὶ Ὑπ̣ε̣ρ̣δεξ̣ίωι, Ἀθάναι Ὑπερδεξίαι,Ποσειδῶνι Ἀσφαλείωι, Ἡρακλεῖ, Ἀρτέμιδι Εὐκλείαι.Πυθῶδε τῶι Ἀπόλλωνι σωτήρια πέμπειν[⋮]Μνησιέπει ὁ θεὸς ἔχρησε λῶιον καὶ ἄμεινον εἶμενἐν τῶι τεμένει, ὃ κατασκευάζει, ἱδρυσαμένωι |
10 | βωμὸν καὶ θύοντι ἐπὶ τούτου Διονύσωι καὶ Νύμφαιςκαὶ Ὥραις· θύειν δὲ καὶ καλλιερεῖν ἈπόλλωνιΠροστατηρίωι, Ποσειδῶνι Ἀσφαλείωι, Ἡρακλεῖ,Πυθῶδε τῶι Ἀπόλλωνι σωτήρια πέμπειν[⋮]Μνησιέπει ὁ θεὸς ἔχρησε λῶιον καὶ ἄμεινον εἶμεν |
15 | τι]μ̣ῶντι Ἀρχίλοχον τὸμ ποιητάν, καθ' ἃ ἐπινοεῖ[⋮]Χρήσαντος δὴ τοῦ Ἀπόλλωνος ταῦτα, τόν τε τόπονκαλοῦμεν Ἀρχιλόχειον καὶ τοὺς βωμοὺς ἱδρύμεθακαὶ θύομεν καὶ τοῖς θεοῖς καὶ Ἀρχιλόχωι καὶτιμῶμεν αὐτόν, καθ' ἃ ὁ θεὸς ἐθέσπισεν ἡμῖν. |
20 | Π]ερὶ δὲ ὧν ἠβουλήθημεν ἀναγράψαι, τάδε παρα-δ]έδοταί τε ἡμῖν ὑπὸ τῶν ἀρχαίων καὶ αὐτοὶ πεπρα-[γ]ματεύμεθα[⋮] Λέγουσι γὰρ Ἀρχίλοχον ἔτι νεώτερονὄντα πεμφθέντα ὑπὸ τοῦ πατρὸς Τελεσικλέουςεἰς ἀγρόν, εἰς τὸν δῆμον, ὃς καλεῖται Λειμῶνες, |
25 | [ὥ]στε βοῦν καταγαγεῖν εἰς πρᾶσιν, ἀναστάνταπ̣ρώιτερον τῆς νυκτό̣ς, σελήνης λαμπούσης,[ἄ]γ̣ειν τὴμ βοῦν εἰς πόλιν· ὡς δ' ἐγένετο κατὰ τὸν[τ]όπον, ὃς καλεῖται Λισσίδες, δόξαι γυναῖκας[ἰ]δ̣εῖν ἀθρόας· νομίσαντα δ'ἀπὸ τῶν ἔργων ἀπιέναι |
30 | αὐ̣τὰς εἰς πόλιν προσελθόντα σκώπτειν, τὰς δὲδ̣έ̣ξασθαι αὐτὸν μετὰ π̣αιδιᾶς̣ καὶ γέλωτος καὶ[ἐ]π̣ερωτῆσαι, εἰ πωλήσων ἄγει τὴμ βοῦν· φήσαντος δέ,[εἰ]πεῖν ὅτι αὐταὶ δώσουσιν αὐτῶι τιμὴν ἀξίαν·[ῥη]θέντων δὲ̣ τούτων αὐτὰς μὲν οὐδὲ τὴμ βοῦν οὐκέτι |
35 | [φ]α̣νερὰς εἶναι, πρὸ τῶν ποδῶν δὲ λύραν ὁρᾶν αὐτόν·[κα]ταπλαγέντα δὲ καὶ μετά τινα χρόνον ἔννουν[γ]ε̣νόμενον ὑπολαβεῖν τὰς Μούσας εἶναι τὰς φανείσας[κα]ὶ̣ τὴν λύραν αὐτῶι δωρησαμένας· καὶ ἀνελό-[με]ν̣ον αὐτὴν πορεύεσθαι εἰς πόλιν καὶ τῶι πατρὶ |
40 | [τὰ] γ̣ενόμενα δηλῶσαι[⋮] Τὸν δὲ Τελεσικλῆν ἀκού-[σα]ν̣τα καὶ τὴν λύραν ἰδόντα θαυμάσαι. καὶ πρῶτομ[μὲ]ν ζήτησιν ποιήσασθαι τ̣ῆ̣ς β̣οὸς κατὰ πᾶσαν[τὴ]ν̣ νῆσον καὶ οὐ δύνασθαι εὑρεῖν[⋮] Ἔπειθ' ὑπὸ τῶν[πο]λ̣ιτῶν θεοπρόπον εἰς Δελφοὺς εἰρημένον μετὰ |
45 | [Λυ]κάμβου χρησόμενον ὑπὲρ τῆς πόλεως, προθυμό-[τ]ε̣ρον ἀποδημῆσαι βουλόμενον καὶ περὶ τῶν[α]ὐ̣τοῖς συμβεβηκότων πυθέσθαι[⋮] Ἀφικομένων δὲ[καὶ] εἰσιόντων αὐτῶν εἰς τὸ μαντεῖον τὸν θεὸν[εἰ]πεῖν Τελεσικλεῖ τὸν χρησμὸν τόνδε⋮ |
50 | [Ἀθ]ά̣νατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις,[ἔ]σται ἐν ἀνθρώποισ̣ιν, ὃς ἂμ πρῶτός σε προσείπει[ν]η̣ὸς ἀποθρώισκοντα φίλην εἰς πατρίδα γαῖαν.Παραγενομένων δ' αὐτῶν εἰς Πάρον τοῖς Ἀρτε-μ̣ισίοις πρῶτον τῶμ παίδων Ἀρχίλοχον ἀπαν- |
55 | τ̣ήσαντα προσειπεῖν τὸν πατέρα· καὶ ὡς ἦλθονοἴκαδε, ἐρωτήσαντος τοῦ Τελεσικλέους, εἴ τι τῶνἀ̣νανκαίων ὑπάρχει, ὡς ἂν ὀψὲ τῆς ἡμέρας
E1 col. III
vv.1-5 desunt
|
6 | ΕΙΟΙΑΡΡ |
10 | ΤΟΤΗἀοιδσαςλ̣ύραν |
15 | Ἀρχιλο[χζ Ἐν ἀρχε[ῖ μὲν...τεῖ δ' ἑορ[τεῖ...παρ' ἡμῖν[φασὶν Ἀρ[χίλοχον ... desunt litterae fere 18 ... αὐτο-] |
20 | σχεδιάσ̣[αντα...τινὰς τῶν π[ολιτῶνδιδάξαντα[παραδεδομ[ένα...κεκοσμημέ[ν- ... desunt litterae fere 20 ... κή-] |
25 | ρυκος εἰς Π[άρονΕΛΗΣΕΝΩΙκαὶ συνακολο[υθ-
E1, col. III, vv. 28-36
των καὶ ἄλλων [ ... desunt litterae fere 17 ... κατασκευ-]ασθέντων τὰ μ[ ... desunt litterae fere 23 ... πα-] |
30 | ρὰ τοὺς ἑταίρου[ςὉ Διόνυσος σ̣[οὐλὰς ΤΥΑΖὄμφακες α[σῦκα μελ[ιχρὰ |
35 | οἰφολίωι ερ[Λεχθέντων [δὲ τούτων ...ὡς κακῶς ἀκ[ούσαντεςἰαμβικώτερο̣[νοὐ κατανοήσ[αντες |
40 | καρπῶν ἦν τα̣[ῥηθέντα εἰς τὴ[νἐν τεῖ κρίσει[⋮] Μ[-------------μετ' οὐ πολὺν]χρόνον γίνεσθ[αι------------τοὺς ἄνδρας ἀσθενεῖς]εἰς τὰ αἰδοῖα. [--------------------ἀποπέμψαι] |
45 | τὴν πόλιν τινὰς [θεοπρόπους χρησομένους περὶ τού-]των, τὸν δὲ θεὸν [εἰπεῖν τὸν χρησμὸν τόνδε·]Τίπτε δίκαις ἀν[όμοιςἤλθετε πρὸς Π[υθῶοὐκ ἔστιν πρὶν[ ἄκεσμα |
50 | εἰς ὅ κεν Ἀρχίλ[οχον Μουσῶν θεράποντα τίητε.]Ἀναγγελθ[έντων δὲ τούτωνμιμνησκό[μενοι-------------------------τῶν ἐ-]κείνου ῥη̣[μάτων...διημα[ρτημέν- |
55 | Διον[υσ-ΠΙΑ̣
|
5 | ξίους ἰσχυροῦ ὄν[τοςμενα ὑπὸ τῶν πολ̣[ιτῶν-----------------------------ῥή]μασι περὶ αὐτῶ[νσας ὡς ἔχει πρὸς̣ α[πατρίδος καὶ ὑ̣π̣[ |
10 | καὶ ἐνεφάνισεν̣ειν καὶ παρεκάλε̣[σενβοηθεῖν ἀπροφ[ασίστωςκαὶ λέγει περὶ αὐ[τῶ̣ν̣ης νῦν π̣ά̣ντες |
15 | ἀμφικαπνίουσιννηυσίν, ὀξεῖαι Δ̣[δηΐων, αὐαίνετ̣[αιἡλίωι, θράσος Τ̣[οἳ μέγ' ἱμείροντες |
20 | Ναξίων δῦναι φά̣[λαγγαςκαὶ φυτῶν τομὴν̣ἄνδρες ἴσχουσιν̣Τοῦτό κεν λεὼι Μ[ὡς ἀμηνιτεὶ παρη̣[ |
25 | καὶ κασιγνήτων Ν̣[τέων ἀπέθρισαν̣ἤριπεν πληγῆισι Δ̣[Ταῦτά μοι θυμὸςνειόθεν.Ο... ΔΕ[ |
30 | Ἀλλ' ὁμῶς θανόν̣[τΓνῶθι νῦν, εἴ το[ιῥήμαθ' ὃς μέλλε[ιΟἱ μὲν ἐν Θάσωι Ι[καὶ Τορωναί[ων̣ |
35 | οἱ δ' ἐν ὠκείηισι [βάντες νηυσὶΚΑΙ...ἐκ Πάρ̣ο̣υ̣ Τκαὶ κασιγνή[τ̣]...Ε̣Ι̣Ν̣[θυμὸς ΑΛ...Α̣Γ̣...Λ̣Λ̣[πῦρ ὃ δὴ νῦν ἀ̣μ̣φ̣ι̣[ |
40 | ἐμ προαστίωι κε[Γῆν ἀεικίζουσι̣νἘρξίη, καταδραμ̣[Τῶι σ'ὁδὸν στέλλ̣[εινμηδὲ δεξίους ΕΠ[ |
45 | Εὐξαμένωι οὖν̣ α̣[ὐτῶι------------------------------ὑπή-]κουσαν οἱ θεοὶ καὶ [--------------------ἐπετέλεσαν τὰς]εὐχάς, πάντες [δὲ------------------ἄνδρα ἀγαθὸν γε-]νόμενον αὐτὸν Ε̣ἐν ταῖς μάχαις |
50 | ἐκ τῆς χώρας Κ[ὕστερόν τε χρόν̣[ον
E2, col. I, vv. 52-57
καὶ τῶν πολιτῶνταῖς πεντηκοντ[όροιςτούτων ἐπιπλε[ουσῶν |
55 | ἀνδραγαθοῦντα̣ Κ̣Α̣[ἀποκτείναντατὰς δὲ καὶ δυομέν[ας |