BIBLIOTHECA AUGUSTANA

 

Pythagoras

ca. 570 - ca. 495

 

Ἀκούσματα

 

Textus:

Iamblichi Protrepticus

ed.: Hermenegildus Pistelli

Leipzig: Teubner, 1888

 

___________________________________________________

 

 

 

Ἀκούσματα

 

αʹ

εἰς ἱερὸν ἀπιὼν προσκυνῆσαι, μηδὲν ἄλλο μεταξὺ βιωτικὸν μήτε λέγε μήτε πράττε.

βʹ

ὁδοῦ πάρεργον οὔτε εἰσιτέον εἰς ἱερὸν οὔτε προσκυνητέον τὸ παράπαν, οὐδ᾿ εἰ πρὸς ταῖς θύραις αὐταῖς παριὼν γένοιο.

γʹ

ἀνυπόδητος θῦε καὶ προσκύνει.

δʹ

τὰς λεωφόρους ὁδοὺς ἐκκλίνων διὰ τῶν ἀτραπῶν βάδιζε.

εʹ

μελανούρου ἀπέχου· χθονίων γάρ ἐστι θεῶν.

ϛʹ

γλώσσης πρὸ τῶν ἄλλων κράτει θεοῖς ἑπόμενος.

ζʹ

ἀνέμων πνεόντων τὴν ἠχὼ προσκύνει.

ηʹ

πῦρ μαχαίρηι μὴ σκάλευε.

θʹ

ὀξίδα ἀπὸ σεαυτοῦ ἀπόστρεφε πᾶσαν.

ιʹ

ἀνδρὶ ἐπανατιθεμένωι μὲν φορτίον συνέπαιρε, μὴ συγκαθαίρει δὲ ἀποτιθεμένωι.

ιαʹ

εἰς μὲν ὑπόδησιν τὸν δεξιὸν πόδα προπάρεχε, εἰς δὲ ποδόνιπτρον τὸν εὐώνυμον.

ιβʹ

περὶ Πυθαγορείων ἄνευ φωτὸς μὴ λάλει.

ιγʹ

ζυγὸν μὴ ὑπέρβαινε.

ιδʹ

ἀποδημῶν τῆς οἰκείας μὴ ἐπιστρέφου, ᾿Ερινύες γὰρ μετέρχονται.

ιεʹ

πρὸς ἥλιον τετραμμένος μὴ οὔρει.

ιϛʹ

δαιδίωι θᾶκον μὴ ἀπόμασσε.

ιζʹ

ἀλεκτρυόνα τρέφε μέν, μὴ θῦε δέ, μηνὶ γὰρ καὶ ἡλίωι καθιέρωται.

ιηʹ

ἐπὶ χοίνικι μὴ καθέζου.

ιθʹ

γαμψώνυχον μηδὲν παράτρεφε.

κʹ

ἐν ὁδῶι μὴ σχίζε.

καʹ

χελιδόνα οἰκίαι μὴ δέχου.

κβʹ

δακτύλιον μὴ φόρει.

κγʹ

θεοῦ τύπον μὴ ἐπίγλυφε δακτυλίωι.

κδʹ

παρὰ λύχνον μὴ ἐσοπτρίζου.

κεʹ

περὶ θεῶν μηθὲν θαυμαστὸν ἀπίστει μηδὲ περὶ θείων δογμάτων.

κϛʹ

ἀσχέτωι γέλωτι μὴ ἔχεσθαι.

κζʹ

παρὰ θυσίαι μὴ ὀνυχίζου.

κηʹ

δεξιὰν μὴ παντὶ ῥαιδίως ἔμβαλλε.

κθʹ

στρωμάτων ἀναστὰς συνέλισσε αὐτὰ καὶ τὸν τόπον συνστόρνυε.

λʹ

καρδίαν μὴ τρῶγε.

λαʹ

ἐγκέφαλον μὴ ἔσθιε.

λβʹ

ἀποκαρμάτων σῶν καὶ ἀπονυχισμάτων κατάπτυε.

λγʹ

ἐρυθῖνον μὴ προσλαμβάνου.

λδʹ

χύτρας ἴχνος ἀπὸ σποδοῦ ἀφάνιζε.

λεʹ

χρυσὸν ἐχούσηι μὴ πλησίαζε ἐπὶ τεκνοποιίαι.

λϛʹ

προτίμα τὸ σχῆμα καὶ βῆμα τοῦ σχῆμα καὶ τριώβολον.

λζʹ

κυάμων ἀπέχου.

ληʹ

μολόχην ἐπιφύτευε μέν, μὴ ἔσθιε δέ.

λθʹ

ἐμψύχων ἀπέχου.