BIBLIOTHECA AUGUSTANA

 

Skylax

floruit ca. 515 a. Chr. n.

 

Περίπλους τῆς θαλάσσης

τῆς οἰκουμένης Εὐρώπης

καὶ Ἀσίας καὶ Λιβύης

 

107 - 112

 

___________________________________________________

 

 

 

ΛΙΒΥΗ

 

107

ρχεται ἡ Λιβύη ἀπὸ τοῦ Κανωπικοῦ στόματος τοῦ Νείλου.

 

Ἀδυρμαχίδαι.

<Πρῶτον> ἔθνος Λιβύων Ἀδυρμαχίδαι. Ἐκ Θώνιδος δὲ πλοῦς εἰς Φάρον νῆσον ἔρημον [εὐλίμενος δὲ καὶ ἄνυδρος] στάδια ρνʹ. Ἐν δὲ Φάρωι λιμένες πολλοί. Ὕδωρ δὲ ἐκ τῆς Μαρείας λίμνης ὑδρεύονται· ἔστι γὰρ πότιμος. Ὁ δὲ ἀνάπλους εἰς τὴν λίμνην βραχὺς ἐκ Φάρου. Ἔστι δὲ καὶ Χερρόνησος καὶ λιμήν· ἔστι δὲ τοῦ παράπλου στάδια σʹ. Ἀπὸ Χερρονήσου δὲ Πλίνθινός ἐστι κόλπος. Τὸ δὲ στόμα ἐστὶ τοῦ Πλινθίνου κόλπου εἰς Λευκὴν ἀκτὴν πλοῦς ἡμέρας καὶ νυκτός· τὸ δὲ εἰς τὸν μυχὸν τοῦ Πλινθίνου κόλπου δὶς τοσοῦτον. Περιοικεῖται δὲ κύκλωι. Ἀπὸ δὲ Λευκῆς ἀκτῆς εἰς Λαοδαμάντειον λιμένα πλοῦς ἥμισυ ἡμέρας. Ἀπὸ δὲ Λαοδαμαντείου λιμένος εἰς Παραιτόνιον λιμένα πλοῦς ἥμισυ ἡμέρας. Ἔχεται Ἆπις πόλις. Μέχρις οὖν ἐνταῦθα Αἰγύπτιοι ἄρχουσιν.

 

108

Μαρμαρίδαι.

Ἀπὸ δὲ Ἄπιδος ἔθνος Λιβύων ἐστὶν οἱ Μαρμαρίδαι μέχρις εἰς Ἑσπερίδας. Ἀπὸ δὲ Ἄπιδος ἐπὶ Τυνδαρίους σκοπέλους πλοῦς ἡμέρας. Καὶ ἀπὸ Τυνδαρίων σκοπέλων εἰς Πλύνους λιμένα πλοῦς ἡμέρας. Ἐκ Πλύνων εἰς Πέτραντα τὸν μέγαν πλοῦς ἥμισυ ἡμέρας. Ἐκ Πέτραντος εἰς Μενέλαον πλοῦς ἡμέρας. Ἐκ Μενελάου εἰς Κυρθάνειον ἥμισυ ἡμέρας. Ἀπὸ Κυρθανείου Ἀντίπυγος λιμήν· πλοῦς ἥμισυ ἡμέρας. Ἀπὸ δὲ Ἀντιπύγου Πέτρας ὁ μικρός, λιμήν· πλοῦς ἥμισυ ἡμέρας. Ἀπὸ Πέτραντος <τοῦ> μικροῦ Χερρόνησοι Ἀχιλίδες, λιμήν (ταῦτα τῆς Κυρηναίων χώρας ἐστί)· πλοῦς ἡμέρας. Ἐν δὲ τῶι μέσωι Πέτραντος καὶ Χερρονήσου εἰσὶ νῆσοι Ἀηδωνία καὶ Πλατείαι. Ὕφορμοι δὲ ὑπ᾽ αὐταῖς εἰσίν. Ἐντεῦθεν ἄρχεται τὸ σίλφιον φύεσθαι <ἐν> γύ<αι>ς· παρήκει δὲ ἀπὸ Χερρονήσου διὰ τῆς μεσογείας μέχρι Ἑσπερίδων, παρὰ γῆς ἐγγὺς στάδια ͵αφʹ μάλιστα. Ἀφροδισίας νῆσος ὕφορμος· Ναύσταθμος λιμήν. Πλοῦς ἀπὸ Χερρονήσου ἡμέρας μίας, ἀπὸ δὲ Ναυστάθμου εἰς λιμένα τὸν Κυρήνης στάδια ρʹ. Ἐκ δὲ τοῦ λιμένος εἰς Κυρήνην στάδια ὀγδοήκοντα. Ἔστι δὲ Κυρήνη ἐν μεσογείαι. Εἰσὶ δὲ οὗτοι λιμένες πάνορμοι. Καὶ ἄλλαι δὲ καταφυγαὶ ὑπὸ νησιδίοις καὶ ὕφορμοι καὶ ἀκταὶ πολλαὶ ἐν τῆι μεταξὺ χώραι. Ἐκ δὲ λιμένος τῆς Κυρήνης μέχρι λιμένος τοῦ κατὰ Βάρκην στάδια φʹ· ἡ δὲ πόλις ἡ δὲ Βαρκαίων ἀπὸ θαλάσσης ἀπέχει στάδια ρʹ. Ἐκ δὲ λιμένος τοῦ κατὰ Βάρκην ἐφ᾽ Ἑσπερίδας στάδια χκʹ. Ἐκ δὲ Κυρήνης εἰσὶ λιμένες, καὶ χωρία ἐστὶν ἐσχισμένα μέχρι Ἑσπερίδων τάδε· Φυκοῦς κόλπος· ἄνω δὲ ἐνταῦθά ἐστιν ὁ κῆπος τῶν Ἑσπερίδων. Ἔστι δὲ τόπος βαθὺς ὀργυιῶν ιηʹ, ἀπότομος κύκλωι, οὐδαμοῦ ἔχων κατάβασιν· ἔστι δὲ δύο σταδίων πανταχῆ, οὐκ ἔλλατον, εὖρος καὶ μῆκος. Οὗτός ἐστι σύσκιος δένδρεσιν ἐμπεπλεγμένοις ἐν ἀλλήλοις, ὡς ὅτι μάλιστα πυγνοτάτοις. Τὰ δένδρα ἐστὶ λωτός, μηλέαι παντοδαπαί, ῥοαί, ἄπιοι, μιμαίκυλα, συκάμινα, ἄμπελοι, μυρσίναι, δάφναι, κισσός, ἐλαίαι, κότινοι, ἀμυγδαλαί, καρύαι. Τῶν δὲ χωρίων ἃ οὐκ εἴρηται, ἐστὶ (δὲ) κατὰ τὸν κῆπον Ἄμπελος, Ἄπιος, ἀλλάσσει στάδια λʹ, Χερρόνησος κῆποι πλεῖστοι, Ζηνερτίς, Ταύχειρα, Καυκαλοῦ κώμη, Ἑσπερίδες πόλις καὶ λιμήν, καὶ ποταμὸς ἐπὶ τῆι πόλει Ἐκκειός. Κατὰ ταῦτα τὰ χωρία ἀπὸ Χερρονήσων τῶν Ἀντίδων τὰ μὲν Κυρηναίων, τὰ δὲ Βαρκαίων ἐστὶ μέχρι Ἑσπερίδων.

 

109

Νασαμῶνες καὶ Μάκαι.

Ἀπὸ δὲ Ἑσπερίδων κόλπος ἐστὶ μέγας, ὧι ὄνομα Σύρτις, ὡς δὲ εἰπεῖν ὅτι μάλιστα εἰκάζοντι σταδίων ͵ε. Ἔστιν αὐτῆι τὸ πλάτος ἀπὸ Ἑσπερίδων εἰς Νέαν πόλιν τὴν πέραν πλοῦς ἡμερῶν τριῶν καὶ νυκτῶν τριῶν. Περιοικοῦσι δὲ αὐτὴν Λιβύων ἔθνος Νασαμῶνες μέχρι τοῦ μυχοῦ τοῦ ἐπ᾽ ἀριστερᾶι· τούτων δὲ ἔχονται Λιβύων ἔθνος παρὰ τὴν Σύρτιν μέχρι τοῦ στόματος τῆς Σύρτιδος Μάκαι. Εἰς δὲ τὴν Σύρτιν ἀπὸ Ἑσπερίδων εἰσπλέοντι Ἡράκλειοι θῖνες· ἔχονται δὲ τούτων Δρέπανον, νῆσοι Πόντιαι τρεῖς, εἶτα τούτων Λευκαὶ <ἃ> καλοῦνται. Ἐν δὲ τῶι κοιλατάτωι τῆς Σύρτιδος (ἐν τῶι μυχῶι) Φιλαίνου βωμοί, ἐπῖνειον, Ἄμμωνος [ἁλοῦς] ἄλσος τῆς Σύρτιδος. Ἀπὸ τούτου τὴν Σύρτιν παροικοῦντες οἱ Μάκαι χειμαζοῦσιν ἐπὶ θαλάττῆι τὰ βοσκήματα κλείοντες, τοῦ δὲ θέρους, ὑπεκλειπόντων τῶν ὑδάτων, ἀπελάνουσι τὰ βοσκήματα εἰς μεσογείαν ἄνω μεθ᾽ ἑαυτῶν. Μετὰ δὲ τὴν Σύρτιν [ἔξω τῆς Σύρτιδος] ἐστὶ χωρίον καλὸν καὶ πόλις, ἧι ὄνομα Κίνυψ· ἔστι δὲ ἔρημος. Ἀπὸ δὲ Νέας πόλεως ἀπέχει εἰς τὴν Σύρτιν στάδια πʹ (πάντη)· ὑπ᾽ αὐτῶν δ᾽ ἐστὶ ποταμὸς Κίνυψ, καὶ νῆσος ὔπεστι πρὸς τὸν ποταμόν. Τὸ δὲ βάθος τῆς Σύρτιδος ἔσω τῶν Ἑσπερίδων πρὸς τοὺς Φιλαίνου βωμοὺς εἰς τὸν μύχον τοῦ κόλπου πλοῦς ἡμερῶν γʹ καὶ νυκτῶν· πλάτος δὲ ἀπὸ Κίνυφος ποταμοῦ πρὸς τὰς Λευκὰς νήσους πλοῦς ἡμερῶν τεσσάρων καὶ νυκτῶν τεσσάρων.

 

110

Λωτοφάγοι.

Τὰ δὲ ἔξω τῆς Σύρτιδος παροικοῦσι Λιβύες Λωτοφάγοι ἔθνος μέχρι τοῦ στόματο τῆς ἑτέρας Σύρτιδος. Οὗτοι λωτῶι χρῶνται σίτωι καὶ ποτῶι. Ἀπὸ δὲ Νέας πόλεως τῆς Καρχηδονίων χώρας Γ[ρ]άφαρα πόλις. Ταύτης παράπλους ἡμέρας μιᾶς ἀπὸ Νέας πόλεως. Ἀπὸ δὲ Γ[ρ]αφάρων Ἀβρότονον πόλις καὶ λιμήν. Ταύτης ὁ παράπλους ἡμέρας μιᾶς. Ἀπὸ δὲ Ἀβροτόνου Ταριχεῖαι, πόλις καὶ λιμήν. Παράπλους ἀπὸ Ἀβροτόνου ἡμέρας μιᾶς. Κατὰ δὲ ταῦτα ἐστὶ νῆσος, ἧι ὄνομα Βραχείων, μετὰ Λωτοφάγους κατὰ Ταριχείας. Ἔστι δὲ ἡ νῆσος αὕτη σταδίων τʹ, πλάτος δὲ μικρῶι ἐλάττων. Ἀπέχει δὲ ἀπὸ τῆς ἠπείρου ὡσεὶ στάδια γʹ. Ἐν δὲ τῆι νήσωι γίνεται λωτός, ὃν ἐσθίουσι, καὶ ἕτερος, ἐξ οὗ οἶνον ποιοῦσιν. Ὁ δὲ τοῦ λωτοῦ καρπός ἐστι τῶι μεγέθει ὅσον μιμαίκυλον. Ποιοῦσι δὲ καὶ ἔλαιον πολὺ ἐκ κοτίνων. Φέρει δὲ καρπὸν ἡ νῆσος πολύν, πυροὺς καὶ κριθάς. Ἔστι δὲ ἡ νῆσος εὔγειος. Πλοῦς ἀπὸ Ταριχειῶν εἰς τὴν νῆσον ἡμέρας μιᾶς. Μετὰ δὲ τὴν νῆσόν ἐστι [Ἔπιχος] Γιχθὶς πόλις. Ἀπὸ δὲ τῆς νήσου εἰς [Ἔπιχον] Γιχθὶν πλοῦς ἡμέρας ἡμισείας. Ἀπὸ δὲ [Ἐσχιοδων] Γιχθέως <εἰς Μακομάδα ἢ Νεάπολιν> πλοῦς ἡμέρας· καὶ νῆσος ἔπεστιν ἐπ᾽ αὐτῆι ἐρήμη. Μετὰ δὲ ταύτην Κερκινῖτις νῆσος καὶ πόλις, καὶ κατὰ ταύτην Θάψος. Παράπλους ἀπὸ ταύτης εἰς Θάψον ἡμέρας καὶ ἡμίσεως. Ἀπὸ δὲ Θάψου <εἰς Λέπτιν τὴν μικρὰν πλοῦς, ἀπὸ δὲ Λέπτεως τῆς μικρὰς εἰς Ἀδρύμετα πλοῦς,> καὶ Ἀδρύμετός ἐστι κόλπος μέγας εἴσω, ἐν ὧι ἡ Σύρτις ἐστὶ ἡ μικρά, Κερκινῖτις καλουμένη, πολὺ τῆς ἄλλης Συρτίδος χαλεπωτέρα καὶ δυσπλοωτέρα, ἧς τὸ περίμετρον στάδια ͵β. Ἐν ταύτηι τῆι Σύρτιδι ἐνέστηκεν ἡ νῆσος <καὶ λίμνη> Τριτωνὶς καλουμένη καὶ ποταμὸς Τρίτων, καὶ αὐτόθεν ἐστὶν Ἀθηνᾶς Τριτωνίδος ἱερόν. Στόμα δὲ ἔχει λίμνη μικρόν, καὶ ἐν τῶι στόματι νῆσος ἔπεστι· καὶ ὅταν ἀνάπωτις ἦι, ἐνίοτε ἡ λίμνη οὐκ ἔχειν εἴσπλουν ἐστὶ φαίνουσα. Ἡ δὲ λίμνη αὕτη ἐστὶ μεγάλη, τὸ περίμετρον ἔχουσα ὡς σταδίων χιλίων. Περιοικοῦσι δὲ αὐτὴν Λιβύες [πάντες] <Γύζαντες> ἔθνος, καὶ πόλις τὰ ἐπέκεινα πρὸς ἡλίου δυσμάς· οὗτοι γὰρ [ἅπαντες] <Γύζαντες> Λιβύες λέγονται ξανθοί, [ἄπαστοι] <ἅπαντες> καὶ κάλλιστοι. Καὶ ἡ χώρα αὕτη ἀρίστη καὶ παμφορωτάτη, καὶ βοσκήματα παρ᾽ αὐτοῖς ἐστὶ καὶ μέγιστα καὶ πλεῖστα· καὶ αὐτοὶ πλουσιώτατοι (καὶ κάλλιστοι). Μετὰ δὲ τὴν Σύρτιν ταύτην Νεάπολίς ἐστι. Παράπλους δὲ ἀπὸ Ἀδρύμητος ἐπὶ Νέαν πόλιν ἡμέρας ἐστί. Μετὰ δὲ Νέαν πόλιν Ἑρμαία ἄκρα καὶ πόλις. Παράπλους ἀπὸ Νέας πόλεως εἰς Ἑρμαίαν ἡμέρας καὶ ἡμίσεως. Ἀπὸ δὲ Νέας πόλεώς ἐστιν εἰς ἰσθμὸν στάδια ρπʹ πεζῆι πρὸς τὴν ἑτέραν θάλασσαν τὴν πρὸς Καρχηδόνα. Ἔστι δὲ ἀκτή, δι᾽ ἧς ἰσθμός ἐστι. Παράπλους ἀπὸ τοῦ ποταμοῦ ἐντεῦθεν εἰς Καρχηδόνα ἥμισυ ἡμέρας. Ἡ δὲ Καρχηδονίων χώρα ἐστὶν ἐν κόλπωι.

 

111

Καρχηδών.

Μετὰ δὲ τὸν ἰσθμὸν Καρχηδών ἐστι, πόλις Φοινίκων καὶ λιμήν. Παράπλους ἀπὸ Ἑρμαίας ἥμισυ ἡμέρας εἰς Καρχηδόνα. Ἔπεισι δὲ νησία ἐν τῆι Ἑρμαίαι ἄκραι, Ποντία νῆσος καὶ Κόσυρος. Πλοῦς δὲ ἀπὸ Ἑρμαίας ἐπὶ Κόσυρον ἡμέρας. Ἀπὸ Ἑρμαίας ἄκρας πρὸς ἥλιον ἀνίσχοντα [μικρὸν ἀπὸ Ἑρμαίας] εἰσὶ νῆσοι τρεῖς μικραὶ κατὰ τοῦτο, ὑπὸ Καρχηδονίων οἰκούμεναι· Μελίτη πόλις καὶ λιμήν, Γαῦλος πόλις, Λαμπάς· αὕτη πύργους ἔχει δύο ἢ τρεῖς. Ἀπὸ δὲ Κοσύρου ἐπὶ Λιλύβαιον ἀκρωτήριον Σικελίας πλοῦς ἡμέρας μιᾶς. Μετὰ Καρχηδόνα Ἰτύκη πόλις καὶ λιμήν. Παράπλους δὲ ἀπὸ Καρχηδόνος εἰς Ἰτύκην μιᾶς ἡμέρας. Ἀπὸ Ἰτύκης Ἵππου Ἄκρα <ἢ> Ἱππὼν πόλις, καὶ λίμνη ἐπ᾽ αὐτῆι ἐστί, καὶ νῆσοι ἐν τῆι λίμνηι, καὶ περὶ τὴν λίμνην πόλεις (ἐν ταῖς νήσοις) αἵδε· Ψέγας πόλις, καὶ ἀπαντίον αὐτῆς νῆσοι Ναξικαὶ πολλαί· Πιθηκοῦσαι καὶ λιμήν· κατ᾽ ἐναντίον αὐτῶν καὶ νῆσος καὶ πόλις ἐν τῆι νήσωι Εὔβοια· Θάψα καὶ πόλις καὶ λιμήν, Καύκασις πόλις καὶ λιμήν, Σίδα πόλις, Ἰ<ω>λίου ἄκρα, πόλις καὶ λιμήν, Ἕβδομος πόλις καὶ λιμήν, Ἀξίον νῆσος, πόλις καὶ λιμὴν ἔπεστι, Ψαμαθὸς νῆσος, πόλις καὶ λιμήν· καὶ κόλπος. Ἐν δὲ τῶι κόλπωι Βαρτὰς νῆσος καὶ λιμήν, Χάλκας πόλις ἐν τῶι ποταμῶι, Ἀρύλων πόλις, Μὴς πόλις καὶ λιμήν, Σίγη πόλις ἐν τῶι ποταμῶι, καὶ πρὸ τοῦ ποταμοῦ νῆσος Ἄκρα, πόλις μεγάλη <καὶ> λιμήν, Ἄκρος ἡ πόλις καὶ ὁ κόλπος ἐν αὐτῆι, ἔρημος νῆσος Δρίναυπα ὄνομα, Ἡράκλειος στήλη <ἡ> ἐν Λιβύηι, ἄκρα Ἀβιλυκὴ <καὶ> πόλις ἐν ποταμῶι καὶ ἀντίον αὐτῆς τὰ Γάδειρα νῆσοι. Ἀπὸ Καρχηδόνος ταύτηι ἐστὶν ἐφ᾽ Ἡρακλείους στήλας τοῦ καλλίστου πλοῦ παράπλους ἡμερῶν ἑπτὰ καὶ νυκτῶν ἑπτά.

 

Γάδειρα.

Εἰσὶ νῆσοι αὗται πρὸς τῆι Εὐρώπηι· τούτων ἡ ἑτέρα πόλιν ἔχει· καὶ Ἡράκλειοι στῆλαι κατὰ ταύτας, ἡ μὲν ἐν τῆι Λιβύηι ταπεινή, ἡ δὲ ἐν τῆι Εὐρώπηι ὑψηλή. Αὗται δέ εἰσιν ἄκραι καταντικρὺ ἀλλήλων· διέχουσι δὲ αὗται ἀπ᾿ ἀλλήλων πλοῦν ἡμέρας. Παράπλους Λιβύης ἀπ᾿ Αἰγύτου τοῦ Κανωπικοῦ στόματος μέχρι Ἡρακλείων στηλῶν, τιθεμένου τοῦ λογισμοῦ κατὰ ταὐτά, ἅπερ ἐν Ἀσίαι καὶ Εὐρώπηι γέγραπται, κατὰ τοὺς κόλπους κύκλωι περιπλέοντι ἡμερῶν οδʹ. Ὅσα γέγραπται πολίσματα ἢ ἐμπόρια ἐν τῆι Λιβύηι, ἀπὸ τῆς Σύρτιδος τῆς παρ᾿ Ἑσπερίδας μέχρι Ἡρακλείων στηλῶν ἐν Λιβύηι, πάντα ἐστὶ Καρχηδονίων.

 

112

[Αἰθίοπες ἑσπέριοι.]

Μετὰ δὲ Ἡρακλείους στήλας εἰς τὸ ἔξω πλέοντι, ἔχοντι τὴν Λιβύην ἐν ἀριστερᾶι, κόλπος ἐστὶ μέγας μέχρι Ἑρμαίας ἄκρας. Ἔστι γὰρ καὶ ἐνταῦθα Ἑρμαία ἄκρα. Κατὰ δὲ μέσον τὸν κόλπον κεῖται Ποντίον τόπος καὶ πόλις. Περὶ δὲ τὴν πόλιν λίμνη κεῖται μεγάλη, ἐν δὲ τῆι λίμνη ταύτηι κεῖνται νῆσοι πολλαί. Περὶ δὲ τὴν λίμνην πέφυκε κάλαμος καὶ κύπειρος καὶ φλέως καὶ θρυόν. Αἱ δὲ ὄρνιθες αἱ Μελεαγρίδες ἐνταῦθά εἰσιν, ἄλλου δὲ οὐδαμοῦ, ἂν μὴ ἐντεῦθεν ἐξαχθῶσιν. Τῆι δὲ λίμνη ταύτηι ὄνομα Κηφησίας, τῶι δὲ κόλπωι Κῶτης. Ἔστι δὲ Ἡρακλείων στηλῶν καὶ Ἑρμαίας ἄκρας ἐν τῆι μεταξύ. Ἀπὸ δὲ τῆς Ἑρμαίας ἄκρας ἕρματα τέταται μεγάλα, ἀπὸ δὴ τῆς Λιβύης ἐπὶ τὴν Εὐρώπην, οὐχ ὑπερέχοντα τῆς θαλάττης· ἐπικλύζει δὲ ἐπ᾿ αὐτὰ ἐνιαχῆ. Τέταται δὲ τὸ ἕρμα ἐπὶ ἑτέραν ἄκραν τῆς Εὐρώπης τὸ καταντικρύ· τῆι δὲ ἄκραι ταύτηι ὄνομα Ἱερὸν ἀκρωτήριον. Ἀπὸ δὲ τῆς Ἑρμαίας ἄκρας ποταμός ἐστιν Ἀνίδες· ἐξίησι δὲ οὗτος εἰς λίμνην μεγάλην. Μετὰ δὲ Ἀνίδεν (εἶτά) ἐστιν ἄλλος ποταμὸς μέγας Λίξος καὶ πόλις Φοινίκων Λίξος, καὶ ἑτέρα πόλις Λιβύων ἐστὶ πέραν τοῦ ποταμοῦ καὶ λιμήν. Μετὰ δὲ Λίξον Κράβις ποταμὸς καὶ λιμὴν καὶ πόλις Φοινίκων Θυμιατηρία ὄνομα. Ἀπὸ Θυμιατηρίας <πλοῦς> εἰς Σολόεντα ἄκραν, ἣ ἀνέχει μάλιστα εἰς τὸν πόντον. Τῆς δὲ Λιβύης πᾶσα αὕτη ἡ χώρα ὀνομαστοτάτη καὶ ἱερωτάτη. Ἐπὶ δὲ τῶι ἀκρωτηρίωι τῆς ἄκρας ἔπεστι βωμὸς μέγας, ποινής *, Ποσειδῶνος. Ἐν δὲ τῶι βωμῶι εἰσὶ γεγραμμένοι ἀνδριάντες, λέοντες, δελφῖνες· Δαίδαλον δέ φασι ποιῆσαι. Ἀπὸ δὲ Σολόεντος ἄκρας ποταμός ἐστιν, ὧι ὄνομα [Ξιῶν] <Λίξος>. Περὶ τοῦτον τὸν ποταμὸν περιοικοῦσι Αἰθίοπες [ἱεροί] <ἑσπέριοι>. Κατὰ δὲ ταῦτα νῆσός ἐστιν, ὧι ὄνομα Κέρνη. Παράπλους δὲ ἀπὸ Ἡρακλείων στηλῶν ἐπὶ Ἑρμαῖαν ἄκραν ἡμερῶν δύο. Ἀπὸ δὲ Ἑρμαίας ἄκρας εἰς Σολόεντα ἄκραν παράπλους ἡμερῶν τριῶν. Ἀπὸ δὲ Σολόεντος εἰς Κέρνην παράπλους ἡμερῶν ἑπτά. Σύμπας δὲ ὁ παράπλους οὗτός ἐστι ἀπὸ Ἡρακλείων στηλῶν εἰς Κέρνην νῆσος ἡμερῶν δώδεκα. Τῆς Κέρνης δὲ νήσου τὰ ἐπέκεινα οὐκέτι ἐστὶ πλωτὰ διὰ βραχύτητα θαλάττης καὶ πηλὸν καὶ φῦκος. Ἔστι δὲ τὸ φῦκος τῆς δοχμῆς τὸ πλάτος καὶ ἄνωθεν ὀξύ, ὥστε κεντεῖν. Οἱ δὲ ἐμποροί εἰσι μὲν Φοίνικες· ἐπᾶν δὲ ἀφίκωνται εἰς τὴν νῆσον τὴν Κέρνην, τοὺς μὲν γαύλους καθορμίζουσιν, ἐν τῆι Κέρνηι σκηνὰς ποιησάμενοι αὑτοῖς· τὸν δὲ φόρτον ἐξελόμενοι αὐτοὶ διακομίζουσιν ἐν μικροῖς πλοίοις εἰς τὴν ἤπειρον. Εἰσὶ δὲ Αἰθίοπες πρὸς τὴν ἤπειρον. Εἰσὶ δὲ οὗτοι οἱ Αἰθίοπες, πρὸς οὓς διατίθενται. Πωλοῦσι δὲ πρὸς δέρματα ἐλάφων καὶ λεόντων καὶ παρδάλεων καὶ δέρματα ἐλεφάντων καὶ ὀδόντας, καὶ τῶν ἡμέρων βοσκημάτων. Οἱ Αἰθίοπες χρῶνται κόσμωι στίκτοις <δοραῖς>, καὶ ἐκπώμασι τοῦ ἐλέφαντος φιάλαις· καὶ αἱ γυναῖκες αὐτῶν χρῶνται κόσμωι ψελίοις τοῦ ἐλέφαντος· χρῶνταιδὲ καὶ πρὸς τοὺς ἵππους ἐλεφαντίνωι κόσμωι. Εἰσὶ δὲ οὗτοι οἱ Αἰθίοπες μέγιστοι ἀνδρώπων πάντων ὧν ἡμεῖς ἴσμεν, μείζους ἢ τετραπήχεις· εἰσὶ δέ τινες αὐτῶν καὶ πενταπήχεις· καὶ πωγωνοφόροι εἰσὶ καὶ κομῆται, καὶ κάλλιστοι πάντων ἀνδρώπων οὗτοί εἰσι. Καὶ βασιλεύει αὐτῶν οὗτος, ὃς ἂν ἦι μέγιστος. Εἰσὶ καὶ ἱππηλάται καὶ ἀκοντισταὶ καὶ τοξόται, καὶ χρῶνται τοῖς βέλεσι πεπυρακτωμένοις. Οἱ δὲ Φοίνικες ἔμποροι εἰσάγουσιν αὐτοῖς μύρον, λίθον Αἰγυπτίαν, ἄπρους ἐξαράκτους, κέραμον Ἀττικὸν καὶ χοῦς· τὰ γὰρ πλάσματά ἐστιν ὤνια ἐν τοῖς Χουσὶ τῆι ἑορτῆι. Εἰσὶ δὲ οἱ Αἰθίοπες οὗτοι κρεοφάγοι, γαλακτοπόται, οἶνον δὲ ποιοῦσι πολὺν ἀπὸ ἀμπέλων· τὸν δὲ καὶ αὐτὸν οἱ Φοίνικες ἄγουσιν. Ἔστι δὲ αὐτοῖς καὶ πόλις μεγάλη, πρὸς ἣν οἱ Φοίνικες εἰσπλέουσιν οἱ ἔμποροι. Λέγουσι δέ τινες τούτους τοὺς Αἰθίοπας παρήκειν συνεχῶς οἰκοῦντας ἐντεῦθεν εἰς Αἴγυπτον, καὶ εἶναι ταύτην <τὴν> θάλατταν συνεχῆ, ἀκτὴν δὲ εἶναι τὴν Λιβύην.