Anakreon
ca. 570 - ca. 500 a. Chr. n.
Μέλη
|
|
___________________________________________________
|
|
Μελῶν α´
1 D Hephaest. Peri poi. 4,8
Γουνοῦμαί σ᾽ ἐλαφηβόλε,ξανθὴ παῖ Διὸς, ἀγρίωνδέσποιν᾽ Ἄρτεμι θηρῶν,
ἥ κου νῦν ἐπὶ Ληθαίου | |
5 | δίνηισιν θρασυκαρδίωνἀνδρῶν ἐσκατορᾶις πόλινχαίρουσ᾽· οὐ γὰρ ἀνημέρουςποιμαίνεις πολιήτας.
2 D Dio Prus. or. 2,62
Ὦναξ, ὧι δαμάλης Ἔρωςκαὶ Νύμφαι κυανώπιδεςπορφυρέη τ᾽ Ἀφροδίτη
συμπαίζουσιν, ἐπιστρέφεαι |
5 | δ᾽ ὑψηλὰς ὀρέων κορυφάς,γουνοῦμαί σε, σὺ δ᾽ εὐμενὴςἔλθ᾽ ἡμίν, κεχαρισμένηςδ᾽ εὐχωλῆς ἐπακούειν.
Κλευβούλωι δ᾽ ἀγαθὸς γενεῦ |
10 | σύμβουλος, τὸν ἐμόν γ᾽ ἔρω-τ᾽, ὦ Δεύνυσε, δέχεσθαι.
3 D Herodian. Peri schem.
Κλευβούλου μὲν ἔγωγ᾽ ἐρέω,Κλευβούλωι δ᾽ ἐπιμαίνομαι,Κλεύβουλον δὲ διοσκέω.
4 D Athen. 13,564d
Ὦ παῖ παρθένιον βλέπων,δίζημαί σε, σὺ δ᾽ οὐ κλύεις,οὐκ εἰδώς, ὅτι τῆς ἐμῆςψυχῆς ἡνιοχεύεις.
5 D Athen. 13,599c
Σφαίρηι δηὖτέ με πορφυρέηιβάλλων χρυσοκόμης Ἔρωςνήνι ποικιλοσαμβάλωισυμπαίζειν προκαλεῖται.
|
5 | ἣ δ᾽ – ἔστιν γὰρ ἀπ᾽ εὐκτίτουΛέσβου – τὴν μὲν ἐμὴν κόμην –λευκὴ γάρ – καταμέμφεται,πρὸς δ᾽ ἄλλην τινὰ χάσκει.
6 D Schol. TLV Hom. Ο 192
Μεὶς μὲν δὴ Ποσιδηϊώνἕστηκεν, νεφέλας δ᾽ ὕδωρβαρύνει, βαρὺ δ᾽ ἄγριοιχειμῶνες παταγεῦσι.
8 D Strab. 3,12,14
ἐγὼ τ᾽ ἂν οὔτ᾽ Ἀμαλθίηςβουλοίμην κέρας οὔτ᾽ ἔτεαπεντήκοντὰ τε κἀκατόνΤαρτησσοῦ βασιλεῦσαι
9 D editio Snell non habet. Eust. Od. 1542.47
ἀλλ᾽ ὦ τρὶς κεκορημένεΣμερδίη
11 D editio Snell non habet. Athen. 15, 687
τί μὲν πέτεαισυρίγγων κοϊλώτεραστήθεα χρισάμενος μύρωι;
15 D editio Snell non habet. Et. Gen. B p. 266 (Et. Mag. 713,7)
οὗτος δηὖτ᾽ Ἰηλυσίουςτίλλει τοὺς κυανάσπιδας.
16 D editio Snell non habet. Athen. 12, 533e
ξανθῆι δ᾽ Εὐρυπύληι μέλειὁ περιφόρητος Ἀρτέμων..
17 D Hephaest. Peri poi. 7,2
Ἀρθεὶς δηὖτ᾽ ἀπὸ Λευκάδοςπέτρης ἐς πολιὸν κῦμα κολυμβέω μεθύων ἔρωτι.
18 D Athen. 4,177a,182c
∪ ∪ – τίς ἐρασμίηντρέψας θυμὸν ἐς ἥβην τερένων ἡμιόπων ὑπ᾽ αὐλῶνὀρχεῖται; ∪ ∪ – ∪ – |