Anakreon
ca. 570 - ca. 500 a. Chr. n.
Ἀνακρεόντεια μέλη
Textus:Carmina Anacreonteaed. M. L. West, Leipzig: Teubner 1984(Alexandro Smario gratias ago. UH)
Conspectus siglorum (West):αυτ(ου) – verbi particula per compendium scripta< > – inserenda censeo{ } – delenda censeo
|
|
___________________________________________________
|
|
ΑνακρεοντοσΤηιου συμποσιακα ημιαμβια
1 Ἀνακρέων ἰδών μεὁ Τήϊος μελωιδός(ὄναρ λέγω) προσεῖπεν·κἀγὼ δραμὼν πρὸς αὐτόν | |
5 | περιπλάκην φιλήσας.γέρων μὲν ἦν, καλὸς δέ,καλὸς δὲ καὶ φίλευνος·τὸ χεῖλος ὦζεν οἴνου·τρέμοντα δ᾽ αὐτὸν ἤδη |
10 | Ἔρως ἐχειραγώγει.ὃ δ᾽ ἐξελὼν καρήνουἐμοὶ στέφος δίδωσι·τὸ δ᾽ ὦζ᾽ Ἀνακρέοντος.ἐγὼ δ᾽ ὁ μωρὸς ἄρας |
15 | ἐδησάμην μετώπωι·καὶ δῆθεν ἄχρι καὶ νῦνἔρωτος οὐ πέπαυμαι.
2 Δότε μοι λύρην Ὁμήρουφονίης ἄνευθε χορδῆς·φέρε μοι κύπελλα θεσμῶν,φέρε μοι νόμους κεράσσας, |
5 | μεθύων ὅπως χορεύσω,ὑπὸ σώφρονος δὲ λύσσηςμετὰ βαρβίτων ἀείδωντὸ παροίνιον βοήσω·δότε μοι λύρην Ὁμήρου |
10 | φονίης ἄνευθε χορδῆς.
3 Ἄγε, ζωγράφων ἄριστε,λυρικῆς ἄκουε Μούσης< ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ > |
5 | γράφε τὰς πόλεις τὸ πρῶτονἱλαράς τε καὶ γελώσας·ὁ δὲ κηρὸς ἂν δύναιτο, |
8 | γράφε καὶ νόμους φιλούντων. |
3 | φιλοπαίγμονες δὲ Βάκχαι |
4 | ἑτεροπνόους ἐναύλους< ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >
4 a (A. Gellius 19,9,6) Τὸν ἄργυρον τορεύσαςἭφαιστέ μοι ποίησονπανοπλίας μὲν οὐχί·τί γὰρ μάχαισι κἀμοί; |
5 | ποτήριον δὲ κοῖλονὅσον δύνηι βάθυνον.καὶ μὴ ποίει κατ᾽ αὐτόμήτ᾽ ἄστρα μήτ᾽ Ἀμάξας,<μὴ στυγνὸν Ὠρίωνα·> |
10 | τί Πλειάδων μέλει μοι,τί δ᾽ ἀστέρος Βοώτεω;ποίησον ἀμπέλους μοι, |
13 | καὶ βότρυας κατ᾽ αὐτῶν, |
15 | <ποίει δὲ ληνὸν οἴνου,> |
16/18 | καὶ χρυσέους πατοῦντας |
20 | ὁμοῦ καλῶι Λυαίωι |
21 | Ἔρωτα καὶ Βάθυλλον.
4 b (Anth. Pal. 11,48) Τὸν ἄργυρον τορεύσαςἭφαιστέ μοι ποίησον |
3 | πανοπλίαν μὲν οὐχί· |
5 | ποτήριον δὲ κοῖλονὅσον δύνηι βάθυνον.ποίει δέ μοι κατ᾽ αὐτοῦμήτ᾽ ἄστρα μήτ᾽ Ἀμάξας, |
9 | μὴ στυγνὸν Ὠρίωνα, |
12 | ἀλλ᾽ ἀμπέλους χλοώσας |
13/17 | καὶ βότρυας γελῶντας |
20 | σὺν τῶι καλῶι Λυαίωι.
4 c (Cod. Paris. Suppl. gr. 384) Τὸν ἄργυρον τορεύωνἭφαιστέ μοι ποίησονπανοπλίαν μὲν οὐχί·τί γὰρ μάχαισι κἀμοί; |
5 | ποτήριον δὲ κοῖλονὅσον δύνηι βαθύνας.ποίει δέ μοι κατ᾽ αὐτοῦμήτ᾽ ἄστρα μήτ᾽ Ἄμαξαν,μὴ στυγνὸν Ὠρίωνα· |
10 | τί Πλειάδων μέλει μοι,τί γὰρ καλοῦ Βοώτου;ποίησον ἀμπέλους μοι,καὶ βότρυας κατ᾽ αὐτῶν,καὶ Μαινάδας τρυγώσας· |
15 | ποίει δὲ ληνὸν οἴνουληνοβάτας πατοῦνταςτοὺς Σατύρους γελῶνταςκαὶ χρυσέους Ἔρωταςκαὶ Κυθέρην γελῶσαν |
20 | ὁμοῦ καλῶι Λυαίωι.{Ἔρωτα κἀφροδίτην.}
5 Καλλιτέχνα, τόρευσονἔαρος κύπελλον ἤδη·τὰ πρῶτ᾽ ἡμῖν τὰ τερπνάῥόδα φέρουσαν ὥρην. |
5 | ἀργύρεον δ᾽ ἁπλώσαςποτὸν ποίει μοι τερπνόν·τῶν τελετῶν, παραινῶ,μὴ ξένον μοι τορεύσηις,μὴ φευκτὸν ἱστόρημα· |
10 | μᾶλλον ποίει Διὸς γόνον,Βάκχον Εὔιον ἡμῖν.μύστις νάματος ἦι Κύπριςὑμεναίους κροτοῦσα·χάρασσ᾽ Ἔρωτας ἀνόπλους |
15 | καὶ Χάριτας γελώσαςὑπ᾽ ἄμπελον εὐπέταλονεὐβότρυον κομῶσαν·σύναπτε κούρους εὐπρεπεῖς†ἀν μη† Φοῖβος ἀθύρηι.
6 Στέφος πλέκων ποτ᾽ εὗρονἐν τοῖς ῥόδοις Ἔρωτα,καὶ τῶν πτερῶν κατασχώνἐβάπτισ᾽ εἰς τὸν οἶνον, |
5 | λαβὼν δ᾽ ἔπιον αὐτόν·καὶ νῦν ἔσω μελῶν μουπτεροῖσι γαργαλίζει.
7 Λέγουσιν αἱ γυναῖκες·«Ἀνάκρεον, γέρων εἶ·λαβὼν ἔσοπτρον ἄθρεικόμας μὲν οὐκέτ᾽ οὔσας, |
5 | ψιλὸν δέ σευ μέτωπον.»ἐγὼ δὲ τὰς κόμας μέν,εἴτ᾽ εἰσὶν εἴτ᾽ ἀπῆλθον,οὐκ οἶδα· τοῦτο δ᾽ οἶδα,ὡς τῶι γέροντι μᾶλλον |
10 | πρέπει τὸ τερπνὰ παίζειν,ὅσωι πέλας τὰ Μοίρης.
8 Οὔ μοι μέλει τὰ Γύγεωτοῦ Σαρδίων ἄνακτος,οὐδ᾽ εἷλέ πώ με ζῆλος,οὐδὲ φθονῶ τυράννοις. |
5 | ἐμοὶ μέλει μύροισινκαταβρέχειν ὑπήνην,ἐμοὶ μέλει ῥόδοισινκαταστέφειν κάρηνα·τὸ σήμερον μέλει μοι, |
10 | τὸ δ᾽ αὔριον τίς οἶδεν;ὡς οὖν ἔτ᾽ εὔδι᾽ ἔστιν,καὶ πῖνε καὶ κύβευεκαὶ σπένδε τῶι Λυαίωι,μὴ νοῦσος ἤν τις ἔλθηι |
15 | λέγηι σε μηδὲ πίνειν.
9 Ἄφες με, τοὺς θεούς σοι,πιεῖν, πιεῖν ἀμυστί·θέλω, θέλω μανῆναι.ἐμαίνετ᾽ Ἀλκμέων τε |
5 | χὠ λευκόπους Ὀρέστηςτὰς μητέρας κτανόντες·ἐγὼ δὲ μηδένα κτάς,πιὼν δ᾽ ἐρυθρὸν οἶνονθέλω, θέλω μανῆναι. |
10 | ἐμαίνετ᾽ Ἡρακλῆς πρίν,δεινὴν κλονῶν φαρέτρηνκαὶ τόξον Ἰφίτειον·ἐμαίνετο πρὶν Αἴας,μετ᾽ ἀσπίδος κραδαίνων |
15 | τὴν Ἕκτορος μάχαιραν·ἐγὼ δ᾽ ἔχων κύπελλονκαὶ στέμμα τοῦτο χαίτης{οὐ τόξον, οὐ μάχαιραν,}θέλω, θέλω μανῆναι.
10 Τί σοι θέλεις ποιήσω,τί σοι, †λάλευ† χελιδόν;τὰ ταρσά σευ τὰ κοῦφαθέλεις λαβὼν ψαλίξω, |
5 | ἢ μᾶλλον ἔνδοθέν σευτὴν γλῶσσαν, ὡς ὁ Τηρεύςἐκεῖνος, ἐκθερίξω;τί μευ καλῶν ὀνείρωνὑπορθρίαισι φωναῖς |
10 | ἀφήρπασας Βάθυλλον;
11 Ἔρωτα κήρινόν τιςνεηνίης ἐπώλει·ἐγὼ δέ οἱ παραστάς«πόσου θέλεις» ἔφην «σοι |
5 | τὸ τυχθὲν ἐκπρίωμαι;»ὃ δ᾽ εἶπε δωριάζων«λάβ᾽ αὐτὸν ὁππόσου λῆις.ὅπως <δ᾽> ἂν ἐκμάθηις πᾶν,οὐκ εἰμὶ κηροτέχνας, |
10 | ἀλλ᾽ οὐ θέλω συνοικεῖνἜρωτι παντορέκται.»«δὸς οὖν, δὸς αὐτὸν ἡμῖνδραχμῆς, καλὸν σύνευνον.»Ἔρως, σὺ δ᾽ εὐθέως με |
15 | πύρωσον· εἰ δὲ μή, σύκατὰ φλογὸς τακήσηι.
12 Οἱ μὲν καλὴν Κυβήβηντὸν ἡμίθηλυν Ἄττινἐν οὔρεσιν βοῶνταλέγουσιν ἐκμανῆναι· |
5 | οἱ δὲ Κλάρου παρ᾽ ὄχθαιςδαφνηφόροιο Φοίβουλάλον πιόντες ὕδωρμεμηνότες βοῶσιν·ἐγὼ δὲ τοῦ Λυαίου |
10 | καὶ τοῦ μύρου κορεσθείςκαὶ τῆς ἐμῆς ἑταίρηςθέλω, θέλω μανῆναι.
13 {θέλω, θέλω φιλῆσαι.}Ἔπειθ᾽ Ἔρως φιλεῖν με·ἐγὼ δ᾽ ἔχων νόημαἄβουλον οὐκ ἐπείσθην. |
5 | ὃ δ᾽ εὐθὺ τόξον ἄραςκαὶ χρυσέην φαρέτρηνμάχηι με προυκαλεῖτο·κἀγὼ λαβὼν ἐπ᾽ ὤμωνθώρηχ᾽ ὅπως Ἀχιλλεύς |
10 | καὶ δοῦρα καὶ βοείηνἐμαρνάμην Ἔρωτι.ἔβαλλ᾽, ἐγὼ δ᾽ ἔφευγον·ὡς δ᾽ οὐκέτ᾽ εἶχ᾽ ὀιστούς,ἤσχαλλεν, εἶτ᾽ ἑαυτόν |
15 | ἀφῆκεν εἰς βέλεμνον·μέσος δὲ καρδίης μευἔδυνε καί μ᾽ ἔλυσεν.μάτην δ᾽ ἔχω βοείην·τί γὰρ βάλωμεν ἔξω, |
20 | μάχης ἔσω μ᾽ ἐχούσης;
14 Εἰ φύλλα πάντα δένδρωνἐπίστασαι κατειπεῖν,εἰ κύματ᾽ οἶδας εὑρεῖντὰ τῆς ὅλης θαλάσσης, |
5 | σὲ τῶν ἐμῶν ἐρώτωνμόνον ποῶ λογιστήν.πρῶτον μὲν ἐξ Ἀθηνῶνἔρωτας εἴκοσιν θέςκαὶ πεντεκαίδεκ᾽ ἄλλους. |
10 | ἔπειτα δ᾽ ἐκ Κορίνθουθὲς ὁρμαθοὺς ἐρώτων·Ἀχαΐης γάρ ἐστιν,ὅπου καλαὶ γυναῖκες.τίθει δὲ Λεσβίους μοι |
15 | καὶ μέχρι τῶν Ἰώνωνκαὶ Καρίης Ῥόδου τεδισχιλίους ἔρωτας.τί φήις; ἄγει καρωθείς;οὔπω Σύρους ἔλεξα, |
20 | οὔπω πόθους Κανώβου,οὐ τῆς ἅπαντ᾽ ἐχούσηςΚρήτης, ὅπου πόλεσσινἜρως ἐποργιάζει.τί δ᾽ οὐ θέλεις ἀριθμεῖν |
25 | καὶ τοὺς Γαδείρων ἐκτός,τῶν Βακτρίων τε κἰνδῶνψυχῆς ἐμῆς ἔρωτας;
15 Ἐρασμίη πέλεια,πόθεν, πόθεν πέτασαι;πόθεν μύρων τοσούτωνἐπ᾽ ἠέρος θέουσα |
5 | πνέεις τε καὶ ψεκάζεις;τίς εἶ, τί σοι μέλει δέ;«Ἀνακρέων μ᾽ ἔπεμψεπρὸς παῖδα, πρὸς Βάθυλλοντὸν ἄρτι τῶν ἁπάντων |
10 | κρατοῦντα καὶ τυράννων.πέπρακέ μ᾽ ἡ Κυθήρηλαβοῦσα μικρὸν ὕμνονἐγὼ δ᾽ Ἀνακρέοντιδιακονῶ τοσαῦτα· |
15 | καὶ νῦν, ὁρᾶις, ἐκείνουἐπιστολὰς κομίζω.καί φησιν εὐθέως μεἐλευθέρην ποιήσειν·ἐγὼ δέ, κἢν ἀφῆι με, |
20 | δούλη μενῶ παρ᾽ αὐτῶι.τί γάρ με δεῖ πέτασθαιὄρη τε καὶ κατ᾽ ἀγρούςκαὶ δένδρεσιν καθίζεινφαγοῦσαν ἄγριόν τι; |
25 | τὰ νῦν ἔδω μὲν ἄρτονἀφαρπάσασα χειρῶνἈνακρέοντος αὐτοῦ,πιεῖν δέ μοι δίδωσιτὸν οἶνον ὃν προπίνει, |
30 | πιοῦσα δ᾽ ἀγχορεύωκαὶ δεσπότην κρέκονταπτεροῖσι συγκαλύπτω·κοιμωμένου δ᾽ ἐπ᾽ αὐτῶιτῶι βαρβίτωι καθεύδω. |
35 | ἔχεις ἅπαντ᾽· ἄπελθε·λαλιστέραν μ᾽ ἔθηκας,ἄνθρωπε, καὶ κορώνης.»
16 Ἄγε, ζωγράφων ἄριστε,<γράφε, ζωγράφων ἄριστε,>Ῥοδίης κοίρανε τέχνης,ἀπεοῦσαν, ὡς ἂν εἴπω, |
5 | γράφε τὴν ἐμὴν ἑταίρην.γράφε μοι τρίχας τὸ πρῶτονἁπαλάς τε καὶ μελαίνας·ὁ δὲ κηρὸς ἂν δύνηται,γράφε καὶ μύρου πνεούσας. |
10 | γράφε δ᾽ ἐξ ὅλης παρειῆςὑπὸ πορφυραῖσι χαίταιςἐλεφάντινον μέτωπον.τὸ μεσόφρυον δὲ μή μοιδιάκοπτε μήτε μίσγε, |
15 | ἐχέτω δ᾽, ὅπως ἐκείνη,τὸ λεληθότως σύνοφρυνβλεφάρων ἴτυν κελαινήν.τὸ δὲ βλέμμα νῦν ἀληθῶςἀπὸ τοῦ πυρὸς ποίησον, |
20 | ἅμα γλαυκὸν ὡς Ἀθήνης,ἅμα δ᾽ ὑγρὸν ὡς Κυθήρης.γράφε ῥῖνα καὶ παρειάςῥόδα τῶι γάλακτι μίξας·γράφε χεῖλος οἷα Πειθοῦς, |
25 | προκαλούμενον φίλημα.τρυφεροῦ δ᾽ ἔσω γενείουπερὶ λυγδίνωι τραχήλωιΧάριτες πέτοιντο πᾶσαι.στόλισον τὸ λοιπὸν αὐτήν |
30 | ὑποπορφύροισι πέπλοις,διαφαινέτω δὲ σαρκῶνὀλίγον, τὸ σῶμ᾽ ἐλέγχον.ἀπέχει· βλέπω γὰρ αὐτήν·τάχα κηρὲ καὶ λαλήσεις.
17 Γράφε μοι Βάθυλλον οὕτωτὸν ἑταῖρον ὡς διδάσκω·λιπαρὰς κόμας ποίησον,τὰ μὲν ἔνδοθεν μελαίνας, |
5 | τὰ δ᾽ ἐς ἄκρον ἡλιώσας·ἕλικας δ᾽ ἐλευθέρους μοιπλοκάμων ἄτακτα συνθείςἄφες ὡς θέλωσι κεῖσθαι.ἁπαλὸν δὲ καὶ δροσῶδες |
10 | στεφέτω μέτωπον ὀφρῦςκυανωτέρη δρακόντων.μέλαν ὄμμα γοργὸν ἔστω,κεκερασμένον γαλήνηι,τὸ μὲν ἐξ Ἄρηος ἕλκον, |
15 | τὸ δὲ τῆς καλῆς Κυθήρης,ἵνα τις τὸ μὲν φοβῆται,τὸ δ᾽ ἀπ᾽ ἐλπίδος κρεμᾶται.ῥοδέην δ᾽ ὁποῖα μῆλονχνοΐην ποίει παρειήν· |
20 | ἐρύθημα δ᾽ ὡς ἂν Αἰδοῦςδύνασαι βαλεῖν ποίησον.τὸ δὲ χεῖλος οὐκέτ᾽ οἶδατίνι μοι τρόπωι ποιήσειςἁπαλόν, γέμον τε Πειθοῦς· |
25 | τὸ δὲ πᾶν ὁ κηρὸς αὐτόςἐχέτω λαλῶν σιωπῆι.μετὰ δὲ πρόσωπον ἔστωτὸν Ἀδώνιδος παρελθώνἐλεφάντινος τράχηλος. |
30 | μεταμάζιον δὲ ποίειδιδύμας τε χεῖρας Ἑρμοῦ,Πολυδεύκεος δὲ μηρούς,Διονυσίην δὲ νηδύν·ἁπαλῶν δ᾽ ὕπερθε μηρῶν, |
35 | μαλερὸν τὸ πῦρ ἐχόντων,ἀφελῆ ποίησον αἰδῶΠαφίην θέλουσαν ἤδη.φθονερὴν ἔχεις δὲ τέχνην,ὅτι μὴ τὰ νῶτα δεῖξαι |
40 | δύνασαι· τὰ δ᾽ ἦν ἀμείνω.τί με δεῖ πόδας διδάσκειν·λάβε μισθὸν ὅσσον εἴπηις,τὸν Ἀπόλλωνα δὲ τοῦτονκαθελὼν ποίει Βάθυλλον· |
45 | ἢν δ᾽ ἐς Σάμον ποτ᾽ ἔλθηις,γράφε Φοῖβον ἐκ Βαθύλλου.
18 Δότε μοι, δότ᾽ ὦ γυναῖκεςΒρομίου πιεῖν ἀμυστί·ἀπὸ καύματος γὰρ ἤδηπροδοθεὶς ἀναστενάζω· |
5 | δότε δ᾽ ἀνθέων, ἑλίνου·στεφάνους δότ᾽ οἷς πυκάζωτὰ μέτωπά μου, ᾽πικαίει.τὸ δὲ καῦμα τῶν ἐρώτων,κραδίη, τίνι σκεπάζω; |
10 | παρὰ τὴν σκιὴν Βαθύλλουκαθίσω· καλὸν τὸ δένδρον,ἁπαλὰς δ᾽ ἔσεισε χαίταςμαλακωτάτωι κλαδίσκωι·παρὰ δ᾽ αὐτὸ νέρθε ῥοιζεῖ |
15 | πηγὴ ῥέουσα Πειθοῦς.τίς ἂν οὖν ὁρῶν παρέλθοικαταγώγιον τοιοῦτο;
19 Αἱ Μοῦσαι τὸν Ἔρωταδήσασαι στεφάνοισιτῶι Κάλλει παρέδωκαν·καὶ νῦν ἡ Κυθέρεια |
5 | ζητεῖ λύτρα φέρουσαλύσασθαι τὸν Ἔρωτα.κἂν λύσηι δέ τις αὐτόν,οὐκ ἔξεισι, μενεῖ δέ·δουλεύειν δεδίδακται.
20 Ἡδυμελὴς Ἀνακρέων,ἡδυμελὴς δὲ Σαπφώ·Πινδαρικὸν δ᾽ ἔτι μοι μέλοςσυγκεράσας τις ἐγχέοι. |
5 | τὰ τρία ταῦτά μοι δοκεῖκαὶ Διόνυσος ἐλθώνκαὶ Παφίη λιπαρόχροοςκαὐτὸς Ἔρως ἂν ἐκπιεῖν.
21 Ἡ γῆ μέλαινα πίνει,πίνει δένδρεα δ᾽ αὖ γῆνπίνει θάλασσ᾽ ἀναύρους,ὁ δ᾽ ἥλιος θάλασσαν, |
5 | τὸν δ᾽ ἥλιον σελήνη·τί μοι μάχεσθ᾽, ἑταῖροι,καὐτῶι θέλοντι πίνειν;
22 Ἡ Ταντάλου ποτ᾽ ἔστηλίθος Φρυγῶν ἐν ὄχθαις,καὶ παῖς ποτ᾽ ὄρνις ἔπτηΠανδίονος χελιδών. |
5 | ἐγὼ δ᾽ ἔσοπτρον εἴην,ὅπως ἀεὶ βλέπηις με·ἐγὼ χιτὼν γενοίμην,ὅπως ἀεὶ φορῆις με.ὕδωρ θέλω γενέσθαι, |
10 | ὅπως σε χρῶτα λούσω·μύρον, γύναι, γενοίμην,ὅπως ἐγώ σ᾽ ἀλείψω.καὶ ταινίη δὲ μασθῶικαὶ μάργαρον τραχήλωι |
15 | καὶ σάνδαλον γενοίμην·μόνον ποσὶν πάτει με.
23 Θέλω λέγειν Ἀτρείδας,θέλω δὲ Κάδμον ἄιδειν,ὁ βάρβιτος δὲ χορδαῖςἔρωτα μοῦνον ἠχεῖ. |
5 | ἤμειψα νεῦρα πρώηνκαὶ τὴν λύρην ἅπασαν·κἀγὼ μὲν ἦιδον ἄθλουςἩρακλέους, λύρη δέἔρωτας ἀντεφώνει. |
10 | χαίροιτε λοιπὸν ἡμῖν,ἥρωες· ἡ λύρη γάρμόνους ἔρωτας ἄιδει.
24 Φύσις κέρατα ταύροις,ὁπλὰς δ᾽ ἔδωκεν ἵπποις,ποδωκίην λαγωοῖς,λέουσι χάσμ᾽ ὀδόντων, |
5 | τοῖς ἰχθύσιν τὸ νηκτόν,τοῖς ὀρνέοις πέτασθαι,τοῖς ἀνδράσιν φρόνημα·γυναιξὶν οὐκέτ᾽ εἶχεν.τί οὖν; δίδωσι κάλλος |
10 | ἀντ᾽ ἀσπίδων ἁπασῶν,ἀντ᾽ ἐγχέων ἁπάντων·νικᾶι δὲ καὶ σίδηρονκαὶ πῦρ καλή τις οὖσα.
25 Σὺ μέν, φίλη χελιδόν,ἐτησίη μολοῦσαθέρει πλέκεις καλιήν,χειμῶνι δ᾽ εἶς ἄφαντος |
5 | ἢ Νεῖλον ἢ ᾽πὶ Μέμφιν·Ἔρως δ᾽ ἀεὶ πλέκει μευἐν καρδίηι καλιήν.Πόθος δ᾽ ὃ μὲν πτεροῦται,ὃ δ᾽ ὠιόν ἐστιν ἀκμήν, |
10 | ὃ δ᾽ ἡμίλεπτος ἤδη·βοὴ δὲ γίνετ᾽ ἀείκεχηνότων νεοττῶν·Ἐρωτιδεῖς δὲ μικρούςοἱ μείζονες τρέφουσιν· |
15 | οἳ δὲ τραφέντες εὐθύςπάλιν κύουσιν ἄλλους.τί μῆχος οὖν γένηται;οὐ γὰρ σθένω τοσούτουςἜρωτας ἐκσοβῆσαι.
26 Σὺ μὲν λέγεις τὰ Θήβης,ὃ δ᾽ αὖ Φρυγῶν ἀυτάς,ἐγὼ δ᾽ ἐμὰς ἁλώσεις.οὐχ ἵππος ὤλεσέν με, |
5 | οὐ πεζός, οὐχὶ νῆες,στρατὸς δὲ καινὸς ἄλλοςἀπ᾽ ὀμμάτων με βάλλων.
27 Ἐν ἰσχίοις μὲν ἵπποιπυρὸς χάραγμ᾽ ἔχουσιν·καὶ Παρθίους τις ἄνδραςἐγνώρισεν τιάραις· |
5 | ἐγὼ δὲ τοὺς ἐρῶνταςἰδὼν ἐπίσταμ᾽ εὐθύς·ἔχουσι γάρ τι λεπτόνψυχῆς ἔσω χάραγμα.
28 Ὁ ἀνὴρ ὁ τῆς Κυθήρηςπαρὰ Λημνίαις καμίνοιςτὰ βέλη τὰ τῶν Ἐρώτωνἐπόει λαβὼν σίδηρον· |
5 | ἀκίδας δ᾽ ἔβαπτε Κύπριςμέλι τὸ γλυκὺ λαβοῦσα·ὁ δ᾽ Ἔρως χολὴν ἔμισγε.ὁ δ᾽ Ἄρης ποτ᾽ ἐξ ἀυτῆςστιβαρὸν δόρυ κραδαίνων |
10 | βέλος ηὐτέλιζ᾽ Ἔρωτος·ὁ δ᾽ Ἔρως «τόδ᾽ ἐστὶν» εἶπεν«βαρύ· πειράσας νοήσεις».ἔλαβεν βέλεμνον Ἄρης·ὑπεμειδίασε Κύπρις· |
15 | ὁ δ᾽ Ἄρης ἀναστενάξας«βαρύ·» φησιν, «ἆρον αὐτό.»ὁ δ᾽ Ἔρως «ἔχ᾽ αὐτό» φησιν.
29 Χαλεπὸν τὸ μὴ φιλῆσαι,χαλεπὸν δὲ καὶ φιλῆσαι·χαλεπώτερον δὲ πάντωνἀποτυγχάνειν φιλοῦντα.
29A Γένος οὐδὲν εἰς ἔρωτα·σοφίη, τρόπος πατεῖται·μόνον ἄργυρον βλέπουσιν.ἀπόλοιτο πρῶτος αὐτός |
5 | ὁ τὸν ἄργυρον φιλήσας.διὰ τοῦτον οὐκ ἀδελφός,διὰ τοῦτον οὐ τοκῆες·πόλεμοι, φόνοι δι᾽ αὐτόν·τὸ δὲ χεῖρον, ὀλλύμεσθα |
10 | διὰ τοῦτον οἱ φιλοῦντες.
30 Ἐδόκουν ὄναρ τροχάζεινπτέρυγας φέρων ἐπ᾽ ὤμων,ὁ δ᾽ Ἔρως ἔχων μόλιβδονπερὶ τοῖς καλοῖς ποδίσκοις |
5 | ἐδίωκε καὶ κίχανεν.τί θέλει δ᾽ ὄναρ τόδ᾽ εἶναι;δοκέω δ᾽ ἔγωγε· πολλοῖςἐν ἔρωσί με πλακένταδιολισθάνειν μὲν ἄλλους, |
10 | ἑνί τωι δὲ συνδεθῆναι.
31 Ὑακινθίνηι με ῥάβδωιχαλεπῶς Ἔρως ῥαπίζωνἐκέλευε συντροχάζειν.διὰ δ᾽ ὀξέων μ᾽ ἀναύρων |
5 | ξυλόχων τε καὶ φαράγγωντροχάοντα τεῖρεν ἱδρώς·κραδίη δὲ ῥινὸς ἄχριςἀνέβαινε, κἂν ἀπέσβην.ὁ δ᾽ Ἔρως †μέτωπα σείων† |
10 | ἁπαλοῖς πτεροῖσιν εἶπεν·«σὺ γὰρ οὐ δύνηι φιλῆσαι;»
32 Ἐπὶ μυρσίναις τερείναιςἐπὶ λωτίναις τε ποίαιςστορέσας θέλω προπίνειν·ὁ δ᾽ Ἔρως χιτῶνα δήσας |
5 | ὑπὲρ αὐχένος παπύρωιμέθυ μοι διακονείτω.τροχὸς ἅρματος γὰρ οἷαβίοτος τρέχει κυλισθείς,ὀλίγη δὲ κεισόμεσθα |
10 | κόνις ὀστέων λυθέντων.τί σε δεῖ λίθον μυρίζειν;τί δὲ γῆι χέειν μάταια;ἐμὲ μᾶλλον, ὡς ἔτι ζῶ,μύρισον, ῥόδοις δὲ κρᾶτα |
15 | πύκασον, κάλει δ᾽ ἑταίρην·πρίν, Ἔρως, ἐκεῖ μ᾽ ἀπελθεῖνὑπὸ νερτέρων χορείας,σκεδάσαι θέλω μερίμνας.
33 Μεσονυκτίοις ποτ᾽ ὥραις,στρέφετ᾽ ἦμος Ἄρκτος ἤδηκατὰ χεῖρα τὴν Βοώτου,μερόπων δὲ φῦλα πάντα |
5 | κέαται κόπωι δαμέντα,τότ᾽ Ἔρως ἐπισταθείς μευθυρέων ἔκοπτ᾽ ὀχῆας.«τίς» ἔφην «θύρας ἀράσσει,κατά μευ σχίσας ὀνείρους;» |
10 | ὁ δ᾽ Ἔρως «ἄνοιγε,» φησίν,«βρέφος εἰμί, μὴ φόβησαι·βρέχομαι δὲ κἀσέληνονκατὰ νύκτα πεπλάνημαι.»ἐλέησα ταῦτ᾽ ἀκούσας, |
15 | ἀνὰ δ᾽ εὐθὺ λύχνον ἅψαςἀνέωιξα, καὶ βρέφος μένἐσορῶ φέροντα τόξονπτέρυγάς τε καὶ φαρέτρην·παρὰ δ᾽ ἱστίην καθίξας |
20 | παλάμαις τε χεῖρας αὐτοῦἀνέθαλπον, ἐκ δὲ χαίτηςἀπέθλιβον ὑγρὸν ὕδωρ.ὃ δ᾽ ἐπεὶ κρύος μεθῆκε«φέρε» φησὶ «πειράσωμεν |
25 | τόδε τόξον, εἴ τί μοι νῦνβλάβεται βραχεῖσα νευρή.»τανύει δέ, καί με τύπτειμέσον ἧπαρ ὥσπερ οἶστρος·ἀνὰ δ᾽ ἅλλεται καχάζων· |
30 | «ξένε» δ᾽ εἶπε «συγχάρηθι·κέρας ἀβλαβὲς μένει μοι·σὺ δὲ καρδίαν πονήσεις.»
34 Μακαρίζομέν σε, τέττιξ,ὅτε δενδρέων ἐπ᾽ ἄκρωνὀλίγην δρόσον πεπωκώςβασιλεὺς ὅπως ἀείδεις. |
5 | σὰ γάρ ἐστι κεῖνα πάντα,ὁπόσα βλέπεις ἐν ἀγροῖςχὠπόσα φέρουσιν ὗλαι.σὺ δὲ φείδεαι γεωργῶν,ἀπὸ μηδενός τι βλάπτων· |
10 | σὺ δὲ τίμιος βροτοῖσιν,θέρεος γλυκὺς προφήτης.φιλέουσι μέν σε Μοῦσαι,φιλέει δὲ Φοῖβος αὐτός,λιγυρὴν δ᾽ ἔδωκεν οἴμην· |
15 | τὸ δὲ γῆρας οὔ σε τείρει.σοφέ, γηγενής, φίλυμνε,ἀπαθής, ἀναιμόσαρκε·σχεδὸν εἶ θεοῖς ὅμοιος.
35 Ἔρως ποτ᾽ ἐν ῥόδοισικοιμωμένην μέλιττανοὐκ εἶδεν, ἀλλ᾽ ἐτρώθη.τὸν δάκτυλον παταχθείς |
5 | τᾶς χειρὸς ὠλόλυξε,δραμὼν δὲ καὶ πετασθείςπρὸς τὴν καλὴν Κυθήρην«ὄλωλα, μῆτερ,» εἶπεν,«ὄλωλα κἀποθνήσκω· |
10 | ὄφις μ᾽ ἔτυψε μικρόςπτερωτός, ὃν καλοῦσινμέλιτταν οἱ γεωργοί.»ἃ δ᾽ εἶπεν· «εἰ τὸ κέντρονπονεῖς τὸ τᾶς μελίττας, |
15 | πόσον δοκεῖς πονοῦσιν,Ἔρως, ὅσους σὺ βάλλεις;»
36 Ὁ Πλοῦτος εἴ γε χρυσοῦτὸ ζῆν παρεῖχε θνητοῖς,ἐκαρτέρουν φυλάττων,ἵν᾽ †ἂν Θάνατος ἐπέλθῃ† |
5 | λάβηι τι καὶ παρέλθηι.εἰ δ᾽ οὖν μὴ τὸ πρίασθαιτὸ ζῆν ἔνεστι θνητοῖς,τί καὶ μάτην στεγάζω;{τί καὶ γόους προπέμπω;} |
10 | θανεῖν γὰρ εἰ πέπρωται,τί χρυσὸς ὠφελεῖ με;ἐμοὶ γένοιτο πίνειν,πιόντι δ᾽ οἶνον ἡδύνἐμοῖς φίλοις συνεῖναι, |
15 | ἐν δ᾽ ἁπαλαῖσι κοίταιςτελεῖν τὰν Ἀφροδίταν.
37 Διὰ νυκτὸς ἐγκαθεύδωνἁλιπορφύροις τάπησιγεγανυμένος Λυαίωιἐδόκουν ἄκροισι ταρσῶν |
5 | δρόμον ὠκὺν ἐκτανύεινμετὰ παρθένων ἀθύρων·ἐπεκερτόμουν δὲ παῖδεςἁπαλώτεροι Λυαίου,δακέθυμά μοι λέγοντες |
10 | διὰ τὰς καλὰς ἐκείνας.ἐθέλοντι δὲ φιλῆσαιφύγον ἐξ ὕπνου μοι πάντες,μεμονωμένος δ᾽ ὁ τλήμωνπάλιν ἤθελον καθεύδειν.
38 Ἱλαροὶ πίωμεν οἶνον,ἀναμέλψομεν δὲ Βάκχον,τὸν ἐφευρετὰν χορείας,τὸν ὅλας ποθοῦντα μολπάς, |
5 | τὸν ὁμότροπον Ἐρώτων,τὸν ἐρώμενον Κυθήρης·δι᾽ ὃν ἡ Μέθη λοχεύθη,δι᾽ ὃν ἡ Χάρις ἐτέχθη,δι᾽ ὃν ἀμπαύεται Λύπα, |
10 | δι᾽ ὃν εὐνάζετ᾽ Ἀνία.τὸ μὲν οὖν πῶμα κερασθένἁπαλοὶ φέρουσι παῖδες,τὸ δ᾽ ἄχος πέφευγε μιχθένἀνεμοστρόφωι θυέλληι. |
15 | τὸ μὲν οὖν πῶμα λάβωμεν,τὰς δὲ φροντίδας μεθῶμεν·τί γάρ ἐστί σοι <τὸ> κέρδοςὀδυνωμένωι μερίμναις;πόθεν οἴδαμεν τὸ μέλλον; |
20 | ὁ βίος βροτοῖς ἄδηλος.μεθύων θέλω χορεύεινμεμυρισμένος τε παίζειν< ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >μετὰ καὶ καλῶν γυναικῶνμελέτω δὲ τοῖς θέλουσι, |
25 | ὅσον ἐστὶν ἐν μερίμναις.ἱλαροὶ πίωμεν οἶνον,ἀναμέλψομεν δὲ Βάκχον.
39 Φιλῶ γέροντα τερπνόν,φιλῶ νέον χορευτάν·ἂν δ᾽ ὁ γέρων χορεύηι,τρίχας γέρων μέν ἐστιν, |
5 | τὰς δὲ φρένας νεάζει.
40 Ἐπειδὴ βροτὸς ἐτύχθηνβιότου τρίβον ὁδεύειν,χρόνον ἔγνων ὃν παρῆλθον,ὃν δ᾽ ἔχω δραμεῖν οὐκ οἶδα. |
5 | †μέθετέ με φροντίδες·†μηδέν μοι χὔμιν ἔστω.πρὶν ἐμὲ φθάσηι τὸ τέλος.παίξω, γελάσω, χορεύσωμετὰ τοῦ καλοῦ Λυαίου.
41 Ἡ καλόν ἐστι βαδίζεινὅπου λειμῶνες κομῶσιν,ὅπου λεπτὸς ἡδυτάτηνἀναπνεῖ Ζέφυρος αὔρην, |
5 | κλῆμά τε Βάκχιον ἰδεῖνχὐπὸ τὰ πέταλα δῦναιἁπαλὴν παῖδα κατέχωνΚύπριν ὅλην πνέουσαν.
42 Ποθέω μὲν Διονύσουφιλοπαίγμονος χορείας,φιλέω δ᾽ ὅταν ἐφήβουμετὰ συμπότου λυρίζω· |
5 | στεφανίσκους δ᾽ ὑακίνθωνκροτάφοισιν ἀμφιπλέξαςμετὰ παρθένων ἀθύρεινφιλέω μάλιστα πάντων.φθόνον οὐκ οἶδ᾽ ἐμὸν ἦτορ· |
10 | {φθόνον οὐκ οἶδα δαϊκτόν·}φιλολοιδόροιο γλώττηςἔφυγον βέλεμνα κοῦφα·στυγέω μάχας παροίνους.πολυκώμους κατὰ δαῖτας |
15 | νεοθηλέσιν ἅμα κούραιςὑπὸ βαρβίτωι χορεύωνβίον ἥσυχον φεροίμην.
43 Στεφάνους μὲν κροτάφοισιῥοδίνους συναρμόσαντεςμεθύωμεν ἁβρὰ γελῶντες.ὑπὸ βαρβίτωι δὲ κούρα |
5 | κατακίσσοισι βρέμονταςπλοκάμοις φέρουσα θύρσουςχλιδανόσφυρος χορεύει·ἁβροχαίτας δ᾽ ἅμα κοῦροςστομάτων ἁδὺ πνεόντων |
10 | κατὰ πηκτίδων ἀθύρειπροχέων λίγειαν ὀμφάν.ὁ δ᾽ Ἔρως ὁ χρυσοχαίταςμετὰ τοῦ καλοῦ Λυαίουκαὶ τῆς καλῆς Κυθήρης |
15 | τὸν ἐπήρατον γεραιοῖςκῶμον μέτεισι χαίρων.
44 Τὸ ῥόδον τὸ τῶν Ἐρώτωνμίξωμεν Διονύσωι·τὸ ῥόδον τὸ καλλίφυλλονκροτάφοισιν ἁρμόσαντες |
5 | πίνωμεν ἁβρὰ γελῶντες.ῥόδον ὦ φέριστον ἄνθος,ῥόδον εἴαρος μέλημα,{ῥόδα καὶ θεοῖσι τερπνά,}ῥόδον ὧι παῖς ὁ Κυθήρης |
10 | στέφεται καλοὺς ἰούλουςΧαρίτεσσι συγχορεύων·στέψον οὖν με, καὶ λυρίξωπαρὰ σοῖς Διόνυσε σηκοῖςμετὰ κούρης βαθυκόλπου |
15 | ῥοδίνοισι στεφανίσκοιςπεπυκασμένος χορεύσω.
45 Ὅταν πίνω τὸν οἶνον,εὕδουσιν αἱ μέριμναι.τί μοι πόνων, τί μοι γόων,τί μοι μέλει μεριμνῶν; |
5 | θανεῖν με δεῖ, κἂν μὴ θέλωτί δὲ τὸν βίον πλανῶμαι·πίωμεν οὖν τὸν οἶνοντὸν τοῦ καλοῦ Λυαίου·σὺν τῶι δὲ πίνειν ἡμᾶς |
10 | εὕδουσιν αἱ μέριμναι.
46 Ἴδε πῶς ἔαρος φανέντοςΧάριτες ῥόδα βρύουσιν·ἴδε πῶς κῦμα θαλάσσηςἁπαλύνεται γαλήνηι· |
5 | ἴδε πῶς νῆσσα κολυμβᾶιἴδε πῶς γέρανος ὁδεύει.ἀφελῶς δ᾽ ἔλαμψε Τιτάν,νεφελῶν σκιαὶ δονοῦνται,τὰ βροτῶν δ᾽ ἔλαμψεν ἔργα, |
10 | †καρποῖσι γαῖα προκύπτει,καρπὸς ἐλαίας† προκύπτει·†Βρομίου στέφεται† νᾶμακατὰ φύλλον †κατακλόνονκαθελων† ἤνθισε καρπός.
47 Ἐγὼ γέρων μέν εἰμι,νέων πλέον δὲ πίνω< ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >σκῆπτρον ἔχων τὸν ἀσκόν |
5 | ὁ νάρθηξ δ᾽ οὐδέν ἐστιν.ὁ μὲν θέλων μάχεσθαι,πάρεστι γάρ, μαχέσθω·ἐμοὶ κύπελλον ὦ παῖμελιχρὸν οἶνον ἡδύν |
10 | ἐγκεράσας φόρησον.ἐγὼ γέρων μέν εἰμι, |
11a | <νέων πλέον δὲ πίνω·> |
3 | κἂν δεήσηι με χορεύειν, |
12 | Σιληνὸν ἐν μέσοισιμιμούμενος χορεύσω.
48 Ὅταν ὁ Βάκχος ἔλθηι,εὕδουσιν αἱ μέριμναι,δοκῶ δ᾽ ἔχειν τὰ Κροίσου.θέλω καλῶς ἀείδειν· |
5 | κισσοστεφὴς δὲ κεῖμαι,πατῶ δ᾽ ἅπαντα θυμῶι.ὅπλιζ᾽· ἐγὼ δὲ πίνω.φέρε μοι κύπελλον ὦ παῖ·μεθύοντα γάρ με κεῖσθαι |
10 | πολὺ κρεῖσσον ἢ θανόντα.
49 Τοῦ Διὸς ὁ παῖς ὁ Βάκχος,ὁ λυσίφρων ὁ Λυαῖος,ὅταν εἰς φρένας τὰς ἐμάςεἰσέλθηι μεθυδώτας, |
5 | διδάσκει με χορεύειν.ἔχω δέ τι καὶ τερπνόνὁ τᾶς μέθας ἐραστάς·μετὰ κρότων, μετ᾽ ὠιδᾶςτέρπει με κἀφροδίτα· |
10 | πάλιν θέλω χορεύειν.
50 Ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,τότ᾽ ἐμὸν ἦτορ ἰανθέν<μέλος> ἄρχεται λιγαίνειν,<ἀναβάλλεται δὲ> Μούσας. |
5 | ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,ἀπορίπτονται μέριμναιπολυφρόντιδές τε βουλαίἐς ἁλικτύπους ἀήτας.ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον, |
10 | λυσιπήμων τότε Βάκχοςπολυανθέσιν <μ᾽> ἐν αὔραιςδονέει μέθηι γανώσας.ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,στεφάνους ἄνθεσι πλέξας |
15 | ἐπιθείς τε τῶι καρήνωιβιότου μέλπω γαλήνην.ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,μύρωι εὐώδεϊ τέγξαςδέμας, ἀγκάλαις δὲ κούρην |
20 | κατέχων, Κύπριν ἀείδω.ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,ὑπὸ κυρτοῖσι κυπέλλοιςτὸν ἐμὸν νόον ἁπλώσαςθιάσωι τέρπομαι κούρων. |
25 | ὅτ᾽ ἐγὼ πίω τὸν οἶνον,τοῦτ᾽ ἐμοὶ μόνωι τὸ κέρδος,τοῦτ᾽ ἐγὼ λαβὼν ἀποίσω·τὸ θανεῖν γὰρ μετὰ πάντων.
51 Μή με φύγηις ὁρῶσατὰν πολιὰν ἔθειραν·μηδ᾽, ὅτι σοὶ πάρεστινἄνθος ἀκμαῖον, τᾶς ἐμᾶς |
5 | ὥρας φίλτρα διώξηις.ὅρα, κἀν στεφάνοισινὅπως πρέπει τὰ λευκάῥόδοις κρίνα πλακέντα.
52 Τί με τοὺς νόμους διδάσκειςκαὶ ῥητόρων ἀνάγκας;τί δέ μοι λόγων τοσούτωντῶν μηδὲν ὠφελούντων; |
5 | μᾶλλον δίδασκε πίνεινἁπαλὸν πῶμα Λυαίου,μᾶλλον δίδασκε παίζεινμετὰ χρυσῆς Ἀφροδίτης.
52A
|
5 | ὁ θανὼν οὐκ ἐπιθυμεῖ.
53 Ὅτ᾽ ἐγὼ ᾽ς νέων ὅμιλονἐσορῶ, πάρεστιν ἥβα.τότε δή, τότ᾽ ἐς χορείηνὁ γέρων ἐγὼ πτεροῦμαι, |
5 | παραμαίνομαι, κυβηβῶ.παράδος· θέλω στέφεσθαι·πολιὸν δὲ γῆρας ἐκδύςνέος ἐν νέοις χορεύσω.Διονυσίης δέ μοί τις |
10 | φερέτω ῥοὰν ὀπώρης,ἵν᾽ ἴδηι γέροντος ἀλκήνδεδαηκότος μὲν εἰπεῖν,δεδαηκότος δὲ πίνεινχαριέντως τε μανῆναι.
54 Ὁ ταῦρος οὗτος ὦ παῖδοκεῖ τις εἶναί μοι Ζεύςφέρει γὰρ ἀμφὶ νώτοιςΣιδωνίαν γυναῖκα· |
5 | περᾶι δὲ πόντον εὐρύν,τέμνει δὲ κῦμα χηλαῖς.οὐκ ἂν δὲ ταῦρος ἄλλοςἐξ ἀγέλης ἐλασθείςἔπλευσε τὴν θάλασσαν, |
10 | εἰ μὴ μόνος ἐκεῖνος.
55 Στεφανηφόρου μετ᾽ ἦροςμέλομαι ῥόδον τέρεινον†σὺνεταιρεῖ ἀύξει† μέλπειν.τόδε γὰρ θεῶν ἄημα, |
5 | τόδε καὶ βροτοῖσι χάρμα,Χάρισίν τ᾽ ἄγαλμ᾽ ἐν ὥραιςπολυανθέων Ἐρώτων,ἀφροδίσιόν τ᾽ ἄθυρμα·τόδε καὶ μέλημα μύθοις |
10 | χαρίεν φυτόν τε Μουσῶν.γλυκὺ καὶ πονοῦντ᾽ ἀγείρεινἐν ἀκανθίναις ἀταρποῖς,γλυκὺ δ᾽ αὖ λαβόντα θάλπεινμαλακαῖσι χερσί, κοῦφον |
15 | προάγοντ᾽ ἔρωτος ἄνθος.ἀπορῶ τόδ᾽ αὖ, τί τερπνόνθαλίαις τε καὶ τραπέζαιςΔιονυσίαις τ᾽ ἑορταῖςδίχα τοῦ ῥόδου γένοιτ᾽ ἄν. |
20 | ῥοδοδάκτυλος μὲν Ἠώς,ῥοδοπήχεες δὲ Νύμφαι,ῥοδόχρους δὲ κἀφροδίταπαρὰ τῶν σοφῶν καλεῖται.τόδε καὶ νοσοῦσιν ἀρκεῖ, |
25 | τόδε καὶ νεκροῖς ἀμύνει,τόδε καὶ χρόνον βιᾶται·χαρίεν ῥόδων δὲ γῆραςνεότητος ἔσχεν ὀδμήν.φέρε δή, φύσιν λέγωμεν· |
30 | χαροπῆς ὅτ᾽ ἐκ θαλάττηςδεδροσωμένην Κυθήρηνἐλόχευε πόντος ἀφρῶι,πολεμόκλονόν τ᾽ Ἀθήνηνκορυφῆς ἔδειξεν ὁ Ζεύς, |
35 | φοβερὰν θέαν Ὀλύμπωι,τότε καὶ ῥόδων ἀγητόννέον ἔρνος ἤνθισε χθών,πολυδαίδαλον λόχευμα·μακάρων θεῶν δ᾽ ὅμοιον |
40 | ῥόδον ὡς γένοιτο, νέκταρἐπιτέγξας ἀνέθηλενἀγέρωχον ἐξ ἀκάνθηςφυτὸν ἄμβροτον Λυαῖος.
56 Ὁ τὸν ἐν πόνοις ἀτειρῆ,νέον ἐν πόθοις ἀταρβῆ,καλὸν ἐν πότοις χορευτήντελέων θεὸς κατῆλθε, |
5 | ἁπαλὸν βροτοῖσι φίλτρον,πόθον ἄστονον κομίζων,γόνον ἀμπέλου, τὸν οἶνον,πεπεδημένον ὀπώραιςἐπὶ κλημάτων φυλάττειν, |
10 | ἵν᾽ ὅταν τέμωσι βότρυνἄνοσοι μένωσι πάντες,ἄνοσοι δέμας θεητόν,ἄνοσοι γλυκύν τε θυμόνἐς ἔτους φανέντος ἄλλου.
57 Ἄρα τίς τόρευσε πόντον;ἄρα τίς μανεῖσα τέχναἀνέχευε κῦμα δίσκωι;ἐπὶ νῶτα τῆς θαλάττης |
5 | ἄρα τίς ὕπερθε λευκάνἁπαλὰν χάραξε Κύπριννόος ἐς θεοὺς ἀερθείς,μακάρων φύσιος ἀρχάν;ὃ δέ νιν ἔδειξε γυμνάν, |
10 | ὅσα μὴ θέμις δ᾽ ὁρᾶσθαιμόνα κύμασιν καλύπτει.ἀλαλημένα δ᾽ ἐπ᾽ αὐτάβρύον ὥς, ὕπερθε λευκᾶςἁπαλόχροον γαλήνας |
15 | δέμας εἰς πλόον φέρουσα,ῥόθιον πάροιθεν ἕλκει·ῥοδέων δ᾽ ὕπερθε μαζῶν,ἁπαλῆς ἔνερθε δειρῆς,μέγα κῦμα πρῶτα τέμνει |
20 | μέσον αὔλακος δὲ Κύπριςκρίνον ὣς ἴοις ἑλιχθένδιαφαίνεται γαλήνας.†ὑπερἀργύρωι† δ᾽ ὀχοῦνταιἐπὶ δελφῖσι χορευταῖς |
25 | δολερὸν νόον μετοίσωνἜρος Ἵμερος γελῶν τε,χορὸς ἰχθύων τε κυρτόςἐπὶ κυμάτων κυβιστᾶιΠαφίης τε σῶμα παίζει |
30 | ἵνα νήχεται γελῶσα.
58 Ὁ δραπέτας ὁ Χρυσόςὅταν με φεύγηι κραιπνοῖςδιηνέμοις τε ταρσοῖς(ἀεὶ δ᾽, ἀεί με φεύγει), |
5 | οὔ μιν διώκω· τίς γάρμισοῦν θέλει τι θηρᾶν;ἐγὼ δ᾽ ἄφαρ λιασθείςτῶι δραπέται τῶι Χρυσῶιἐμῶν φρενῶν μὲν αὔραις |
10 | φέρειν ἔδωκα λύπας,λύρην δ᾽ ἑλὼν ἀείδωἐρωτικὰς ἀοιδάς.πάλιν δ᾽ ὅταν με θυμόςὑπερφρονεῖν διδάξηι, |
15 | ἄφνω προσεῖπ᾽ ὁ δραπέταςφέρων μέθαν μοι φροντίδων,ἑλών μιν ὡς μεθήμωνλύρης γένωμαι λαροῦ.ἄπιστ᾽, ἄπιστε Χρυσέ, |
20 | μάταν δόλοις με θέλγεις·πλέον λύρης σου νεῦραπόθους κέκευθεν ἁδεῖς·σὺ γὰρ δόλων, σύ τοι φθόνωνἔρωτ᾽ ἔθηκας ἀνδράσιν· |
25 | λύρη δ᾽ ἄλυπα παστάδωνφιλαμάτων τε κεδνῶνπόθων κύπελλα κιρνᾶι.< ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >ὅταν θέληις δέ, φεύγειςλύρης δ᾽ ἐμῆς ἀοιδάν |
30 | οὐκ ἂν λίποιμι τυτθόν.ξείνοις σὺ δ᾽ ἀντὶ Μουσῶνδολίοις ἀπίστοις ἁνδάνειςἐμοὶ δὲ τῶι λυροκτύπηιΜοῦσα φρεσὶν πάροικος· |
30 | ἀχὰν †δέασ† ὀρίνοιςαἴγλαν †τε λαμπρύνοις†.
59 Τὸν μελανόχρωτα βότρυνταλάροις φέροντες ἄνδρεςμετὰ παρθένων ἐπ᾽ ὤμων< ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >κατὰ ληνοῦ δὲ βαλόντες |
5 | μόνον ἄρσενες πατοῦσινσταφυλῆς λύοντες οἶνον,μέγα τὸν θεὸν κροτοῦντεςἐπιληνίοισιν ὕμνοις,ἐρατὸν πίθοις ὁρῶντες |
10 | νέον ἐσζέοντα Βάκχον.ὃν ὅταν πίνηι γεραιός,τρομεροῖς ποσὶν χορεύει,πολιὰς τρίχας τινάσσων.ὁ δὲ παρθένον λοχήσας |
15 | ἐρατὸς νέος < ◦ ◦ ◦ ◦◦ ◦ ◦ ◦ ◦ ◦ > ἐλυσθείςἁπαλὸν δέμας χυθεῖσανσκιερῶν ὕπερθε φύλλων,βεβαρημένην ἐς ὕπνον. |
20 | ὁ δ᾽ Ἔρως ἄωρα θέλγων< ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >προδότιν γάμων γενέσθαι.ὁ δὲ μὴ λόγοισι πείθωντότε μὴ θέλουσαν ἄγχει· |
25 | μετὰ γὰρ νέων ὁ Βάκχοςμεθύων ἄτακτα παίζει.
60 Ἀνὰ βάρβιτον δονήσω(ἄεθλος μὲν οὐ πρόκειται,μελέτη δ᾽ ἔπεστι) πάντηισοφίης λαχὼν ἄωτον. |
5 | ἐλεφαντίνωι δὲ πλήκτρωιλιγυρὸν μέλος κροαίνωνΦρυγίωι ῥυθμῶι βοήσω,ἅτε τις κύκνος Καΰστρουποικίλον πτεροῖσι μέλπων |
10 | ἀνέμου σύναυλος ἠχῆι·σὺ δὲ Μοῦσα συγχόρευε. |
11a | <ἐρέω Δάφνης τὸν οἶτον·> |
12 | ἱερὸν γάρ ἐστι Φοίβου |
13 | κιθάρη δάφνη τρίπους τε.< ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ > |
17 | τοῦ μὲν ἐκπέφευγα κέντρα |
14 | λαλέων ἔρωτα Φοίβου, |
15 | ἀνεμώλιον τὸν οἶστρον. |
16 | σαόφρων γὰρ ἐστ<έναξεν |
16a | θεὸν οὐ θέλουσα κούρη |
16b | γαμέτην ἔχειν· ὁ δὲ Ζεύς |
16c | ἐλέησ᾽ ἄπωθ᾽> ἀκούσας, |
18 | φύσεως δ᾽ ἄμειψε μορφήν,φυτὸν εὐθαλὲς δ᾽ ἐπήχθη. |
20 | ὁ δὲ Φοῖβος †ἠὲ Φοῖβος†κρατέειν κόρην νομίζων,χλοερὸν δρέπων δὲ φύλλονἐδόκει τελεῖν Κυθήρην.ἄγε, θυμέ, πῆι μέμηνας |
25 | μανίην μανεὶς ἀρίστην·τὸ βέλος φέρε κράτυνον,σκοπὸν ὡς βαλὼν ἀπέλθηις,τὸ δὲ τόξον Ἀφροδίτηςἄφες ὡς θεοὺς ἐνίκα. |
30 | τὸν Ἀνακρέοντα μιμοῦ,τὸν ἀοίδιμον μελιστήν.φιάλην πρόπινε παισίν,φιάλην λόγων ἐραννήν·ἀπὸ νέκταρος ποτοῖο |
35 | παραμύθιον λαβόντεςφλογερὸν φυγόντες ἄστρον< ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ ◦ >
―――――――
Fragmenta anacreonteorum veterumin sylloge Palatina non comprehensorum
1 [Anacr. 65B, 28D, PMG 505 (d)] <τὸν> Ἔρωτα γὰρ τὸν ἁβρόνμέλομαι βρύοντα μίτραιςπολυανθέμοις ἀείδειν.ὅδε καὶ θεῶν δυνάστης, |
5 | ὅδε καὶ βροτοὺς δαμάζει.
2 [Anacr. 60B] φέρ᾽ ὕδωρ, φέρ᾽ οἶνον ὦ παῖ,μέθυσόν με καὶ κάρωσον·τὸ ποτήριον λέγει μουποδαπόν με δεῖ γενέσθαι.
3 [Anacr. 62B] δοκέει κλύειν γὰρ ἥδε,λαλέειν τις εἰ θελήσηι.
4 [Anacr. 61B] τί με φεύγεις τὸν γέροντα;
―――――――
|