Anakreon
ca. 570 - ca. 500 a. Chr. n.
Ἐπιγράμματα
Textus:Frühgriechische Lyriker3. Teil: Sappho, Alkaios, AnakreonGriechisch - Deutsched. Bruno Snell/Zoltan FranyóBerlin (DDR): Akademie-Verlag 1976
|
|
___________________________________________________
|
|
100 D Anth. Pal. 7,226
Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωναπᾶσ᾽ ἐπὶ πυρκαϊῆς ἥδ᾽ ἐβόησε πόλις·οὔ τινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Ἄρηςἠνάρισεν στυγερῆς ἐν στροφάλιγγι μάχης.
101 D Anth. Pal. 7,160
Καρτερὸς ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα·Ἄρης δ᾽ οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν.
102 D Anth. Pal. 7,263
Καὶ σέ, Κλεηνορίδη, πόθος ὤλεσε πατρίδος αἴηςθαρσήσαντα νότου λαίλαπι χειμερίηι·ὥρη γάρ σε πέδησεν ἀνέγγυος· ὑγρὰ δὲ τὴν σὴνκύματ᾽ ἀφ᾽ ἱμερτὴν ἔκλυσεν ἡλικίην.
103 D IG I2 834 | Anth. Pal. 6,138
Πρὶν μὲν Καλλιτέλης ἱδρύσατο· τόνδε δ᾽ ἐκείνουἔκγονοι ἐστήσανθ᾽, οἷς χάριν ἀντιδίδου.
[104 D] Anth. Pal. 6,135
Οὗτος Φειδόλα ἵππος ἀπ᾽ εὐρυχόροιο Κορίνθουἄγκειται Κρονίδαι, μνᾶμα ποδῶν ἀρετᾶς.
105 D Anth. Pal. 6,346
Τέλλιδι ἱμερόεντα βίον πόρε, Μαιάδος υἱέ,ἀντ᾽ ἐρατῶν δώρων τῶνδε χάριν θέμενος.δὸς δέ μιν εὐθυδίκων Εὐωνυμέων ἐνὶ δήμωιναίειν αἰῶνος μοῖραν ἔχοντ᾽ ἀγαθήν.
106 D Anth. Pal. 6,143
Εὔχεο Τιμώνακτι θεῶν κήρυκα γενέσθαιἤπιον, ὅς μ᾽ ἐρατοῖσ᾽ ἀγλαΐην προθύροιςἙρμῆι τε κρείοντι καθέσσατο. τὸν δ᾽ ἐθέλονταἀστῶν καὶ ξείνων γυμνασίωι δέχομαι.
107 D Anth. Pal. 6,142
Σάν τε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμονΘεσσαλίας μ᾽ ἀνέθηκ᾽ ἀρχὸς Ἐχεκρατίδας.
108 D Anth. Pal. 6,136
Πρηξιδίκη μὲν ἔρεξεν, ἐβούλευσεν δὲ Δύσηριςεἷμα τόδε· ξυνὴ δ᾽ ἀμφοτέρων σοφίη.
109 D Anth. Pal. 6,140
Παιδὶ φιλοστεφάνωι Σεμέλας ἀνέθηκε Μέλανθοςμνᾶμα χοροῦ νίκας, υἱὸς Ἀρηϊφίλου.
110 D Anth. Pal. 6,137
Πρόφρων, Ἀργυρότοξε, δίδου χάριν Αἰσχύλου υἱῶιΝαυκράτει εὐχωλὰς τάσδ᾽ ὑποδεξάμενος.
111 D Anth. Pal. 6,141
Ῥυσαμένα Πύθωνα δυσαχέος ἐκ πολέμοιοἀσπὶς Ἀθηναίης ἐν τεμένει κρέμαται. |