BIBLIOTHECA AUGUSTANA

 

Solon

ca. 640 - ca. 560 a. Chr. n.

 

Ἀποφθέγματα

 

Textus:

Leben und Meinungen der Sieben Weisen

Griechisch, Lateinisch, Deutsch

ed. Bruno Snell, München: Heimeran, 1971

 

___________________________________________________________________________

 

 

 

 

Μηδὲν ἄγαν.

Κριτὴς μὴ κάθησο· εἰ δὲ μή, τῶι ληφθέντι ἐχθρὸς ἔσηι.

Ἠδονὴν φεῦγε, ἥτις λύπην τίκτει.

Φύλασσε τρόπου καλοκαγαθίαν ὅρκου πιστοτέραν.

Σφραγίζου τοὺς μὲν λόγους σιγῆι, τὴν δὲ σιγὴν καιρῶι.

Μὴ ψεύδου, ἀλλ᾿ ἀλήθευε.

Τὰ σπουδαῖα μελέτα.

Τῶν γονέων μὴ λέγε δικαιότερα.

Φίλους μὴ ταχὺ κτῶ, οὓς δ᾿ ἂν κτήσηι, μὴ ταχὺ ἀποδοκίμαζε.

Ἄρχεσθαι μαθών, ἄρχειν ἐπιστήσηι.

Εὐθύνας ἑτέρους ἀξιῶν διδόναι, καὶ αὐτὸς ὕπεχε.

Συμβούλευε μὴ τὰ ἥδιστα, ἀλλὰ τὰ βέλτιστα τοῖς πολίταις.

Μὴ κακοῖς ὁμίλει.

Ὃ ἂν μὴ ἴδηις, μὴ λέγε.

Εἰδῶς σίγα.

Τοῖς σεαυτοῦ πρᾶος ἴσθι.

Τὰ ἀφανῆ τοῖς φανεροῖς τεκμαίρου.

Φίλους εὐσέβει.

Γηράσκω δ’ αἰεὶ πολλὰ διδασκόμενος.

Ἔργμασι γὰρ ἐν μεγάλοις πᾶσιν ἁδεῖν χαλεπόν.

Ἔλεγεν τοὺς δὲ νόμους τοῖς ἀραχνίοις ὁμοίους· καὶ γὰρ ἐκεῖνα,

ἐὰν μὲν ἐμπέσηι τι κοῦφον καὶ ἀσθενές, στέγειν·

ἐὰν δὲ μεῖζον, διακόψαν οἴχεσθαι.