Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
418b.Ἄλλως.(S. 225. C. p. 398. F. 190.)
Χελιδὼν ἔν τινι δικαστηρίωι νεοττοποιησαμένη ἐξέπτη· ὄφις δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς νεοτ[203]τούς. Ἡ δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα, ὑπερπαθοῦσα ἔστενεν· ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν βουλομένης, καὶ λεγούσης «μόνον ἄρα σοὶ τὰ τέκνα ἀποβαλεῖν συμβέβηκεν;» ὑποτυχοῦσα ἔφη· «ἀλλ᾿ ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω, ὅσον ὅτι ἐν τούτωι τῶι τόπωι ἠδίκημαι, ἐν ὧι οἱ ἀδικούμενοι βοηθοῦνται.»Ὁ λόγος δηλοῖ, ὅτι χαλεπώτεραι φίνονται τοῖς πάσχουσιν αἱ συμφοραὶ, ὅταν ὑφ᾿ ὧν ἥκιστα προσεδόκησαν πάσχωσι. |