|
118a D. 196a W.
Pap. Köln (ed. R. Merkelbach/M. L. West,
Zeitschr. für Papyrologie und
Epigraphik, Bd. 14/1974)
. . . . . . . . . . . . . . . . . . .
πάμπαν ἀποσχόμενος·
ἶσον δὲ τολμ[ήσω ^ –
εἰ δ᾽ ὦν ἐπείγεαι καί σε θυμὸς ἰθύει,
ἔστιν ἐν ἡμετέρου
| 5 | ἣ νῦν μέγ᾽ ἱμείρε[ι σέθεν
καλὴ τέρεινα παρθένος· δοκέω δέ μι[ν
εἶδος ἄμωμον ἔχειν·
τὴν δὴ σὺ ποιή[σαι φίλην.»
τοσαῦτ᾽ ἐφώνει· τὴν δ᾽ ἐγὼ ἀνταμει[βόμην·
| 10 | «Ἀμφιμεδοῦς θύγατερ,
ἐσθλῆς τε καὶ [περίφρονος
γυναικός, ἣν νῦν γῆ κατ᾽ εὐρώεσσ᾽ ἔ[χει,
τ]έρψιές εἰσι θεῆς
πολλαὶ νέοισιν ἀνδ[ράσιν
| 15 | παρὲξ τὸ θεῖον χρῆμα· τῶν τις ἀρκέσε[ι.
τ]αῦτα δ᾽ ἐφ᾽ ἡσυχίης
εὖτ᾽ ἂν μελανθη[ – ^ –
ἐ]γώ τε καὶ σὺ σὺν θεῶι βουλεύσομεν.
π]είσομαι ὥς με κέλεαι·
| 20 | πολλὸν μ᾽ ε[ – x – ^ –
θρ]ιγκοῦ δ᾽ ἔνερθε καὶ πυλέων ὑποφ[λύσαι
μ]ή τι μέγαιρε φίλη·
σχήσω γὰρ ἐς ποη[φόρους
κ]ήπους· τὸ δὴ νῦν γνῶθι. Νεοβούλη[ν
| 25 | ἄ]λλος ἀνὴρ ἐχέτω·
αἰαῖ, πέπειρα, δὶς τόση,
ἄν]θος δ᾽ ἀπερρύηκε παρθενήϊον
κ]αὶ χάρις ἣ πρὶν ἐπῆν·
κόρον γὰρ οὐ κ[ατέσχε πω,
| 30 | ἥβ]ης δὲ μέτρ᾽ ἔφηνε μαινόλις γυνή.
ἐς] κόρακας ἄπεχε·
μὴ τοῦτ᾽ ἐφοῖτ᾽ ἀν[ – ^ –
ὅ]πως ἐγὼ γυναῖκα τ[ο]ιαύτην ἔχων
γεί]τοσι χάρμ᾽ ἔσομαι·
| 35 | πολλὸν σὲ βούλο[μαι ^ –
σὺ] μὲν γὰρ οὔτ᾽ ἄπιστος οὔτε διπλόη,
ἡ δ]ὲ μάλ᾽ ὀξυτέρη,
πολλοὺς δὲ ποιεῖτα[ι φίλους·
δέ]δοιχ᾽ ὅπως μὴ τυφλὰ κἀλιτήμερα
| 40 | σπ]ουδῆι ἐπειγόμενος
τὼς ὥσπερ ἡ κ[ύων τέκω.»
τοσ]αῦτ᾽ ἐφώνεον· παρθένον δ᾽ ἐν ἄνθε[σιν
τηλ]εθάεσσι λαβὼν
ἔκλινα· μαλθακῆι δ[έ μιν
| 45 | χλαί]νηι καλύψας, αὐχέν᾽ ἀγκάληις ἔχω[ν,
δεί]ματι παυ[σ]αμένην
τὼς ὥστε νεβρ[ὸν – ^ –
μαζ]ῶν τε χερσὶν ἠπίως ἐφηψάμην
ἧι πα]ρέφηνε νέον
| 50 | ἥβης ἐπήλυσιν χρόα
ἅπαν τ]ε σῶμα καλὸν ἀμφαφώμενος
θερμ]ὸν ἀφῆκα μένος
ξανθῆς ἐπιψαύ[ων τριχός.
|
|
|
113 D. 188 W.
Pap. Köln II 58, 36-40 (ed. R. Merkelbach/M. L. West,
Zeitschr. für Papyrologie und
Epigraphik, Bd. 14/1974)
Οὐκέ]θ᾽ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφετ[αι γὰρ ἤδη
ὄγμοι]ς, κακοῦ δὲ γήραος καθαιρεῖ
. . . . . ] ἀφ᾽ ἱμερτοῦ δὲ θορὼν γλυκὺς ἵμερος π[ροσώπου
. . . . . ]κεν· ἦ γὰρ πολλὰ δή σ᾽ ἐπῆιξεν |
5 | πνεύμ]ατα χειμερίων ἀνέμων, μάλα πολλάκις δ᾽ ε[
|
|