BIBLIOTHECA AUGUSTANA

 

Theano

floruit ca. 600 a. Chr. n. (?)

 

Testimonia

 

___________________________________________________

 

 

 

Dikaiarchos frg. 33 Wehrli = Porph. Vita Pyth. 19: (ca. 350 a. Chr. n.)

 

γενομένων δὲ τοὺτων μεγάλη περὶ αὐτοῦ [Πυθαγόρου] ηὐξήθη δόξα, καὶ πολλοὺς μὲν ἔλαβε ἐξ αὐτῆς τῆς πόλεως ὁμιλητὰς οὐ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας, ὧν μιᾶς γε Θεανοῦς καὶ διεβοήθη τοὔνομα, πολλοὺς δ᾽ ἀπὸ τῆς σύνεγγυς βαρβάρου χώρας βασιλεῖς τε καὶ δυνάστας.

 

 

Porph. Vita Pyth. 4: (ca. 300 p. Chr. n.)

 

ἄλλοι δ᾽ ἐκ Θεανοῦς τῆς Πυθώνακτος τὸ γένος Κρήσσης υἱὸν Τηλαύγη Πυθαγόρου ἀναγράφουσι καὶ θυγατέρα Μυῖαν, οἳ δὲ καὶ Ἀριγνώτην· ὧν καὶ συγγράμματα Πυθαγόρεια σώιζεσθαι.

 

 

Hermesianax, frg. 7 Powell, 85-88 = Athen. Deipno. 13, 71 (ca. 250 a. Chr. n.)

 

οἵη μὲν Σάμιον μανίη κατέδησε Θεανοῦς

Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης

εὑρόμενον, καὶ κύκλον ὅσον περιβάλλεται αἰθὴρ

βαιῆι ἐνὶ σφαίρηι πάντ᾽ ἀπομασσόμενον.

 

 

Areios Didymos, de phil. pythag. = Clem. Alex., Strom. 1, 16, 80, 4: (ca. 70 a. Chr. n.)

 

Δίδυμος δ᾽ ἐν τῶι περὶ Πυθαγορικῆς φιλοσοφίας Θεανὼ τὴν Κροτωνιᾶτιν πρώτην γυναικῶν φιλοσοφῆσαι καὶ ποιήματα γράψαι ἱστορεῖ.

 

 

Plutarchos, Coniug. praec. 31, Moral. 142c = Stob. 4, 23, 49a: (46 - 120 p. Chr. n.)

 

Ἡ Θεανὼ παρέφηνε τὴν χεῖρα περιβαλλομένη τὸ ἱμάτιον. εἰπόντος δέ τινος «καλὸς ὁ πῆχυς,» «ἀλλ᾽ οὐ δημόσιος», ἔφη. δεῖ δὲ μὴ μόνον τὸν πῆχυν ἀλλὰ μηδὲ τὸν λόγον δημόσιον εἶναι τῆς σώφρονος, καὶ τὴν φωνὴν ὡς ἀπογύμνωσιν αἰδεῖσθαι καὶ φυλάττεσθαι πρὸς τοὺς ἐκτός· ἐνορᾶται γὰρ αὐτῆι καὶ πάθος καὶ ἦθος καὶ διάθεσις λαλούσης.

 

 

Pollux Naucr., Onomast. 10, 21: (saec. II p. Chr. n.)

 

«σταθμοῦχος» ... ἀλλὰ μὴν τὸ κοινότατον τουτὶ καὶ μᾶλλον τεθρυλημένον, τὸν «οἰκοδεσπότην» καὶ τὴν «οἰκοδέσποιναν», οὐκ ἀποδέχομαι μὲν τοὔνομα, ὡς δὲ ἔχηις εἰδέναι, μηνύω σοι ὅτι καὶ ταῦτα ἄμφω εὕρον ἐν Θεανοῦς τῆς Πυθαγόρου γυναικὸς ἐπιστολῆι πρὸς Τιμαρέταν γραφείσηι.

 

 

Clem. Alex., Strom. 4, 7, 44, 3: (150 - 215 p. Chr. n.)

 

Θεανὼ γὰρ ἡ Πυθαγορικὴ γράφει· «ἦν γὰρ ἂν τῶι ὄντι τοῖς κακοῖς εὐωχία ὁ βίος πονηρευσαμένοις· ἔπειτα τελευτῶσιν, εἰ μὴ ἦν ἀθάνατος ἡ ψυχή, ἕρμαιον ὁ θάνατος». καὶ Πλάτων ἐν Φαίδωνι «εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν, καὶ τὰ ἑξῆς». 

 

 

Clem. Alex., Strom. 4, 19, 121, 2: (150 - 215 p. Chr. n.)

 

Τί δέ; οὐχὶ Θεανὼ μὲν ἡ Πυθαγορικὴ εἰς τοσοῦτον ἧκειν φιλοσοφίας ὡς πρὸς τὸν περιέργως ἀπιδόντα καὶ εἰπόντα «καλὸς ὁ πῆχυς» «ἀλλ᾽ οὐ δημόσιος» ἀποκρίνασθαι.

 

 

Clem. Alex., Strom. 4, 19, 121, 3: (150 - 215 p. Chr. n.)

 

Τῆς αὐτῆς φέρεται σεμνότητος κἀκεῖνο τὸ ἀπόφθεγμα· ἐρωτηθεῖσα γὰρ «ποσταία γυνὴ ἀπὸ ἀνδρὸς εἰς τὸ Θεσμοφόριον κάεισιν;» «ἀπὸ μὲν ἰδίου καὶ παραχρῆμα,» ἔφη, «ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδεπώποτε.»

 

 

Diog, Laert., Vitae phil. 8, 42: (ca. 220 p. Chr. n.)

 

Ἦν δὲ τῶι Πυθαγόραι καὶ γυνή, Θεανὼ ὄνομα, Βροντίνου τοῦ Κροτωνιάτου θυγάτηρ· οἱ δέ, γυναῖκα μὲν εἶναι Βροντίνου, μαθήτριαν δὲ Πυθαγόρου. ἦν αὐτῶι καὶ θυγάτηρ Δαμώ, ὥς φησι Λύσις ἐν ἐπιστολῆι τῆι πρὸς Ἵππασον.

 

 

Diog, Laert., Vitae phil. 8, 43: (ca. 220 p. Chr. n.)

 

Ἦν καὶ Τηλαύγης υἱὸς αὐτοῖς [Πυθαγόρωι καὶ Θεανοῖ], ὃς καὶ διεδέξατο τὸν πατέρα καὶ κατά τινας Ἐμπεδοκλέους καθηγήσατο· Ἱππόβοτός γέ τοί φησι λέγειν Ἐμπεδοκλέα, Τήλαυγες, κλυτὲ κοῦρε Θεανοῦς Πυθαγόρεώ τε. σύγγραμμα δὲ φέρεται τοῦ Τηλαύγους οὐδέν, τῆς δὲ μητρὸς αὐτοῦ Θεανοῦς τινα.

 

 

Diog, Laert., Vitae phil. 8, 43: (ca. 220 p. Chr. n.)

 

Ἀλλὰ καί φασιν αὐτὴν ἐρωτηθεῖσαν ποσταία γυνὴ ἀπ᾽ ἀνδρὸς καθαρεύει, φάναι, «ἀπὸ μὲν τοῦ ἰδίου παραχρῆμα, ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδέποτε.»

 

 

Diog, Laert., Vitae phil. 8, 43: (ca. 220 p. Chr. n.)

 

Τῆι δὲ πρὸς τὸν ἴδιον ἄνδρα μελλούσηι πορεύεσθαι παρήινει ἅμα τοῖς ἐνδύμασι καὶ τὴν αἰσχύνην ἀποτίθεσθαι, ἀνισταμένην τε πάλιν ἅμ᾽ αὐτοῖσιν ἀναλαμβάνειν. Ἐρωτηθεῖσα, «Ποῖα;», ἔφη, «ταῦτα δι᾽ ἃ γυνὴ κέκλημαι.»

 

 

Diog, Laert., Vitae phil. 8, 43: (ca. 220 p. Chr. n.)

 

Ἦν καὶ Τηλαύγης υἱὸς αὐτοῖς, ὃς καὶ διεδέξατο τὸν πατέρα καὶ κατά τινας Ἐμπεδοκλέους καθηγήσατο· Ἱππόβοτός γέ τοί φησι λέγειν Ἐμπεδοκλέα, Τήλαυγες, κλυτὲ κοῦρε Θεανοῦς Πυθαγόρεώ τε.

 

 

Censorinus, de die nat. 7, 5: (saec. III p. Chr. n.)

 

Nam septimo mense parere mulierem posse plurimi adfirmant, ut Theano Pythagorica, Aistoteles peripateticus, Diocles, Euenor, Straton, Empedocles, Epigenes multique praeterea.

 

 

Iamblichos, Vita Pythag. 27, 132: (ca. 245 - ca. 325 p. Chr. n.)

 

πρὸς Δεινὼ γὰρ τὴν Βροντίνου γυναῖκα, τῶν Πυθαγορείων ἑνός, οὖσαν σοφήν τε καὶ περιττὴν τὴν ψυχήν, ἧς ἐστὶ καὶ τὸ καλὸν καὶ περίβλεπτον ῥῆμα, τὸ τὴν γυναῖκα δεῖν θύειν αὐθημερὸν ἀνισταμένην ἀπὸ τοῦ ἑαυτῆς ἀνδρός, ὅ τινες εἰς Θεανὼ ἀναφέρουσι, πρὸς δὴ ταύτην παρελθούσας τὰς τῶν Κροτωνιατῶν γυναῖκας παρακαλέσαι περὶ τοῦ συμπεῖσαι τὸν Πυθαγόραν διαλεχθῆναι περὶ τῆς πρὸς αὐτὰς σωφροσύνης τοῖς ἀνδράσιν αὐτῶν.

 

 

Iamblichos, Vita Pythag. 28, 146: (ca. 245 - ca. 325 p. Chr. n.)

 

Κομιδῆι γὰρ νέος ὑπὸ τὸν Πυθαγόρου θάνατον ἀπολελειμμένος ἦν παρὰ Θεανοῖ τῆι μητρί.

 

 

Iamblichos, Vita Pythag. 36, 267: (ca. 245 - ca. 325 p. Chr. n.)

 

Πυθαγορίδες δὲ γυναῖκες αἱ ἐπιφανέσταται· Τιμύχα γυνὴ [ἡ] Μυλλία τοῦ Κροτωνιάτου, Φιλτὺς θυγάτηρ Θεόφριος τοῦ Κροτωνιάτου, Βυνδάκου ἀδελφή, Ὀκκελὼ καὶ Ἐκκελὼ <ἀδελφαὶ Ὀκκέλω καὶ Ὀκκίλω> τῶν Λευκανῶν, Χειλωνὶς θυγάτηρ Χείλωνος τοῦ Λακεδαιμονίου, Κρατησίκλεια Λάκαινα γυνὴ Κλεάνορος τοῦ Λακεδαιμονίου, Θεανὼ γυνὴ τοῦ Μεταποντίνου Βροτίνου, Μυῖα γυνὴ Μίλωνος τοῦ Κροτωνιάτου, Λασθένεια Ἀρκάδισσα, Ἁβροτέλεια Ἁβροτέλους θυγάτηρ τοῦ Ταραντίνου, Ἐχεκράτεια Φλιασία, Τυρσηνὶς Συβαρῖτις, Πεισιρρόδη Ταραντινίς, Θεάδουσα Λάκαινα, Βοιὼ Ἀργεία, Βαβελύκα Ἀργεία, Κλεαίχμα ἀδελφὴ Αὐτοχαρίδα τοῦ Λάκωνος. αἱ πᾶσαι ιζʹ.

 

 

Eusebius, Praepar. evang. 10, 14, 14: (saec. IV p. Chr. n.)

 

Τὸν μὲν οὖν Πυθαγόραν διεδέξατο Θεανὼ ἡ γυνὴ οἵ τε υἱοὶ αὐτοῦ, Τηλαύγης καὶ Μνήσαρχος. Τηλαύγους δὲ Ἐμπεδοκλῆς ἀκουστὴς γίνεται.

 

 

Theodoretos Cyrrh., Graec. affect. cur. 2, 23: (393 - ca. 460 p. Chr. n.)

 

Ἀλλὰ τὴν Πυθαγόρου μὲν διατριβὴν ἡ γαμετὴ Θεανὼ διεδέξατο καὶ Τηλαύγης καὶ Μνήσαρχος οἱ τούτου παῖδες.

 

 

Theodoretos Cyrrh., Graec. affect. cur. 12, 73: (393 - ca. 460 p. Chr. n.)

 

Θεανὼ δὲ ἡ Πυθαγορική, ἀποβλέψαντός τινος εἰς αὐτὴν καὶ εἰπόντος «Καλὸς ὁ πῆχυς» «ἀλλ᾽ οὐ δημόσιος» ἀπεκρίνατο.

 

 

Theodoretos Cyrrh., Graec. affect. cur. 12, 73: (393 - ca. 460 p. Chr. n.)

 

Ἐρωτηθεῖσα δὲ πάλιν «ποσταία γυνὴ ἀπὸ ἀνδρὸς εἰς τὸ Θεσμοφόριον κάτεισιν;» «ἀπὸ μὲν τοῦ ἰδίου παραχρῆμα,» ἔφη, «ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδέποτε.»

 

 

Stob. Anth. 4, 23, 32: (ca. 470 p. Chr. n.)

 

Θεανοῦς. Θεανὼ ἡ Πυθαγόρειος ἐρωτηθεῖσα πῶς ἔνδοξος ἔσται. ἔφη· ἱστὸν ἐποιχομένη καὶ ἐμὸν λέχος ἀντιόωσα.

 

 

Stob. Anth. 4, 23, 53: (ca. 470 p. Chr. n.)

 

Θεανοῦς. Θεανὼ ἡ Πυθαγορικὴ φιλόσοφος ἐρωτηθεῖσα «ποσταία γυνὴ ἀπ᾽ ἀνδρὸς καθαρεύει;» «ἀπὸ μὲν τοῦ ἰδίου» εἶπε «παραχρῆμα, ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδέποτε».

 

 

Stob. Anth. 4, 23, 55: (ca. 470 p. Chr. n.)

 

Θεανοῦς. Θεανὼ ἐρωτηθεῖσα τί πρέπον εἴη γυναικί, «τὸ τῶι ἰδίωι» ἔφη «ἀρέσκειν ἀνδρί». 

 

 

Stobaios, Florileg. Monac. 268: (ca. 470 p. Chr. n.)

 

Θεανὼ ἔφη· κρεῖτόν ἐστι ἱππωι ἀχαλίνωι ἑαυτὸν πιστεύειν ἢ γυναικὶ ἀλογίστωι.

 

 

Stobaios, Florileg. Monac. 269: (ca. 470 p. Chr. n.)

 

Θεανὼ ἔφη· περὶ ὧν λέγειν καλόν, περὶ τούτων σιοπᾶν αἰσχρόν, καὶ περὶ αἰσχρὸν λέγειν, περὶ τούτων σιοπᾶν ἄμεινον.

 

 

Stobaios, Florileg. Monac. 270: (ca. 470 p. Chr. n.)

 

Ἡ αὐτὴ ἐρωθεῖσα «τί ἐστι ἔρως;» ἔφη «πάθος ψυχῆς σχολαζύσης».

 

 

Photios, Biblioth., codex 248, Bekker, 438b, li. 32 (ca. 300 p. Chr. n.)

 

Καὶ ὁ μὲν Μνὴσαρχος εἷς τῶν υἱῶν αὐτοῦ λέγεται νεώτερος τελευτῆσαι, Τηλαυγὴς δὲ ὁ ἕτερος διεδέξατο, καὶ Αἰσάρα καὶ Μυῖα αἱ θυγατέρες. καὶ ἡ Θεανὼ δὲ λέγεται οὐ μαθητρία μόνον ἀλλὰ καὶ μία τῶν θυγατέρων αὐτοῦ εἶναι. 

 

 

Suda, θ 83: (saec. X p. Chr. n.)

 

Θεανώ,Μεταποντίνη ἢ Θουρία, Πυθαγορεία, θυγάτηρ Λεώφρονος, γαμετὴ δὲ Καρύστου ἢ Κρότωνος ἢ Βρωτίνου τοῦ Πυθαγορείου. αὕτη ἔγραψε περὶ Πυθαγόρου, Περὶ ἀρετῆς Ἱπποδάμωι Θουρίωι, Παραινέσεις γυναικείας καὶ Ἀποφθέγματα Πυθαγορείων. 

 

 

Suda, θ 84: (saec. X p. Chr. n.)

 

Θεανώ, Κρῆσσα, φιλόσοφος, θυγάτηρ μὲν Πυθώνακτος, γαμετὴ δὲ τοῦ μεγάλου Πυθαγόρου, ἐξ οὗ ἔσχε Τηλαύγην καὶ Μνήσαρχον καὶ Μυῖαν καὶ Ἀριγνώτην. τινὲς δὲ Βρωτίνου ταύτην γενέσθαι γυναῖκα γράφουσι καὶ τὸ γένος Κροτωνιᾶτιν. Ὑπομνήματα φιλόσοφα, καὶ Ἀποφθέγματα, καὶ ποίημά τι δι᾽ ἐπῶν.

 

 

Suda, π 3120: (saec. X p. Chr. n.)

 

Πυθαγόρας, Σάμιος ... γαμετὴν δ᾽ ἐποιήσατο Θεανώ, τὴν Βροτίνου τοῦ Κροτωνιάτου θυγατέρα· ἐξ ἧς καὶ παῖδες αὐτῶι ἐγένοντο δύο, Τηλαύγης καὶ Δάμων ἢ ὥς τινες Μνήσαρχος. κατὰ δέ τινας καὶ θυγάτηρ, Μυῖα ὄνομα, κατὰ δὲ ἄλλους καὶ Ἀριγνώτη. ...

 

 

Anna Komnena, Alexias 12, 3, 3: (1093 - 1154 p. Chr. n.)

 

Καὶ ἡ μὲν φιλόσοφος Θεανὼ τοῦ πήχεως αὐτῆς γυμνωθέντος, ἐπειδή τις παὶζων εἰρήκει πρὸς ταύτην· «καλὸς ὁ πῆχυς» «ἀλλ᾽ οὐ δημόσιος», εἶπεν ἐκείνη.