BIBLIOTHECA AUGUSTANA

 

Theano

floruit ca. 600 a. Chr. n. (?)

 

Ἐπιστολαί

 

Textus:

Rudolf Hercher, Epistolographi Graeci

p. 606, Nº 7

 

___________________________________________________

 

 

 

5.

Θεανὼ Εὐρυδίκηι τῆι θαυμασίαι.

 

Τίς λύπη κατέχει τὴν σὴν ψυχήν; ἀθυμεῖς δὲ δι' οὐδὲν ἄλλο ἢ ὅτι ὧι συνοικεῖς ἐπὶ ἑταίραν ἥκει καὶ ταύτηι τὴν ἡδονὴν λαμβάνει τοῦ σώματος. ἀλλ' οὐχ οὕτω σε δεῖ ἔχειν, ὦ θαυμασία τῶν γυναικῶν [ἤδη θαυμαὶ δὲ μᾶλλον καὶ μάλα]. οὐχ ὁρᾶις γὰρ ὅτι καὶ ἀκοὴ ὅτε πλησθῆι ἡδονῆς ὀργάνου καὶ μουσικῆς μελωιδίας πληροῦται, ὅτε δὲ κόρος γένηται ταύτηι, αὐλοῦ ἐρᾶι καὶ δόνακος ἀκροᾶται ἡδέως; καίτοι ποία κοινωνία αὐλῶι καὶ χορδαῖς μουσικαῖς καὶ ἠχοῖ θαυμασίαι τῆς ὀργάνου μελιχροτάτης ποιότητος; οὕτω δὲ κἀπὶ σοῦ οἴου κἀπὶ τῆς ἑταίρας, ἧι συνοικεῖ ὁ σὸς ἀνήρ. σοῦ μὲν γὰρ σχέσει καὶ φύσει καὶ λόγωι φροντιεῖ ὁ ἀνήρ, ὅτε δέ ποτε κόρον λήψεται, κατὰ πάροδον τῆι ἑταίραι συνοικήσει. ὅτι καὶ οἷς χυμὸς φθοροποιὸς ἐναπόκειται, τῶν τροφῶν ἔρως ἐστί τις τῶν οὐκ ἀγαθῶν.