Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
420b.Ἄλλως.(C. p. 188. et p. 398. F. 173.)
Ποδῶν χελώνης κατεγέλα λαγωὸς καὶ ἀργίας· ἡ δὲ [204] ἔφη· «ἐγὼ σὲ τὸν ταχὺν ἐν τοῖς ποσὶ νικήσω.» Ὅ δέ· «λόγωι μόνωι, χελώνη, λέγεις τοῦτο· ἀλλ᾿ ἔριζε καὶ γνώσηι. Τίς δὲ τὸν τόπον ὁριεῖ καὶ βραβεύσει τὴν νίκην; Ἀλώπηξ δ᾿ ἡ δικαία καὶ σοφωτάτη ἔταξαν ὁδὸν τῶν δρόμων τὴν εὐθεῖαν. Ἡ δὲ χελώνη μὴ ῥαιθυμήσασα ἤρξατο τῆς ὁδοῦ, πρὸς τὸ αὑτῆς ἀφοροῦσα δυσκίνητον. Ὁ δὲ λαγωὸς, θαῤῥῶν τοῖς ποσὶν, ἐκοιμήθη· καὶ ἐλθὼν ἐπὶ τοῦ ὡρισμένου τόπου, εὗρε νικῶσαν τὴν βραδεῖαν χελώνην.Ὅτι πολλοὶ τῆι μὲν φύσει ἀργοὶ, τῆι δὲ συντομίαι τοὺς φύσει ταχεῖς, ῥαιθύμους δὲ, νικῶσιν. |