Theano
floruit ca. 600 a. Chr. n. (?)
Ἀποφθέγματα
|
|
___________________________________________________
|
|
1Diog. Laert. Vitae phil., 8, 43:
ἀλλὰ καί φασιν αὐτὴν ἐρωτηθεῖσαν ποσταία γυνὴ ἀπ' ἀνδρὸς καθαρεύει, φάναι, «ἀπὸ μὲν τοῦ ἰδίου παραχρῆμα, ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδέποτε.»
2Diog. Laert. Vitae phil., 8, 43:
Τῆι δὲ πρὸς τὸν ἴδιον ἄνδρα μελλούσηι πορεύεσθαι παρήινει ἅμα τοῖς ἐνδύμασι καὶ τὴν αἰσχύνην ἀποτίθεσθαι, ἀνισταμένην τε πάλιν ἅμ' αὐτοῖσιν ἀναλαμβάνειν. Ἐρωτηθεῖσα, «Ποῖα;» ἔφη, «ταῦτα δι' ἃ γυνὴ κέκλημαι.»
3Stobaios, Anthologia 4, 23, 55:
Θεανοῦς. Θεανὼ ἐρωτηθεῖσα τί πρέπον εἴη γυναικί, «τὸ τῶι ἰδίωι» ἔφη «ἀρέσκειν ἀνδρί».
4Stobaios, Anthologia 4, 23, 32:
Θεανοῦς. Θεανὼ ἡ Πυθαγόρειος ἐρωτηθεῖσα «πῶς ἔνδοξος ἔσται». ἔφη· «ἱστὸν ἐποιχομένη καὶ ἐμὸν λέχος ἀντιόωσα». (Hom. Ilias Α, 31)
5Plut. Coniug. praecept. 31:
Ἡ Θεανὼ παρέφηνε τὴν χεῖρα περιβαλλομένη τὸ ἱμάτιον. εἰπόντος δέ τινος «καλὸς ὁ πῆχυς», «ἀλλ' οὐ δημόσιος», ἔφη.
6Florilegium Monacense 268:
Θεανὼ ἔφη· κρεῖττόν ἐστι ἱππωι ἀχαλίνωι ἑαυτὸν πιστεύειν ἢ γυναικὶ ἀλογίστωι.
7Clem. Alex., Strom. 4, 7, 44, 3 :
Θεανὼ γὰρ ἡ Πυθαγορικὴ γράφει· «ἦν γὰρ ἂν τῶι ὄντι τοῖς κακοῖς εὐωχία ὁ βίος πονηρευσαμένοις· ἔπειτα τελευτῶσιν, εἰ μὴ ἦν ἀθάνατος ἡ ψυχή, ἕρμαιον ὁ θάνατος».
8Florilegium Monacense 269:
Θεανὼ ἔφη· «περὶ ὧν λέγειν καλόν, περὶ τούτων σιοπᾶν αἰσχρόν, καὶ περὶ αἰσχρὸν λέγειν, περὶ τούτων σιοπᾶν ἄμεινον.»
9Florilegium Monacense 270:
ἡ αὐτὴ ἐρωθεῖσα «τί ἐστι ἔρως;» ἔφη· «πάθος ψυχῆς σχολαζύσης». |