BIBLIOTHECA AUGUSTANA

 

Anakreon

ca. 570 - ca. 500 a. Chr. n.

 

Testimonia

 

___________________________________________________

 

 

 

Σιμωνίδης

66P/125D (Anth. Pal. 7, 25)

 

Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων

ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω,

ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δ᾽ Ἐρώτων

τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.

5

μοῦνον δ' εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων

ἠέλιον Λήθης ἐνθάδ᾽ ἔκυρσε δόμων,

ἀλλ᾽ ὅτι τὸν χαρίεντα μετ᾽ ἠιθέοισι Μεγιστέα

καὶ τὸν Σμερδίεω Θρῆικα λέλοιπε πόθον.

μολπῆς δ᾽ οὐ λήγει μελιτερπέος, ἀλλ᾽ ἔτ' ἐκεῖνον

10

βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν ᾿Αίδηι.

 

 

Ἡρόδοτος

lib. III, 121, 1

 

καὶ τὸν Πολυκράτεα τυχεῖν κατακείμενον ἐν ἀνδρεῶνι, παρεῖναι δέ οἱ καὶ Ἀνακρέοντα τὸν Τήιον·

 

 

Κριτίας

Diels B 1; Athenaios, Deipnosophistae XIII; p. 600d (XIII, 74 Kaibel)

 

Τὸν δὲ γυναικείων μελέων πλέξαντά ποτ᾿ ὠιδάς

ἡδὺν ᾿Ανακρείοντα Τέως εἰς ῾Ελλάδ᾿ ἀνῆγεν,

συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,

αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.

5

Οὔ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται,

ἔστ᾿ ἂν ὕδωρ οἴνωι συμμειγνύμενον κυλίκεσσιν

παῖς διαπομπεύηι προπόσεις ἐπὶ δεξιὰ νωμῶν

παννυχίδας θ᾿ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,

πλάστιγξ θ᾿ ἡ χαλκοῦ θυγάτηρ ἐπ᾿ ἄκραισι καθίζηι

10

κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν ...

 

 

Ψ.-Πλάτων

Hipparchos 228c

 

(Ἵππαρχος) ... καὶ ἐπ' Ἀνακρέοντα τὸν Τήιον πεντηκόντορον στείλας ἐκόμισεν εἰς τὴν πόλιν.

 

 

Θεόκριτος

Epigr. 17, Anth. Pal. IX 599

 

Θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε,

σπουδᾶι, καὶ λέγ᾽ ἐπὴν ἐς οἶκον ἔνθηις·

Ἀνακρέοντος εἰκόν᾽ εἶδον ἐν Τέωι

τῶν πρόσθ᾽ εἴ τι περισσὸν ὠιδοποιῶν.

5

προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο,

ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.

 

 

Σοῦδα

Α,1916

 

Ἀνακρέων, Τήϊος, λυρικὸς, Σκυθίνου υἱός, οἱ δὲ Εὐμήλου, οἱ δὲ Παρθενίου, οἱ δὲ Ἀριστοκρίτου ἐδόξασαν. ἔγραψεν ἐλεγεῖα καὶ ἰάμβους, Ἰάδι πάντα διαλέκτωι. γέγονε κατὰ Πολυκράτην τὸν Σάμου τύραννον Ὀλυμπιάδι νβʹ· οἱ δὲ ἐπὶ Κύρου καὶ Καμβύσου τάττουσιν αὐτὸν κατὰ τὴν νεʹ Ὀλυμπιάδα. ἐκπεσὼν δὲ Τέω διὰ τὴν Ἱστιαίου ἐπανάστασιν ὤικησεν Ἄβδηρα ἐν Θράικηι. βίος δὲ ἦν αὐτῶι πρὸς ἔρωτας παίδων καὶ γυναικῶν καὶ ὠιδάς. καὶ συνέγραψε παροίνιά τε μέλη καὶ ἰάμβους καὶ τὰ καλούμενα Ἀνακρεόντεια.