BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

423.

Ψιττακὸς καὶ Γαλῆ.

(F. 197. C. 291 et p. 399.)

 

Ψιττακόν τις ἀγοράσας, ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι· ὁ δὲ τῆι ἡμερότητι χρησάμενος, ἀναπηδήσας [205] ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κἀκεῖθεν τερπνὸν ἐκεκράγει. Γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ, τίς ἐστι, καὶ πόθεν ἦλθεν· ὁ δὲ εἶπεν· «ὁ δεσότης με νεςστὶ ἐπρίατο.» «Οὐκοῦν, ἰταμώτατε ζώων,» ἔφη, «πρόσφατος ὢν τοσαῦτα βοᾶις, ὅτε ἐμοὶ τῆι οἰκογενεῖ οὐκ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλ᾿ ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με.» Ὁ δὲ ἀπεκρίνατο λέγων· «οἰκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐ γὰρ ὁμοοίως δυσχεραίνουσιν οἰ δεσπόται ἐπὶ τῆι ἐμῆι φωνῆι καὶ ἐπὶ τῆι σῆι.»

Ὁ μῦθος οὗτος πρὸς ἄνδρα φιλόψογον, ἑτέροις ἀεὶ αἰτίας προάπτειν ἐπιχειροῦντα.