BIBLIOTHECA AUGUSTANA

 

Anakreon

ca. 570 - ca. 500 a. Chr. n.

 

Ἴαμβοι

 

Textus:

Frühgriechische Lyriker

3. Teil: Sappho, Alkaios, Anakreon

Griechisch - Deutsch

ed. Bruno Snell/Zoltan Franyó

Berlin (DDR): Akademie-Verlag 1976

 

___________________________________________________

 

 

 

76 D

editio Snell non habet.

Athen. 15, 671d

 

στεφάνους δ᾽ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν,

τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην.

 

 

77 D

Et. Gen. s.v. κνυζώσω

 

κνυζή τις ἤδη καὶ πέπειρα γίνομαι

σὴν διὰ μαργοσύνην.

 

 

78 D

Zonar. 1512 = Phrynich. fr. 278 (Rutherford)

 

κοὐ μοκλὸν ἐν θύρηισι διξῆισιν βαλών

ἥσυχος καθεύδει.

 

 

79 D

Hephaest. 5,2

 

ρέω τε δηὗτε κοὐκ ἐρέω

καὶ μαίνομαι κοὐ μαίνομαι

 

 

80 D

Athen. 10,446f

 

μηδ᾽ ὥστε κῦμα πόντιον

λάλαζε τῆι πολυκρότηι

σὺν Γαστροδώρηι καταχύδην

πίνουσα τὴν ἐπίστιον.

 

 

82 D

Hephaest. 5,3

 

μὲν θέλων μάχεσθαι,

πάρεστι γάρ, μαχέσθω.

 

 

83 D

Ptolem. Peri diaph. lex.; ed. Heylbut, Hermes 22, 1887, 409

 

λίην δὲ δὴ λιάζεις.

 

 

84 D

Prisc. metr. Ter.; Gramm. Lat. III, 427,20

 

᾽ραννὲ δὴ λίην -

πολλοῖσι γὰρ μέλεις -

 

 

85 D

Plut. comm. notit. adv. Stoic. 20

 

ξείνοισίν ἐστε μειλίχοις᾽ ἐοικότες,

στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις.

 

 

86 D

Ar. Plut. 999sqq.

 

Πάλαι κοτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.

 

 

88 D

Heraclit. quaest. Hom. 5

 

Πῶλε Θρηικίη, τί δή με

λοξὸν ὄμμασι<ν> βλέπουσα

νηλεῶς φεύγεις; δοκέεις δέ μ᾽

οὐδὲν εἰδέναι σοφόν;

 

ἴσθι τοι, καλῶς μὲν ἄν τοι

5

τὸν χαλινὸν ἐμβάλοιμι,

ἡνίας δ᾽ ἔχων στρέφοιμί <σ᾽>

ἀμφὶ τέρματα δρόμου.

 

νῦν δὲ λειμῶνάς τε βόσκεαι

κοῦφά τε σκιρτῶσα παίζεις·

10

δεξιὸν γὰρ ἱπποπείρην

οὐκ ἔχεις ἐπεμβάτην.

 

 

88A D

P. Oxy. 2322 (Lobel) fr. 1,1-10

 

Πρὸς Σμερδίην.

. . .

καὶ κ[όμη]ς, ἥ τοι κατ᾽ ἁβρὸν

ἐσκίαζεν αὐχένα·

 

νῦν δὲ δὴ σὺ μὲν στολοκρός,

5

ἡ δ᾽ ἐς αὐχμηρὰς πεσοῦσα

χεῖρας ἀθρόη μέλαιναν

ἐς κόνιν κατερρύη

 

τλημόν[ω]ς τομῆι σιδήρου

περιπεσο[ῦ]σ᾽· ἐγὼ δ᾽ ἄσηισι

10

τείρομαι· τί γάρ τις ἔρξηι

μηδ᾽ ὑπὲρ Θρήικης τυχών;

 

cf. Aelian, hist. 9.4:

Πολυκράτης ὁ Σάμιος ἐν Μούσαις ἦν, καὶ Ἀνακρέοντα ἐτίμα τὸν Τήιον καὶ διὰ σπουδῆς ἦγε, καὶ ἔχαιρεν αὐτῶι καὶ τοῖς ἐκείνου μέλεσιν. οὐκ ἐπαινῶ δὲ αὐτοῦ τὴν τρυφήν. Ἀνακρέων ἐπήινεσε Σμερδίην θερμότερον τὰ παιδικὰ Πολυκράτους, εἶτα ἥσθη τὸ μειράκιον τῶι ἐπαίνωι, καὶ τὸν Ἀνακρέοντα ἠσπάζετο σεμνῶς εὖ μάλα, ἐρῶντα τῆς ψυχῆς, ἀλλ᾽ οὐ τοῦ σώματος. μὴ γάρ τις ἡμῖν διαβαλλέτω πρὸς θεῶν τὸν ποιητὴν τὸν Τήιον, μηδ᾽ ἀκόλαστον εἶναι λεγέτω. ἐζηλοτύπησε δὲ Πολυκράτης ὅτι τὸν Σμερδίην ἐτίμησε, καὶ ἑώρα τὸν ποιητὴν ὑπὸ τοῦ παιδὸς ἀντιφιλούμενον· καὶ ἀπέκειρε τὸν παῖδα ὁ Πολυκράτης, ἐκεῖνον μὲν αἰσχύνων, οἰόμενος δὲ λυπεῖν Ἀνακρέοντα. ὃ δὲ οὐ προσεποιήσατο αἰτιᾶσθαι τὸν Πολυκράτη σωφρόνως καὶ ἐγκρατῶς, μετήγαγε δὲ τὸ ἔγκλημα ἐπὶ τὸ μειράκιον ἐν οἷς ἐπεκάλει τόλμαν αὐτῶι καὶ ἀμαθίαν ὁπλισαμένωι κατὰ τῶν ἑαυτοῦ τριχῶν. τὸ δὲ ἆισμα τὸ ἐπὶ τῷ πάθει τῆς κόμης Ἀνακρέων ἀισάτω· ἐμοῦ γὰρ αὐτὸς ἄμεινον ἄισεται.

 

 

88B D

P. Oxy. 2322 (Lobel) fr. 1,11-19

 

Οἰκτρὰ δὴ φρονεῖν ἀκού[ω

τὴν ἀρίγνωτον γυναῖ[κα

πολλάκις δὲ δὴ τόδ᾽ εἰπ[εῖν

δαίμον᾽ αἰτιωμέ[ν]ην·

 

5

ὡ]ς ἂν εὖ πάθοιμι, μῆτερ,

εἴ] μ᾽ ἀμείλιχον φέρουσα

π]όντον ἐσβάλοις θυίοντα

π]ορφ[υρ]έοισι κύμασι

 

 

89 D

Iulian. misop.; p. 366b

 

εὖτέ μοι λευκαὶ μελαίνηισ᾽ ἀναμεμείξονται τρίχες

 

 

90 D

Anth. Pal. 13,4

 

λκίμων σ᾽, ὦ ᾽ριστοκλείδη πρῶτον οἰκτίρω φίλων·

ὤλεσας δ᾽ ἥβην ἀμύνων πατρίδος δουληίην.

 

 

91 D

editio Snell non habet.

Heph. Ench. 6,4

 

κλῦθί μεο γέροντος εὐέθειρα χρυσόπεπλε κοῦρα.

 

 

93 D

Eustath. ad Il. 368

 

κοίμισον δὲ σόλοικον

φθόγγον

μή πως βάρβαρα βάξηις