Solon
ca. 640 - ca. 560 a. Chr. n.
Ποιήματα
Textus:Iambi et elegi Graeci ante Alexandrum cantati.2: Callinus. Mimnermus. Semonides. Solon. Tyrtaeus. Minora adespotaed. Martin L. West, Oxford: Clarendon Press, 1972
|
|
___________________________________________________________________________
|
|
fr. 1:αὐτὸς κῆρυξ ἦλθον ἀφ᾿ ἱμερτῆς Σαλαμῖνος,κόσμον ἐπέων ὠιδὴν ἀντ᾿ ἀγορῆς θέμενος.
fr. 2:εἴην δὴ τότ᾿ ἐγὼ Φολεγάνδριος ἢ Σικινήτηςἀντί γ᾿ Ἀθηναίου πατρίδ᾿ ἀμειψάμενος·αἶψα γὰρ ἂν φάτις ἥδε μετ᾿ ἀνθρώποισι γένοιτο·«Ἀττικὸς οὗτος ἀνήρ, τῶν Σαλαμιναφετέων.»
fr. 3:ἴομεν ἐς Σαλαμῖνα μαχησόμενοι περὶ νήσουἱμερτῆς χαλεπόν τ᾿ αἶσχος ἀπωσόμενοι.
fr. 4:ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτ᾿ ὀλεῖταιαἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων·τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρηΠαλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει· | |
5 | αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίηισινἀστοὶ βούλονται χρήμασι πειθόμενοι,δήμου θ᾿ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμονὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν·οὐ γὰρ ἐπίστανται κατέχειν κόρον οὐδὲ παρούσας |
10 | εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίηι. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .πλουτέουσιν δ᾿ ἀδίκοις ἔργμασι πειθόμενοι. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .οὔθ᾿ ἱερῶν κτεάνων οὔτε τι δημοσίων |
15 | φειδόμενοι κλέπτουσιν ἀφαρπαγῆι ἄλλοθεν ἄλλος,οὐδὲ φυλάσσονται σεμνὰ Δίκης θέμεθλα,ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τ᾿ ἐόντα,τῶι δὲ χρόνωι πάντως ἦλθ᾿ ἀποτεισομένη,τοῦτ᾿ ἤδη πάσηι πόλει ἔρχεται ἕλκος ἄφυκτον, |
20 | ἐς δὲ κακὴν ταχέως ἤλυθε δουλοσύνην,ἣ στάσιν ἔμφυλον πόλεμόν θ᾿ εὕδοντ᾿ ἐπεγείρει,ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην·ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυτρύχεται ἐν συνόδοις τοῖς ἀδικέουσι φίλους. |
25 | ταῦτα μὲν ἐν δήμωι στρέφεται κακά· τῶν δὲ πενιχρῶνἱκνέονται πολλοὶ γαῖαν ἐς ἀλλοδαπὴνπραθέντες δεσμοῖσί τ᾿ ἀεικελίοισι δεθέντες. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδ᾿ ἑκάστωι, |
30 | αὔλειοι δ᾿ ἔτ᾿ ἔχειν οὐκ ἐθέλουσι θύραι,ὑψηλὸν δ᾿ ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως,εἰ καί τις φεύγων ἐν μυχῶι ἦι θαλάμου.ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει,ὡς κακὰ πλεῖστα πόλει Δυσνομίη παρέχει· |
35 | Εὐνομίη δ᾿ εὔκοσμα καὶ ἄρτια πάντ᾿ ἀποφαίνει,καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας·τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ,αὑαίνει δ᾿ ἄτης ἄνθεα φυόμενα,εὐθύνει δὲ δίκας σκολιάς, ὑπερήφανά τ᾿ ἔργα |
40 | πραΰνει· παύει δ᾿ ἔργα διχοστασίης,παύει δ᾿ ἀργαλέης ἔριδος χόλον, ἔστι δ᾿ ὑπ᾿ αὐτῆςπάντα κατ᾿ ἀνθρώπους ἄρτια καὶ πινυτά.
fr. 4a:γινώσκω, καί μοι φρενὸς ἔνδοθεν ἄλγεα κεῖται,πρεσβυτάτην ἐσορῶν γαῖαν [Ἰ]αονίηςκλινομένην,
fr. 4c:ὑμεῖς δ᾿ ἡσυχάσαντες ἐνὶ φρεσὶ καρτερὸν ἦτορ,οἳ πολλῶν ἀγαθῶν ἐς κόρον [ἠ]λάσατε,ἐν μετρίοισι τίθεσθε μέγαν νόον· οὔτε γὰρ ἡμεῖςπεισόμεθ᾿, οὔθ᾿ ὑμῖν ἄρτια τα[ῦ]τ᾿ ἔσεται.
fr. 5:δήμωι μὲν γὰρ ἔδωκα τόσον γέρας ὅσσον ἐπαρκεῖν,τιμῆς οὔτ᾿ ἀφελὼν οὔτ᾿ ἐπορεξάμενος·οἳ δ᾿ εἶχον δύναμιν καὶ χρήμασιν ἦσαν ἀγητοί,καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν· |
5 | ἔστην δ᾿ ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι,νικᾶν δ᾿ οὐκ εἴασ᾿ οὐδετέρους ἀδίκως.
fr. 6:δῆμος δ᾿ ὧδ᾿ ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο,μήτε λίην ἀνεθεὶς μήτε βιαζόμενος·τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηταιἀνθρώποις ὁπόσοις μὴ νόος ἄρτιος ἦι.
fr. 7:ἔργμασι (γὰρ) ἐν μεγάλοις πᾶσιν ἁδεῖν χαλεπόν,
fr. 9:ἐκ νεφέλης πέλεται χιόνος μένος ἠδὲ χαλάζης,βροντὴ δ᾿ ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς·ἀνδρῶν δ᾿ ἐκ μεγάλων πόλις ὄλλυται, ἐς δὲ μονάρχουδῆμος ἀϊδρίηι δουλοσύνην ἔπεσεν. |
5 | λίην δ᾿ ἐξάραντ᾿ <οὐ> ῥάιδιόν ἐστι κατασχεῖνὕστερον, ἀλλ᾿ ἤδη χρὴ <καλὰ> πάντα νοεῖν.
fr. 10:δείξει δὴ μανίην μὲν ἐμὴν βαιὸς χρόνος ἀστοῖς,δείξει ἀληθείης ἐς μέσον ἐρχομένης.
fr. 11:εἰ δὲ πεπόνθατε λυγρὰ δι᾿ ὑμετέρην κακότητα,μὴ θεοῖσιν τούτων μοῖραν ἐπαμφέρετε·αὐτοὶ γὰρ τούτους ηὐξήσατε ῥύματα δόντες,καὶ διὰ ταῦτα κακὴν ἔσχετε δουλοσύνην. |
5 | ὑμέων δ᾿ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει,σύμπασιν δ᾿ ὑμῖν χαῦνος ἔνεστι νόος·ἐς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπη αἱμύλου ἀνδρός,εἰς ἔργον δ᾿ οὐδὲν γιγνόμενον βλέπετε.
fr. 12:ἐξ ἀνέμων δὲ θάλασσα ταράσσεται· ἢν δέ τις αὐτὴνμὴ κινῆι, πάντων ἐστὶ δικαιοτάτη.
fr. 13:Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα,Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένωι·ὄλβον μοι πρὸς θεῶν μακάρων δότε, καὶ πρὸς ἁπάντωνἀνθρώπων αἰεὶ δόξαν ἔχειν ἀγαθήν· |
5 | εἶναι δὲ γλυκὺν ὧδε φίλοις, ἐχθροῖσι δὲ πικρόν,τοῖσι μὲν αἰδοῖον, τοῖσι δὲ δεινὸν ἰδεῖν.χρήματα δ᾿ ἱμείρω μὲν ἔχειν, ἀδίκως δὲ πεπᾶσθαιοὐκ ἐθέλω· πάντως ὕστερον ἦλθε δίκη.πλοῦτον δ᾿ ὃν μὲν δῶσι θεοί, παραγίγνεται ἀνδρὶ |
10 | ἔμπεδος ἐκ νεάτου πυθμένος ἐς κορυφήν·ὃν δ᾿ ἄνδρες τιμῶσιν ὑφ᾿ ὕβριος, οὐ κατὰ κόσμονἔρχεται, ἀλλ᾿ ἀδίκοις ἔργμασι πειθόμενοςοὐκ ἐθέλων ἕπεται, ταχέως δ᾿ ἀναμίσγεται ἄτηι·ἀρχῆς δ᾿ ἐξ ὀλίγης γίγνεται ὥστε πυρός, |
15 | φλαύρη μὲν τὸ πρῶτον, ἀνιηρὴ δὲ τελευτᾶι·οὐ γὰρ δὴ<ν> θνητοῖς ὕβριος ἔργα πέλει,ἀλλὰ Ζεὺς πάντων ἐφορᾶι τέλος, ἐξαπίνης δὲὥστ᾿ ἄνεμος νεφέλας αἶψα διεσκέδασενἠρινός, ὃς πόντου πολυκύμονος ἀτρυγέτοιο |
20 | πυθμένα κινήσας, γῆν κάτα πυροφόρονδηιώσας καλὰ ἔργα θεῶν ἕδος αἰπὺν ἱκάνειοὐρανόν, αἰθρίην δ᾿ αὖτις ἔθηκεν ἰδεῖν,λάμπει δ᾿ ἠελίοιο μένος κατὰ πίονα γαῖανκαλόν, ἀτὰρ νεφέων οὐδ᾿ ἓν ἔτ᾿ ἐστὶν ἰδεῖν. |
25 | τοιαύτη Ζηνὸς πέλεται τίσις· οὐδ᾿ ἐφ᾿ ἑκάστωιὥσπερ θνητὸς ἀνὴρ γίγνεται ὀξύχολος,αἰεὶ δ᾿ οὔ ἑ λέληθε διαμπερές, ὅστις ἀλιτρὸνθυμὸν ἔχει, πάντως δ᾿ ἐς τέλος ἐξεφάνη·ἀλλ᾿ ὁ μὲν αὐτίκ᾿ ἔτεισεν, ὁ δ᾿ ὕστερον· οἳ δὲ φύγωσιν |
30 | αὐτοί, μηδὲ θεῶν μοῖρ᾿ ἐπιοῦσα κίχηι,ἤλυθε πάντως αὖτις· ἀναίτιοι ἔργα τίνουσινἢ παῖδες τούτων ἢ γένος ἐξοπίσω.θνητοὶ δ᾿ ὧδε νοέομεν ὁμῶς ἀγαθός τε κακός τε,εὖ ῥεῖν ἣν αὐτὸς δόξαν ἕκαστος ἔχει, |
35 | πρίν τι παθεῖν· τότε δ᾿ αὖτις ὀδύρεται· ἄχρι δὲ τούτουχάσκοντες κούφαις ἐλπίσι τερπόμεθα.χὤστις μὲν νούσοισιν ὑπ᾿ ἀργαλέηισι πιεσθῆι,ὡς ὑγιὴς ἔσται, τοῦτο κατεφράσατο·ἄλλος δειλὸς ἐὼν ἀγαθὸς δοκεῖ ἔμμεναι ἀνήρ, |
40 | καὶ καλὸς μορφὴν οὐ χαρίεσσαν ἔχων·εἰ δέ τις ἀχρήμων, πενίης δέ μιν ἔργα βιᾶται,κτήσασθαι πάντως χρήματα πολλὰ δοκεῖ.σπεύδει δ᾿ ἄλλοθεν ἄλλος· ὁ μὲν κατὰ πόντον ἀλᾶταιἐν νηυσὶν χρήιζων οἴκαδε κέρδος ἄγειν |
45 | ἰχθυόεντ᾿ ἀνέμοισι φορεόμενος ἀργαλέοισιν,φειδωλὴν ψυχῆς οὐδεμίαν θέμενος·ἄλλος γῆν τέμνων πολυδένδρεον εἰς ἐνιαυτὸνλατρεύει, τοῖσιν καμπύλ᾿ ἄροτρα μέλει·ἄλλος Ἀθηναίης τε καὶ ῾Ηφαίστου πολυτέχνεω |
50 | ἔργα δαεὶς χειροῖν ξυλλέγεται βίοτον,ἄλλος Ὀλυμπιάδων Μουσέων πάρα δῶρα διδαχθείς,ἱμερτῆς σοφίης μέτρον ἐπιστάμενος·ἄλλον μάντιν ἔθηκεν ἄναξ ἑκάεργος Ἀπόλλων,ἔγνω δ᾿ ἀνδρὶ κακὸν τηλόθεν ἐρχόμενον, |
55 | ὧι συνομαρτήσωσι θεοί· τὰ δὲ μόρσιμα πάντωςοὔτε τις οἰωνὸς ῥύσεται οὔθ᾿ ἱερά·ἄλλοι Παιῶνος πολυφαρμάκου ἔργον ἔχοντεςἰητροί· καὶ τοῖς οὐδὲν ἔπεστι τέλος·πολλάκι δ᾿ ἐξ ὀλίγης ὀδύνης μέγα γίγνεται ἄλγος, |
60 | κοὐκ ἄν τις λύσαιτ᾿ ἤπια φάρμακα δούς·τὸν δὲ κακαῖς νούσοισι κυκώμενον ἀργαλέαις τεἁψάμενος χειροῖν αἶψα τίθησ᾿ ὑγιῆ.Μοῖρα δέ τοι θνητοῖσι κακὸν φέρει ἠδὲ καὶ ἐσθλόν,δῶρα δ᾿ ἄφυκτα θεῶν γίγνεται ἀθανάτων. |
65 | πᾶσι δέ τοι κίνδυνος ἐπ᾿ ἔργμασιν, οὐδέ τις οἶδενπῆι μέλλει σχήσειν χρήματος ἀρχομένου·ἀλλ᾿ ὁ μὲν εὖ ἔρδειν πειρώμενος οὐ προνοήσαςἐς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν,τῶι δὲ κακῶς ἔρδοντι θεὸς περὶ πάντα δίδωσιν |
70 | συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης.πλούτου δ᾿ οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται·οἳ γὰρ νῦν ἡμέων πλεῖστον ἔχουσι βίον,διπλάσιον σπεύδουσι· τίς ἂν κορέσειεν ἅπαντας;κέρδεά τοι θνητοῖς ὤπασαν ἀθάνατοι, |
75 | ἄτη δ᾿ ἐξ αὐτῶν ἀναφαίνεται, ἣν ὁπότε Ζεὺςπέμψηι τεισομένην, ἄλλοτε ἄλλος ἔχει.
fr. 14:οὐδὲ μάκαρ οὐδεὶς πέλεται βροτός, ἀλλὰ πονηροὶπάντες ὅσους θνητοὺς ἠέλιος καθορᾶι.
fr. 15:πολλοὶ γὰρ πλουτέουσι κακοί, ἀγαθοὶ δὲ πένονται·ἀλλ᾿ ἡμεῖς τούτοις οὐ διαμειψόμεθατῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,χρήματα δ᾿ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.
fr. 16:γνωμοσύνης δ᾿ ἀφανὲς χαλεπώτατόν ἐστι νοῆσαιμέτρον, ὃ δὴ πάντων πείρατα μοῦνον ἔχει.
fr. 17:πάντηι δ᾿ ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισιν
fr. 18:γηράσκω δ᾿ αἰεὶ πολλὰ διδασκόμενος,
fr. 19:νῦν δὲ (φησί) σὺ μὲν Σολίοισι πολὺν χρόνον ἐνθάδ᾿ ἀνάσσωντήνδε πόλιν ναίοις καὶ γένος ὑμέτερον·αὐτὰρ ἐμὲ ξὺν νηῒ θοῆι κλεινῆς ἀπὸ νήσουἀσκηθῆ πέμποι Κύπρις ἰοστέφανος· |
5 | οἰκισμῶι δ᾿ ἐπὶ τῶιδε χάριν καὶ κῦδος ὀπάζοιἐσθλὸν καὶ νόστον πατρίδ᾿ ἐς ἡμετέρην.
fr. 20:<«ἑξηκονταέτη μοῖρα κίχοι θανάτου.«>ἀλλ᾿ εἴ μοι καὶ νῦν ἔτι πείσεαι, ἔξελε τοῦτομηδὲ μέγαιρ᾿, ὅτι σέο λῶιον ἐπεφρασάμηνκαὶ μεταποίησον Λιγιαστάδη, ὧδε δ᾿ ἄειδε· |
5 | «ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου.»
fr. 21:μηδέ μοι ἄκλαυτος θάνατος μόλοι, ἀλλὰ φίλοισικαλλείποιμι θανὼν ἄλγεα καὶ στοναχάς,
fr. 22a:εἰπεῖν μοι Κριτίηι ξανθότριχι πατρὸς ἀκούειν·οὐ γὰρ ἁμαρτινόωι πείσεται ἡγεμόνι.
fr. 23:ὄλβιος, ὧι παῖδές τε φίλοι καὶ μώνυχες ἵπποικαὶ κύνες ἀγρευταὶ καὶ ξένος ἀλλοδαπός;
fr. 24:ἶσόν τοι πλουτέουσιν, ὅτωι πολὺς ἄργυρός ἐστικαὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδίαἵπποι θ᾿ ἡμίονοί τε, καὶ ὧι μόνα ταῦτα πάρεστι,γαστρί τε καὶ πλευραῖς καὶ ποσὶν ἁβρὰ παθεῖν, |
5 | παιδός τ᾿ ἠδὲ γυναικός, ἐπὴν καὶ ταῦτ᾿ ἀφίκηται,ὥρη, σὺν δ᾿ ἥβη γίνεται ἁρμοδίη.ταῦτ᾿ ἄφενος θνητοῖσι· τὰ γὰρ περιώσια πάνταχρήματ᾿ ἔχων οὐδεὶς ἔρχεται εἰς Ἀΐδεω,οὐδ᾿ ἂν ἄποινα διδοὺς θάνατον φύγοι, οὐδὲ βαρείας |
10 | νούσους, οὐδὲ κακὸν γῆρας ἐπερχόμενον.
fr. 25:ἔσθ᾿ ἥβης ἐρατοῖσιν ἐπ᾿ ἄνθεσι παιδοφιλήσηι,μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος.
fr. 26:ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσουκαὶ Μουσέων, ἃ τίθησ᾿ ἀνδράσιν εὐφροσύνας,
fr. 27:παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντωνφύσας ἐκβάλλει πρῶτον ἐν ἕπτ᾿ ἔτεσιν.τοὺς δ᾿ ἑτέρους ὅτε δὴ τελέσηι θεὸς ἕπτ᾿ ἐνιαυτούς,ἥβης δὲ φάνει σήματα γεινομένης. |
5 | τῆι τριτάτηι δὲ γένειον ἀεξομένων ἔτι γυίωνλαχνοῦται, χροιῆς ἄνθος ἀμειβομένης.τῆι δὲ τετάρτηι πᾶς τις ἐν ἑβδομάδι μέγ᾿ ἄριστοςἰσχύν, ἧι τ᾿ ἄνδρες πείρατ᾿ ἔχουσ᾿ ἀρετῆς.πέμπτηι δ᾿ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι |
10 | καὶ παίδων ζητεῖν εἰσοπίσω γενεήν.τῆι δ᾿ ἕκτηι περὶ πάντα καταρτύεται νόος ἀνδρός,οὐδ᾿ ἔρδειν ἔθ᾿ ὁμῶς ἔργ᾿ ἀπάλαμνα θέλει.ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσιν μέγ᾿ ἄριστοςὀκτώ τ᾿· ἀμφοτέρων τέσσαρα καὶ δέκ᾿ ἔτη. |
15 | τῆι δ᾿ ἐνάτηι ἔτι μὲν δύναται, μαλακώτερα δ᾿ αὐτοῦπρὸς μεγάλην ἀρετὴν γλῶσσά τε καὶ σοφίη.τὴν δεκάτην δ᾿ εἴ τις τελέσας κατὰ μέτρον ἵκοιτο,οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου.
fr. 28:Νείλου ἐπὶ προχοῆισι, Κανωβίδος ἐγγύθεν ἀκτῆς.
fr. 31:πρῶτα μὲν εὐχώμεσθα Διὶ Κρονίδηι βασιλῆϊθεσμοῖς τοῖσδε τύχην ἀγαθὴν καὶ κῦδος ὀπάσσαι.
fr. 32:εἰ δὲ γῆς (φησιν) ἐφεισάμηνπατρίδος, τυραννίδος δὲ καὶ βίης ἀμειλίχουοὐ καθηψάμην μιάνας καὶ καταισχύνας κλέος,οὐδὲν αἰδέομαι· πλέον γὰρ ὧδε νικήσειν δοκέω |
5 | πάντας ἀνθρώπους.
fr. 33:οὐκ ἔφυ Σόλων βαθύφρων οὐδὲ βουλήεις ἀνήρ·ἐσθλὰ γὰρ θεοῦ διδόντος αὐτὸς οὐκ ἐδέξατο·περιβαλὼν δ᾿ ἄγρην ἀγασθεὶς οὐκ ἐπέσπασεν μέγαδίκτυον, θυμοῦ θ᾿ ἁμαρτῆι καὶ φρενῶν ἀποσφαλείς· |
5 | ἤθελον γάρ κεν κρατήσας, πλοῦτον ἄφθονον λαβὼνκαὶ τυραννεύσας Ἀθηνέων μοῦνον ἡμέρην μίαν,ἀσκὸς ὕστερον δεδάρθαι κἀπιτετρίφθαι γένος.
fr. 34:οἱ δ᾿ ἐφ᾿ ἁρπαγῆισιν ἦλθον· ἐλπίδ᾿ εἶχον ἀφνεήν,κἀδόκ[ε]ον ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν,καί με κωτίλλοντα λείως τραχὺν ἐκφανεῖν νόον.χαῦνα μὲν τότ᾿ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι |
5 | λοξὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήϊον.οὐ χρεών· ἃ μὲν γὰρ εἶπα, σὺν θεοῖσιν ἤνυσα,ἄλλα δ᾿ οὐ μάτην ἔερδον, οὐδέ μοι τυραννίδοςἁνδάνει βίηι τι[..].ε[ι]ν, οὐδὲ πιεί[ρ]ης χθονὸςπατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίην ἔχειν.
fr. 36:ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγονδῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην;συμμαρτυροίη ταῦτ᾿ ἂν ἐν δίκηι Χρόνουμήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων |
5 | ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτεὅρους ἀνεῖλον πολλαχῆι πεπηγότας,πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρη.πολλοὺς δ᾿ Ἀθήνας πατρίδ᾿ ἐς θεόκτιτονἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως, |
10 | ἄλλον δικαίως, τοὺς δ᾿ ἀναγκαίης ὑπὸχρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ᾿ Ἀττικὴνἱέντας, ὡς δὴ πολλαχῆι πλανωμένους·τοὺς δ᾿ ἐνθάδ᾿ αὐτοῦ δουλίην ἀεικέαἔχοντας, ἤθη δεσποτέων τρομεομένους, |
15 | ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτειὁμοῦ βίην τε καὶ δίκην ξυναρμόσαςἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχόμην·θεσμοὺς δ᾿ ὁμοίως τῶι κακῶι τε κἀγαθῶιεὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην |
20 | ἔγραψα. κέντρον δ᾿ ἄλλος ὡς ἐγὼ λαβών,κακοφραδής τε καὶ φιλοκτήμων ἀνήρ,οὐκ ἂν κατέσχε δῆμον· εἰ γὰρ ἤθελονἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε,αὖτις δ᾿ ἃ τοῖσιν οὕτεροι φρασαίατο, |
25 | πολλῶν ἂν ἀνδρῶν ἥδ᾿ ἐχηρώθη πόλις.τῶν οὕνεκ᾿ ἀλκὴν πάντοθεν ποιεόμενοςὡς ἐν κυσὶν πολλῆισιν ἐστράφην λύκος.
fr. 37:δήμωι μὲν εἰ χρὴ διαφάδην ὀνειδίσαι,ἃ νῦν ἔχουσιν οὔποτ᾿ ὀφθαλμοῖσιν ἂνεὕδοντες εἶδον ...ὅσοι δὲ μείζους καὶ βίην ἀμείνονες, |
5 | αἰνοῖεν ἄν με καὶ φίλον ποιοίατο.οὐκ ἂν κατέσχε δῆμον, οὐδ᾿ ἐπαύσατοπρὶν ἀνταράξας πῖαρ ἐξεῖλεν γάλα·ἐγὼ δὲ τούτων ὥσπερ ἐν μεταιχμίωιὅρος κατέστην.
fr. 38:πίνουσι· καὶ τρώγουσιν οἱ μὲν ἴτριαοἱ δ᾿ ἄρτον αὐτῶν, οἱ δὲ συμμεμιγμένουςγούρους φακοῖσι· κεῖθι δ᾿ οὔτε πεμμάτωνἄπεστιν οὐδ᾿ ἕν, ἅσσ᾿ ἐν ἀνθρώποισι γῆ |
5 | φέρει μέλαινα, πάντα δ᾿ ἀφθόνως πάρα.
fr. 39:σπεύδουσι δ᾿ οἱ μὲν ἴγδιν, οἱ δὲ σίλφιον,οἱ δ᾿ ὄξος,
fr. 40:κόκκωνας δὲ ἄλλος, ἕτερος δὲ σήσαμα.
fr. 43:λιπαρὴ κουροτρόφος· |